Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ζ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ζ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ.1
Not analysed yet
Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον ἐν τοῖς περὶ τοῦ πόσα χῶς. ἐπειδὴ ἐν ἅπαντι τῷ παρόντι βιβλίῳ καὶ τῷ μετὰ τοῦτο περὶ ὁρισμῶν ποιεῖται τὸν λόγον, ὡς δὲ ἐρεῖ τῶν συμβεβηκότων κυρίως ὁρισμοὶ οὔκ εἰσιν, ἀλλ’ εἴπερ ἄρα, κατὰ συμβεβηκός· ὡς γὰρ τοῦ ὄντος μετειλήχασιν οὕτω καὶ ὁρίζονται καί εἰσιν αὐτῶν ὁρισμοί, καὶ ὥσπερ τὸ τί ἐστι κυρίως καὶ ἁπλῶς ἐπὶ τῶν οὐσιῶν λέγεται, ἐπὶ δὲ τῶν συμβεβηκότων οὔ, ἀλλ’, εἰ λεχθείη, μετὰ προσθήκης τινός, ὡς ἐρεῖ προϊών ὡς γάρ, φησί, τὸ μὴ ὅν φαμεν εἶναι, οὐχ ὅτι ἔστι λέγοντες, ἀλλ’ ὅτι ἔστι μὲν ἀλλ’ ἐστὶ μὴ ὄν, οὕτω καὶ ἐπὶ τοῦ ποιοῦ φέρε λέγομεν ὅτι ἔστιν ἀλλ’ οὐχ ἁπλῶς ἀλλ’ ὅτι ἐστὶ ποιόν), οὕτω καὶ ὁρισμοὺς λέγομεν αὐτῶν εἶναι, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλὰ τρόπον ἄλλον· ἐπειδὴ οὖν, ὡς εἴρηται, τοῦ κυρίως ὄντος καὶ τῆς οὐσίας εἰσὶν οἱ ὁρισμοί, μέλλει δὲ περὶ τῶν ὁρισμῶν καὶ ὅσα τούτοις παρακολουθεῖ λέγειν, εἰκότως πάλιν ὑπομιμνήσκει περὶ τοῦ ὄντος ὅτι πολλαχῶς λέγεται, καθάπερ καὶ πρότερον ἐν τῷ Δ διεῖλεν ὅτε ποσαχῶς τὸ ὂν λέγεται διωρίζετο. σημαίνει δὴ τοῦ ὄντος τὸ μὲν τί ἐστι καὶ οὐσίαν καὶ τόδε τι· σύνηθες γὰρ τῷ Ἀριστοτέλει ἀντὶ τῆς οὐσίας τὸ τόδε τι καὶ τὸ τί ἐστι λαμβάνειν. τὸ μὲν οὖν τοῦ ὄντος σημαίνει οὐσίαν, τὸ δὲ ποιὸν καὶ τὰς λοιπὰς ὀκτὼ κατηγορίας. δεκαχῶς δὴ λεγομένου τοῦ ὄντος δῆλον, ὡς πολλάκις εἴρηται, ὅτι πρῶτον ὄν ἐστι καὶ τί ἐστιν ἡ οὐσία. ὅτι δὲ τὸ τί ἐστι τὴν οὐσίαν σημαίνει καὶ ταύτης ἐστὶ δηλωτικὸν δείκνυσιν ὧδε· ὅταν μὲν γάρ, φησίν, εἴπωμεν ποῖόν τι τόδε, ἢ ἀγαθὸν λέγομεν ἢ καλόν, ἀλλ’ οὐ τρίπηχυ καὶ ὅλως ποσόν, οὐδ’ ἄνθρωπον καὶ οὐσίαν, ἀλλὰ ποιόν· ὅταν δὲ τί ἐστιν, οὔ φαμεν ποιόν, ἀλλ’ ἄνθρωπον ἢ θεόν, ὡς τοῦ τί ἐστιν ἐπὶ μόνης λεγομένου τῆς οὐσίας. εἰπὼν δὲ ἀνωτερω φανερὸν ὅτι τουτων πρῶτον ὂν τὸ τι ἐστιν, ὅπερ σημαινει τὴν οὐσίαν καὶ μεταξὺ ἐπεμβαλών τινα ἐπήγαγε τὰ δ᾿ ἄλλα λέγεται τῲ τοῦ οὕτως ὄντος τὰ μὲν εἶναι ποσότητες. καὶ ἔστιν ἡ συνεχὴς τοῦ λόγου ἀκολουθία τοιαύτη· φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν, τὰ δ’ ἄλλα λέγεται ὄντα τῷ τοῦ οὕτως ὄντος τὰ μὲν ποσότητες εἶναι λέγεται γὰρ τὸ δίπηχυ ὂν ὅτι ἐστὶ ποσότης τις τοῦ κυρίως ὄντος), τὸ δὲ λευκὸν ἢ τὸ θερμὸν καὶ ἁπλῶς |τὰ πάθη τῷ ποιότητες εἶναι αὐτοῦ. ὁμοίως καὶ τὰ ἄλλα λέγεται ὄντα τῷ εἶναί τι τοῦ κυρίως ὄντος. διὰ οὖν τὸ κυρίως ὃν εἶναι τὴν οὐσίαν τὰ δ’ ἄλλα λέγεσθαι ὄντα τῷ ἔχειν πὼς πρὸς αὐτήν, καὶ ἀπορήσειεν ἄν τις, φησί, πότερον τὸ βαδίζειν καὶ τὸ ὑγιαίνειν καὶ ἕκαστον αὐτῶν ὂν λέγεται ἢ οὔ. καὶ τὴν αἰτίαν τοῦ πῶς ἄν τις ἀπορήσειεν ἐπάγει. οὐδὲν γάρ, φησίν, αὐτῶν ἐστι καθ’ αὑτό, ὥσπερ ἡ οὐσία, οὔτε πέφυκε χωρίζεσθαι αὐτῆς. ὃ δὲ μὴ ἔστιν αὐτὸ καθ’ αὑτὸ λαβεῖν, πῶς ἄν τις τοῦτο τῶν ὄντων ἐρεῖ; καὶ ‘ἀπορήσαι ἄν τις’ εἰπὼν ἐπάγει ἀλλ᾿ εἶπερ, τὸ βαδίζον τῶν ὄντων καὶ τὸ καθήμενον, ἴσον λέγων τῷ ὅτι κυρίως ὂν τὸ βαδίζον καὶ τὸ καθήμενόν ἐστι· τόδε γάρ τι καὶ οὐσία ἐστὶ καί ἐστιν ὡρισμένον ὑποκείμενον τῇ ὑγιείᾳ καὶ τῇ βαδίσει ἡ οὐσία, τὸ δὲ βαδίζειν ἢ ὑγιαίνειν οὔκ εἰσιν ὄντα· ἀλλ’, εἴπερ ἄρα, ὅτι πάθη εἰσὶ τῆς οὐσίας, λεχθήσεται ὄντα, κυρίως δ’ οὔ. εἰπὼν δὲ ὅτι ταῦτα ἐμφαίνεται ὄντα, διότι ἔστι τι τὸ ὑποκείμενον αὐτοῖς ὡρισμένον, τοῦτο δ’ ἐστὶν ἡ οὐσία καὶ τὸ καθ’ ἕκαστον, ἐπήγαγεν ὅπερ ἐμφαίνεται ἐν τῇ τοιαύτῃ κατηγορίᾳ, τουτέστι τῇ κυρίως ὃν λεγομένῃ ἤτοι τῇ οὐσίᾳ. ἐν τῇ κυρίως ὂν οὔσῃ, φησί, κατηγορίᾳ καὶ τῇ οὐσίᾳ ἐμφαίνεται καὶ ἔστι τὸ ὑγιαῖνον καὶ τὸ καθήμενον, καὶ χωρὶς ἰῆς οὐσίας οὔτε ὑγιαῖνον οὔτε καθήμενον οὔτε τι τῶν ἄλλων κατηγοριῶν ἢ λέγεται ἢ ἔστιν. εἰ δ’ ἐν ταύτῃ αὐτοῖς τὸ εἶναι, διὰ ταύτην τε ἕκαστον τῶν ἄλλων ἔστι καὶ χωρὶς αὐτῆς οὐκ ἐνδέχεταί τι ἐκείνων εἷναι, αὐτὴν δὲ χωρὶς ἐκείνων, φανερὸν ὅτι κυρίως ὂν καὶ οὐ τὶ ὅν· τὶ γὰρ ὂν τὸ συμβεβηκὸς τῇ οὐσίᾳ ἐστί. Πολλαχῶς μὲν οὖν λέγεται τὸ πρῶτον· ὅμως δὲ πάντων ἡ οὐσία πρῶτον. Εἰπὼν ὅτι ἡ οὐσία ἐστὶ τὸ πρῶτον ὂν καὶ κυρίως· ὄν, ἐπειδὴ τὸ πρῶτον λέγεται πολλαχῶς, ὡς εἴρηται πρότερον λέγεται γὰρ πρῶτον καὶ τῇ γνώσει καὶ τῷ λόγῳ καὶ τῷ χρόνῳ), δείκνυσιν ὅτι κατὰ τοὺς τρεῖς τούτους τρόπους ἐστὶ πρώτη τῶν ἄλλων ἡ οὐσία καὶ πρῶτον δείκνυσιν ὅτι τῷ χρόνῳ πρώτη ἐστίν, εἰπὼν τῶν μὲν γὰρ ἄλλων κατηγορημάτῶν οὐδὲν χωριστόν αὕτη δὲ μόνη. εἰ γὰρ καὶ μηδέποτε χ τῶν ἄλλων κατηγορημάτων ἡ οὐσία οὐδέποτε γὰρ τῶν ὑπὸ γένεσιν οὐσιῶν ἔστι τις ἄνευ ποιότητος ἢ ποσότητος ἢ τῶν τοιούτων), εἰ οὖν καὶ μ ποτε χωρίς ἐστι τῶν ἄλλων, ἀλλ᾿ ὅμως ἐπειδὴ χωρίζονται αὐτῆς καὶ ἄλλα μέν ἐστι σήμερον ἐν αὐτῇ, ἕτερα δὲ χθὲς καὶ ἄλλα αὔριον, καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τοῦτο γίνεται φανερὸν ὅτι προτέρα ἐστὶ τῷ χρόνῳ τῶν ἄλλων. ὡς γὰρ ὁ ἀμφορεὺς φέρε εἰπεῖν πρότερός ἐστι τῷ χρόνῳ τοῦ καθ᾿ ἕκαστον ἐν αὐτῷ ἐγγινομένου οἴνου, οὕτω καὶ ἡ οὐσία τῶν καθ’ ἑκάστην γινομένων καὶ ἀπογινομένων ἐν αὐτῇ συμβεβηκότων. ἀλλὰ καὶ καθ’ ὅσον συναναιρεῖ μὰν αὐτά, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτῶν, προτέρα ἐστίν. οὐ μόνον δὲ τῷ χρόνῳ προτέρα ἐστίν, ἀλλὰ καὶ τῷ λόγῳ, ὡς προείρηται. εἰ γὰρ τὰ εἰς ὁρισμόν τινος λαμβανόμενα πρότερά ἐστι τῷ λόγῳ τοῦ ὁριστοῦ, λαμβάνεται δὲ ἐν τῷ τῆς σιμότητος λόγῳ ἡ ῥὶς καὶ ἐν τῷ τῆς ὀργῆς τὸ αἷμα, δῆλον ὅτι καὶ τῷ λόγῳ προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων. οὐ μόνον δὲ ἐπὶ τῆς σιμότητος καὶ τοῦ αἵματος τοῦθ’ οὕτως ἔχει, ἀλλ’ ὡς αὐτὸς ἐρεῖ προιὼν ὅτι καὶ τὸ λευκὸν καὶ τὰ λοιπὰ ὁριζόμενοι διὰ τὸ μὴ καλῶς μηδ’ ἀκριβῶς τοὺς ὁρισμοὺς αὐτῶν ἀποδίδοσθαι οὐ λαμβάνομεν τὴν οὐσίαν ἐν τῷ ὁρισμῷ αὐτῶν· ἐπεὶ εἴ τις ἀκριβολογοῖτο, ἐξ ἀνάγκης παραλήψεται αὐτὴν ἐν τῷ ὁρισμῷ αὐτῶν. ἀλλὰ καὶ τῇ γνώσει προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων· τότε γὰρ οἰόμεθα ἕκαστον εἰδέναι, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτοῦ· τότε γὰρ οἰόμεθα γινώσκειν τί ἐστιν ἄνθρωπος ἢ πῦρ, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτῶν, ἀλλ’ οὐχ ὅταν γνῶμεν ὁποῖός ἐστιν ἄνθρωπος ἢ πόσος. καὶ τί φημι ἐπὶ τῶν οὐσιῶν ὅτι τότε ταύτας ἴσμεν, ὅταν τί ἐστιν ἑκάστη αὐτῶν γνῶμεν; καὶ ἐπὶ τῶν συμβεβηκότων τοῦτό ἐστιν· ὅταν γὰρ τί ἐστι λευκὸν γνῶμεν, τότε ἴσμεν αὐτό. ἐκ δὴ τῶν εἰρημένων φανερόν ἐστι, φησίν, ὅτι καὶ τὸ πάλαι μὲν καὶ ἀεὶ ὑπό τε τοῦ Πλάτωνος καὶ τῶν ἄλλων, νὺν δὲ ὑφ’ ἡμῶν ζητούμενον καὶ ἀπορούμενον, τί τὸ ὄν, τοῦτό ἐστι τίς ἡ οὐσία. ἐπειδὴ γὰρ κυρίως ὂν καὶ πρῶτον ὂν καὶ τῷ χρόνῳ καὶ τῷ λόγῳ καὶ τῇ γνώσει ἐστὶν ἡ οὐσία, τὸ ζητεῖν τί τὸ ὂν τὸ ζητεῖν ἐστι τίς ἡ οὐσία. τοῦτο δὲ τὸ ὄν λέγων τὴν οὐσίαν) οἱ μὲν ἓν εἶναί φασιν· ὅσοι γὰρ μίαν ἔλεγον τὴν ἀρχήν, ὥσπερ Θαλῆς καὶ οἱ λοιποί, οὓς ἴσμεν, καὶ τὸ ὂν ἓν ἔλεγον· ὅσοι δ’ ἀπείρους, ὥσπερ Ἀναξαγόρας καὶ Δημόκριτος, καὶ τὰ ὄντα ἄπειρα ἀπεφήναντο εἶναι. διόπερ καὶ ἡμῖν, φησί, πρῶτον καὶ μάλιστα καὶ μόνως ὡς εἰπεῖν περὶ τοῦ ὄντως ὄντος καὶ κυρίως ὄντος θεωρητέον τί ἐστιν. Καὶ εἰπὼν ἐπικρίνει λέγων ὅτι δοκεῖ κυρίως ὂν ἡ οὐσία εἶναι, οὐχ ὡς ἐνδοιάζων τὸ δοκεῖ εἰπών, ἀλλ’ ὡς ἀποφαινόμενος. ἢ τὸ δοκεῖ εἶπεν, ὅτι δείξει τοῦτο διὰ πάνυ πολλῶν· ὡς μήπω δὴ δεδειχὼς τοῦτο εἴρηκεν. ὅμως πρὸς τὰ ἐπαγόμενα σύμφωνός ἐστι μάλιστα ἡ προτέρα ἐπιβολή. δοκεῖ οὖν, φησί, κυρίως ὂν εἶναι ἡ οὐσία, φανερώτατα μὲν ἐν τοῖς σώμασι, τουτέστι τὰ σώματα· φανερῶς μὲν γὰρ ἡ οὐσία ἐστὶ τὰ σώματα, διὸ τὰ μὲν ζῷα, σώματα ὄντα, καὶ τὰ φυτὰ καὶ τὰ μόρια τῶν ζῴων καὶ τῶν φυτῶν οὐσίας εἶναί φαμεν. |ὁμοίως καὶ τὰ ἁπλᾶ τῶν σωμάτων καὶ τὰ μόρια τούτων καὶ τὰ ἐκ τῶν μορίων, οἷον τὰ ζῷα, οὐσίας φαμέν· πάντα γὰρ ταῦτα σώματά ἐστι. τὸ δὲ ἢ μορίων ἢ πάντων, ἐκ μὲν οὖν τῶν μορίων τῶν ἁπλῶν σωμάτων ἐστὶ τὰ ζῷα, ἐκ πάντων δὲ τῶν σωμάτων ἐστὶν ὁ οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη. τοῦτο δ’ ἐλλιπῶς εἴρηται καὶ ἀσαφῶς· δοκεῖ γὰρ λέγειν ὅτι καὶ ὁ οὐρανὸς καὶ οἱ ἀστέρες ἐκ τῶν τεσσάρων εἰσὶ στοιχείων· οὐ τοῦτο δέ φησιν, ἀλλ’ εἰπὼν ὅτι οὐσίαι εἰσὶ τὰ σώματα καὶ ὅσα μόρια τούτων ἢ ἐκ τούτων εἰσὶν ἢ πάντων ἢ τινῶν, δέδωκεν ἡμῖν ἐννοεῖν ὅτι ὁ πᾶς οὐρανὸς καὶ κόσμος ἐκ πάντων τῶν σωμάτων καὶ τῶν μορίων αὐτῶν ἐστιν· ἀλλ’ ὁ μὲν μετὰ τὴν σεληνιακὴν σφαῖραν ἐκ τῶν περὶ γένεσιν καὶ φθοράν ἐστι σωμάτων καὶ τῶν μορίων αὐτῶν, τὸ δὲ δυκλοφορικὸν πᾶν συνέστηκεν ἐκ τῆς ὁλότητος τοῦ κυκλοφορικοῦ καὶ τῶν μορίων αὐτοῦ, ὁλότητος μὲν τῶν σφαιρῶν, μορίων δὲ τῶν ἐν αὐταῖς ἄστρων. Πότερον δ’ αὗται μόναι οὐσίαι εἰσὶν ἢ καὶ ἄλλαι, ἢ τούτων μὲν οὐδέν, ἕτεραι δέ τινες, σκεπτέον. εἰπὼν ὅτι φανερώτατα μὲν οὐσίαι εἰσὶ τά τε σώματα καὶ τὰ λοιπὰ ὅσα κατέλεξεν, ἐρωτᾷ πότερον αὗται μόναι αἱ λεχθεῖσαί εἰσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας ἄλλαι τινές, ἢ αἱ μὲν προλεχθεῖσαι μᾶλλον μὲν οὔκ εἰσιν ἀλλ’ αἱ παρὰ ταύτας. καὶ ἐρωτήσας λέγει ὅτι τισὶ μὲν δοκεῖ τινας, λέγων τόν τε Πλάτωνα καὶ τοὺς περὶ αὐτόν, ὅτι τὰ τοῦ σώματος πέρατα μᾶλλόν εἰσιν οὐσίαι ἀλλ’ οὐ τὰ σώματα. καὶ τίνα τὰ πέρατα τοῦ σώματος ἐπάγει, οἷον ἐπιφάνειαι καὶ γραμμαὶ καὶ μονάς· ταῦτα γὰρ μᾶλλον εἶναι οὐσίας λέγεται ὑπ’ ἐκείνων ἢ τὸ σῶμα καὶ τὸ στερεόν. τινὲς μὲν οὖν οὕτω φασίν, ὅτι τὰ ἐπίπεδα μᾶλλόν εἰσιν οὐσίαι, τινὲς δὲ τὰ αἰσθητὰ μᾶλλον οὐσίας λέγοντες οὐδὲν οἴονται εἶναι παρὰ τὰ αἰσθητά, ὥσπερ Ἵππων μὲν πρότερον ὁ ἄθεος ἐπικληθείς οὐθὲν γὰρ οὗτος παρὰ τὰ αἰσθητὰ εἶναι ἀπεφήνατο), καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον· οἱ δὲ πλείους εἶναι λέγουσι τὰς οὐσίας, ὥσπερ Πλάτων, μίαν μὲν τὰ διανοητὰ τὰ μαθήματα, ἄλλην δὲ τὰ νοητὰ τὰς ἰδέας, καὶ τρίτην τὴν τῶν αἰστῶν σωμάτων οὐσίαν, τουτέστιν αὐτὰ τὰ σώματα. Σπεύσιππος δὲ ὁ τούτου μαθητὴς καὶ πλείω τῶν τριῶν ἔλεγεν εἶναι τὰς οὐσίας τὰς νοητάς, πρώτην μὲν τὸ αὐτοέν, ἄλλην δὲ τὴν τῶν ἀριθμῶν ἀρχήν, ἄλλην τὴν τῶν μεγεθῶν, καὶ ἄλλην τὴν τῆς ψυχῆς· καὶ οὕτως ἐπεκτείνει εἰς πλῆθος τὰ γένη τῶν οὐσιῶν. ἔνιοι δὲ οὐκ ἄλλην μὲν ἀρχὴν τῶν ἀριθμῶν ἄλλην δὲ τῶν μεγεθῶν ἔλεγον, οὐδ’ ἄλλης μὲν φύσεως τοὺς ἀριθμοὺς ἄλλης δὲ τὰ μεγέθη, ἀλλὰ τῆς αὐτῆς τε ἀρχῆς καὶ τῆς αὐτῆς φύσεως· τὰ δὲ ἄλλα, οἷον ἐπίπεδα, γραμ|μάς, οὐρανὸν καὶ ἀπλῶς τὰ αἰσθητὰ ἐχόμενα τοῖς ἀριθμοῖς ἔλεγον· τὸ μὲν γὰρ αὐτομέγεθος καὶ τὸν αὐτοαριθμὸν πρώτας οὐσίας φάσκοντες καὶ τῆς αὐτῆς φύσεως, τὰς δὲ γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τὸν οὐρανὸν καὶ ὅλω; τὰ αἰσθητὰ δευτέρας· εἴτε δὲ καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔλεγον εἴτε μή, οὐκ ἐδήλωσε. Περὶ δὴ τούτων τί λέγεται καλῶς ἢ μὴ καλῶς, καὶ τίνες εἰσὶν οὐσίαι. Ἱστορήσας τὰς τῶν παλαιοτέρων καὶ τὰς καθ’ ὃν αὐτὸς ὑπῆρχε δόξας χρόνον περὶ τῆς οὐσίας, λέγει ὅτι σκεπτέον τί μὲν ὑπὸ τούτων λέγεται καλῶς καὶ τί μή, καὶ ἀρά εἰσι παρὰ τὰς αἰσθητὰς οὐσίας οὐσίαι τινὲς ἢ οὔκ εἰσι, καὶ πότερον ἔστι τις χωριστὴ οὐσία παρὰ τὰς αἰσθητάς, καὶ εἰ ἔστι, πῶς ἐστι, καὶ διὰ τί, ἢ οὐκ ἔστι. περὶ δὴ τούτων σκεπτέον, φησίν, ὑποτυπωσαμένοις καὶ διορισαμένοις τὴν οὐσίαν τί ἐστι. Καί φησιν ὡς εἰ μή τις ταύτην πλεοναχῶς λέγεσθαι βούλοιτο, ἀλλ’ οὖν τετραχῶς αὐτὴν λέγεσθαι δώσει· καὶ · λέγει ὅτι ἕνα μὲν τρόπον λέγεται τὸ τί ἦν εἶναι, ἄλλον δὲ τὸ καθόλου, λέγων καθόλου ἢ τὰς ἰδέας, ὃ καὶ μᾶλλον οἶμαι, ἢ τὸ παρὰ τὰ πολλὰ ὡς τὰ πολλά, λέγω δὴ τὸ ἐκ τῆς ἀφαιρέσεως τῶν καθ’ ἕκαστα ἄπο συληθέν. ἄλλον δὲ πάλιν οὐσία λέγεται τὸ ἑκάστου γένος. καὶ τέταρτον τὸ ὑποκείμενον πᾶσι καὶ καθ’ οὗ τὰ ἄλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου. διό, φησί, περὶ τοῦ ὑποκειμένου πᾶσι καὶ καθ’ οὗ τἆλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου διοριστέον τί ἐστιν· τοῦτο γὰρ μάλιστα δοκεῖ εἶναι οὐσία. τοῦτο δὲ τὸ πᾶσιν ὑποκείμενον καὶ μὴ κατ’ ἄλλου λεγόμενον τρόπον μέν τινα ἡ ὕλη λέγεται, ἄλλον δὲ τὸ εἶδος, τρίτον δὲ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ὃ καὶ μᾶλλόν ἐστιν ἀληθές. εἶτα καὶ ἐπὶ ὑποδείγματος σαφηνίζει τί μὲν λέγει ὕλην, τί δὲ εἶδος καὶ τί τὸ ἐκ τούτων, ὅτι ὕλην μὲν τὸν χαλκόν, εἶδος δὲ τὸ τοιονδὶ σχῆμα, ἐξ ἀμφοῖν δὲ τὸν χαλκοῦν ἀνδριάντα. διὸ εἰ πρότερον τὸ εἶδος τῆς ὕλης καὶ μᾶλλον ὄν, καὶ τὸ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης πρότερόν ἐστι τῆς ὕλης. πρότερον δὲ τὸ εἶδος τῆς ὕλης τῇ φύσει, ἀλλὰ μὴν καὶ τῷ χρόνῳ· δειχθήσεται γάρ τι εἶδος ὄν, ὁ πολυτίμητός φημ· ι νοῦς, ἡ αὐτοαγαθότης, ὁ θεός, πρότερον πάντων τῷ χρόνῳ, ὅτι ποιητὴς καὶ ὅτι παροχεὺς. ὅτι οε καὶ μᾶλλον ὂν ἐστι τὸ ειοος τῆς ὕλης φανερὸν· κατὰ γὰρ τὸ ἑκάστου εἶδος λέγεται ἕκαστον ἀλλ’ οὐ κατὰ τὴν ὕλην. ἀλλὰ καὶ ὅτι ὑπὸ τούτου τάττεται καὶ ὁρίζεται, καὶ κατὰ τοῦτο μᾶλλον ὄν ἐστιν αὐτῆς. