Ancient Greek
Page 46b38
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 38-4
Not analysed yet
’Ex τίνων μὲν οὖν αἰ ἀποδείξεις γίνονται. Δείξας ὅτι πρὸς ἀπόδειξιν καὶ συλλογισμὸν οὐδὲν χρήσιμος ἡ διαιρετικὴ μέθοδος, ὅτι καὶ τοῦτο πρὸς τὴν τοὐ προκειμένου δεῖξιν χρήσιμον ἦν πρὸς γὰρ τὴν κατασκευὴν τοῦ ὅτι κατὰ τὴν προειρημένην ὑπ’ αὐτοῦ ἐκλογὴν καὶ τὴν ἐπίβλεψιν τῶν ἐκλελεγμένων, καθ’ ὃν εἴρηκε τρόπον, δεῖν ποιεῖν τήν τε τῶν προτάσεων λῆψιν καὶ τῶν συλλογισμῶν πάντων εὕρεσιν, χρήσιμον ἦν αὐτῷ δειχθὲν τὸ κατ’ ἐκείνην τὴν μέθοδον ἄχρηστον) ,ὃ φανερὸν ποιήσας ὑπομιμνήσκει ἡμᾶς τῶν προειρημένων δεικνύς, ὅτι ἐκ τούτων καὶ οὕτως μόνως ἡ γένεσίς τε καὶ εὕρεσις τῶν συλλογισμῶν· κοινότερον γὰρ νῦν τοὺς συλλογισμοὺς ἀποδείξεις λέγει. |