Ancient Greek
Page 50a37
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 37-4
Not analysed yet
Οἷον τεθείσης τῆς διαμέτρου συμμέτρου τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις. Παραδείγματι πάλιν τούτῳ κέχρηται τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὗ τὴν δεῖξιν ἐν τοῖς ἔμπροσθεν, ἥτις ἐστίν, εἰρήκαμεν. εἰπὼν δὲ περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι καὶ μὴ προδιομολογησάμενοι συγχωροῦσι διὰ τὸ φανερὸν εἶναι τὸ ψεῦδος, τοῦ πῶς φανερόν ἐστι τὸ ψεῦδος τὸ ἑπόμενον τῇ ὑποθέσει παρέθετο παράδειγμα τοῦτο τὸ ὑποτεθείσης τῆς διαμέτρου συμμέτρου εἶναι τῇ πλευρᾷ ἕπεσθαι τὸ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι, οὐχ ὡς φανερῶς καὶ γνωρίμως ἑπομένου τούτου τῇ ὑποθέσει, ἀλλ’ ὡς δεικνυμένου μὲν διὰ συλλογισμοῦ, ὅτι ἕπεται, φανερῶς δ’ ὄντος ἀτόπου καὶ ἀναιροῦντος τὴν ὑπόθεσιν, ᾗ εἵπετο· ἧς ἀναιρεθείσης διὰ τὴν τοῦ ἑπομένου ἀτοπίαν τὸ ἀντικείμενον αὐτῆς τίθεται, ὃ ἦν προκείμενον. πῶς δὲ ἕπεται τῷ ‘ἄν ἡ διάμετρος σύμμετρος ᾖ τῇ πλευρᾷ᾿ τὰ περιττὰ τοῖς ἀρτίοις εἶναι ἴσα, διὰ τῶν πρώτων, ὡς εἶπον, ἐδείξαμεν.