Ancient Greek
Page 52b4
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 4-6
Not analysed yet
Πρῶτον μὲν οὖν, τῷ Β τὸ Δ ἕπεται, ἐνθένδε φανερόν. Ἃ προέθετο, δείκνυσι. καὶ ὅτι γε τῷ Β τὸ Δ ἕπεται κειμένου ἕπεσθαι τῷ Γ τοῦ Α, οὕτως δείκνυσιν, ὡς εἴ γε ἔκειτο τῷ Α τὸ Γ ἕπεσθαι καὶ μὴ ἀντιστρέφειν, ἀνάπαλιν ἂν τῷ Δ τὸ Β εἵπετο. ἡ δὲ δεῖξις· ἐπεὶ ἀντίφασίς ἐστι τὸ FA, καὶ παντὶ θάτερον αὐτῶν ἀνάγκη ὑπάρχειν· ἐφ’ οὗ δὲ ἀληθὲς τὸ Β, οὐκ ἐνδέχεται τὸ Γ διὰ τὸ τῷ Γ ἕπεσθαι τὸ Α· ἕποιτο γὰρ ἄν τῷ Β τὸ Α, καὶ κατὰ τοῦ αὐτοῦ ἅμα ἄν εἴη ἀληθῆ τὰ Α Β, ὅπερ ἀδύνατον· λείπεται ἄρα τὸ Δ ἕπεσθαι τῷ Β. πάλιν ἐπεὶ κεῖται τῷ μὲν Γ ἕπεσθαι τὸ Α οὐ μὴν ἀντιστρέφειν οὐ γὰρ καὶ τῷ Α τὸ Γ), κατὰ παντὸς δὲ τὸ Γ ἢ τὸ Δ, εἰ τῷ Α μὴ ἕπεται τὸ Γ διὰ τὸ μὴ ἀντιστρέφειν, τότε ἀκολουθήσει αὐτῷ τὸ Δ· ἅμα ἄρα ἀληθὲς ἔσται τό τε Α καὶ τὸ Δ. εἰ δὲ ἦν ἀνάπαλιν τῷ Α τὸ Γ ἑπόμενον καὶ μὴ ἀντιστρέφον, εἵπετο μὲν ἄν καὶ τῷ Δ καὶ τὸ Β καὶ οὐκ ἀντέστρεφεν, ἦν δ’ ἂν τὰ συναληθευόμενα τὰ Γ Β, οὐ τὰ Α Δ. εἰ δὲ εἴη τὰ Α Δ συναληθευόμενα, οὐκέτι τὰ Β Γ ἅμα ἔσται ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ τῷ ἕπεσθαι μὲν τῷ Γ τὸ Α τῷ δὲ Β τὸ Δ. ἅμα καί, <εἰ> εἶεν ἂν] ἀληθῆ τὰ Β Γ, ἕπεσθαι ληφθέντος τοῦ Β τῷ Γ ἅμα ἂν ἀληθῆ γίνοιτο τὰ Γ Δ. ὁμοίως καὶ τὰ Α Β, εἰ ληφθείη ἕπεσθαι τῷ Γ τὸ Β τῷ γὰρ Γ τὸ Α ἕπεται), ὃ ἀδύνατον· ἀντίφασις γάρ ἐστιν.