Ancient Greek
Page 34a7
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 7-2
Not analysed yet
Ἔστω γὰρ οὕτως ἐχόντων τὸ μὲν ἐφ’ ᾧ τὸ Α δυνατόν, τὸ δὲ ἐφ᾿ ᾧ τὸ Β ἀδύνατον. οὕτως ἐχόντων, ὡς προειρήκαμεν, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι. οὔσης δὲ ταύτης <τῆς> ἀκολουθίας καὶ ἐξ ἀνάγκης ἑπομένου Β τῷ Α ὑποκείσθω τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον. τὸ δὴ Α ἐπειδὴ δυνατόν ἐστι, κἀν γένοιτο, ὅτε δυνατόν ἐστι γενέσθαι [τοῦ ἐνδέχεσθαι μή]· ὁμοίως καὶ τὸ Β, εἰ ἀδύνατον εἴη, ὅτε ἀδύνατόν ἐστι γενέσθαι, οὐκ ἄν γένοιτο. εἰ δὴ ἅμα εἴη τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, ὅτε τὸ Α ἐστί, τὸ Β, καθ’ ὃ μέν ἐστιν ἀδύνατον, οὐκ ἄν εἴη, καθ’ ὃ δὲ ἀνάγκη τοῦ Α ὄντος εἶναι αὐτό, εἴη ἄν. ἅμα τε οὖν εἴη ἄν καὶ οὐκ εἴη τὸ Β, ὅπερ ἀδύνατον. δυνατοῦ ἄρα ὄντος τοῦ ἡγουμένου δυνατὸν ἔσται καὶ τὸ ἑπόμενον ἐξ ἀνάγκης αὐτῷ· τοῦτο δὲ ἦν τὸ Β.