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι νῦν μὲν εἴρηται τύπῳ τί ἐστιν ἡ οὐσία, ὅτι τὸ μὴ καθ’ ὑποκειμένου τινὸς λεγόμενον καὶ καθ’ οὗ τὰ ἄλλα πάντα κατηγορεῖται. οὐκ ἀρκεῖ δέ, φησί, |τοῦτο εἰς παράστασιν οὐσίας, τὸ λέγειν ὅτι οὐσία ἐστὶ τὸ μὴ καθ’ ὑποκειμένου· ἄδηλον γὰρ τί ποτέ ἐστι τὸ ὑποκείμενον πᾶσι καὶ ὃ μὴ κατ’ ἄλλου λέγεται. ποτὲ μὲν γὰρ φαίνεται ὅτι ὕλη ἐστὶ τὸ ὑποκείμενον πᾶσιν· αὕτη γάρ ἐστιν ἐν ἡ γίνονται καὶ ἀπογίνονται ποσότητες, ποιότητες, πάθη καὶ τὰ λοιπά· εἰ γὰρ μὴ ὕλη ἐστὶν ἡ γινομένη πεποσωμένη καὶ πεποιωμένη καὶ ὅλως ἡ γινομένη σῶμα ἢ ζῷον ἤ τι τοιοῦτον, διαφεύγει ἧμας γενέσεως οὔσης καὶ οὐ συνορωμεν τι ποτέ ἐστι τὸ γινόμενον. εἰπὼν δὲ ὅτι αὕτη ἐστὶν ἡ γινομένη, καὶ πρὸ τούτου ὅτι τὸ πᾶσιν ὑποκείμενον ἡ ὅλη δοκεῖ εἶναι, τοῦτο αὐτὸ κατασκευάζει· περιαιρουμένων γάρ, φησί, τῶν ἄλλων, λέγων ἄλλων ποσοτήτων ποιοτήτων σκληροτήτων μαλακοτήτων καὶ τῶν τοιούτων, οὐδὲν φαίνεται ὑπομένον πλὴν ἡ ὅλη, ὥστε αὕτη πᾶσιν ὑπόκειται· εἰ δὲ τὸ πᾶσιν ὑποκείμενόν ἐστιν οὐσία, ἡ ὕλη ἄν εἴη οὐσία. τὸ μὲν γὰρ λευκὸν καὶ αἱ κινήσεις καὶ τὰ λοιπὰ πάθη καὶ ποιήματα καὶ δυνάμεις εἰσὶ τῶν σωμάτων καὶ οὐ χρὴ οὐσίας αὐτὰ λέγειν· τῆς γὰρ οὐσίας ἐστὶ τὸ καθ’ αὑτὴν εἶναι, αὐτὰ δὲ καθ’ αὑτὰ εἶναι οὐ δύνανται· τὸ μῆκος δὲ καὶ πλάτος καὶ βάθος ποσότητές εἰσιν ἀλλ’ οὐκ οὐσίαι· λείπεται δὴ ᾧ ταῦτα ὑπάρχει πρώτῳ καὶ ὃ καταλιμπάνεται, ποσοτήτων καὶ παθῶν ἀφαιρουμένων, λέγειν οὐσίαν. τοῦτο δέ ἐστιν ἡ ὕλη. εἰπὼν δὴ ὅτι ὕλη ἔστι τὸ ὁριζόμενον ὑπὸ τῶν ποσοτήτων καὶ τῶν ἄλλων ὧν εἶπε, λέγει λέγω δὲ ὕλην ἣ καθ’ αὑτὴν μήτε τὶ μήτε ποσὸν μηδ’ ἄλλο μηδὲν λέγεται, τουτέστιν ἥτις αὐτὴ καθ’ αὑτὴν θεωρουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύμνωσιν τῶν εἰδῶν οὐδὲν τῶν δέκα κατηγοριῶν ἐστιν, ἐν αἷς πᾶν ὃν ὁρίζεται· πᾶν γὰρ ὂν εἰς ταύτας ἀνάγεται καὶ ἐν ταύταις ἔστιν. ἀλλὰ μήν, φησίν, οὐδὲ τὴν τῶν ποσοτήτων ἢ ποιοτήτων ἀπόφασιν, οἷον τὸ μὴ ποσόν, τὸ μὴ ποιόν, ἢ ἄλλην ἡντιναοῦν χρὴ λέγειν οὐσίαν· κατὰ συμβεβηκὸς γὰρ ὄντα εἰσὶν αἱ ἀποφάσεις, ἀλλ’ οὐ καθ’ αὑτό· τὸ δὲ κατὰ συμβεβηκὸς οὐκ οὐσία. Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην. Δείξας ὅτι ἐξ ὧν ὀφείλουσιν ὑπάρχειν τῇ κυρίως οὐσίᾳ ἡ ὕλη φαίνεται οὖσα, συμπεραίνεται καί φησιν ὅτι ἐκ μὲν τῶν εἰρημένων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην. ἀδύνατον δὲ τὴν κυρίως καὶ μᾶλλον οὐσίαν τὴν ὕλην εἶναι· καὶ συλλογίζεται δυνάμει ὧδε. τ· ῇ κυρίως οὐσίᾳ ὑπάρχει τὸ χωριστὸν καὶ καθ’ αὑτὸ εἶναι καὶ τὸ τόδε τι, ἤτω τὸ εἰς δεῖξιν πίπτειν, ἡ ὕλη χωριστὴ καὶ καθ’ αὑτὴν οὐκ ἔστιν οὐδὲ εἰς δεῖξιν πίπτει, ἡ ὕλη ἄρα οὐκ ἔστιν ἡ κυρίως οὐσία. μάλιστα δὲ τὸ εἶδος δόξειεν ἂν εἶναι οὐσία ὡς ὁριστικὸν καὶ εἰς τάξιν ἄγον τὴν ὕλην· καὶ τούτου μάλιστα τὸ ἐξ ὕλης καὶ εἴδους, ὅτι τε καθ’ αὑτό ἐστι καὶ εἰς δεῖξιν πίπτει. ὅταν δὲ λέγῃ ἀδύνατον δέ· καὶ γὰρ τὸ χωριστὸν καἰ τὸ τόδε τι ὑπάρχειν δοκεῖ μάλιστα τῇ οὐσίᾳ, τὸ χωριστὸν ἀντὶ τοῦ καθ’ αὑτὸ εἶναι λέγει. εἰπὼν δὲ διὸ τὸ εἶδος καὶ τὸ ἐξ ἁμφοῖν οὐσία δόξειεν ἄν εἶναι μᾶλλον τῆς ὕλης, ἐπάγει ὅτι τὴν μὲν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους οὐσίαν, ἤτοι τὴν μερικὴν καὶ ἄτομον, ἀφετέον· ὑστέρα γάρ ἐστι καὶ τοῦ εἴδους καὶ τῆς ὕλης τὸ γὰρ ἔκ τινων ὕστερόν ἐστι τῶν ἐξ ὧν ἐστι) καὶ δήλη ἐστὶν ὅτι καθ’ αὑτὴν ὑπάρχει καὶ ὅλως ἐν ὑπάρξει ἐστίν. ἀλλὰ καὶ τὴν ὕλην παραλειπτέον· καὶ αὕτη γὰρ φανερά πὼς· τῇ· γὰρ ἀναλογίᾳ ἐστὶ φανερά· καὶ ὅτι ἄνευ εἴδους οὐδέποτέ ἐστι, καὶ τοῦτο δῆλον. κατὰ τὶ δὲ ἀφανής· νόθῳ γὰρ λογισμῷ ληπτή· κατὰ ἀπόφασιν γὰρ νοεῖται καὶ ἀπογύμνωσιν τῶν εἰδῶν, ἀλλ’ οὐ κατὰ ἅπερ εἰσίν, ὡς τὰ εἴδη. ἀλλ’ ἁ ταύτας μὲν ἀφετέον περὶ δὲ τῆς τρίτης, τουτέστι τοῦ εἴδους, σκεπτέον αὕτη γὰρ ἀπορωτάτη) πότερόν ἐστιν αὐτὴ καθ’ αὑτήν, ὥσπερ ὁ |λάτων λέγει, ἢ οὔ. ἐπεὶ δ’ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν. Μέλλων ἐπὶ τὴν τῶν εἰδῶν ἐξέτασιν χωρεῖν καὶ ζητεῖν εἰ ἐνδέχεται χωριστά εἶναι καὶ καθ’ αὑτὰ χωρὶς ὕλης ἢ μή, λέγει ὅτι θεωρητέον πρῶτον τὰ ἔνυλα εἴδη καὶ γνώριμα ἡμῖν ὅπως ἔχει. ἐκ τούτων γὰρ γνωσόμεθα καὶ περὶ ἐκείνων, εἴτε εἰσίν, ὡς ὁ Πλάτων’ λέγει, εἴτε οὔκ εἰσιν. λέγει δὴ ὅτι ἐπεὶ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν εἶπε γὰρ πρὸ ὀλίγου ὅτι τετραχῶς, τὸ τί ἦν εἶναι αὐτῆς καὶ τὸ καθόλου καὶ τὸ γένος καὶ τὸ ὑποκείμενον), ἐπειδὴ οὖν διειλόμεθα ὁσαχῶς ἡ οὐσία, καὶ ἐδόκει ἓν τῶν τῆς οὐσίας σημαινομένων εἶναι τὸ τί ἦν εἶναι, θεωρητέον, φησί, περὶ τοῦ τί ἦν εἶναι, τουτέστι περὶ τοῦ εἴδους τοῦ ἐν τοῖς αἰσθητοῖς καὶ ἀχωρίστου· ἐκ τούτου γὰρ δῆλον ἡμῖν γενήσεται καὶ περὶ τῶν καθόλου, ἤτοι τῶν ἰδεῶν, εἴτε εἰσὶν εἴτε μάτην λέγονται. εἰπὼν δὲ ὅτι θεωρητέον περὶ αὐτοῦ ἐπήγαγε πρὸ ἔργου γὰρ τὸ μεταβαίνειν εἰς τὸ γνωριμώτερον, τουτέστιν ἄξιον γὰρ καὶ ὠφελείας τῆς μεγίστης ἐστὶ τὸ μεταβαίνειν εἰς τὰ γνώριμα ἡμῖν καὶ σαφέστερα, καὶ ἐκ τούτων ἀνάγεσθαι ἐπὶ τὰ ἀσαφέστερα καὶ ἀγνωστότερα. οὕτω γὰρ πᾶσιν ἡ μάθησις γίνεται· μανθάνομεν γὰρ ἐκ τῶν ἡμῖν μὲν γνωρίμων τῇ φύσει δ’ ἀγνώστων. τούτου γὰρ δηλωτικόν ἐστι τὸ διὰ τοῦ πρώτου] τῶν ἧττον γνωρίμων τῇ φύσει. γνώριμα γάρ ἐστι καὶ τῇ φύσει τὰ ἡμῖν γνώριμα, ἀλλ’ ἧττον μὲν ἐκείνῃ, μᾶλλον δὲ ἡμῖν. μανθάνομεν δὴ διὰ τῶν ἡμῖν γνωρίμων τὰ τῇ φύσει γνώριμα ἡμῖν δὲ ἄγνωστα, καὶ τοῦτο πᾶσιν ἔργον ἐστὶ τὸ ἐκ τῶν αὐτοῖς γνωρίμων μανθάνειν τὰ φύσει γνώριμα. ὥσπερ γὰρ ἐν ταῖς πράξεσι σπουδάζουσιν οἱ νομοθέται, ἵνα ἐκ τῶν ἑκάστῳ ἀγαθῶν ἀπεργάσωνται τὰ ὅλως καὶ καθ’ αὑτὰ ἀγαθὰ πᾶσι τοῖς |πολίταις ἀγαθά (οἷον καθ’ αὑτὸ μέν ἐστιν ἀγαθὸς ὁ πλοῦτος· τὶς δὲ τῶν πολιτῶν κακῶς τούιῲ χρώμενος πάντας ὕβριζε τῷ πλούτῳ θαρρῶν, ὃν λαβόμενοι οἱ δικασταὶ ἐτύπτησαν καὶ ἠτίμωσαν· τοῦτο γὰρ τῷ νόμῳ ὥριστο· καὶ τυφθεὶς σώφρων γέγονε, καὶ πάντας ἐτίμα τε καὶ ἐσέβετο· τὸ μὲν δὴ μαστιγωθῆναι καθ᾿ αὑτὸ μὴ ὂν ἀγαθὸν ἐκείνω γέγονεν ἀγαθόν, ἐπειδὴ ἐκεῖνος ἐκ τοῦ τυφθῆναι σώφρων τε καὶ ἀγαθός· οὐ μόνον δὲ ἐκεῖνος, ἀλλὰ καὶ πᾶς τῶν ἐν τῇ πόλει πλουσίων, εἴ τινος κατεπαίρετο τῷ πλούτῳ θαρρῶν ἢ μὴ ὡς δεῖ αὐτῷ ἐχρῆιο, συνεστάλη τε καὶ καλῶς αὐτῷ ἐχρῆτο)· ὥσπερ οὖν ἐκ τῆς μαστιγώσεως, ἥτις καὶ ἦν καὶ γέγονε τῷ ὑβριστῇ ἀγαθόν, γέγονεν ὁ πλοῦτος, ὥσπερ ἐστὶ καθ’ αὑτό ἀγαθόν, ἑκάστῳ τῶν πολιτῶν ἀγαθόν, οὕτως ἐκ τῶν ἑκάστῳ γνωρίμων τὰ τῇ φύσει μὲν γνώριμα ἑκάσιῳ δὲ ἄγνωστα σπεύδει ὁ διδάσκαλος ποιῆσαι αὐτῷ, λέγω δὴ τῷ ἀγνοοῦντι, γνώριμα. ὁ γὰρ Σωσιγένης ἐκ τῶν Ἀλεξάνδρῳ γνωρίμων ἐποίησεν αὐτῷ γνώριμα τὰ τῇ φύσει γνώριμα. τὰ δὲ ἑκάστοις γνώριμα καὶ πρῶτα πολλάκις (οὐ γὰρ ἀεὶ καὶ διόλου) ἠρέμα ἑστὶ γνώριμα, καὶ μικρὸν ἢ οὐδὲν ἔχει τοῦ ὸ́νιος, τουτέστι τοῦ ἀληθοῦς· σύνηθες γὰρ αὐτῷ πολλαχοῦ τὸ ὃν ἀντὶ τοῦ ἀληθοῦς λαμβάνειν τὸ δὲ μὴ ὂν ἀντὶ τοῦ ψεύδους. τὰ παιδία γάρ, ὡς αὐτὸς εἴρηκεν ἐν τῇ Φυσικῇ, πάντας τοὺς ἄνδρας ὡς πατέρας γνωρίζει καὶ ὀνομάζει αὐτοὺς ταύιην τὴν προσηγορίαν, καὶ μικρὸν ἢ οὐδέν ἔχει τοῦ ἀληθοῦς. ᾗ μὲν γὰρ ἐξ ἀνθρώπου γέγονεν, ὀνομάζει δὲ ὅλως τοὃς ἀνθρώπους ἀλλ’ οὐ τοὺς ἵππους πατέρας ἢ τοὺς βόας, ταύτῃ ἔχει μικρόν τι τῆς ἀληθείας· ἡ δὲ πάντας οὕτως νομίζει, ἔχει οὐδέν. ὅμως δ’ ἐκ τῶν φαύλως γνωστῶν (φαδλον γὰρ τὸ πάντας εἶναι αὐτοῦ πατέρας voμίζειν), ἐκ τῶν φαύλω οὖν γνωστῶν, αὐτῷ δὲ γνωστῶν, ὕστερον ἀνάγεται εἰς τὴν ἀλήθειαν, καὶ διορίζει τὸν αὐτοῦ πατέρα ἀπὸ τῶν ἄλλων. ὥσπερ οὖν τὸ παιδίον ποιεῖ, οὕτω καὶ ἡμεῖς ἐκ τῶν φαύλως μὲν ἡμῖν καὶ μὴ ἀκριβῶς ἐγνωσμένων τὰ ὅλως καὶ τῇ φύσει γνωστὰ γνῶναι πειρασόμεθα, μεταβαίνοντες, ὥσπερ εἴρηται ἐκ τούτων αὐτῶν τῶν ἡμῖν γνωρίμων ἐπ’ ἐκεῖνα. Καὶ πρῶιον ε ἴ’ π ω μ ε ν ἔνια περὶ αὐτοῦ λογικῶς. εἰπὼν ὅτι δεῖ θεωρῆσαι περὶ τοῦ τί ἦν εἶναι καὶ ἐκ τούτου μεταβῆναι ἐπὶ τὰ ὅλω. ̀́ γνωστά, φησὶν ὅτι πρῶτον εἴπωμεν ἔνια περὶ τοῦ τί ἦν εἶναι λογιὶ̣ῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων σαφηνείας τοσοῦτον δωριστέον, ὅτι ἄλλο μέν φησι τὸ τί ἦν εἶναι καὶ ἄλλο τὸν λόγον ἤτοι τὸν ὁρισμόν. τί ἦν εἶναι μὲν λέγει αὐτὸ τὸ πρᾶγμα καὶ τὴν φύσιν αὐτοῦ, συνημμένως καὶ συνε|πτυγμένως καὶ ἅμα ὡς ἓν νοουμένην, οὗ δηλαδὴ σημαντικόν ἐστι τὸ ὄνομα. τὸ γὰρ ἄνθρωπος ὄνομα σημαντικόν ἐστι τοῦ τί ἦν εἶναι, ἤγουν αὐτῆς τῆς φύσεως τοῦ πράγματος τῆς ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένης. τί ἦν εἶναι μὲν λέγει τὴν συνειλημμένως καὶ ἅμα καὶ ὡς φύσιν νοουμένην, οἷον τὴν τοῦ ἀνθρώπου φύσιν γινέσθω γὰρ ἐπὶ τοῦ ἀνθρώπου τὸ ὑπόδειγμα), ὁρισμὸν δὲ λέγει τὴν κατὰ ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν ἐξ ὧν σύγκειται τὸ εἶδος μερῶν νόησιν. καὶ τοῦτο διαφέρει τὸ τί ἦν εἶναι τοῦ ὁρισμοῦ, ὅτι ἐκεῖνο μέν ἐστι νόησις συγκεχυμένη καὶ ὡς φύσιν καὶ ὡς ἓν τὸ πρᾶγμα θεωροῦσα, ὁ δὲ ὁρισμὸς ἀνάπτυξίς τις τοῦ πράγματος καὶ ἀπαρίθμησις τῶν αὐτοῦ μερῶν. καὶ ταῦτα μὲν προδιήρθρωται τῆς τῶν λεγομένων ἕνεκεν σαφηνείας, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν κατὰ τὸ δυνατὸν τρεπτέον. τὸ τί ἦν εἶναί ἐστιν ὃ λέγεται ἕκαστον καθ’ αὑτό· ἕκαστος γὰρ τῶν κατὰ μέρος ἀνθρώπων λέγεται καθ’ αὑτὸ τὸ τί ἦν εἶναι. εἰλήφθω γὰρ ἀντὶ τοῦ τί ἦν εἶναι τὸ δηλωτικὸν αὐτοῦ ὄνομα τὸ ἄνθρωπος, καὶ ἔσται σαφὲς ὃ λέγεται. τὸ τί ἦν εἶναι, φησίν, ἐστί, τουτέστιν ἄνθρωπός ἐστιν, ὅπερ λέγεται ἕκαστον τῶν κτὰ μέρος καθ’ αὑτό. ὁ γὰρ Σωκράτης ἐκεῖνο τὸ ὄνομα λέγεται, τουτέστι τὸ ἄνθρωπος· εἰ δ’ ὁ Σωκράτης λέγεται ἄνθρωπος, δῆλον ὡς λέγεται καὶ ἐκεῖνο, λέγω δὴ τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος σημαινόμενον. ἐκεῖνο οὖν ἐστι τὸ τί ἦν εἶναι. ὁ γὰρ Ἀλέξανδρος λέγεται ἄνθρωπος, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ τί ἦν εἶναι. εἰπὼν δὲ ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὃ λέγεται καὶ ὀνομάζεται ἕκαστον καθ’ αὑτὸ, ἑρμηνεύων τίνος ἕνεκα τὸ καθ’ αὑτὸ πρόσκειται, ἐπήγαγεν οὐ γάρ ἐστι τὸ σοὶ εἶναι τὸ μουσικῷ εἶναι, τουτέστι λέγεται ὁ Σωκράτης μουσικός, ἀλλ’ οὐκ ἔστι τὸ Σωκράτει εἶναι τὸ μουσικῷ εἶναι· οὐδ’ ἔστιν ἡ φύσις αὐτοῦ τὸ μουσικῷ εἶναι· οὐ γὰρ καθ’ αὑτό ἐστι μουσικός, οὐδὲ τὸ τί ἦν εἶναι, ὃ λέγεται ὁ Σωκράτης, ἐστὶ τὸ μουσικόν· ἀλλ’ ὃ ἄρα ἐστὶ καθ’ αὑτὸ ὁ Σωκράτης, ἐκεῖνό ἐστι τὸ τί ἦν εἶναι τοῦ Σωκράτους καὶ τῶν κατὰ μέρος ἀνθρώπων. εἰπὼν δὲ ὅτι τί ἦν εἶναί ἐστι τὸ καθ’ αὑτὸ ὑπάρχον τοῖς μερικοῖς καὶ ὅπερ ἕκαστον λέγεται, ἐπειδὴ καθ’ αὑτὸ ὑπάρχει καὶ ἐν τῇ ἐπιφανείᾳ τὸ λευκόν, ἐπήγαγε τὸ οὐδὲ δὴ τοῦτὸ πᾶν, ὡς ἂν εἰ ἔλεγεν ὅτι οὐ πᾶν τὸ καθ’ αὑτὸ ὑπάρχον τινὶ τοῦτο τί ἦν εἶναί ἐστι τῷ ἐν ᾧ ὑπάρχει. οὐ γὰρ οὕτω φαμὲν καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ὑπάρχειν ἐν τοῖς μέρεσιν αὐτοῦ, ὡς τῇ |ἐπιφανεία τὸ λευκόν· τὸ μὲν γὰρ τί ἦν εἶναι λέγεται καθ’ αὑτὸ ὑπάρχειν τοῖς μέρεσιν αὐτοῦ, ἤτοι τοῖς ἀτόμοις, ὅτι ἕκαστον αὐτῶν τὸ τί ἦν εἶναί ἐστι καὶ ἐν ἑκάστῳ τελεία ἡ φύσις αὕτη ὑπάρχει, τὸ δὲ λευκὸν ὑπάρχειν λέγεται τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως· διὰ γὰρ τὸ ἐν αὐτῇ πρῶτον ὑπάρχειν, αὕτη δ’ ἐστὶν ἐν σώματι, λέγεται τὸ σῶμα λευκόν. οὐκ ἔστιν οὖν τὸ λευκὸν τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ὡς τὸ τί ἦν εἶναι τοῖς μέρεσιν αὐτοῦ, διότι τὸ μὲν Σωκράτει εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, ἀνθρώπῳ εἶναι λέγων κατὰ δοτικὴν πτῶσιν τὸ τί ἦν εἶναι τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλούμενον, τὸ δ’ ἐπιφανείᾳ εἶναι οὐκ ἔστι τὸ λευκῷ εἶναι· ἄλλη γὰρ φύσις ἐπιφανείας καὶ ἄλλη λευκοῦ. Σωκράτους δὲ καὶ τοῦ τί ἦν εἶναι τοῦ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένου οὐκ ἄλλη ἀλλ’ ἡ αὐτή. ἀλλὰ μὴν οὐδὲ τὸ ἐπιφανείᾳ εἶναί ἐστι τὸ ἐπιφανείᾳ εἶναι λευκῇ· οὐ γάρ ἐστι ταὐτὸν ἐπιφάνεια ἐπιφανείᾳ λευκῇ. καὶ τοὐ πῶς οὐ ταὐτὸν ἀλλ’ ἕτερόν ἐστι τὸ ἐπιφανείᾳ εἶναι τοῦ λευκῇ ἐπιφανείᾳ, πάνυ συντόμως καὶ διὰ τοῦτο ἀσαφῶς τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ὅτι πρόσεστιν αὐτό, αὐτὸ λέγων τὸ ὁριστὸν ἤτοι τὴν ἐπιφάνειαν· οὐκ ἔστιν οὖν τὸ ἐπιφανείᾳ εἷναι ὅπερ τὸ ἐπιφανείᾳ λευκῇ, ὅτι ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια. τὸν μὲν γὰρ Σωκράτην ταὐτόν φαμεν εἶναι τῷ ἀνθρώπῳ, ὅτι ὅταν ὁριζώμεθα τὸν ἄνθρωπον, οὐ λαμβάνομεν εἰς τὸν τοῦ ἀνθρώπου ὁρισμὸν τὸν ἄνθρωπον· οὐ γὰρ ὁριζόμενοι τὸν ἄνθρωπόν φαμεν ὅτι ἄνθρωπός ἐστιν ἄνθρωπος ζῷον πεζὸν δίπουν. τὴν δὲ λευκὴν ἐπιφάνειαν ὁριζόμενοι λαμβάνομεν εἰς τὸν ὁρισμὸν αὐτῆς αὐτὴν τὴν ἐπιφάνειαν· λέγομεν γὰρ ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια ἔχουσα χρῶμα διακριτικὸν ὄψεως· ὥστε εἴληπται ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας ἡ ἐπιφάνεια. εἰ δέ τις λέγοι ὅτι οὐ λήψομαι εἰς τὸν ὁρισμὸν τῆς λευκῆς ἐπιφανείας τὴν ἐπιφάνειαν, ἀλλ’ εἴποιμι ἂν ὅτι λευκὴ ἐπιφάνειά ἐστι χρῶμα διακριτικὸν ὄψεως, οὗτος ἴστω ὅτι ὁρισμὸν τῆς λευκότητος ἀπέδωκεν, ἀλλ’ οὐ τῆς λευκῆς ἐπιφανείας. εἰ δὴ τὸν Σωκράτην φαμὲν ὅπερ τὸν ἄνθρωπον, ὅτι ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου οὐ λαμβάνεται ἄνθρωπος, δῆλον ὡς ἐπειδὴ ἐν τῷ ὁρισμῷ ἰῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. οὐκ ἔστιν οὖν, φησίν, ἡ ἐπιφάνει ὅπερ ἡ λευκὴ ἐπιφάνεια, ἐπειδὴ πρόσεστιν αὐτό, αὐτὸ λέγων τὴν ἐπιφάνειαν. ἐπειδὴ οὗν πρόσεστιν αὐτό, ἤτοι ἡ ἐπιφάνεια, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως καὶ διὰ τί; ὅτι πρόσεστιν αὐτή. καὶ ἔστιν αὕτη σαφεστέρα ἡ γραφή. καὶ διὰ τί, φησίν. . οὐκ ἔστιν ἡ ἑπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια; ὅτι πρόσεστιν αὐτὴ ἡ ἐπιφάνεια ἐν τῷ τῆς λευκῆς ἐπιφανείας ὁρισμῷ. ταῦτα εἰπὼν συμπεραίνεται λέγων, ἐν ᾧ ἄρα μὴ ἔνεστι λόγῳ αὐτὸ λέγοντι αὐτό, οὗτος ὁ λόγος τοὐ τί ἦν εἶναι ἑκάστῳ, τουτέστιν οὗτός ἐστι λόγος καὶ ὁρισμὸς ὁ δηλωτικὸς τοῦ τί ἦν εἶναι καὶ τῆς φύσεως ἑκάστῳ, ἐν ᾧ λόγῳ λέγοντι καὶ ἀναπτύσσοντι αὐτό, τὸ ὁριστόν, μὴ ἐνυπάρχει ἐν τῷ λόγῳ αὐτό, ἤτοι τὸ ὁριστόν. ἐν γὰρ τῷ τοῦ ἀνθρώπου λόγῳ, τῷ λέγοντι τί ἐστιν ἄνθρωπος, οὐκ ἐνυπάρχει ὁ ἄνθρωπος. ταῦτα εἰπὼν ἐπάγει ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναι ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, τὸ λευκῷ καὶ λείῳ εἶναι τὸ αὐτὸ καὶ ἐν. καὶ ἔστιν οἶμαι λύσις πρός τινα λόγον δυνάμενον φέρεσθαι πρὸς τὰ λεγόμενα· ὁ δὲ δυνάμενος λέγεσθαι λόγος τοιοῦτος ἂν εἴη. εἰ γὰρ ὅτι ἡ ἐπιφάνεια ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται, ἐπὶ τούτῳ λέγεις, ὧ Ἀριστότελες, τὴν ἐπιφάνειαν μὴ εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνει, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας τὴν μὲν ἐπιφάνειαν οὐκ ἐάσομεν ἀλλὰ ληψόμεθα, τὸ δὲ λευκὸν παραλείψομεν· καὶ τοῦτο ποιησάντων πάντως δοίης ἄν τὴν ἐπιφάνειαν εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνεια. εἴποιμεν γὰρ ἄν οὕτως, ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία. πρὸς δὴ τοῦτον τὸν λόγον οἶμαι ἐπῆκται τὸ ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι τὸ ἐπιφανείᾳ λείᾳ καὶ τὰ ἑξῆς, ἴσον λέγων, ὥστε εἰ τὴν λευκήν ἐπιφά- νειαν ὁριζόμενός τις ἐρεῖ ὅτι τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι, ἤτοι ἐπιφάνεια λευκή ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, ἤιοι ἐπιφάνεια λεία, τὸ μὲν λευκὸν ὡρίσατο τοῦτο γὰρ καὶ παρέλειπεν), τὴν δὲ λευκὴν ἐπιφάνειαν οὐχ ὡρίσατο· ὥστε ὅταν λέγῃ ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία, οὐδὲν ἄλλο λέγει ἢ ὅτι τὸ λευκὸν λεῖόν ἐστιν καὶ ἔστι τὸ λευκῷ εἶναι καὶ λείῳ ταὐτὸν καὶ ἕν. Ἐπεὶ δέ ἐστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας συνθετα· ἔστι γάρ τι ὑποκείμενον ἑκάστῳ, οἷον τῷ ποιῷ καὶ ποσῳ. Ἐπειδὴ εἴρηκεν ὅτι ἡ ἐπιφάνεια οὐκ ἔστιν ὅπερ ἡ λευκὴ ἐπιφάνεια οὐδέ ἐστι τὸ ἐπιφανείᾳ εἶναι τὸ λευκῇ εἶναι, ζητεῖ λέγων ἐπειδὴ τὸ ποιὸν καὶ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι ἑκάστη ὑποκείμενόν τι ἔχει, ἆρα ἐστι λόγος καὶ ὁρισμὸς τοὺ τί ἦν εἷναι ἑκάστῳ αὐτῶν, τουτέστιν ἄρα δύναταί τις μία φύσις εἶναι ὁ ἄνθρωπος καὶ τὸ λευκόν, καὶ ὑπάρχειν τὸ τί ἦν εἶναι τῷ λευκῷ ἀνθρώπῳ καὶ ἔστιν ὁρισμὸς τοῦ λευκοῦ ἀνθρώπου. ἐπειδὴ δὲ οἱ ὁρισμοὶ ὀνομάτων εἰσὶν ἀλλ’ οὐ λόγων, ἔμελλε δέ τις λέγειν ὅτι τοῦ ἄνθρωπος λευκὸς λόγου ὄντος ἀλλ’ οὐκ ὀνόματος, πῶ, ἔσται αὐτοῦ ὁρισμός, λέγει ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ ἱμάτιον. ἔστιν οὗν ὁρισμὸς τοῦ ἱματίου, ἤτοι τοῦ λευκοῦ ἀνθρώπου, ἢ οὐ; καὶ ερωτησας επικρίνει λέγων ἀλλὰ μὴν οὐδὲ τῶν καθ’ αὑτὸ λεγομένων οὐδὲ τουτο· τουτέστιν ἐκείνων τῶν φύσεων τῶν καθ’ αὑτὸ οὐσῶν καὶ ἐν ὑπάρξει ὁρισμοὺς εἶναί φαμεν. ὁ δὲ λευκὸς ἄνθρωπος καθ’ αὑτὸ μὴ ὢν μηδὲ ὀδυναμενος εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ ἀνθρώπῳ ὢν, ὥσπερ καὶ ὁ μουσικὸς Σωκράτης ἐν τῶ Σωκράτει, πῶς ἔσται τοῦ λευκοῦ ἀνθρώπου ὁρισμός; εἰ γὰρ ἦν αὐτοῦ ὁρισμός, ἦν ἂν καὶ τί ἦν εἶναι, ἤτοι φύσις αὐτὴ καθ’ αὑτὴν συγκεχυμένη καὶ ὑπὸ τοῦ ὁρισμοῦ ἀναπτυσσομένη· ἀλλ’ ὁ μὲν ἄνθρωπός ἐστιν, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν, ἀλλὰ συνέβη τῷ ἀνθρώπῳ. εἰπὼν δὲ ὅτι ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτό, ἐπιχειρεῖ διὰ τῶν τοῦ μὴ καθ’ αὑτὸ σημαινομένων δεῖξαι ὅτι ὁ λευκὸς ἄνθρωπος τῶν καθ’ αὑτό ἐστι. λέγων ἢ τὸ οὐ καθ’ αὑτὸ λέγεται διχῶς, καὶ τούτου ἐστὶ τὸ μὲν ἐκ προσθέσεως, τὸ δὲ οὐκ ἐκ προσθέσεως. καὶ τοῦ μὲν ἐκ προσθέσεως οὐ καθ’ αὑτὸ τέθεικεν ὑπόδειγμα τὸ τὸ μὲν γὰρ τῷ αὐτὸ ἄλλῳ προσκεῖσθαι λέγεται. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· ἔ τις ὁριζόμενος τὸ λευκὸν προσλάβοι καὶ τὸν τοῦ ἀνθρώπου ὁρισμόν, προστίθησι τὸ πρᾶγμα καὶ τὸν ὁρισμὸν αὐτοῦ ἐν ἄλλῳ πράγματι καὶ ὁρισμῷ. εἰ γάρ τις ὁριζόμενος τὸ λευκὸν λέγει ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως ζῷον πεζὸν δίπουν, οὐχὶ λευκοῦ ὁρισμὸν ἀποδέδωκεν ἀλλὰ λευκοῦ ἀνθρώπου. καὶ διὰ τοῦτο οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ λευκὸν διὰ τὸ τὸ λευκὸν ἐν ἄλλῳ ἤτοι τῷ ἀνθρώπῳ προσθεῖναι. τὸ μὲν οὗν οὕτω λέγεται οὐ καθ’ αὑτό, τὸ δὲ τῷ ἄλλο αὐτῶ. ἐλλιπῶς δὲ ἑρμηνευθὲν δεῖ προσθεῖναι τὸ δεῖν προσκεῖσθαι, ὃ οὐ πρόσκειται, ἵνα ᾖ τὼ πᾶν τοιοῦτον· τὸ δὲ λέγεται οὐ καθ’ αὑτὸ ἐν τῷ δεῖν ἄλλο προσκεῖσθαι αὐτῷ, ὃ οὐ πρόσκειται· οἷον εἰ τὸ ἱμάτιον σημαίνει τὸν λευκὸν ἄνθρωπον, ὁριζόμενος τὸ ἱμάτιον λέγει ὅτι ἱμάτιόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. δέον γὰρ προσκεῖσθαι τῷ ὁρισμῶ του ἱματίου καὶ ἄλλο τι, οἷον τὸ ζῷον πεζὸν δίπουν, οὐ πρόσκειται, ὥστε οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ ἱμάτιον. εἰ δὴ τὸ λευκὸν ὁριζόμενοι καὶ προσλαμβάνοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, ὁμοίως δὴ καὶ τὸν λευκὸν ἄνθρωπον ὁριζόμενοι οὐ προσλαμβάνοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, εἴπερ τὸ ἱμάτιον ὁριζόμενοι προσλάβοιμεν καὶ τὸ λευκὸν καὶ τὸν ἄνθρωπον, ἔσται τὸ ἱμάτιον, ἤτοι ὁ λευκὸς ἄνθρωπος, τῶν καθ’ αὑτό· εἰ δ’ ἐστὶ τῶν καθ’ αὑτό, ἔστιν ἄρα |ὁρισμὸς αὐτοῦ, εἴπερ τῶν καθ’ αὑτὸ οἱ ὁρισμοί. οὐκ ἄρα καλῶς εἴρηται ὡς λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτὸ λεγομένων, καὶ ἐπὶ τούτῳ οὐδὲ ὁρισμὸς ἔστιν αὐτοῦ. ταῦτα εἰπὼν τὴν μὲν ἀκριβῆ λύσιν μετ’ ὀλίγον ἐρεῖ, ὅταν λέγῃ ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται· καὶ γὰρ τὸ τί ἐστιν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν. τὴν μὲν δὴ ἀκριβῆ λύσιν καὶ τὴν τοῦ λόγου διάρθρωσιν μετ’ ὀλίγον ἐρεῖ, αὐτὸς δὲ τὰ προσεχῶς εἰρημένα εἰπὼν ἐπήγαγε τὸ δὴ λευκὸς ἄνθρωπος ἔστι μὲν λευκόν, οὐ μέντοι τί ἦν εἶναι λευκῷ εἶναι ἀλλὰ τὸ ἱμάτιον εἶναι. τουτέστι τὸ δὴ λέγειν ἄνθρωπος λευκός ἐστι, τοῦτο ἀληθές· ἔστι γὰρ τὸ λευκὸν ἐν ἀνθρώπῳ, καὶ ἐπὶ τούτῳ ἀλη- θὲς λέγειν ὅτι ἄνθρωπος λευκός· οὐ μέντοι ἐστὶν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ λευκῷ εἶναι, ἤτοι οὐκ ἔστιν ὁ ἄνθρωπος ὅπερ τὸ λευκῷ ἀνθρώπῳ εἷναι. τὸ δὲ τί ἦν εἶναι λευκῷ ἀνθρώπῳ ὅπερ τὸ ἱματίῳ εἶναί ἐστιν· οὕτω γὰρ εἴρηται ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ τὸ ἱμάτιον. Ἆρ᾿ ἔστι τί ἦν εἶναί τι ἢ ὅλως ἢ οὔ. Πολλαχοῦ μνησθεὶς τοῦ τί ἦν εἶναι τοῦτο δ’ ἐστὶν ἡ ἑκάστου φύ καὶ ἐνδειξάμενος τὴν διαφορὰν αὐτοῦ ἥτις ἐστὶ πρὸς τὸν ὁρισμόν, καἰ εἰπὼν τί ἐστι τὸ τί ἦν εἶναι, ὅτι΄ ἡ φύσις πάντων τῶν κατὰ μέρος ἀνθρώπων λεγέσθω γὰρ ἐπὶ τῶν ἀνθρώπων) συνῃρημένως καὶ ἅμα νοουμένη, ἐπεὶ δή, ὡς ἐν τῆ Ἀποδεικτικῇ εἴρηται, προηγεῖται τὸ εἰ ἔστι τοῦ τί ἐστι, ζητεῖ εἰ ἄρα ἔστι τι τῶν ὄντων τὸ τί ἢν εἶναι ἢ οὔ· καὶ λύει συντόμως λέγων ὅπερ γάρ τι ἔστι τὸ τί ἦν εἶναι, τουτέστιν ἡ ἑκάστου οὐσία. εἰ οὗν τὸ τί ἦν εἶναι ἡ ἑκάστου οὐσία, τὰ δὲ καθ’ ἕκαστον ἔστι, δῆλον ἄρα ὅτι καὶ τὸ τί ἦν εἶναι τῶν ὄντων ἐστίν. καὶ ἐπεὶ τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν ἐστιν, τουτέστι τὸ τί ἦν εἶναι οὐδὲν ἄλλο ἐστὶν ἢ πᾶσαι αἱ ἄτομοι ἐν ἑκάστῳ εἴδει οὐσίαι, αὗται μὲν καθ’ αὑτάς εἰσιν· ὅταν δ’ ἄλλο κατ᾿ ἄλλου λέγηται, οὐκ ἔστιν ὅπερ τόδε τι καὶ καθ’ αὑτό. ὁ γὰρ λευκὸς ἄνθρωπος οὐκ ἔστι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ ἀνθρώπῳ· τὸ γὰρ τόδε τι ταῖς οὐσίαις μόναις ἀφώρισταί τε καὶ ὑπάρχει. εἰ δὴ τὸ τόδε τι ταῖς οὐσίαις ὑπάρχει, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν