Ancient Greek
Page 45b8
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 8-4
Not analysed yet
Διαφέρει δὲ ὁ δεικτικὸς τοῦ εἰς ἀδύνατον, ὅτι ἐν μὲν τῷ δεικτικῷ κατ’ ἀλήθειαν ἀμφότεραι τίθενται |δεικνύς, ὅτι μὴ τῷ διαφόρῳ τῶν ὅρων τε καὶ προτάσεων γίνεται ἡ 108 V διαφορὰ τοῦ δεικτικοῦ συλλογισμοῦ πρὸς τὸν δι’ ἀδυνάτου· αἱ μὲν γὰρ ἀγωγαὶ καὶ τὰ σχήματα καὶ οἱ τρόποι τῶν δείξεων ἐπ’ ἀμφοτέρων ὅμοιοι. ἡ δὲ διαφορὰ αὐτῶν, ὅτι ἐν μὲν τῷ δεικτικῷ ἀμφότεραι αἱ προτάσεις ὡς ἀληθεῖς λαμβάνονται εἰς τὴν δεῖξιν τοῦ προκειμένου, ἐν δὲ τῷ δι’ ἀδυνάτου ψευδὴς ἡ ἑτέρα λαμβάνεται ἣν ὑποτίθενται οἱ δεικνύναι βουλόμενοι τὸ ἀντικείμενον ταύτης. ἢ οὐ περὶ τῆς ὑποτιθεμένης λέγει, ὅτι ψευδής, ἀλλά, ὃ λέγει, ἐστίν, ὅτι διὰ μὲν τῶν αὐτῶν δύο προτάσεων τά τε δεικτικῶς δεικνύμενα γίνεται καὶ τὰ δι’ ἀδυνάτου, ἀλλ’ ἐν μὲν τῇ δεικτικῇ δείξει ἀμφότεραι ἀληθεῖς ληφθεῖσαι δεικνύουσι τὸ προκείμενον ,ἐν δὲ τῇ δι’ ἀδυνάτου ἡ ἑτέρα αὐτῶν ψευδής· ληφθεῖσα γὰρ ψευδὴς ἐν τῷ συμπεράσματι αἰτία γίνεται τοῦ ἐλεγχθῆναι τὴν ὑπόθεσιν οὖσαν ἀδύνατον, οὗ τῇ ἀναιρέσει τίθεται τὸ προκείμενον, ὃ ἐδείκνυτο δεικτικῶς ληφθείσης αὐτῆς ἀληθοῦς. δεικτικῶς μὲν γὰρ ἐδείκνυτο τὸ Α τῷ E οὐδενὶ δι’ ἀληθῶν <τῶν> ‘τὸ τῷ Α παντί, τὸ Β τῷ E οὐδενί’· ἐν δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἡ μὲν ‘τὸ Β τῷ Α παντί’ ἀληθὴς οὖσα λαμβάνεται, συνάγει δὲ αὕτη μετὰ τῆς ὑποθέσεως τῆς τὸ Α τῷ E τινὶ ὑπάρχειν λεγούσης τὸ τὸ Β τῷ E τινί, ὂν ψεῦδος· ἦν γὰρ τὸ Β τῷ E οὐδενί· ὃ τῷ ψεῦδος ὂν ἐλέγχεσθαι ἀναιρεῖ τὴν ὑπόθεσιν διὰ τὸ εἶναι ἀληθῆ τὴν ‘τὸ Α τῷ Ε μηδενὶ ὑπάρχει’.