Ancient Greek
Page 45b35
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 35-2
Not analysed yet
‘Ομοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. Τοὺς τρόπους κατηγορίας εἴρηκεν· αἰεὶ γὰρ κατηγοροῦνται. εἰπὼν δὲ δεῖν καὶ ἐπὶ τοῦ ἀναγκαίου καὶ ἐπὶ τοῦ ἐνδεχομένου τὴν αὐτὴν ἐπίβλεψιν ποιεῖσθαι προσέθηκεν, ὅτι καὶ ἐπὶ τῶν ἄλλων τρόπων ὁμοίως, δεικνύς, ὅτι πάντες οἱ συλλογισμοὶ γίνονται διὰ τῆς ἐκκειμένης μεθόδου. εἶεν δ’ ἂν καὶ αἱ ἄλλαι κατηγορίαι οἱ τρόποι, ὡς εἰρήκαμεν ἤδη, τὸ δυνατόν, τὸ ἀδύνατον, τὸ ἔνδοξον, τὸ ἄδοξον, τὸ δῆλον ,τὸ ἄδηλον, τὸ κατὰ φύσιν ,τὸ καλῶς, τὸ ὠφελίμως· τὰ τοιαῦτα γὰρ τρόποι. εἴη δ’ ἄν μεταξὺ ἐμβεβλημένον τὸ “ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων”· τὸ γὰρ ὁμο ίως <δὲ καὶ> ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἀκολουθεῖ τῷ “ἡ γὰρ αὐτὴ σκέψις, καὶ διὰ τῶν αὐτῶν ὅρων ἔσται τῇ τάξει τοῦ τε ἐνδέχεσθαι καὶ τοῦ ὑπάρχειν ὁ συλλογισμός”. δύναται τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν εἰρηκέναι, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος· ὡς γὰρ 15 ἐπὶ τοῦ ἐνδεχομένου ταῦτα ἐκλέγομεν, δι’ ὧν ὁ τοῦ ἐνδέχεσθαι γίνεται συλλογισμός, οὕτως καὶ ἐπὶ τοῦ ὑπάρχοντος χρὴ ἐκλέγειν τά, δι’ ὧν ὁ τοῦ ὑπάρχοντος γίνεται συλλογισμός, καὶ ἐπὶ τοῦ ἀναγκαίου, δι’ ὧν ὁ τοῦ ἀναγκαίου.