οὐσία ἀλλὰ συμβεβηκός, οὐκ ἄρα ἐστὶν ὁ λευκὸς ἄνθρωπος τόδε τι καὶ καθ’ αὑτό. ὥστε ἐξ ἁπάντων τῶν εἰργμένων φανερόν ἐστιν ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ὁρισμός ἐςτι, τουτέστιν ἐκ τῶν ὄντων ἐπ’ ἐκείνων μόνων τὸ τί ἦν εἶναι λέγεται κυρίως τῶν οὐσιῶν, ὧν ὁ λόγος ὁρισμὸς ἤτοι ἀνάπτυξις καὶ ἀπαρίθμησίς ἐστι τῶν καθ’ αὑτὸ καὶ οὐσιωδῶς ὑπαρχόντων αὐταῖς. εἰπὼν δὲ ὥστε τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ὁρισμός ἐστιν, ἐπειδὴ οἱ ὁρισμοὶ ταὐτὸν σημαίνουσι τῷ ὀνόματι τοῦ τί ἦν εἶναι, ἐπήγαγεν ὁρισμὸς δ’ ἐστὶν οὐκ ἄν ὄνομα λόγῳ ταὐτὸν σημαίνῃ. δέον εἰπεῖν ‘ὁρισμὸς δέ ἐστιν οὐκ ἐάν λόγος ᾖ ὀνόματι ταὐτὸν σημαίνων᾿, εἶπεν ‘οὐκ ἂν ὄνομα ᾖ λόγῳ ταὐτὸν σημαῖνον’. ἐστὶ δὲ ὃ λέγει τοιοῦτον. οὐ πᾶς λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν. εἰ γὰρ πᾶς λόγος ὀνόματι ταυτον σημαίνων ὁρισμὸς ἦν, επειοη δυνάμεθα παντὶ λόγῳ ὄνομα θεῖναι, πᾶς ἂν λόγος ὁρισμὸς ἦν· ὥστε ἐπειδὴ πάσῃ τῇ τοῦ Ὁμήρου ποιήσει κεῖται ὄνομα τὸ Ἰλιάς, ὁρισμὸς ἄν ἦν ἡ ποίησις· ταὐτὸν γὰρ δηλοῖ πάντα τὰ ἔπη, αὐτά φημι τά εἰκοσιτέτταρα βιβλία, ὅπερ τὸ Ἰλιὰς ὄνομα. οὐ πᾶς οὖν λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν, ἀλλ’ ὅστις λόγος σὺν] τῷ ὀνόματι ταὐτὸν δηλῶν καὶ ἀνάπτυξιν καὶ ἀπαρίθμησιν ἔχει τινῶν συνιστώντων εἶδος, ἢ μᾶλλον συνιστώντων πλῆθος ἐξ ὧν ἡ διάνοια τὸ καθόλου χωρίζει καὶ ἀποσυλᾶται, ἐκεῖνος ἂν εἴη ὁρισμός. εἰπὼν δὲ ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν ᾖ πρώτου τινός, τίνα βούλεται λέγειν πρῶτα σαφηνίζων ἐπήγαγε τοιαῦτα δ’ ἐστὶν ὅσα λέγεται μὴ τῷ ἄλλο λέγεσθαι, ὡς ἂν εἰ ἔλεγε, ταῦτα δὲ λέγω πρῶτα ὅσα λέφεται μὴ τῷ ἄλλο λέγεσθαι. ὅταν γὰρ λέγωμεν ὅτι λευκόν, οὐχὶ τὴν λευκότητα αὐτὴν καθ’ αὑτήν φαμεν, ἀλλὰ τὴν λελευκασμένην οὐσίαν οἷον χιόνα, Σωκράτην ἢ ἄλλο τι τοιοῦτον. ὅταν δὲ λέγωμεν ὅτι ἄνθρωπος, οὐκ ἄλλο τί φαμεν, οὐδ’ ἄλλο τι προσλογιζόμενθα, ἀλλ’ αὐτὴν τὴν τοιάνδε οὐσίαν τὴν δυναμένην καθ’ αὑτὴν εἶναι. ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὅτι οὐκ ἔστι τὸ τί ἦν εἷναι οὐδενὶ τῶν μὴ γένους εἰδῶν, ἀλλ’ ἐκείνων ἐστὶ τὸ τί ἦν εἶναι, ἅπερ ἐστὶν εἴδη γένους· εἰδῶν δὲ οὐ τῶν τυχόντων ἐστὶ τὸ τί ἦν εἶναι, ἀλλ’ εἰδῶν, ἅπερ εἰσὶν ἐξ οὐσιῶν ἀποσεσυλημένα, ἤτοι τὸ τί ἦν εἶναί ἐστι τῶν ἀτόμων, ἐξ ὧν τὰ εἴδη κεχώρισται. ταῦτα δὲ τὰ εἴδη ἐπειδὴ οὐδὲν ἄλλο εἰσὶν ἢ τὰ καθ’ ἕκαστα ἐν γὰρ τοῖς καθ’ ἕκαστα αὐτοῖς τὸ εἶναι· περὶ τούτων γὰρ ὁ λόγος, ἀλλ’ οὐχὶ περὶ τῶν ἃ ἡ διάνοια χωρίσασα παρ’ ἑαυτῇ ἔχει), ταῦτα οὖν τὰ εἴδη οὐ κατὰ μετοχὴν λέγονται, ἤτοι οὐχ ὡς συμβεβηκότα κατηγοροῦνται καὶ πάθη εἰσὶν ὧν κατηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἢ τὸ θερμόν, ἀλλ’ ὡς οὐσίαι καὶ τῇ φύσει μηθὲν διαφέροντα τῶν μερικῶν, ἀλλὰ μόνῳ τῷ καθόλου. δύναται τὸ οὐ κατὰ μετοχὴν λέγονται νοεῖσθαι ἀντὶ τοῦ οὐ κεχωρισμένα ἐστὶ τὰ εἴδη, καθάπερ φησὶ Πλάτων. ι καὶ κατὰ μετο|χὴν αὐτῶν τὰ καθ’ ἕκαστά ἐστιν, ἀλλ’ οὐσίαι εἰσὶν ἐν τοῖς καθ’ ἕκαστα μεμερισμέναι πως καὶ ἀμέριστοι, μεμερισμέναι μὲν ᾗ ἐν τοῖς καθ’ ἕκαστά εἰσιν, ἤτοι αὐτὰ τὰ καθ’ ἕκαστά εἰσιν, ἀμέριστοι δὲ κατὰ τὸ ταὐτὸν τῆς ἐν πᾶσιν εὑρισκομένης φύσεως. καὶ ἑκάστου μὲν καὶ τῶν ἄλλων λόγος ἐστὶ σημαίνων ὅτι ὑπάρχει τόδε τῷδε, ἐὰν τεθῇ ὄνομα, οἷον εἰ τῷ λευκῷ ἀνθρώπῳ τεθείη ὄνομα ἱμάτιον. ἔστι μὲν οὗν τοῦ ἱμάτιον ὀνόματος λόγος· σημαίνει γὰρ τὸ ἱμάτιον ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ· οὐ μήν ἐστιν ὁρισμὸς ὁ τοιοῦτος λόγος ὁ λέγων ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐδὲ τί ἦν εἶναί ἐστι καὶ πρᾶγμα δυνάμενον εἶναι καθ’ αὑτὸ τὸ δηλούμενον ὑπὸ τοῦ τοιούτου λόγου. εἰπὼν δὲ ἀλλὰ λόγος μὲν ἔσται ἑκάστου καὶ τῶν ἄλλων τί σημαίνει, ἂν ᾖ ὄνομα, ὅτι τόδε τῷδε ὑπάρχει ἐπήγαγεν ἢ ἀντὶ λόγου ἁπλοῦ ἀκριβέστερος. ὅταν γὰρ λέγω ὅτι ἄνθρωπος λευκός, λόγον ἁπλοῦν φημι σημαίνοντα ὅτι ὑπάρχει τὸ λευκὸν τῷ ἀνθρώπῳ· ὅταν δὲ λέγω ὅτι ἄνθρωπός ἐστιν ἔχων χρῶμα διακριτικὸν ὄψεως ἢ ὅτι ζῷον πεζὸν δίπουν λευκόν, εἴρηκα λόγον ἀκριβέστερον· ἐπειδὴ γὰρ λευκόν, ἀληθεύεται ὅτι ἄνθρωπος λευκός. Οὕτως οὖν δείξας ὅτι τὸ τί ἦν εἶναι ἐπὶ μόνων τῶν οὐσιῶν ἐστι καὶ ὅτι τούτων μόνων εἰσὶν ὁρισμοί, ἐπάγει ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται, τουτέστιν ὥσπερ τὸ τί ἐστι λέγεται μὲν καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τοῦ ποσοῦ καὶ ἐπὶ τοῦ ποιοῦ εἴρηκε γὰρ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν “ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκκείμενον ἄνθρωπον εἶναι ἢ ζῷον, τί ἐστι λέγει καὶ οὐσίαν σημαίνει· ὅταν δὲ χρώματος λευκοῦ ἐκκειμένου φῇ τὸ ἐκκείμενον λευκὸν εἶναι ἢ χρῶμα, τί ἐστι λέγει καὶ ποιὸν σημαίνει· ὅταν δὲ πηχυαίου μεγέθους ἐκκειμένου φῇ τὸ ἐκκείμενον πηχυαῖον εἶναι, τί ἐστιν ἐρεῖ καὶ ποσὸν σημαίνει· ὁμοίως δὴ καὶ ἐπὶ τῶν ἄλλων”), ὥσπερ οὗν τὸ τί ἐστι λέγεται πολλαχῶς καὶ ὑπάρχει πᾶσι τοῖς οὖσιν, ἀλλὰ τῷ μέν, ἤτοι τῇ οὐσίᾳ, πρώτως, τοῖς δ ἑπομένως, οὕτω καὶ τὸ τί ἐστι λέγων τί ἐστι τὸν ὁρισμόν) πρώτως μὲν καὶ κυρίως τῇ οὐσία ὑπάρξει, τρόπον δέ τινα καὶ τοῖς ἄλλοις, ὅτι δὲ τὸ τί ἐστιν οὐ μόνον ἐπὶ τῆς οὐσίας λέγεται ἀλλ’ ἁ καὶ ἐπὶ τῶν ἄλλων πάλιν δείκνυσι λέγων καὶ γὰρ τὸ ποιὸν ἐροίμεθ’ ἄν τί ἐστιν, ὥστε καὶ τὸ ποιόν εστι. τῶν τί ἐστι. καὶ λέγεται ἐπὶ του ποίου τὸ τι ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς· ἀλλ’ ὥσπερ καὶ τὸ μὴ ὂν λογικῶς καὶ ἐνδόξως ἐπιχει- ροῦντές τινές φασιν ὅτι τὸ μὴ ὂν ἔστιν, οὐχ ἁπλῶς δέ φασιν ὅτι ὑπάρχει καὶ ἔστι τῶν ὄντων, ἀλλ’ ὅτι ἔστι μέν, ἀλλ’ οὐκ ὂν ἀλλὰ μὴ ὄν, οὕτω καὶ τὸ ποιὸν λέγομεν αὐτὸ τί ἐστιν, ἀλλ’ οὐχ ἀπλῶς ὥσπερ ἐπὶ τῆς οὐσίας, ἀλλὰ μετὰ προσθήκης τί ἐστι ποιόν. ἐπὶ μὲν γὰρ τῆς οὐσίας ἁπλῶς καὶ χωρὶς προσθήκης φαμὲν τὸ τί ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων, ὡς εἴρηται, μετὰ προσθήκης τί ἐστι ποιὸν ἢ τί ἐστι ποσόν. εἰπὼν οὖν ὅτι τὸ τί ἐστι λέγεται πλῶς μὲν ἐπὶ τῆς οὐσίας, πῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων, λέγει ὅτι δεῖ μὲν οὗν σκοπεῖν καὶ πῶς δεῖ λέγειν περὶ ἕκαστα, τουτέστι δεῖ μὲν οὖν σκοπεῖν εἴτε οὕτως χρὴ λέγειν ὅτι τί ἐστι ποιόν, εἴτε ἁπλῶς τί ἐστιν. ἢ οὐ τοῦτό ἐστι τὸ λεγόμενον, ἀλλ’ ὅτι δεῖ μὲν οὗν ζητεῖν καὶ φροντίζειν καὶ τῆς τοῦ λόγου καλλιεπείας τε καὶ χάριτος, ἵνα μὴ ξηρὸς ᾖ, τοσοῦτον δὲ ὅσον γε πῶς ἔχει φύσεως τὰ πράγματα καὶ πῶς ὀφείλει λέγεσθαί τε καὶ νοεῖσθαι. τοῦτο θεὶς μεταξὺ λέγει διὸ καὶ νῦν, ἐπεὶ τὸ λεγόμενον φανερόν, ἤτοι ἐπεὶ φανερόν ἐστιν ὅτι κυρίως τὸ τί ἐστιν ἐπὶ τῆς οὐσίας λέγεται, καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἀπλῶς τῇ οὐσία, εἶτα καὶ τοῖς ἄλλοις ὑπάρξει τὸ τί ἦν εἷναι, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ὥσπερ καὶ τὸ τί ἐστιν οὐχ ἁπλῶς ὑπάρχει αὐτοῖς, ἀλλὰ τῇ μὲν οὐσία ἁπλῶς, αὐτοῖς δὲ τὸ μετὰ προσθήκης τί ἐστι ποιόν· οὕτως καὶ τὸ τί ἦν εἷναι μετὰ προσθήκης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ. καὶ ὥσπερ τὸ μὴ ἐπι- στῆτόν λέγεται ἐπιστητόν, οὐχ ἁπλῶς ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν, ἀλλ’ ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν ὅτι οὐκ ἔστιν ἐπιστητόν, οὕτως καὶ ἐπὶ τούτων οὐχ ἁπλῶς τὸ τί ἦν εἶναι ἐπ’ αὐτῶν λεχθήσεται, ἀλλὰ μετὰ προσθήκης. καὶ ἔστιν οὖν ἡ τοῦ λόγου σύνταξις τοιαύτη τις· καὶ τὸ τί ἦν εἶναι ὁμοίως ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις, οὐχ ἁπλῶς τί ἦν εἶναι, ἀλλὰ ποιῷ ἢ ποσῷ, ὥσπερ καὶ τὸ τί ἐστιν· καὶ γὰρ τὸ τί ἐστιν οὐχ ἁπλῶς αὐτοῖς ὑπάρχει, ἀλλὰ μετὰ προσθήκης. εἶτα ἀπ’ ἄλλης ἀρχῆς τὸ ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητόν, εἶτα τὸ ἢ προστιθέντας καὶ ἀφαιροῦντας, καὶ οὕτως δεῖ γὰρ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα, καὶ δεῖ προσυπακούειν τὸ ἢ συνωνύμως, καὶ οὕτω ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως φάναι καὶ τὰ ἑξῆς. τὸ γὰρ ἢ προστιθέντας ἢ ἀφαιροῦντας, ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν μεταξὺ τεθέν, καὶ τὸ δεῖ γὰρ ὁμωνύμως ταῦτα φάναι ἐλλιπῶς τεθέν ἔδει γὰρ προσκεῖσθαι καὶ τὸ ἢ συνωνύμως) ἀσάφειαν ἐποίησε πολλήν. καὶ ἔστιν ἴσως ὁ λόγος τοιοῦτος. καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ εἶτα ὑπάρξει τὸ τί ἦν εἶναι καὶ τοῖς |ἄλλοις, ἀλλ’ οὐχ ἀπλῶς, ἀλλ’ ὥσπερ καὶ τὸ τί ἐστιν οὐχ ἀπλῶς αὐτοῖς ὑπάρχει, οὕτως καὶ τὸ τί ἦν εἶναι, καὶ ὥσπερ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν λέγεται οὐχ ἀπλῶς, οὕτως καὶ ταῦτα δεῖ λέγειν, ἢ προστιθέντας ἢ ἀφαιροῦντας, προστιθέντας μὲν ἐπὶ τοῦ ποσοῦ ἢ τοῦ ποιοῦ καὶ τῶν ἄλλων, τί ἦν εἶναι λέγοντας ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ἀφαιροῦντας δὲ ἤτοι ἁπλῶς δὲ καὶ ἄνευ προσθήκης λέγοντας ἐπὶ τῆς οὐσίας· εἶτα δεῖ γὰρ τοῦ γάρ συνδέσμου ἀντὶ τοῦ δέ ἀκούοντας ὡς ἄλλο τι λέγοντος) δεῖ δὲ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα ἢ συνωνύμως· ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως, ὡς ἂν εἰ ἔλεγε, δεῖ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰς λοιπὰς κατηγορίας ἢ ὁμωνύμως ὄντα λέγειν ἡ συνωνύμως, εἶτα ἐπικριτικὸν ἐπήνεγκε τὸ τό γε ὀρθὸν καὶ ἀληθές ἐστι μήτε ὁμωνύμως φάναι μήτε ὡσαύτως, ἀντὶ τοῦ συνωνύμως, ἀλλὰ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὥσπερ καὶ τὸ ἰατρικὸν λέγεται πρὸς τὸ αὐτὸ καὶ ἕν, ἀντὶ τοῦ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, ἤτοι οὐ συνωνύμως δέ, οὐ μέντοι οὐδὲ ὁμωνύμως. οὐδὲ γὰρ τὸ ἰατρικὸν σῶμα καὶ σκεῦος οὔτε ὁμωνύμως λέγεται οὔτε καθ’ ἓν καὶ συνωνύμως, ἀλλὰ πρὸς ἕν, ἤγουν ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν. ὥσπερ οὗν ταῦτα οὐχ ἁπλῶς λέγεται ὄντα, ἀλλὰ πρώτως μὲν καὶ κυρίως ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ κατηγορίαι, οὕτω καὶ ὁ πρώτως καὶ ἁπλῶς ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι τῶν οὐσιῶν ἐστιν, ἔστι δὲ ὅμως καὶ τῶν ἄλλων ὥσπερ εἴρηται. τὸ δὲ ἀλλὰ ταῦτα μὲν ὁποτέρως τις ἐθέλει λέγειν διαφέρει οὐθέν, ταῦτα λέγων τὰ δέκα γενικώτατα γένη· εἴτε οὖν, φησί, συνωνύμως ὄντα λέγειν τις αὐτὰ βούλεται εἴτε ὁμωνύμως ἡ ὃ καὶ μᾶλλον τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐδὲν πρὸς τὸν λόγον. οὐ γὰρ δὴ] ἀνάγκη ἂν τοῦτο τιθῶμεν, τούτου ὁρισμὸν εἶναι ὃ ἄν λόγω τὸ αὐτὸ σημαίνῃ, ἀλλὰ τινὶ λόγῳ. Επειδὴ πᾶν ὄνομα, οὗ ἂν ᾖ, ταὐτὸν σημαίνει τῷ λόγῳ καὶ ὁρισμῷ τοῦ πράγματος, καὶ ἔμπαλιν ὁ λόγος ταὐτὸν τῷ ὀνόματι. τοῦτο δὲ οὐ μόνον ἐπὶ τούτων εὑρίσκεται, ἀλλὰ πολλάκις εἰσὶν ὀνόματα λόγῳ ταὐτὸν ὄη λοῦντα καὶ ἔμπαλιν, καὶ ὅμως οἱ λόγοι, οἷς ταὐτὸν τὸ ὄνομα δηλοῖ, οὔκ εἰσιν ὁρισμοί· ἐπειδὴ οὖν τοῦτο ἔστιν, ἡ δὲ πρόθεσις περὶ ὁρισμῶν ἐστιν, διορίζει καὶ περὶ τούτου, καί φησιν ὡς εἴπερ ἁπλῶν· ἀποφαινόμεθα ὅ ἄν ὄνομα λόγῳ ταὐτὸν δηλοῖ, οὗτος ὁ λόγος, οὗ πράγματος σημαντικὸν τὺ ὄνομά ἐστιν, ὁρισμός ἐστιν, οὐκ ἀναγκαῖόν τι συμβαίνει· πολλὰ γὰρ ὀνόματα ἔστι τῷ λόγῳ |ταὐτὸν δηλοῦντα καὶ οὔκ εἰσιν οἱ λόγοι ὁρισμοί, οὐδὲ τὰ ὀνόματα τῶν λόγων δηλωτικά. λέγεται γὰρ καὶ τὰ ὀνόματα ὁρισμοί, ὅτι ταὐτὸν δηλοῦσι τῷ ὁρισμῷ· ὡς γὰρ ὁ ἄνθρωπος λέγεται βροτὸς καὶ ὁ βροτὸς ἄνθρωπος ὅτι ταὐτὸν δηλοῦσιν, εἰ καὶ ὁ λόγος καὶ ὁ ὁρισμὸς ὀνόματι ταὐτὸν δηλοῖ καὶ τὸ ὄνομα τῷ λόγῳ, λεχθήσεται καὶ τὸ ὄνομα ὁρισμὸς καὶ ὁ ὁρισμ· ὸς ὄνομα. καὶ ἃ μὲν οἶμαι βούλεται λέγειν ταῦτά ἐστιν. ὁ γὰρ σύνδεσμος ὁ γάρ τεθεὶς ἔμφασιν δίδωσι τοῦ τὰ λεγόμενα εἶναι κατασκευαστικά τινος τῶν προσεχῶς ῥηθέντων· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ δεῖ τὸν γάρ ἀντὶ τοῦ δή συνδέσμου ἐκλαβεῖν. πολλαχοῦ γὰρ τοῦτο σύνηθες αὐτῷ, ὡς καὶ ἐν τῷ B τῶν Ὑστέρων ἀναλυτικῶν ἐπεσημηνάμεθα καὶ ἐν ἄλλοις πολλοῖς. δεῖ οὗν τοῦ γάρ ἀντὶ τοῦ δή συνδέσμου ἀκούειν. