Ancient Greek
Page 28b36
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 36-6
Not analysed yet
Ὅταν δὲ ὁ ἐλάττων ἡ στερητικός. Μετέβη ἐπὶ τὴν συζυγίαν, ἐν ᾗ ἡ ἐλάττων πρότασίς ἐστι καθόλου ἀποφατικὴ ἡ δὲ μείζων ἐπὶ μέρους καταφατική, καὶ δείκνυσιν ἀσυλλόγιστον αὐτὴν τῇ τῶν ὅρων παραθέσει. τοῦ μὲν γὰρ παντὶ ὑπάρχειν ὅρους παρατίθεται ζῷον, ἄνθρωπον, ἄγριον· τὸ μὲν γὰρ ζῷον, ὅ ἐστι τὸ Π, τινὶ ἀγρίῳ ὑπάρχει, ὅ ἐστι τὸ Σ, ὁ δὲ ἄνθρωπος, ὅ ἐστι τὸ P, οὐδενὶ ἀγρίῳ, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενὶ ζῷον, ἐπιστήμην, ἄγριον· πάλιν γὰρ τὸ μὲν ζῷον τινὶ ἀγρίῳ, ἡ δ’ ἐπιστήμη κειμένη ἐπὶ τοῦ P οὐδενὶ ἀγρίῳ, καὶ τὸ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ. αἰτία δὲ ἡ ἐλάττων οὖσα ἀποφατική.