Ancient Greek
Page 25b40
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 40
Not analysed yet
Ὁμοίως δ’ εἰ καὶ τὸ μὲν Α κατὰ μηδενὸς τοῦ Β. ἐκθέμενος τὸν πρῶτον συλλογισμὸν ἐν πρώτῳ σχήματι τὸν ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγοντα τοῦ δευτέρου πάλιν μνημονεύει τοῦ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου κατα- φατικῆς τῆς ἐλάττονος καθόλου ἀποφατικὸν συνάγοντος καὶ φησίν, ὅτι ὁμοίως καὶ ἐπὶ τούτου ἐκ τοῦ κατὰ μηδενὸς καὶ ἐκ τοῦ κατὰ παντὸς γνώριμος ἡ συναγωγή. διὸ καὶ ἀναπόδεικτος καὶ τέλειος καὶ οὗτος. εἰ γὰρ κατὰ παντὸς τὸ Β τοῦ Γ, οὐδὲν ἔσται τοῦ Γ, καθ’ οὗ τὸ Β οὐ ῥηθήσεται· τὶ ἄρα ἐστὶ τὸ Γ τοῦ Β. ἄν δὴ τὸ Α κατὰ μηδενὸς λέγηται τοῦ Β, οὐδὲν ἔσται |τοῦ Β, καθ’ οὗ κατηγορηθήσεται τὸ Α· ἦν δέ τι τοῦ Β ν καὶ τὸ Γ· κατ’ οὐδενὸς ἄρα τοῦ Γ τὸ Α.