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. οὐ δή, φησίν, ἀνάγκη, τουτέστιν οὐκ ἀναγκαῖον δή τι συμβαίνει, ἂν τοῦτο θῶμεν, ὅτι ὃ ἄν ὄνομα λόγῳ ταὐτὸν σημαίνῃ, ἐκεῖνον τὸν λόγον, ᾧ ταὐτὸν τὸ ὄνομα σημαίνει, ὁρισμόν τινα τοῦ πράγματος εἶναι· ἀλλά τοῦτο χρὴ λέγειν ὅτ’. εἴ τι ὄνομα λόγῳ τινὶ ταὐτὸν σημαίνει, ἐκεῖνος ὁ λόγος ὁρισμός ἐστι τοῦ πράγματος. ἔσται δὲ ὁ λόγος ὁ ὑπὸ τοὐ ὀνόματος δηλούμενος ὁρισμός, ἐὰν τὸ ὄνομα δηλωτικόν ἐστιν ἑνὸς λόγου, ἑνὸς δὲ μὴ τῷ συνεχεῖ, ὥσπερ ἡ Ἰλιὰς ἢ ὅσα συνδέσμῳ ἕν. τὸ δὲ ὅσα συνδέσμῳ οὐχ ὡς ἕτερόν τι δηλοῦν τοῦ μὴ τῷ συνεχεῖ ἐπῆκται, ἀλλὰ ὥσπερ εἷ ἔλεγε τῷ συνεχεῖ ὥσπερ ἡ Ἰλιάς, ἐπειδὴ δὲ ἡ Ἰλιὰς τῷ συνδέσμῳ ἐστὶ συνεχής, ἐπήγαγεν ἢ ὅ σὰ συνδέσμῳ. ὁ λόγος οὗν, φησίν, ὁ ὑπὸ τοῦ ὀνόματος δηλούμενος ἔσται ὁρισμὸς εἰ εἷς εἴη, εἷς δὲ μὴ τῷ συνδέσμῳ ἀλλ’ ἐὰν ὁσαχῶς λέγεται τὸ ἕν, τουτέστιν ὁσαχῶς λέγεται τὸ κυρίως ἕν, ἐὰν ὁ λόγος εἷς ᾖ καθ’ ἓν τῶν τοῦ κυρίως ἑνὸς σημαινομένων, ἔσται ὁρισμός. εἰπὼν δὲ ὅτι ὁσαχῶς λεγεται τὸ ἕν, λέγει ὅτι τοσαυταχῶς λέγεται τὸ ἕν, ὁσαχῶς καὶ τὸ ὂν ἤτοι δεκαχῶς. δέδεικται γὰρ ἐν τῷ Γ ταύτης τῆς πραγματείας ὅτι ἀκολουθοῦσιν ἀλλήλοις τὸ ἓν καὶ τὸ ὄν· ὥστε καὶ τοῦτό φησιν, ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν εἷς ᾖ, τουτέστιν ἂν μιᾶς ᾖ φύσεως καὶ οὐσίας δηλωτικός, οὐ μὴν ἂν εἷς ᾖ τῶ συνδέσμῳ. τὸ δὲ δὲ ὁ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος ὡς συμπέρασμα εἴρηται τῶν εἰρημένων, ἴσον λέγων τῶ δῆλον, φησίν, ἐξ ὧν εἴρηται ὅτι ἔσται καὶ τοὺ λευκοῦ ἀνθρώπου ὁρισμός, ἄλλον δὲ τρόπον τῆς οὐσίας ἔσται ὁρισμὸς καὶ ἄλλον τοῦ λευκοῦ καὶ ἄλλον τοῦ λευκοῦ ἀνθρώπου· ἐκείνων μὲν γὰρ ὡς ἁπλῶν ὄντων ἔσται ὁρισμός, τοῦ μὲν οὐσίας τοὐ δὲ ποιοῦ, τοῦ δὲ λευκοῦ ἀνθρώπου ὡς συνθέτου. |Ἔχει δ’ ἀπορίαν, ἐάν τις μὴ φῇ ὁρισμὸν εἶναι τὸν ἑκ προσθέσεως λόγον. εἰπὼν προσεχῶς διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος καὶ ὁρισμός, τὴν αἰτίαν τίθησι δι’ ἣν δοκεῖ λόγους εἶναι καὶ ὁρισμοὺς τῶν συνθέτων ἐκ προσθέσεως γὰρ τὰ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου συγκείμενά φησιν ὡς τὸν λευκὸν ἄνθρωπον), ἴσον λέγων ὡς εἴ τις μὴ δῷ λόγον εἶναι καὶ ὁρισμὸν τοῦ λευκοῦ ἀνθρώπου, ἀπορήσειεν ἄν τις πρὸς αὐτὸν ὅτι ἐπειδὴ φανερῶς λόγοι εἰσὶ τῶν ἐκ προσθέσεως οἷον τοῦ λευκοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν ἔχον χρῶμα διακριτικὸν ὄψεως, τίνος οὖν ἔσται οὗτος ὁρισμός, καὶ ἁπλῶς πάντων τῶν ἐκ προσθέσεως οἱ λόγοι τίνος ἔσονται, εἴπερ μὴ αὐτῶν εἰσιν; οὐχ ἁπλᾶ δὲ ἀλλὰ συνδεδυασμένα τὰ ἐκ προσθέσεως εἴρηκε. τοὐ δὲ εἶναι τῶν συνδεδυασμένων λόγους ἐπήγαγε τὸ ἐκ πρὸσθέσεως γὰρ ἀνάγκη δηλοῦν, τουτέστιν ἀνάγκη γὰρ λέγοντας ἡμᾶς περὶ τῶν ἐκ προσθέσεως ἐκ προσθέσεως δηλοῦν τοὺς ὁρισμοὺς αὐτῶν. οἷον ἔστι ῥὶς καὶ κοιλότης, καὶ σιμότης τὸ ἐκ τῶν δυοῖν, λέγω δὴ ῥινὸς καὶ σιμότητος, λεγόμενον, τοῦτό ἐστι τὸ ὑπάρχειν τὴν σιμότητα ἐν τῇ ῥινί, καὶ οὐ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πάθος τῆς ῥινὸς ὥσπερ τὸ λευκὸν τῷ Καλλία κατὰ συμβεβηκὸς ὑπάρχει ἢ τῷ ἀνθρώπῳ, ὅτι ᾧ Καλλίᾳ συμβέβηκεν ἀνθρώπῳ εἶναι λευκός ἐστιν. οὐχ ὅτι δὲ ὡς τὸ λευκὸν συμβέβηκε τῷ Καλλίᾳ, συμβέβηκε δ’ αὐτῷ ὡς πάθος, οὕτω συνέβη αὐτῷ καὶ ὁ ἄνθρωπος, ἀλλ’ ὡς οὐσία καὶ εἶδος· οὐδὲ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πάθος τῆς ῥινός, ἀλλὰ καθ’ αὑτὴν ὑπάρχει ἡ σιμότης αὐτῇ, ὥσπερ καὶ τὸ ἄρρεν τῷ ζῴῳ καὶ τὸ ἴσον τῷ ποσῷ καὶ πάνθ’ ὅσα λέγεται καθ’ αὑτὸ ὑπάρχειν. τίνα δέ ἐστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐδήλωσεν εἰπὼν ταῦτα δ’ ἐστὶν ἐν ὅσοις ὑπάρχει ἢ ὁ λόγος ἢ τοὔνομα, οὗ ἐστι τοῦτο τὸ πάθος, τουτέστιν ἐκεῖνα λέγομεν ὑπάρχειν καθ’ αὑτά, ὧν παθῶν καὶ κατηγορουμένων εἰς τοὺς λόγους λαμβάνεται ἢ τὰ ὀνόματα τῶν ὑποκειμέ- νῶν αὐτοῖς ἢ οἱ λόγοι, καὶ οὐκ ἐνδέχεται δηλῶσαι καὶ ὁρίσασθαι τὸ πάθος χωρὶς τοῦ ὑποκειμένου αὐτῷ. οἷόν ἐστι πάθος τῆς ῥινὸς ἡ σιμότης καὶ οὐκ ἐνδέχεται τὴν σιμότητα ὁρίσασθαι χωρὶς τῆς ῥινός, ἧς ῥινός ἐστι πάθος ἡ σιμότης· φαμὲν γὰρ ὅτι σιμότης ἑστὶ κοίλανσις ἐν ῥινί. καὶ ἐν μὲν τῷ τῆς σιμότητος ὁρισμῶ εἴληπται τὸ ὄνομα τῆς ῥινός, ἐν ἄλλοις δὲ ἐνδέχεται ληφθῆναι οὐ μόνον τὸ ὄνομα τοῦ ὑποκειμένου, ἀλλὰ καὶ τὸν ὁρισμόν· οἷον εἴ τις ὁρίζεται τὸ ἄρρεν εἰ μὲν ἐρεῖ ἄρρεν ἐστὶ ζῷον ὃ πέφυκεν ἐν ἄλλῳ γεννᾶν, εἴληφε τὸ ὄνομα τοῦ ὑποκειμένου τῷ ἄρρενι τὸ ζῷον, εἰ δὲ λέγει ὅτι ἄρ|ρεν ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ πεφυκυῖα ἐν ἄλλῳ γεννᾶν, τὸν ὁρισμὸν εἶπε τοῦ ὑποκειμένου τῷ ἄρρενι καὶ οὐχὶ τὸ ὄνομα. ἔστιν οὗν καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ σιμότης τῶν καθ’ αὑτά, ὅτι ἄνευ τῶν ὑποκειμένων αὐτοῖς οὐκ ἐνδέχεται ὁρισθῆναι, ὥσπερ τὸ λευκόν· τοῦτο γὰρ ἄνευ ἀνθρώπου ἢ ὅλως ὑποκειμένου ὁρίζεται. εἰ δή, ὥσπερ εἴρηται, οἱ ὁρισμοὶ τῶν καθ’ αὑτό εἰσι, τὸ δὲ σιμὸν καὶ τὰ τοιαῦτα τῶν καθ’ αὑτό, ἔσται ἄρα καὶ τῶν τοιούτων ὁρισμός. αὐτὸς δὲ οὐ τοῦτο ἐπήγαγεν, ἀλλ’ ἐπειδὴ εἴρηκε πρότερον ὅτι καθ’ αὑτά ἐστιν, ὧν καὶ τοὺς ὁρισμοὺς εἷναί φαμεν, ἃ δύναται εἶναι αὐτὰ καθ’ αὑτά, ἡ δὲ σιμότης αὐτὴ καθ’ αὑτὴν οὐ δύναται εἶναι ἄνευ τῆς ῥινός, θαρρούντως ἐπήγαγεν ὥστε τούτων τὸ τί ἦν εἶναι καὶ ὁρισμὸς ἢ οὐκ ἔστιν οὐδενός πῶς γάρ; οὐδὲ γάρ εἰσι καθ’ αὑτά, οἱ δὲ ὁρισμοί, ὡς δέδεικται, τῶν καθ’ αὑτά), ἢ ἔστι καὶ τούτων ὁρισμός, ἀλλὰ καθάπερ εἰρήκαμεν· εἴρηται δὲ ὅτι πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις. Ἔστι δ’ ἀπορία καὶ ἑτέρα περὶ αὐτά. Περὶ τῶν καθ’ αὑτά φησιν ὑπαρχόντων καὶ ἑτέρα ἀπορία ἐστίν. ζητήσειε γὰρ ἄν τις ὅτι εἰ καθ’ αὑτὸ τὸ σιμὸν ὑπάρχει τῇ ῥινὶ καὶ τὸ κοῖλον, ἔσται καὶ ἡ σιμὴ ῥὶς τῆ κοίλῃ ῥινὶ ταὐτόν εἰ δὲ τοῦτο, καὶ διελόντι τὸ σιμὸν τῷ κοίλῳ. ἀλλὰ τοῦτο ψεῦδος· τὸ μὲν γὰρ κοῖλον ἐπὶ πλέον ἐστὶ τῆς σιμότητος· κοῖλον γὰρ καὶ ἐν ξύλῳ καὶ ἐν χαλκῷ καὶ ἐν γῇ καὶ ἐν ἄλλοις πολλοῖς θεωρεῖται, σιμὸν δὲ ἄνευ τῆς ῥινὸς οὐκ ἔστιν. οὕτως οὖν ἀπορήσας φησὶν εἰ δὲ μὴ διὰ τὸ ἀδύνατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ δὲ λέγοι τις ὅτι σιμὴν ῥίνα ἢ κοίλην ῥῖνα ὅλως οὔ φημι, εἰ δὲ μὴ τοῦτο λέγω, οὐκ ἄν συναχθείη τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί, εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ σιμὸν ταὐτὸν τῷ κοίλῳ. καὶ τὴν αἰτίαν αὐτοῦ ὄι ἣν ἄν τις σιμὴν ῥῖνα ἢ κοίλην ῥῖνα οὐκ ἂν ἐρεῖ, ἀλλ’ εἴπερ ἄρα λέγειν βούλεται, σιμὸν· μόνον ἐρεῖ καὶ κοῖλον χωρὶς τῆς ῥινός, ἐπήγαγεν εἰπὼν δι’ ἁ τὸ ἁ δύνατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος. ὅταν γὰρ εἴπω σιμόν, οὐδὲν ἄλλο λέγω ἢ ῥῖνα σιμήν, εἰ δ’ ἐρῶ ὅτι σιμὴ ῥίς, τοῦτο λέγω ὅτι σιμὴ ῥὶς ῥίς· ἅμα γὰρ τῷ εἰπεῖν σιμὸν ῥῖνα εἴρηκα· εἰ δὲ προσθήσω τῷ σιμῷ καὶ τὴν ῥῖνα, συμβαίνει λέγεσθαι ἰὴν ῥῖνα δίς· τοῦτο δὲ καὶ ἐπὶ τοῦ κοίλου· εἰ δὲ τοῦτο πρὸς τῷ ἀσύνηθες εἶναι καὶ ἀδολεσχίας ἐστὶ μέρος, οὐκ ἐνδέχεται λέγειν ῥῖνα σιμὴν οὐδὲ κοίλην ῥῖνα. εἰ δὲ τοῦτο ἀληθές, οὐ συνάγεται τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί· εἰ δὲ τοῦτο, οὐδὲ τὸ σιμὸν τῷ κοίλῳ. εἰ δὲ ἀδύνατόν ἐστιν, ὥσπερ εἴρηται, τὸ σιμὸν ἄνευ τῆς ῥινὸς λεχθῆναι, ἀλλ’ ἅμα τῷ σιμὸν εἰπεῖν τὸ πρᾶγμα λέγομεν οὗ πάθος ἐστὶ τὸ σιμόν, |εἰ δὴ τοῦτο ἀδύνατον, τὸ ῥῖνα, φησί, σιuὴν εἰπεῖν ἢ οὐκ ἔστιν, ἀλλὰ μόνον τὸ σιμὸν χρὴ λέγειν, ἢ εἴπερ λεχθήσεται σιμὴ ῥίς, δὶς ἔσται τὸ ῥὶς εἰρημένον. αὐτὸς δὲ ἀντὶ τοῦ εἰπεῖν ῥὶς ῥὶς σιμὴ εἰπὼν ὅτι ῥὶς ῥὶς κοίλη τὴν αἰτίαν τοῦ ὅπως ἀντὶ τοῦ σιμοῦ τὸ κοῖλον εἴρηκεν ἐπάγει. ἡ γὰρ ῥὶς ἡ σιμή, φησί, ῥὶς ῥὶς κοίλη ἔσται. ἐπειδὴ γὰρ τὸ σιμὸν ὑπὸ τὸ κοῖλόν ἐστιν, ὁ λέγων ὅτι ῥὶς ῥὶς] σιμὴ ῥὶς ῥὶς κοίλη λέγει. διὸ ἄτοπον ἐν τοῖς τοιούτοις, ἐν οἷς αἱ τοιαῦται αδολεσχίαι, τὸ τί ἦν εἶναι ὑπάρχειν. εἰ δέ τις λέγει ὅτι ἔσται καἰ ἐν τούτως τὸ τί ἦν εἶναι καὶ ὁρισμός, εἰς ἄπειρον εἶσιν. εἰ δὲ τὸ εἰς ἄπειρον ἀνιέναι οὐκ ένδεχεται, οὐκ ἐστιν ἐν τοῖς τοιουτοις τὸ τι ἦν εἶναι ουδε ορισμός. ὅπως δὲ οὕτως εἰς ἄπειρον ἀνιέναι συμβαίνει, ἔσται δῆλον ὧδε· ἐπειδὴ γὰρ τὸ σιμὴ ῥὶς τοῦτο σημαίνει ὅτι ῥὶς ῥὶς σιμή, ἀνάγκη εἴ τις ὁρίζεται τὴν σιμὴν ῥῖνα λέγειν ὅτι σιμὴ ῥίς ἐστι ῥὶς ῥὶς κοίλανσις ἐν ῥινί· ὥστε ὁριζόμενον τὴν ῥῖνα ῥῖνα κοίλανσιν ἐν ῥινὶ ἀνάγκη λέγειν ὅτι ῥὶς ῥὶς ῥὶς κοίλανσις κοίλανσις ἐν ῥινὶ ῥινί. καὶ τοῦτο εἰς ἄπειρον. εἰ δέ τις λέγει ‘ἀλλὰ τὸ ῥὶς ῥὶς κοίλανσις ἐν ῥινὶ οὐ δεῖ ὁρίζεσθαι’, εἰπάτω τίς ἡ ἀποκλήρωσις τὸ τὴν μὲν σιμὴν ῥῖνα ὁρίζεσθαι τοῦτο δὲ μή. Δῆλον τοίνυν ὅτι μόνης τῆς οὐσίας ἐστὶν ὁ ὁρισμός. Τῶν γὰρ ἄλλων εἰ λέγει τις εἶναι ὁρισμούς, ἀνάγκη ἐκ προσθέσεως εἶναι. τὸ δὲ ἐκ προσθέσεως λέγω ἐν οἷς συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. εἴ τις οὖν τῶν ἄλλων κατηγοριῶν, ἤτοι τοῦ ποσοῦ καὶ τοῦ λευκοῦ καὶ τοῦ περιττοῦ καὶ τοῦ θήλεος καὶ τῶν τοιούτων, ὁρισμοὺς εἶναι λέγει, ἀνάγκη δὶς τὸ ὑποκείμενον λαμβάνειν, ὥσπερ εἴρηται ἐπὶ τοῦ σιμοῦ. εἰ γάρ τις τὸ θῆλυ ὁρίσασθαι βουληθῇ, ἀνάγκη τὸ ζῷον δὶς παραλήψεσθαι· εἰ γὰρ θῆλυ λέγων ζῷον λέγω, εἴπερ ὁρίζομαι τὸ θῆλυ, ἀνάγκη λέγειν ὅτι θῆλύ ἐστι ζῷον ζῷον ἐν ᾧ πέφυκεν ἄλλο γεννᾶν. ὁμοίως καὶ περιττὸν λέγων ἀριθμὸν λέγω, ὥστε εἴπερ ὁρίζοι τὸ περιττόν, ἀνάγκη λέγειν ὅτι περιττόν ἐστιν ἀριθμὸς ἀριθμὸς μὴ δυνάμενος εἰς δύο ἴσα διαι πεθῆναι. ὥστε εἴπερ τοῦ περιττοῦ ἢ τοῦ θήλεος οὐκ ἔστιν ὁρισμός, τῶν συνδυαζομένων ἔσται, οἷον ἀριθμοῦ περιττοῦ ἢ θήλεος ζῴου. ἐπειδὴ |δ’ ἔμελλέ τις λέγειν ὅτι πῶς σὺ φῄς, Ἀριστότελες, ὅτι τὰ πάθη ἄνευ τῶν πραγμάτων οὐ λέγεται, καὶ ἐπὶ τούτῳ ἀναγκαζόμεθα ταῦτα ὁριζόμενοι δὶς λέγειν τὸ ὑποκείμενον αὐτοῖς; τὸ γὰρ περιττὸν ὁρίσαιμι ἂν ἄνευ τοῦ ὑποκειμένου· εἴποιμι γὰρ ὅτι περιττόν ἐστι τὸ μὴ δυνάμενον εἰς δύο ἴσα διαιρεθῆναι, μὴ προσλαβὼν τὸν ἀριθμόν· ἐκδηλότερόν γε μὴν ἐπὶ τοῦ λευκοῦ τοῦτό ἐστιν· λέγομεν γὰρ ὅτι λευκόν ἑ ’στι χρῶμα διακριτικὸν ὄψεως, ὅλως ὑποκειμένου μνείαν μὴ ποιησάμενοι· πρὸς δὴ ταύτην τὶν ἔνστασιν ἀπαντῶν λέγει ἀλλὰ λανθάνει ὅτι οὐκ ἀκριβῶς λέγον ται οἱ λόγοι, τουτέστι λανθάνει ὅτι ἄνευ τοῦ ὑποκειμένου τούτοις γίνονται οἱ ὁρισμοὶ τούτων διὰ τὸ μὴ ἀκριβῶς ἀποδίδοσθαι τοὺς ὁρισμοὺς αὐτῶν. εἰ δέ τις ἀκριβολογοίη, εὑρήσει ὡς ἀδύνατόν ἐστι χωρὶς τοῦ ὑποκειμένου ὁρισθῆναί τι τούτων. καὶ ἐγὼ μέν, φησίν ὁρισμοὺς εἶναι τούτων ὅλως οὐκ ἀρέσκομαι. εἰ δέ τις καὶ τούτων εἶναι λέγει ὁρισμούς, ἢ ἄλλον τρόπον εἰσίν, ἢ καθάπερ πολλαχῶς ἐλέχθη λεκτέον εἶναι τὸν ὁρισμὸν καὶ τὸ τί ἦν εἶναι τούτων, ὅτι ὡδὶ μὲν καὶ κυρίως οὐδενός ἐστι τούτων ὁρισμὸς οὐδὲ τὸ τί ἦν εἶναι καὶ φύσις καθ’ αὑτὴν δυναμένη εἶναι οὐδενὶ ὑπάρξει αὐτῶν, τρόπον δέ τινα ἔσται. ταῦτα εἰπὼν συμπεραίνεται καί φησιν ὅτι μὲν οὖν ὁ λόγος τοῦ τί ἦν εἶναι ὁρισμός ἐστι λόγον λόγον ὡς πολλάκις εἴρηται, τὴν ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν εἰς σύστασιν τῶν ὁριστῶν παραλαμβανομένων; τί ἦν εἶναι δὲ τὴν συνεπτυγμένως καὶ ἅμα καθ’ ἑαυτὴν οὖσαν νοουμένην φύσιν καὶ κατεσπαρμένην ἐν τοῖς ἀτόμοις, ἧς φύσεως δηλωτικός ἐστιν ὁ ὁρισμός), ὅτι μὲν οὖν ὁ λόγος ὁρισμός ἑστι τοῦ τί ἦν εἶναι καὶ τὸ τί ἦν εἶναι ἢ μόνον τῶν οὐσιῶν ἐστιν ἢ μάλιστα καὶ πρώτως καὶ ἁπλῶς, δῆλον. Πότερον δὲ ταὐτόν ἐστιν ἢ ἕτερον τὸ τί ἦν εἶναι καὶ ἕκαστον, σκεπτέον. Εἰπὼν τί ποτέ ἐστι τὸ τί ἦν εἶναι καὶ τίς ὁ λόγος αὐτοῦ καὶ ζητήσας εἰ ἐνδέχεται τί ἦν εἶναι καὶ ὁρισμοὺς τῶν συμβεβηκότων εἷναι, καὶ εἰπὼν ὅτι κυρίως τὸ τί ἦν εἶναι καὶ οἱ ὁρισμοὶ τῶν οὐσιῶν εἰσι, πῶς δὲ καὶ τῶν ἄλλων, νῦν ζητεῖ ἀρά γε ἕκαστον ταὐτόν ἐστι καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἢ ἕτερον· πρὸς γὰρ τὴν τῆς οὐσίας καὶ τοῦ εἴδους σκέψιν πολυωφελές ἐστι. καὶ εἰπὼν λέγει ὅτι ταὐτόν ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστου· ἕκαστον γὰρ οὐκ ἄλλο ἐστὶ τῆς αὑτοῦ οὐσίας· τὸ δὲ τί ἦν εἶν ιναι οὐσία ἐστίν· ἕκαστον ἄρα οὐκ ἄλλο ἐστὶ τοῦ τί ἦν εἶναι αὐτοῦ, ἀλλὰ ταὐτόν. ἐπὶ μὲν οὖν τῶν καθ’ αὑτὸ λεγομένων ταὐτὸν ἕκαστον καὶ τὸ τί ἦν εἷναι αὐτοῦ, οἷον ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι. ἐπὶ δὲ τῶν κατὰ συμβεβηκός, φησί, δόξειεν ἂν ἕτερον εἶναι, οἷον ὁ λευκὸς ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ἕτερον. εἰ γάρ ἐστιν ὁ λευκὸς ἄνθρωπος καὶ τὸ λευκῷ |ἀνθρώπῳ τὸ αὐτό, καὶ τὸ ἀνθρώπῳ χωρὶς καὶ τὸ λευκῷ ἀνθρώπῳ ἔσται τὸ αὐτό. ὅπερ ἄτοπον· τὸ γὰρ ἀνθρώπῳ εἷναι τὸ τί ἦν εἶναί ἐστι καὶ ἡ οὐσία, τὸ δὲ λευκῷ ἀνθρώπῳ συμβεβηκός· συνέβη γὰρ τῷ ἀνθρώπῳ τὸ λευκῷ ἀνθρώπῳ εἶναι. ἐπεὶ δέ τινες τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν ἔλεγον, τίθησι τὸν λόγον δι’ οὗ τοῦτο κατεσκεύαζον καὶ οὕτως ἐλέγχει αὐτόν. φησὶ γάρ ὅτι οἱ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν εἶναι βουλόμενοι, τοῦτο κατασκευάζοντές φασιν ὅτι ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, οἷον ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης ὁ αὐτός· εἰ δὲ ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος ὁ αὐτός, καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτόν ἐστιν. ἔστι δ’ ὁ συλλογισμός, δι’ οὗ τοῦτο συνῆγον, ἐν τρίτῳ σχήματι οὕτως· ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό· ὁ λευκὸς ἄρα ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό. οὕτω θεὶς τὸν λόγον τῶν τοῦτο βουλομένων λύει αὐτὸν λέγων ἢ οὐκ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός, εἶναι τὰ αὐτά. οὐ γὰρ ὡσαύτως τὰ ἄκρα γίγνεται τὰ αὐτά. ἐλλιπῶς δὲ ἡρμήνευται τὸ λεγόμενον· δεῖ δὲ προσυπακούειν τὸ τοῖς καθ’ αὑτὸ οὖσιν, ἵνα ᾖ τὸ πᾶν τοιοῦτον ‘οὐ γὰρ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός εἰσι, τὰ αὐτὰ εἶναι τοῖς καθ’ αὑτὰ οὖσι.’ καὶ εἴη ἄν διὰ τούτου λέγων ὅτι ὁ μὲν ἄνθρωπος καθ’ αὑτό ἐστι ταὐτὸν τῷ ἀνθρώπῳ εἶναι, τῷ δὲ λευκῷ ἀνθρώπῳ κατὰ συμβεβηκός. τὸ δὲ κατὰ συμβεβηκὸς ὂν οὐκ ἂν εἴη ταὐτὸν τῷ καθ’ αὑτὸ ὄντι· οὐ γὰρ κατὰ πάντα τρόπον τὰ ἄκρα ἄκρα λέγων τοὺς κατηγορουμένους ὅρους) γίνεται ταὐτά, ἀλλ’ ὅταν μὲν καθ’ αὑτὸ ἀμφότεροι οἱ ἄκροι κατηγορῶνται τοῦ ὑποκειμένου, τότε γίνονται οἱ αὐτοί, ὅταν δ’ ὁ μὲν καθ’ αὑτὸ ὁ δὲ κατὰ συμβεβηκός, οὐ γίνονται· οὕτω γὰρ συμβήσεται τὸ χρῶμα εἶναι ἄνθρωπον, οἷον ὁ Σωκράτης λευκός, ὁ Σωκράτης ἄνθρωπος, τὸ λευκὸν ἄρα ἄνθρωπος, ὅπερ ἀδύνατον. ἀλλὰ τὸ μὲν ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ εἶναι οὐκ ἔστι τὸ αὐτό, δι’ ἃς εἴπομεν αἰτίας· ἴσως δέ, φησίν, ἐκεῖνα τὰ ἄκρα δόξειεν ὅν εἶναι τὰ αὐτά, οἷον τὸ 35 λευκῷ εἶναι καὶ τὸ μουσικῷ· κατὰ συμβεβηκὸς γὰρ ἄμφω τῷ ἀνθρώπῳ ὑπάρχει. ἀλλ’ οὐδὲ τοῦτο, φησί, δοκεῖ. εἰ δὲ τὸ λευκῷ εἶναι καὶ τὸ μουσικῷ εἶναι οὐ δοκεῖ τὸ αὐτὸ εἶναι ἄλλης γὰρ φύσεως τὸ μουσικὸν καὶ ἄλλης τὸ λευκόν), πολλῷ μᾶλλον οὐκ ἔσται τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ τὸ αὐτό. εἰπὼν δὲ ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων δόξειεν ἕτερον εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι οὐδὲ γάρ ἐστι κυρίως ἐπὶ τῶν κατὰ συμβεβηκὸς τὸ τί ἦν εἶναι), καὶ δείξας τοῦτο διὰ τοῦ δεῖξαι ὅτι ἕτερός ἐστιν ὁ ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ εἷναι, λέγει ὅτι ἐπὶ τῶν καθ’ αὑτὸ λεγομένων ἄρα τὸ αὐτό ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι, ἢ οὔ; καὶ ἐρωτήσας καὶ δεικνύναι τοῦτο μέλλων, λέγω δὴ τὸ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι, λέγει ὅτι γενέσθω ὁ λόγος ἐπὶ τῶν ἰδεῶν· καὶ εἰ μὲν ἐκεῖσε φανείη ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, ἔσται καὶ ἐνταῦθα ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, εἰ δὲ ἐκεῖσε ἕτερα, καὶ ἐνταῦθα· καὶ ὅλως ὡς ἄν ἐκεῖσε εὑρεθῶσιν ἔχοντα τὰ εἴδη, οὕτω καὶ τὰ τῇδε ἕξει. εἴ τινες οὗν, φησίν, εἰσὶν οὐσίαι αὐταὶ καθ’ αὑτὰς κεχωρισμέναι, ὡς ὁ Πλάτων ἔλεγεν, ὧν οὐσιῶν μή εἰσιν ἕτεραι οὐσίαι μηδὲ φύσεις πρότεραι τῶν γὰρ ἰδεῶν φύσεις ἄλλας τινὰς καὶ προτέρας οὐκ ἔλεγον οἱ ταύτας τιθέμενοι), εἰ δή εἰσιν οὐσίαι καθ’ αὑτάς. οἵας φασὶ τὰς ἰδέας τινὲς εἶναι, ἄρα ἕτερόν ἐστιν αὐτὸ τὸ ἀγαθόν, τουτέστι τὸ αὐτοαγαθόν, καὶ τὸ ἀγαθῷ εἶναι ἤτοι τὸ αὐτοαφαθῷ εἶναι, ἢ οὓ; καί φησιν ὅτι εἰ ἕτερόν ἐστι τὸ αὐτοζῷον καὶ τὸ αὐτοζῴῳ εἶναι, καὶ αὖ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, καὶ τὸ αὐτοὸν καὶ τὸ αὐτοόντι εἶναι, ἔσονται ἄλλαι οὐσίαι καὶ φύσεις καὶ ἰδέαι παρὰ τὰς λεγομένας καὶ πρότεραι, καὶ μάλιστα ἐκεῖναι οὐσίαι· εἰ γὰρ οὐσία μάλιστά ἐστι τὸ τί ἦν εἶναι, τὸ δὲ τί ἦν εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, οὐσία μάλιστά ἐστι τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ τοῦτο, καὶ τοῦ αὐτοανθρώπου μάλιστα ἔσται οὐσία τὸ αὐτοανθρώπῳ εἶναι, ὅπερ, λέγω δὴ τὸ αὐτοανθρώπῳ εἶναι, ἐστὶν οὐσία τοῦ αὐτοανθρώπου καὶ τὸ τί ἦν εἶναι αὐτοῦ. τοῦτο δ’ οὐ δοκεῖ τοῖς τὰς ἰδέας πρεσβεύουσι τὸ προτέρας εἶναι οὐσίας τινὰς τῶν οὐσιῶν ἤτοι τῶν ἰδεῶν. καὶ εἰ μέν εἰσιν ἀπολελυμέναι ἀλλήλων, τῶν μέν, ἤτοι τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοΐππου καὶ τῶν ἄλλων ἰδεῶν, οὐκ ἔσται ἐπιστήμη, τὰ δέ, τουτέστι τὸ αὐτοανθρώπῳ εἶναι καὶ τὸ αὐτοίππῳ εἶναι καὶ ἁπλῶς τὰ τί ἦν εἶναι τῶν ἰδεῶν, οὐκ ἔσται ὄντα. πρὸ δὲ τοῦ δεῖξαι τοῦτο ἑρμηνεύων τὸ τί ἐστι τὸ ἁπολελυμεναι ἐπήγαγε λέγω δὲ τὸ ἁπολελύσθαι εἰ μήτε τῶ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν, διὰ μὲν τοῦ ἀγαθῷ αὐτῷ δηλώσας τὸ αὐτοαγαθόν, διὰ δὲ τοῦ τὸ εἶναι ἀγαθῷ τὸ αὐτοαγαθῷ εἶναι, τουτέστι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ. ἀπολελύσθαι οὖν, φησί, λέγεται, εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ, τουτέστιν εἰ μὴ τῷ αὐτοαγαθῷ ὑπάρχει τὸ εἶναι ταὐτὸν τῷ αὐτοαγαθῷ εἶναι, μήτε ἐν τούτῳ τῷ αὐτοαγαθῷ ἐνυπάρχει τὸ αὐτοαγαθῷ εἶναι, ἀλλὰ κεχωρισμένον ἐστὶν αὐτοῦ καὶ ἄλλης φύσεως. ἐκ μὲν οὖν τοῦ λέγειν ἕτερον τὸ αὐτοαγαθὸν τοῦ αὐτοαγαθῷ εἶναι συνάγεται τὸ μὴ εἶναι ταὐτὸν τὸ αὐτοαγαθὸν ἐκείνῳ ἤτοι τῷ ἀγαθῷ εἶναι τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ)· ἐκ δὲ τοῦ ἀπολελυμένα καὶ κεχωρισμένα αὐτὰ λέγειν ἀπ’ ἀλλήλων, συμβαίνει τὸ αὐτοαγαθῷ εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι, μὴ εἶναι ἐν τῷ αὐτοαγαθῷ· ὅπερ ἀδύνατον. οὕτως οὗν διὰ μέσου εἰπὼν τί βούλεται αὐτῷ σημαίνειν τὸ ἀπολελυμέναι, δείκνυσιν ὅπως, εἴπερ εἰσὶν ἀπολελυμέναι, οὐκ ἔσται τῶν ἰδεῶν ἐπιστήμη, λέγων ἐπιστήμη γὰρ ἑκάστου ἐστὶν ὅταν τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν αὐτοῦ γνῶμεν· εἰ δὲ τοῦ αὐτοαγαθοῦ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία ἕτερον αὐτοῦ ἐστι, τὸ λέγειν ὅτι τὸ γνῶναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ γνῶναι τὸ αὐτοαγαθόν ἐστιν, ὅμοιόν ἐστι τῷ λέγειν ὅτι τὸ γνῶναι τί ἐστιν ἵππος τὸ γνῶναί ἐστι τί ἐστιν ἄνθρωπος· ὡς γὰρ ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἑτέρα ἐστὶ τῆς τοῦ ἵππου, οὕτως ὑπόκειται καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἕτερα εἶναι. εἰ δὲ ἄλογον καὶ παντελῶς ἀδύνατον τὸ λέγειν ὅτι τὸ γνῶναι ἵππον τὸ γνῶναι ἄνθρωπόν ἐστιν, ἀδύνατον ἄρα καὶ τὸ λέγειν ὅτι τὸ εἰδέναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ εἰδέναι τὸ αὐτοαγαθόν ἐστι. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν ἐροῦμεν. οὐκ ἄρα ἔστιν ἐπιστήμη τῶν ἰδεῶν. εἰ δὲ τοῦτο ἀδύνατον ἔστι γὰρ ἐπιστήμη αὐτῶν) καὶ ἡ ὑπόθεσις ἐξ ἧς τοῦτο συνέβη ἀδύνατος· αὕτη δὲ ἦν ἡ λέγουσα ὅτι ἕτερόν τί ἐστι τὸ αὐτοαγαθὸν καὶ τὸ τί εἶναι αὐτοῦ. τοῦτο δὲ συμπίπτει ἀναγκαίως καὶ ἐν τοῖς ἐνταῦθα. εἰ γὰρ ἔχομεν ἐπιστήμην ἀνθρώπου, οὐκ ἔστιν ἕτερος ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι ἀλλ’ ὁ αὐτός. εἰ γὰρ μὴ ὁ αὐτός, συμβήσεται μὴ εἶναι ἐπιστήμην αὐτοῦ, ὅπερ ἀδύνατον. τοῦτο δὴ καὶ ἐπὶ ἵππου καὶ βοὸς καὶ τῶν ἄλλων συμβαίνει. οὕτως οὖν συντόμως δείξας ὅτι ἐκ τῆς ὑποθέσεως ταύτης, περὶ ἧς ἐλέγομεν, συμβαίνει μὴ εἶναι ἐπιστήμην τῶν ἰδεῶν, δείκνυσιν ὡς οὐδὲ τὰ τί ἦν εἶναι τῶν ἰδεῶν ὄντα ἔσται, εἴπερ ἕτερά ἐστιν αὐτῶν, λέγων ὥστε εἰ μηδὲ τὸ ἀγαθῷ εἶναι ἀγαθόν, οὐδὲ τὸ ὄντι ὄν, ἴσον λέγων τῷ ὥσπερ ἐκ ταύτης τῆς ὑποθέσεως συμβαίνει τὸ αὐτοαγαθῷ εἶναι καὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ μὴ εἶναι ἀγαθόν, οὕτω καὶ τὸ αὐτοόντι εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος, μὴ εἶναι ὄν· ὡσαύτως δὲ καὶ τὸ αὐτοενὶ εἶναι μὴ εἶναι ἕν. πῶς δὲ τοῦτο συμβαίνει, ἔσται δῆλον ὧδε. εἰ γὰρ τὸ ἕτερον τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν ἐστι καὶ τὸ τοῦ ὄντος μὴ ὃν καὶ τὸ τοῦ ἑνὸς μὴ ἕν, ἔστι δὲ τὸ αὐτοαγαθῷ εἶναι ἕτερον τοῦ αὐτοαγαθοῦ καὶ τὸ αὐτοόντι εἶναι τοῦ αὐτοόντος καὶ τὸ αὐτοενὶ τοῦ αὐτοενός, δῆλον ἄρα ὅτι τὸ ἀγαθῷ εἶναι μὴ ἀγαθόν ἐστι, καὶ τὸ αὐτοόντι εἶναι μὴ ὂν καὶ τὸ αὐτοενὶ μὴ ἕν. ἐπεὶ δὲ ἔμελλέ τις λέγειν ὅτι τὸ μὲν τί ἦν εἶναι τοῦ αὐτοόντος ἕτερον ὂν αὐτοῦ δικαίως συνάγεται μὴ εἶναι ὄν τὸ γὰρ τοῦ ὄντος ἕτερον μὴ ὄν ἐστι), τὸ δὲ τί ᾖν εἶναι τοῦ αὐτοανθρώπου καὶ αὐτοίππου καὶ τῶν λοιπῶν οὐκ εὔλογον δοκεῖ μὴ ὄντα εἶναι, ἐπειδὴ ταῦτα ἔμελλέ τι ἐπήγαγεν ὁμοίως δὲ πάντα ἐστὶν ἢ οὐδὲν τὰ τί ἦν εἶναι, τουτέστιν ἢ πάντα τὰ τί ἦν εἶναι τῶν ἰδεῶν χρὴ λέγειν ὡς εἰσὶν ἢ οὐδέν. τίς γὰρ ἡ ἀποκλήρωσις τὸ τινὰ μὲν λέγειν εἶναι τινὰ δὲ μή; ὥστε εἴπερ οὐκ ἔστι τὸ τί ἢν εἶναι τοῦ αὐτοόντος, οὐδὲ τῶν λοιπῶν ἔσονται· ὡς γὰρ ἔχει τὸ τί ἢν εἶναι τοῦ αὐτοόντος πρὸς αὐτὸ τὸ αὐτοόν, οὕτω καὶ τὰ τῶν ἄλλων ἰδεῶν τί ἢν εἶναι πρὸς αὐτάς. τὸ δὲ ἔτι ᾧ μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθὸν κατασκευαστικόν ἐστι τοῦ μὴ εἷναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ ἀγαθόν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ᾧ τινι πράγματι μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθόν ἐστι. τὸ δὲ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ ἕτερον ἦν αὐτοῦ· τὸ δὲ τοῦ ἀγαθοῦ ἕτερον οὐκ ἀγαθόν· τὸ τί ἦν εἶναι ἄρα τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν. δείξας οὖν ἐπὶ τῶν ἰδεῶν ὅτι ταὐτόν ἐστιν ἑκάστη καὶ τὸ τί ἦν εἶναι αὐτῶν, συμπεραίνεται καθόλου ἐπὶ πάντων λέγων ἀνάγκη ἄρα ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι, καὶ καλὸν καὶ καλῷ εἷναι, καὶ ὅσα μὴ κατ’ ἄλλο λέγεται ἀλλὰ καθ᾿ αὑτὰ καὶ πρῶτα. κἄν γὰρ μὴ εἴδη ὑπάρχῃ, ὡς δέδεικται πολλάκις, ἵνα ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι