Ancient Greek
Page 50a32
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 32-6
Not analysed yet
Διαφέρουσι δὲ τῶν προειρημένων. Λέγει τὴν διαφοράν, ᾗ διαφέρουσιν οἱ δι’ ἀδυνάτου τῶν ἐξ ὁμολογίας. ἀμφότεροι μὲν γὰρ ἐξ ὑποθέσεως, ἀλλ’ ἐπ’ ἐκείνων μέν, εἰ μὴ πρῶτον ὁμολογία γένοιτο, ὡς ἐπὶ τοῦ δεικνυμένου ἔχει, οὕτως δὲ καὶ ἐπὶ τοῦ προκειμένου ἔσεσθαι δεδειγμένον, οὐ πάντως δειχθέντος ἐκείνου τοῦτο κατεσκεύασται· οὐ γὰρ x003E; ὁ δείξας, ὅτι μὴ πάντων τῶν ἐναντίων ἡ αὐτὴ δύναμίς ἐστιν, ἐξ ἀνάγκης ἑπόμενον τὸ ‘οὐδὲ ἐπιστήμη᾿, εἰ μὴ προσυνέθετο περὶ αὐτοῦ. ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδεμιᾶς ὁμολογίας γενομένης τῇ δείξει τοῦ ἀδυνάτου τίθεται τὸ ἀντικείμενον αὐτῷ διὰ τὴν τῆς ἀντιφάσεως ἀνάγκην.