Ancient Greek
Page 52a37
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 37-5
Not analysed yet
Τὸ δὲ μὴ εἶναι μουσικόν, ὃ ἀνῇ ἄνθρωπος, ἀνασκευαστικῶς δείκνυται. |Δείξας τὸ καταφατικὸν τὸ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’ διὰ τοῦ πρώτου δεικνύμενον σχήματος μόνον ἐκ δύο καθόλου καταφάσεων νῦν δείκνυσι τὸ ἀποφατικὸν καθόλου πάλιν, πῶς καὶ διὰ τίνων δείκνυται· τὸ γὰρ τὸ δὲ μὴ εἶναι μουσικόν, ὃ ἂν ᾖ ἄνθρωπος, ἴσον ἐστὶ τῷ ‘οὐδεὶς ἄνθρωπος μουσικός᾿. τοῦτο δέ φησι δείκνυσθαι κατὰ τοὺς προειρημένους τρόπους· τρεῖς εἰσι δὲ οὗτοι. ἐν μὲν γὰρ τῷ πρώτῳ σχήματι εἷς· ὁ γὰρ δεύτερος τρόπος τῶν ἐν πρώτῳ σχήματι τοῦ καθόλου ἀποφατικοῦ συνακτικός ἐστιν, οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον μουσικόν, οὐδεὶς ἄνθρωπος μουσικός, ἢ πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον ἄψυχον, οὐδεὶς ἄνθρωπος ἄψυχον, εἰ εἴη προκείμενον δεῖξαι, ὅτι μηδεὶς ἄνθρωπος ἄψυχον. ἐν δὲ τῷ δευτέρῳ σχήματι δύο οἱ πρῶτοι #x003E; ἐκ καθόλου ἀποφατικῆς καὶ καθόλου καταφατικῆς· ἀμφότεροι γὰρ τοῦ καθόλου ἀποφατικοῦ εἰσι δεικτικοί, οἷον οὐδὲν ἄψυχον ζῷον, πᾶς ἄνθρωπος ζῷον, οὐδεὶς ἄνθρωπος ἄψυχον, ἢ πάλιν οὐδεὶς ἄνθρωπος ἵππος, πᾶς ἵππος χρεμετιστικόν, οὐδεὶς ἄνθρωπος χρεμετιστικόν· πάλιν γὰρ διὰ τούτων καθόλου ἀποφατικὸν ἐν δευτέρῳ δείκνυται σχήματι τὸ ‘οὐδεὶς ἄνθρωπος χρεμετιστικόν᾿.