Ancient Greek
Page 41b32
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 32-4
Not analysed yet
Φανερὸν δὲ καὶ πότε ἁπλῶς ἔσται, καὶ πότε οὐκ ἔσται συλλογισμός. Τὸ ἁπλῶς ἀντὶ τοῦ ῾καθόλου᾿ εἶπε· δῆλον γὰρ καθόλου, πότε καὶ πῶς τῶν προτάσεων λαμβανομένων συλλογισμὸς ἔσται, καὶ πότε καὶ πῶς λαμβανομένων οὐκ ἔσται· ἐδείχθη γὰρ τοῦτο καθ’ ἕκαστον σχῆμα. φανερὸν δὲ καὶ πότε ἁπλῶς ἔσται ἀντὶ τοὐ ῾φανερὸν δὲ ἁπλῶς᾿, ἀντὶ τοῦ ῾καθόλου᾿ εἶπε· δῆλον γὰρ καθόλου, καὶ πότε 〈ἔσται καὶ πότε〉 οὐκ ἔσται συλλογισμός.]