Ancient Greek
Page 46b40
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 40-2
Not analysed yet
Πῶς δ’ ἀνάξομεν τοὺς συλλογισμοὺς εἰς τὰ προειρημενα μένα σχηματα. Διὰ τούτων ὑπογράφει μέθοδον ἡμῖν, δι’ ἧς δυνησόμεθα πάντα τὸν προβληθέντα συλλογισμὸν ἀνάγειν εἰς τὸ οἰκεῖον σχῆμα, ἥτις μέθοδος εὑρετικοὺς ἡμᾶς ποιήσει καὶ τοῦ τίνες μὲν τῶν ἐρωτωμένων λόγων εἰσὶ συλλογιστικοί, τίνες δὲ φαίνονται μέν, εἰσὶ δὲ ἀσυλλόγιστοι· εἰ γάρ τις εἰς μηδὲν τῶν τριῶν ἀνάγεσθαι δύναιτο σχῆμα τῇ μεθόδῳ ταύτῃ προσχρωμένων ἡμῶν, ἣν παραδίδωσιν, ἢ ἀνάγοιτο μὲν εἴς τι αὐτῶν, μὴ τῶν συλλογιστικῶν δὲ συζυγιῶν τινα, δῆλον ὅτι ἀσυλλόγιστος ἄν εἴη. ἀπὸ δὲ τῆς μεθόδου τῆς νῦν παραδεδομένης καὶ Ἀναλυτικὰ ἐπιγράφεται τὰ βιβλία. οὐ τῶν ἁπλῶν δὲ μόνων ἀλλὰ καὶ τῶν συνθέτων ὑπογράφει τὴν ἀνάλυσιν. οὐ ταὐτὸν δέ ἐστιν ἀνάγειν τε λόγους εἰς τὰ σχήματα, ὡς ἔχει τὰ Θεοφράστου δύο τὰ ἐπιγραφόμενα Ἀνηγμένων λόγων εἰς τὰ σχήματα, καὶ μέθοδον ὑπογράψαι, δι’ ἧς πάντα τὰ προβληθέντα ἀναλύειν αὐτοὶ καὶ ἀνάγειν δυνησόμεθα. ὁ μὲν γὰρ τὴν μέθοδον τοῦ ἀναλύειν καὶ τὴν ἐπιστήμην ἔχων πάντας οἷός τε ἔσται καὶ τοὺς μήπω γνωρίμους ἀνάγειν· ὁ δέ τινας ἔχων ἀνηγμένους τούτους ἄν ἀνάγοι μόνους ὡς ἂν ἔχων τήρησιν αὐτῶν ἀναίτιον ἀλλ’ οὐκ ἐπιστήμην. ὑπογράφει δὲ τὴν αὐτὴν ταύτην μέθοδον καὶ Θεόφραστος ἐν τῷ ἐπιγραφομένῳ Περὶ ἀναλύσεως συλλογισμῶν. λοιπὸν δὲ τοῦτό φησιν ἔτι τὸ κεφάλαιον εἶναι τῆς περὶ συλλογισμῶν πραγματείας· εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν εἰδείημεν, ἣν ὑπέγραψε διὰ τῶν τριῶν σχημάτων καὶ τῶν καθ’ ἕκαστον αὐτῶν συλλογιστικῶν συζυγιῶν, ἔχοιμεν δὲ καὶ τοῦ εὑρίσκειν τε καὶ ποιεῖν αὐτοὶ τοὺς συλλογισμοὺς μέθοδον, ἣν ἐδίδαξεν ἡμᾶς διὰ τοῦ δεῖξαι, ὅτι δεῖ ἐκλέγειν ἑκατέρου τῶν ἐν τῷ προβλήματι ὅρων τά τε ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτοὶ ἕπονται καὶ τὰ μὴ ὑπάρχοντα ἑκατέρῳ αὐτῶν, καὶ ἐκ τούτων τίνα κατ’ οἰκειότητα τοῦ προβλήματος συντιθέμενα τὸν μέσον ὅρον ποιεῖ, εἰ δὴ πρὸς ἐκείνοις τοῖς δύο καὶ τοὺς γεγονότας ἤδη συλλογισμοὺς ἀναλύειν δυναίμεθα εἰς τὰ συλλογιστικὰ σχήματα, τέλος ἄν ἔχοι, φησίν, ἡ πραγματεία ἡ προκειμένη. χρήσιμον δέ φησιν ἔσεσθαι τὴν γνῶσιν τῆς ἀναλύσεως τῶν συλλογισμῶν καὶ πρὸς τὴν τῶν πρότερον εἰρημένων βεβαίωσιν· ταῦτα δέ ἐστιν, ὅτι τε πᾶς συλλογισμὸς ἐν τοῖς τρισὶ σχήμασι, καὶ ὅτι ἐξ ὅρων τριῶν καὶ προτάσεων δύο προσεχῶν πᾶς. ἐκ γὰρ τῆς τῶν γεγονότων ἀναλύσεως εἰς αὐτὰ πιστότερα ἐκεῖνα καὶ βεβαιότερα ἡμῖν ἔσται, καὶ] ὅτι ἐκ τοῦ εἰς μηδὲν ἄλλο ἀνάγεσθαι δύνασθαι τοὺς γεγονότας συλλογισμοὺς ἢ εἰς ἐκείνων τι καὶ ἐκεῖνα βεβαιωθήσεται.