Ancient Greek
Page 43b36
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 36-8
Not analysed yet
Ἔτι πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον. Τὸ πᾶσιν ἀντὶ τοῦ ῾τοῖς δύο ὅροις τοῖς τοῦ προβλήματος᾿. οὔ φησι δὲ δεῖν τὰ τοῖς δύο ἑπόμενα λαμβάνειν ὡς μηδενὸς ἐκ τῆς τῶν τοιούτων μεταλήψεως καὶ συνθέσεως γινομένου συλλογισμοῦ. αὐτὸς μὲν οὖν ὑπερτίθεται τὴν τούτου δεῖξιν εἰς τὸ μετὰ ταῦτα. ἔστι δὲ αἴτιον, ὅτι γίνεται μὲν τὸ δεύτερον σχῆμα, εἰ τὰ ἑκατέρῳ τῶν ὅρων ἑπόμενα συνθείημεν καὶ ποιήσαιμεν ἕνα· ἀλλὰ καὶ δύο προτάσεις καταφατικαὶ ἔσονται· ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συμπλοκὴ τῶν προτάσεων. οὐ τοῦτο δὲ λέγει, ὅτι μὴ δεῖ τὰ ἑκατέρῳ ἰδίᾳ ἑπόμενα ἐκλέγειν· φθάνει γὰρ εἰρηκέναι τοῦτο, δι’ ὧν εἶπε ‟δεῖ δὴ τὰς προτάσεις περὶ ἑκάστου οὕτως λαμβάνειν, ὑπο- θέμενον αὐτὸ πρῶτον καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ιοια του πράγματος ἐστιν, εἶτα μετὰ τοῦτο, ὅσα ἕπεται τῷ πράγματι”. οὐκ ἄν οὖν εἰπὼν δεῖν τὰ ἑπόμενα τοῖς πράγμασι, τοῦτ’ ἔστι τοῖς ὅροις, ἐκλέγειν νῦν μὴ δεῖν ἐκλέγειν ἔλεγε πάλιν, ἀλλ’ ὃ λέγει, τοιοῦτόν ἐστι· τὰ μὲν ἑκατέρῳ ἰδίᾳ τῶν ὅρων ἑπόμενα ἐκλέγειν δεῖ, οὐκέτι δὲ ζητητέον, τίνα κοινῶς αὐτοῖς ἕπεται, ὡς ἀμφοτέροις εἶναι ταὐτὸν ἑπόμενον. ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἔτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον· ἄλλο γὰρ τὸ τὰ ἑκατέρῳ ἑπόμενα, ἄλλο τὸ πᾶσιν· τὸ γὰρ πᾶσι τοῦ ῾κοινῶς᾿ ἐστι δηλωτικόν. κοινοῦ γὰρ ληφθέντος τοῦ ἀμφοτέροις ἑπομένου ἐν δευτέρῳ σχήματι δύο γίνονται καταφατικαί, οἷον εἰ ὅρων ὄντων ἀνδρείας καὶ σωφροσύνης ἐκλέγων τις τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα ἐκλέγοι καὶ ὅτι ἡ ἀρετὴ ἀμφοτέροις αὐτοῖς ἕπεται καὶ ἡ ἕξις καὶ ἡ μεσότης· ἡ γὰρ τῶν τοιούτων καὶ οὕτως ἑπομένων ἐκλογὴ ἄχρηστος πρὸς συλλογισμόν.