ταὐτὸν ᾖ, ἀλλ’ οὖν ἡ εἰρημένη ἀπόδειξις ἱκανὴ ἄν ὑπάρχοι εἰς πίστιν τοῦ ταὐτὸν εἶναι ἕκαστον τῶν ἐνταῦθα καὶ τὸ τί ἦν εἶναι αὐτῶν. Ἅμα δὲ δῆλον καὶ ὅτι εἴπερ εἰσὶν ἰδ’ ἐᾶι οἵας τινές φαμεν, οὐκ ἔσται τὸ ὑποκείμενον οὐσία. Επειδὴ οἱ τὰς ἰδέας εἰσάγοντες αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι, ὡς πολλάκις εἴρηται, καὶ κυρίως ὄντα καὶ οὐσίας καὶ τῶν τῇδε ἑτέρας ἔλεγον γὰρ ὅτι ὁ μὲν καθόλου ἄνθρωπος, ὃν ὁ νοῦς ὁ ἡμέτερος ἀπὸ τῶν καθ’ ἕκαστα ἀπεσύλησε καὶ τὸ εἶναι αὐτῷ ἀπεχαρίσατο, ὁμοίωμα τῶν κατὰ μέρος ἀνθρώπων ἐστὶ καὶ ὁ αὐτός ἐστι τοῖς καθ’ ἕκαστα καὶ ἐν ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, ὁ δὲ αὐτοάνθρωπος ἡ ἰδέα, ἥτις καθ’ αὐτήν ἐστι καὶ ἐν ὑπάρξει, οὐκ ἔστιν ὁ αὐτὸς τοῖς καθ’ ἕκαστα ἀνθρώποις)· ἐπειδὴ ταῦτα ἔλεγον, λέγει ὅτι εἴπερ εἰσὶν ἰδέαι, οὐκ ἔστι τὸ ὑποκείμενον οὐσία, τουτέστιν αἱ μερικαὶ καὶ ἄτομοι οὐσίαι οὐκ ἔσονται ὑποκείμεναι αὐταῖς· ἑτέρα γὰρ οὐσία τῇ ἑτέρᾳ καὶ ἀλλοτρίᾳ αὐτῆς οὐχ ὑπόκειται. ἐπεὶ οὖν αἰ ἰδέαι, ὥς φασι, καθ’ αὑτάς εἰσι, τὰ δὲ καθ’ αὑτὰ ἐξ ἀνάγκης οὐσίαι εἰσί, καὶ αἱ ἰδέαι ἄρα ἐξ ἀνάγκης ἔσονται οὐσίαι καὶ ἕτεραι κατ’ αὐτοὺς τῶν τῇδε. ἀλλ’ εἴπερ εἰσὶν οὐσίαι καὶ ἕτεραι τῶν τῇδε, οὐχ ἕξουσι ταῦτα ὑποκείμενα, οὐδὲ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται. εἰ γὰρ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται, ἔσονται κατὰ μέθεξιν· ἀλλὰ μὴν τὰ κατὰ μέθεξιν ὄντα ἐν τοῖς μετέχουσιν αὐτῶν εἰσιν, ὥσπερ τὸ ζῷον ἐν τῷ Σωκράτει καὶ ἐν ἐμοί· ἔφασκον δὲ οὗτοι μὴ εἶναι τὸν αὐτοάνθρωπον ἐν ἡμῖν, ὥστε οὔκ εἰσι κατὰ μέθεξιν. εἰ δὲ μή εἰσιν, οὐδὲ καθ’ ὑποκειμένων τῶν τῇδε λεχθήσονται, οὐδ’ ὅλως τὰ τῇδε ὑποκείσεται αὐταῖς. καὶ τίς ἡ χρεία τῶν ἰδεῶν, εἴπερ καὶ ἕτεραι τῶν τῇδε καὶ οὐδὲ κατηγοροῦνται κατ’ αὐτῶν, οὐδὲ αἴτιαι τοῦ εἶναι τοῖς τῇδέ εἰσι; δέδεικται γὰρ καὶ τοῦτο πολλάκις. ταῦτα εἰπὼν λέγει ἔκ τε δὴ τούτων τῶν λόγων ἓν καὶ ταὐτὸ οὐ κατὰ συμβεβηκὸς αὐτὸ ἕκαστον καὶ τὸ τί ἦν εἶναι, τουτέστιν οὐ κατὰ συμβεβηκός ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ταὐτὸν ἀλλὰ καθ’ αὑτό. καὶ ὅτι τὸ ἐπίστασθαι ἕκαστον τοῦτό ἐστι τὸ ἐπίστασθαι τὸ τί ἦν εἶναι αὐτοῦ. ὥστε καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῆς ἐπαγωγῆς ταύτην γὰρ ἔκθεσιν εἶπεν) ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν τί εἰσιν. εἰπὼν οὖν περὶ τῶν καθ’ αὑτὸ λεγομένων ὅτι ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν ἐστι, λέγει περὶ τῶν κατὰ συμβεβηκὸς ὅτι διὰ τὸ διττὸν σημαίνειν τὸ γὰρ μουσικὸν εὐθὺς δηλοῖ τό τε πάθος, αὐτὴν λέγω τὴν ἐν τῇ ψυχῇ τοῦ Σωκράτους μουσικήν, καὶ αὐτὸν τὸν Σωκράτην) οὐκ ἀληθὲς εἰπεῖν ὡς ταὐτόν ἐστι τό τε μουσικὸν καὶ τὸ μουσικῷ εἶναι· συμβαίνει γάρ, εἴ τις τοῦτο λέγει, τὸ μουσικὸν ἤτοι τὸ πάθος ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ ᾧ συμβέβηκεν. εἰ δὴ τὸ μουσικῷ εἶναι τὸ καθόλου μουσικὸν δηλοῖ ἤτοι τὴν καθόλου μουσικήν, τὸ δὲ μουσικὸν τὸν ἄνθρωπον ᾧ συμβέβηκε τὸ μουσικόν, πῶς ἔσται ταὐτὸν τὸ μουσικὸν καὶ τὸ μουσικῷ εἶναι, ἤτοι ἡ οὐσία καὶ τὸ συμβεβηκός; ὥστε, φησί, τρόπον μέν τινα τὸ λευκὸν ζῷον καὶ τὸ τί ἦν εἶναι τοῦ λευκοῦ ἔσται τὸ αὐτό, τρόπον δέ τινα οὐκ ἔστα. καθ’ αὑτὰ μὲν γὰρ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ οὐκ ἔσται τὸ αὐτό· ᾗ δ’ ἔπαθέ τι ὑπὸ τοῦ λευκοῦ, λέγω δὴ τὸ λευκανθῆναι, ἔσται τὸ αὐτὸ. Ἄτοπον δ’ ἂν φανείη κἄν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι. Καὶ τοῦτο δεικτικόν ἐστι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ. ἡ δὲ δεῖξις πάλιν ἐπὶ τῶν ἰδεῶν προέρχεται· λέγει γὰρ ὡς εἴπερ ὁ αὐτοΐππος καὶ τὸ τί ἦν εἶναι αὐτοῦ οὐκ ἔστι ταὐτὰ ἀλλ’ ἕτερα, εἴ τις καὶ τῷ τοῦ αὐτοίππου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ ἱμάτιον, ἐπειδὴ πᾶν ὄνομα δηλωτικόν ἐστί τινος τί ἦν εἶναι, καὶ τοῦ ἱματίου τὸ τί ἦν εἶναί ἐστιν ἕτερον αὐτοῦ. εἴ τις δὲ πάλιν τῷ τοῦ ἱματίου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ φυτόν, ἔσται καὶ τὸ τί ἦν εἶναι τοῦ φυτοῦ ἕτερον |τοῦ φυτοῦ. εἴ τις δὲ καὶ τῷ τοῦ φυτοῦ τί ἦν εἶναι θεῖτο ὄνομα,, ἔσται καὶ ἐπὶ τοῦτου τὸ αὐτό· καὶ τοῦτο εἰς ἄπειρον. εἴ τις δὴ ἑκάστῳ τί ἦν εἶναι ὄνομα θεῖτο, ἐπειδὴ παντὸς ὀνόματος δηλωτικοῦ οὐσίας ἔστι τί ἦν εἶναι ἔσται καὶ παρ᾿ ἐκεῖνο τὸ ὄνομα ἄλλο τί ἦν εἶναι, οἷον παρὰ τὸ τί ἢν εἶναι ἵππῳ ἔσται τί ἦν εἶναι ἵππῳ ἕτερον τουτέστι τοῦ τί ἢν εἶναι ἵππου ἔσται τί ἦν εἶναι ἄλλο. ἀλλὰ τὸ τί ἣν εἶναι ἵππῳ ἡ φύσις τοῦ ἵππου ἐστίν, ὥστε εἴπερ ἔστι τοῦ τί ἣν εἶναι ἵππῳ ἄλλο τί ἢν εἶναι, ἔσονται τοῦ ἵππου δύο οὐσίαι καὶ φύσεις, καὶ οὐ · μόνον δύο ἀλλὰ ἄπειροι. ἐσπὶ δέ τις λέγειν ἔμελλεν ‘ἀλλ οὐκ εἰς ἄπειρον προιέναι ἀνάγκη, ἀλλὰ καταντήσομεν εἴς τι τί ἢν εἶναι οὗ τὸ τί ἦν εἶναι οὐκ ἔσται ἕτερον ἀλλὰ ταὐτό· εἰ γὰρ ἔσται ταὐτόν, οὐκ ἀνάγκη εἶναι κἀκείνου τί ἦν εἶναι ἕτερον· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι ἕκαστον καὶ τὸ τί ἦν εἷναι ἑκάστῳ ἕτερόν ἐστι, συμβαίνει κἀκείνου εἶναι τί ἢν εἷναι, εἴπερ εἴς τι καταντήσομεν ταὐτὸν ὂν τῷ τί ἦν εἷναι αὐτοῦ, οὐκ ἔσται ἐκείνου πάλιν ἄλλο τί ἦν εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἐπ’ ἄπειρον ἔσται ἡ πρόοδος·’ ἐπειδή τις ταῦτα λέγειν ἔμελλεν, ἐπήγαγε τὸ καί τοι τί κωλύει καὶ νῦν εἶναι εὐθύς τινα τί ἦν εἶναι; τουτέστι τί κωλύει μὴ εὐθὺς ἕκαστον ταὐτὸν εἶναι καὶ τὸ τί ἦν εἶναι αὐτῷ, ἀλλὰ μετὰ πολλὰ τοῦτο εὑρίσκεσθαι; οὐ μόνον δὲ ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἀλλὰ καὶ ὁ λόγος αὐτῶν ὁ αὐτὸς καὶ εἷς. οὐ γὰρ ἕτερός ἐστιν ὁ λόγος τοῦ ἀνθρώπου καὶ τοῦ τί ἦν εἶναι ἀνθρώπῳ ἀλλ’ ὁ αὐτός, καὶ τοῦ ἑνὸς καὶ τῶ τι· ἦν εἶναι αὐτῷ ὁ αὐτός. εἰ μὲν γὰρ κατὰ συμβεβηκὸς τὸ ἓν καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἦν τὰ αὐτά, οὐκ ἂν ἦν ὁ λόγος αὐτῶν ὁ αὐτός. ἐπεὶ δὲ ἐκ πάντων τῶν δειχθέντων ἀνεφάνη ὅτι ὅτι αὑτό εἰσιν ἕν, καὶ ὁ λόγος αὐτῶν εἷς ἐστιν. ὃ δὲ ἄνωθεν μὲν ᾐνίξατο ἄτοπον, νῦν ἐπαναλαμβάνει καὶ σαφέστερον τίθησι λέγων ἔτι εἰ ἄλλο ἔσται, εἰς ἄπειρον εἶσι, τουτέστιν, εἰ τῷ τοὺ ἑνὸς τί ἦν εἶναι ὄνομα τεθῇ, ἔσται ἄλλο τοῦ τεθέντος ὀνόματος τί ἦν εἶναι. ἀλλ’ εἰ τοῦτο, εἰς ἄπειρον ἰέναι ἀνάγκη· τὸ γὰρ ἑνὶ εἶναί ἐστι τὸ τί ἦν εἶναι τοῦ ἑνός, τὸ δὲ ἕν ἐστιν οὗ ἐστι τί ἦν εἶναι τὸ ἑνὶ εἶναι· ὥστε τοῦ ἑνὶ εἶναι ἔσται πάλιν ἄλλο τί ἦν εἶναι, καὶ πάλιν ἐπὶ τούτων ὁ αὐτὸς λόγος. ταῦτα εἰπὼν συμπεραίνεται λοιπὸν τὸν ξύμπαντα λόγον λέγων· ὅτι μὲν οὖν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ταὐτὸν ἐστι, φανερὸν. |οἱ δὲ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην. Δείξας ὅτι τῶν καθ’ αὑτὸ λεγομένων ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς λεγομένων, οἷον ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ἔστι μὲν καὶ οὐκ ἔστι, καὶ πῶς εἴρηται, λέγει ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι τῇ αὐτῇ λύονται λύσει. ἔλεγον γὰρ οἱ σοφισταί ‘πότερον ὁ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι ταὐτὸ ἢ οὔ;’ καὶ εἰ μὲν ἕτερον, ἐπειδὴ τὸ Σωκράτει εἶναι τὸ τί ἦν εἶναι Σωκράτει ἐστὶ καὶ ἡ φύσις τοῦ Σωκράτους, ἔσται ὁ Σωκράτης ἕτερος ἑαυτοῦ. εἰ δὲ ὁ αὐτός, ἐστὶ δ’ ὁ Σωκράτης καὶ λευκός, ἔσται καὶ τὸ Σωκράτει εἶναι τῷ λευκῷ εἶναι Σωκράτει τὸ αὐτό, ἡ οὐσία τῷ συμβεβηκότι, ὅπερ ἄλογον. λέγει οὖν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην καὶ τὸ πρόβλημα φανερὸν ὡς τῇ αὐτῇ λύονται λύσει, λέγω δὴ τῇ ὅτι κυρίως μὲν καὶ καθ’ αὑτὸ οὔκ εἰσι τὰ αὐτὰ λεγούσῃ, κατὰ συμβεβηκὸς δέ· ἐξ ὧν γὰρ ἐρωτῶσιν (ἐκ γὰρ τῶν κατὰ συμβεβηκὸς τἀς ἐρωτήσεις ποιοῦνται), ἐκ καὶ τῶν λύσεων τεύξονται. ταῦτα πάντα εἰπὼν πάλιν συντόμως ὑπομιμνήσκει ὅτι πῶς μὲν τὸ τί ἦν εἶναι ταὐτὸ καὶ πῶς οὐ ταὐτὸ εἴρηται. τῶν δὲ γινομένων τὰ μὲν φύσει γίνεται, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ ταὐτομάτου. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος οὐ γίνεται. τὸ γὰρ εἶδος καὶ τὸ τί ἦν εἶναι τῆς σφαίρας τῆς κατὰ τῶν μερικῶν σφαιρῶν κατηγορουμένης οὐ γίνεται· ἀλλὰ μὴν οὐδὲ τὸ εἶδος τῆσδε τῆς σφαίρας διὰ γενέσεως εἰς τὸ εἶναι παράγεται, ἀλλὰ τοῦ χαλκοῦ τοιωσδὶ κινουμένου ὑπὸ τοῦ τεχνίτου ἀχρόνως ἐν αὐτῷ τὸ τῆς σφαίρας εἶδος ἐπιγίνεται. ὁμοίως δὲ καὶ τῆς οἰκίας· ὅταν γὰρ ἡ τελευταία κέραμος ἐπιτεθῇ, τότε φαμὲν οἰκίαν εἶναι· εἰ γάρ τι καὶ τὸ οἰόνουν τῶν εἰς τὸ οἰκίαν ποιῆσαι συντελούντων λείπει, οὐκ ἔστιν οἰκία· ἡ δὲ τελευταία κέραμος ἀχρόνως καὶ ἐν τῷ νῦν ἐπιτίθεται τῇ οἰκίᾳ. ὥστε καὶ τὰ κατὰ μέρος εἴδη οὐ γίνεται· ἀμερῆ γάρ ἔσιν, εἰ καὶ συνδιίστανται τῇ ἐν ἧ εἰσιν ὕλῃ. τὸ δ’ ἀμερὲς πῶς ἄν γένηται; τὸ γὰρ γινόμενον πὰν μεριστόν· διαιρεῖται γὰρ εἴς τε τὸ πρώτως γεγονὸς καὶ εἰς τὸ ὕστερον. καὶ ἐπὶ τῆς χαλκῆς σφαίρας, ὥσπερ ἐλέγομεν ἐπὶ τῆς οἰκίας ὅτι τῆς τελευταίας κεράμου ἐπιτεθείσης γίνεται, τοῦτο εὑρήσεις· ἡ γὰρ τελευταία πληγὴ ἡ ὑπὸ τοῦ τεχνίτου ἐν τῷ χαλκῷ γινομένη ταύτην εἰδοποιεῖ· αὕτη δ’ ἀχρόνως γίνεται· ἀχρόνως γὰρ ἡ σφῦρα τοῦ χαλκοῦ ἅπτεται ὅταν τύπτῃ αὐτόν· ὥστε οὔτε τὸ σφαίρειον εἶδος, ἤτοι αὐτὸ τὸ τῆς καθόλου σφαίρας, τουτέστιν ἡ καθόλου σφαῖρα, μὴ οὖσα γέγονεν, οὕτε τὸ ἐν τῇδε τῇ σφαίρᾳ διὰ γενέσεως καὶ διὰ χρόνου ἐν αὐτῇ γίνεται ἢ ὅλως γίνεται, ἀλλ’ ὂν περὶ αὐτὴν ὑπὸ τοὐ τεχνίτου τίθεται· ὂν γὰρ τὸ τῆς σφαίρας |εἶδος ἐν τῇ τοῦ τεχνίτου ψυχῇ περιτίθησιν αὐτὸ ὁ τεχνίτης τῷ χαλκῷ. δείκνυσι δὲ ὅτι τὰ εἴδη οὐ γίνεται ἀναγκαίως. ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενήσεται εἴτε δύναται τὰ φυσικὰ εἴδη αὐτὰ καθ’ αὑτὰ χωρὶς εἶναι ἄνευ ὕλης, ὡς ὁ Πλάτων’ ἔλεγεν, εἴτε μή. πρὸ δὲ τῆς δείξεως τοῦ τὸ εἶδος μὴ γίνεσθαι πρότερον ἐκ διαιρέσεως δείκνυσιν ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ὡς ἐκ τούτου συνάξων ὅτι εἰ καὶ τὸ εἶδος γίνοιτο, ἐξ υποκειμενου τινὸς γενησεται, καὶ οὕτω συμβῇ ἐπ᾿ ἄπειρον εἶναι τὴν πρόοδον. ἐκ διαιρέσεως οὖν, ὡς εἶπον, δείκνυσιν πᾶν τὸ γινόμενον ἔκ· τινος γίνεται. λέγει δὴ ὅτι τῶν γινομένων τὰ μὲν φύσει γίνεται ὡς τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ ὅμοια, τὰ δὲ τέχνῃ, ὥσπερ οἰκία καὶ ὁ ἀνδριὰς καὶ ἁπλῶς τὰ τεχνητά, τὰ δὲ ἀπὸ ταὐτομάτου, ὥσπερ ὑγίεια· διψήσας γάρ τις πυρέττων καὶ πιὼν ὕδωρ οὐχ ὑγιάνῃ, ἀλλ᾿ ἵνα τὴν δίψαν ἀποκρούσηται, ὑγίανε. πάντα οὖν τὰ ἀπὸ φύσεως καὶ τέχνης καὶ αὐτομάτου ὑπό τέ τινος τοῦ ποιοῦντος γίνεται καὶ ἔκ τινος ὕλης καί τι εἶδος γίνεται· ἢ γὰρ οὐσία, φησί, γίνεται, ἢ ποσὸν ἢ ποιὸν ἤ τι τῶν ἄλλων κατηγοριῶν· γίνεται δέ τι τούτων ὡς εἶδος. ταῦτα εἰπὼν λέγει ὅτι αἱ φυσικαὶ γενέσεις εἰσὶν ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστιν. ἀλλὰ πῶς ἐν τῇ Φυσικῇ δείξας ὅτι γενέσεως γένεσις οὐκ ἔστιν οὐδὲ μεταβολὴ μεταβολῆς, νῦν φησιν ὅτι γενέσεις εἰσὶ φυσικαί, ὧν γενέσεων ἡ γένεσις ἐκ φύσεώς ἐστιν; ὥστε τοῦτο δοκεῖ λέγειν ὅτι τῶν γενέσεων εἰσὶ γενέσεις. ἢ τὸ ὧν ἡ γένεσις οὐ πρὸς τὰς γενέσεις, οἶμαι, ἀπέδωκεν ἵν’ ᾖ ὧν γενέσεων, ἀλλὰ πρὸς τὰ τέλη αὐτῶν, οἷον φυτὰ καὶ ζῷα καὶ τὰ τοιαῦτα· καὶ εἰ τοῦτό ἐστιν, εἴη ἂν λέγων ὅτι αὗται αἱ φυσικαὶ γενέσεις γενέσεις εἰσὶ τῶν φυτῶν καὶ τῶν ζῴων, ὧν καὶ φυτῶν καὶ ζῴων ἡ γένεσις οὐκ ἀπὸ τέχνης ἐστὶν ἀλλ᾿ ἀπὸ φύσεως. ἢ τὸ ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστι τοῦτ’ ἄν εἴη ὅτι ὧν γενέσεων ἡ ὕπαρξις καὶ τὸ εἷναι αὐταῖς οὐκ ἀπὸ τέχνης ἢ ἀπὸ ταὐτομάτου ἐστὶν ἀλλ’ ἐκ φύσεως· ἡ συγκαταβληθεῖσα γὰρ τῷ σπέρματι δύναμίς τε καὶ φύσις ἐστὶν αἰτία ποιητικὴ τῶν γενέσεων. καὶ αἱ μὲν φυσικαὶ γενέσεις αὗται, ἐξ οὗ δὲ γίνεται τὸ διὰ γενέσεως γινόμενον, ἐστὶν ἡ ὕλη, οἷον ἡ προσεχὴς τῶν ζῴων τὸ καταμήνιον. ἀλλ᾿ ἐξ οὗ μὲν γίνεται τὸ διὰ γενέσεως γινόμενόν ἐστιν ἡ ὕλη, ὑφ᾿ οὗ δέ, οἷον τὸ ποιητικόν, τῶν φύσει τι ὄντων, οἷον ἄνθρωπος ἵππος· ἐπειδὴ γὰρ τὸ σπέρμα ἐκ τούτων, οὗτοί εἰσι ποιητικὰ αἴτια. τὸ δὲ τῶν φύσει τι ὄντων πρόσκειται, ἐπεὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι φύο μὲν ἐστι τὸ ειοος, φυσις δε καὶ η ὕλη, ὁ τὸν Σωκράτο δ ἐκ τούτων συγκειμενον οὐ φύσις ἀλλὰ φύσει, ὥστε την γεννῆσαν οὐ φύσις ἀλλὰ τῶν φύσει τι ὄντων. καὶ ἔστιν ἡ μὰν ὕλη ἐξ οὗ γίνεται τὸ γινόμενον, ὑφ’ οὗ δὲ τῶν φύσει τι ὄντων, ὃ δὲ γίνεταί ἐστιν ἄνθρωπος ἢ ἵππος ἢ ἄλλο τι τῶν φύσει τι ὄντων, ἃ δὴ καὶ μάλιστα, λέγω δὴ τὰ ἐξ ὕλης καὶ εἴδους, ὡς καὶ ἐν ταῖς Κατηγορίαις καὶ ἐν τῇ Φυσικῇ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ, μάλιστα οὐσίας εἶναι λέγομεν, εἶπεν. εἰπὼν δὲ ὅτι πάντα τὰ ἀπὸ φύσεως καὶ τὰ ἀπὸ τέχνης γινόμενα ὕλην ἔχει, τοῦ τοῦτο οὕτως ἔχειν τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν δύναται γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ἕκαστον αὐτῶν, τουτέστιν ἐπειδὴ ἕκαστον καὶ τῶν ἀπὸ φύσεως καὶ τῶν ἀπὸ τέχνης δύναται καὶ εἶναι καὶ μὴ εἶναι, δῆλον ὡς ἀπὸ τῆς ὕλης τοῦτο ἔχει· αὕτη γάρ ἐστιν ἡ τρεπτικὴ καὶ ἀλλοιωτική, ἣ ποτὲ μὲν τοῦτο τὸ εἶδος δέχεται ποτὲ δὲ ἄλλο, διὰ τὸ μὴ τὸ αὐτὸ καὶ ἓν ἀεὶ δύνασθαι στέγειν καὶ διὰ τὸ εὐφυῶς ἔχειν πρὸς τὸ τὰ εἴδη δέχεσθαι. ἔστιν οὖν ἑκάστῳ τῶν φύσει καὶ ἀπὸ τέχνης τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη αἰτία. ὥστε φανερὸν ὅτι καὶ τὰ ἐκ φύσεως καὶ τὰ ἀπὸ τέχνης ἔκ τινος ὕλης καὶ ὑποκειμένου γίνεται. εἰπὼν δὴ ὅτι ἑκάστου τῶν ἀπὸ φύσεως καὶ τέχνης τὸ αἴτιον τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη ἐστίν, ἐπήγαγεν ὅτι κα θόλου δὲ καὶ ἐξ οὗ φύσις καὶ καθ’ ὃ φύσις· ὡς πολλάκις γὰρ εἴπομεν ὅτι καὶ τὴν ὕλην ἣ γίνεται τὸ εἶδος, καὶ καθ’ ὃ εἶδος αὕτη γίνεται, φύσιν λέγει. τὸ δὲ τὸ γὰρ γινόμενον ἔχει φύσιν οἶμαι ὡς αἴτιον ἐπῆκται τοῦ τὸ εἶδος φύσιν εἶναι, τουτέστι τὸ γινόμενον διὰ φύσεως γίνεται, φύσιν λέγων τὴν ἀπὸ τῆς ὕλης εἰς τὸ εἶδος ὁδόν. εἰ δὲ ἡ ὁδὸς αὕτη, ὡς ἂν ἐπεκτείνας λέγοι τις τὸ υ, ὡς αὐτὸς εἴρηκε, φύσις λέγεται, φανερὸν ὡς καὶ τὸ εἶδος, πρὸς ὃ αὕτη ἡ ὁδός ἐστι, φύσις ἐστιν. ὅτι δὲ τὸ εἶδος φύσις λέγεται, δείκνυσι καὶ ἄλλως. λέγεται, φησί, τὸ σύνθετον φύσις, οἷον ὁ Σωφρονίσκος. καὶ δῆλον ὡς οὐ κατὰ τὸ συναμφότερον ὁ Σωφρονίσκος φύσις λέγεται τοῦτο γὰρ φύσει λέγεται, ἀλλὰ κατὰ τὸ εἶδος, καθ’ ὃ καὶ γίνεται τὸ γινόμενον ὑπ’ αὐτοῦ· κατὰ γὰρ τὸ ἐν αὐτῷ ὂν εἶδος γίνεται, ὃ γεννᾷ· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ ὑφ’ οὗ, ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις ὁμοειδής. πῶς δὲ τὸ γινόμενον τῷ ὑφ’ οὗ γίνεται ὁμοειδές ἐστιν, ἐπήγαγεν ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· πάντες δὲ οἱ ἄνθρωποι ὁμοειδεῖς εἰσιν. |Αἱ δὲ ἄλλαι γενέσεις λέγονται ποιήσεις. εἰπὼν περὶ τῶν φυσικῶν γενέσεων τίνων εἰσί, καὶ συμπερανάμενος καὶ εἰπὼν ὅτι οὕτω μὲν οὖν γίνεται τὰ γινόμενα διὰ τὴν φύσιν, λέγει ὅτι αἱ δὲ ἄλλαι γενέσεις ἄλλας λέγων τὰς ἀπὸ τέχνης, ἀπὸ δυνάμεως, ἀπὸ διανοίας) λέγονται ποιήσεις. ἀπὸ τέχνης μὲν οὖν γίνεσθαι λέγει τὰ τεχνητὰ καὶ ὅλως ὅσα κατὰ τέχνην γίνεται, ἀπὸ διανοίας δὲ τὰς ἀρετάς· εἴδη γάρ τινα καὶ αἱ ἀρεταί· τελειοῦσι γὰρ τὴν ψυχήν. εἰ δὲ καὶ πολλὰ τῶν τεχνητῶν γίνεται γὰρ τεχνητά τινα καὶ ἀπὸ ταὐτομάτου, ὡς ἐρεῖ) ἀπὸ διανοίας γίνεται. ἀλλ’ οὗν ἡ τέχνη οὐ πάντως διάνοια. ἀπὸ δυνάμεως δέ εἰσι τὰ ὁπότερ’ ἔτυχεν, οἷον λούσασθαι καὶ μὴ λούσασθαι, καθίσαι καὶ μὴ καὶ τὰ τοιαῦτα. τούτων δὲ τῶν ἀπὸ τέχνης γίνονταί τινα καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης, ὥσπερ καὶ <τῶν> ἀπὸ φύσεως· γίνονται καὶ ἐκεῖ, λέγω δὴ ἐν τοῖς ἀπὸ φύσεως γινομένοις, ἔνια ἐκ ταὐτομάτου· γίνονται γὰρ βοτάναι καὶ ἐκ σπέρματος καὶ ἄνευ σπέρματος· πολλαὶ γὰρ τῶν βοτανῶν ἄνευ σπέρματος φύοντα ἐκ ταὐτομάτου. ὅτι δέ, φησί συμβαίνει τῶν ἀπὸ τέχνης γινομένων ἔνια καὶ ἐκ ταὐτομάτου γίνεσθαι ὕστερον ἐπισκεπτέον· ἐρεῖ γὰρ περὶ τούτων μετ᾿ ὀλίγον, καὶ ἡμεῖς πρὸ ὀλίγου εἴπομεν ὅτι γίνεται ὑγίεια καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου. ἀλλ’ ἁ περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον. ἀπὸ τέχνης δὲ γίνεται ὅσων τὸ εἶι καὶ τὸ τί ἣν εἶναί ἐστιν ἐν τῇ τοῦ τεχνίτου ψυχῇ· τὸ γὰρ εἶδος καὶ τὸ τί ἣν εἶναι τῆς ὑγιείας καὶ τῆς οἰκίας καὶ τοῦ ἀνδριάντος καὶ τῶν λοιπῶν τῆς μὲν ὑγιείας ἐν τῇ τοῦ ἰατροῦ ψυχῇ ἐστι, τῆς δὲ οἰκίας ἐν τῇ τοῦ οἰκοδόμου, τοῦ δὲ ἀνδριάντος ἐν τῇ τοῦ ἀνδριαντοποιοῦ. εἰπὼν δὲ ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι πρώτη ἐστὶν οὐσία, τοῦ τὸ εἶδος πρώτην οὐσίαν εἶναι αἴτιον ἐπήγαγε τὸ καὶ γὰρ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτὸ εἶδος. ἐπειδὴ γὰρ ἡ στέρησις τῇ ὕλῃ ὑπάρχει, τῆ δὲ στερήσει τὸ εἶναι τὸ εἶδος παρέχεται τῇ γὰρ αὐτοῦ ἀπουσίᾳ ἡ στέρησίς ἐστιν), εἰ δὴ καὶ τῇ στερήσει τῇ ἐν τῇ ὕλῃ οὔσῃ τὸ εἶναι καὶ ὅλως τὴν ὕπαρξιν τὸ διδὸν τὸ εἶδός ἐστιν, αὐτὸ δέ ἐστι καὶ τὸ τάττον καὶ ὁρίζον τὴν ὕλην καὶ κοσμοῦν, πρώτη καὶ κυρίως οὐσία τοῦτ’ ἂν εἴη. τῶν ἐναντίων, φησίν, ἤτοι τῶν στερήσεων τρὸπον τινὰ τὸ αὐτό, ἤτοι τὸ εἶδος, εἶδός ἐστι, τουτέστιν εἰδοποιὸν καὶ ὑπάρξεως χορηγόν. εἴδους οὖν καὶ ὑπάρξεως αἴτιον καὶ ὅλως τοῦ τῶν ὄντων εἶναι καὶ μετὰ τῶν ὄντων συγκατατάττεσθαι τὰς στερήσεις τὸ εἶδος καὶ τὸ τί ἦν εἶναί ἐστιν· ἀπιόντος γὰρ τοῦ εἴδους εὐθὺς ἡ στέρησις τὸ εἶναι ἔχει· ὥστε ποιητικὸν αἴτιον τῆς στερήσεως τὸ εἶδός ἐστιν. ὅτι δὲ τὸ αὐτὸ ἀντὶ τοῦ εἴδους ἔλαβε, τὸ δὲ εἶδος ἀντὶ τοῦ αἴτιον τῆς ὑπάρξεως τῆς στερήσεως, δῆλον ἐποίησεν εἰπὼν τῆς γὰρ στερήσεως οὐσία ἡ οὐσία ἡ ἀντικειμένη, τουτέστιν ἡ κατὰ τὸ εἶδος οὐσία τῆς στερήσεως ἐστιν οὐσία καὶ ὕπαρξις, καὶ τὸ εἶναι αὐτῇ αὕτη χαρίζεται. ὥστε εἴπερ ἡ οὐσία, λέγω δὴ τὸ εἶδος, οὐσία καὶ παραγωγός ἐστι καὶ αἴτιος τῆς στερήσεως, δῆλον ὅτι εἶδός ἐστι τὸ εἶδος τῆς στερήσεως. τὸ δὲ τρόπον τινὰ πρόσκειται, ὅτι οὐ καθ’ αὑτό ἐστιν αἴτιον τὸ εἶδος τῆς στερήσεως, ἀλλὰ κατὰ συμβεβηκός· συμβαίνει γὰρ ὑποχωροῦντος τοῦ εἴδους γίνεσθαι αὐτήν. ἔστιν οὖν ἡ ὑγίεια, εἴπερ ἀναλογεῖ εἴδει, αἰτία καὶ εἶδος τῆς νόσου, ἥπερ ἐστὶ στέρησις. Γίνεται δὴ τὸ ὑγιὲς νοήσαντος οὕτως. Λέγει περὶ τοῦ ὑγιοῦς σώματος πῶς γίνεται, τοῦτο δ᾿ ἀναγκαίως ποιεῖ· ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενησεται ὅπως τὰ ἄπο τέχνης γινομενα γίνεταί ποτε καὶ ἀπὸ ταὐτομάτου. γίνεται δὲ τὸ ὑγιὲς νοήσαντος τοῦ ἰατροῦ οὕτως. καὶ πῶς, ἐπάγει· οἷον εἰ τοῦτό ἐστιν ὑγίεια, δεῖ τὴν ἀνωμαλίαν τῶν ψυχρῶν καὶ τῶν θερμῶν εἰς ὁμαλότητα ἐλθεῖν, ὥστε μὴ θάτερον ὑπερέχειν, ἀλλὰ συμμέτρως ἔχειν. ὁμαλότητος δὲ μελλούσης γενέσθαι δεῖ θερμότητα εἶναι· ὑποκείσθω γὰρ ἐπικρατεῖν τὸ ψυχρὸν τοῦ θερμοῦ. ἀλλ’ εἰ δεῖ θερμότητα γενέσθαι, δεῖ τρίψεως. ἄρχεται οὖν ἀπὸ τῆς τρίψεως, ἣν καὶ δύναται ποιῆσαι, ἥτις τρῖψις ἔσχατόν ἐστι καὶ τῆς ὑγιείας καὶ τῆς ὁμαλότητος καὶ τῆς θερμότητος. πρῶτον γὰρ τὴν ὑγίειαν ἐνόησεν ὁ ἰατρός, εἶτα τὴν ὁμαλότητα, εἶτα τὴν θερμότητα καὶ τελευταῖον τὴν τρῖψιν, ἥτις τρῖψις ποιεῖ τὴν θερμότητα καὶ αὕτη τὴν ὁμαλότητα καὶ αὕτη τὴν ὑγίειαν. ἡ τρῖψις οὗν ἡ παρὰ τοῦ ἰατροῦ γεγονυῖα ἐν τῇ τοῦ νοσοῦντος κοιλίᾳ ἢ ἁπλῶς ἐν τῷ νοσοῦντι μέρει συμβαίη ἄν ποτε καὶ ἐκ ταὐτομάτου γενέσθαι· ὅπως δὲ τοῦτο συμβήσεται ἐροῦμεν, ὅτε καὶ αὐτὸς λέγει. καλεῖται δὲ ἡ ἀπὸ τῆς τρίψεως ἐπὶ τὴν ὑγίειαν κίνησις ποίησις. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγίειαν γίνεσθαι ἐκ τῆς ὑγιείας καὶ τοῦ εἴδους αὐτῆς τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ ὄντος. ἡ ἐν τῷ νοσοῦντι γὰρ ὑγίεια γινομένη ἐκ τοῦ εἴδους καὶ τοὺ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ἰατροῦ ψυχῇ ὄντος γίνεται· ὁμοίως δὲ καὶ ἥδε ἡ μετὰ τῆς ὕλης οἰκία ἐκ τῆς ἄνευ ὕλης οἰκίας τῆς ἐν τῷ οἰκοδόμῳ γίνεται. ὥσπερ γὰρ ἡ ὄψις ἐν ἑαυτῇ ἔχει τὰ τῶν χρωμάτων εἴδη ἄνευ τῆς ὑποκειμένης αὐτοῖς ὕλης, οὕτως καὶ ἡ ψυχὴ τὰ τῶν ἐπιστητῶν εἴδη· τόπος γὰρ εἰδῶν ἡ ψυχή, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται. πῶς δὲ ἐκ τῆς οἰκίας καὶ ὑγιείας ἡ οἰκία καὶ ἡ ὑγίεια γίνεται σαφηνίζων ἐπάγει ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς οἰκίας καὶ τῆς ὑγιείας εἰσίν. εἰ δὲ ἐκ τῆς ἰατρικῆς καὶ τῆς οἰκοδομικῆς γίνονται, αὗται δὲ εἶδός εἰσι τῆς οἰκίας καὶ τῆς ὑγιείας οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ ἢ οἱ λόγοι τῆς ὑγιείας καὶ τῆς οἰκίας), φανερὸν ὡς γίνεται ἡ οἰκία ἐξ οἰκίας καὶ ἡ ὑγίεια ἐξ ὑγιείας. εἰπὼν δὲ ὅτι συμβαίνει οἰκίαν ἐξ οἰκίας γενέσθαι καὶ ὑγίειαν ἐξ ὑγιείας τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην, τοῦ μὲν οἰκίαν καὶ ὑγίειάν ἐξ οἰκίας καὶ ὑγιείας γίνεσθαι ἐπήγαγε κατασκευαστικὸν τὸ ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς οἰκίας καὶ τῆς ὑγιείας· τοῦ δὲ τῆς ἄνευ ὕλης ἐπήγαγε τὸ λέγω δ’ οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι, τουτέστιν αὐτὸ τὸ τῆς οἰκίας καὶ τὸ τῆς ὑγείας εἶδος. Τῶν δὲ γενέσεων καὶ κινήσεων ἡ μὲν νόησις καλεῖται, ἡ δὲ ποίησις. Βουλόμενος δεῖξαι πῶς τινα τῶν αἰτίων οὐ μόνον ὑπὸ τῶν κινούντων γίνεται ἀλλὰ καὶ ἐκ ταὐτομάτου, πρότερον διαιρεῖ τὴν γένεσιν εἴς τε τὴν νόησιν καὶ εἰς τὴν ποίησιν, καί φησιν ὅτι τῶν γενέσεων ἡ μὲν νόησις καλεῖται ἡ δὲ ποίησις, ἡ μὲν οὖν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους νόησις, ἡ δὲ ἀπὸ τοῦ τέλους τῆς νοήσεως ποίησις· οἷον νοεῖ ὁ οἰκοδόμος τὸ τῆς οἰκίας εἶδος ὅτι ἐστὶ σκέπασμα τοιονδί, καὶ εἰ μέλλοι τοδὶ εἶναι δεῖ τοίχους γενέσθαι, ἀλλ’ εἰ δεῖ γενέσθαι τοίχους, δεῖ γενέσθαι θεμέλιον, καὶ εἰ ἔσται θεμέλιος, δεῖ ὀρύξαι· καὶ ἄρχεται ἐντεῦθεν ὀρύσσειν καὶ ὀρύξας ποιεῖ θεμέλιον τοίχους, εἶτα σκέπασμα. ἡ μὲν οὗν ἀπὸ τῆς ἀρχῆς τοῦ εἴδους ἄχρι τοῦ ὀρύσσειν γένεσις ἢ κίνησις νόησις καλεῖται, ἡ δὲ ἀπὸ τοῦ ὀρύσσειν, ὃ τέλος μὲν ἦν τῆς ωοήσεως ἀρχὴ δὲ τῆς γενέσεως τῆς οἰκίας, ἡ δὴ ἀπὸ ὀρύσσειν γένεσις ἢ κίνησις ἄχρι τοῦ σκεπάσματος λέγεται ποίησις. καὶ ὁ ἰατρὸς ἐννοεῖ τὸ εἶδος τῆς ὑγιείας ὅτι ἐστὶ τοδί, καὶ εἰ μέλλει ἔσεσθαι ὑγίεια δεῖ ὁμαλυνθῆναι, τὸ ὁμαλυνθῆναι δέ ἐστι τὸ συμμετρίαν γενέσθαι τῶν τοῦ ζῴου ξηρῶν καὶ ὑγρῶν, θερμῶν καὶ ψυχρῶν, τοῦτο δὲ θερμανθήσεται, θερμανθήσεται δὲ εἰ τρῖψις γενήσεται, αὕτη δὲ ἡ τρῖψις ὑπάρχει ἐν τῷ ἰατρῷ δυνάμει· δύναται γὰρ τρῖψαι τὸν νοσοῦντα, καὶ τρίβει· τῇ δὲ τρίψει ἕπεται ή θερμότης, καὶ ταύτῃ τὸ ὁμαλυνθῆναι, τῇ δὲ ὁμαλότητι ἡ ὑγίεια. ἡ μὲν οὖν ἀπὸ τῆς ὑγιείας μέχρι τῆς τρίψεως κίνησις νόησις λέγεται, ἡ δὲ ἀπὸ τῆς τρίψεως ἄχρι τῆς ὑγιείας ποίησις. τὸ δὲ ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται οἶμαι ὡς τῷ ὥστε συμβαίνειν τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίνεσθαι τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην συντάττεσθαι· καὶ εἴη ἂν λέγων ὅτι ὥσπερ ὑγίεια ἐξ ὑγιείας γίνεται, οὕτω καὶ ἡ ὁμαλότης ἐκ τῆς ὁμαλότητος τῆς ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ οὔσης καὶ ἡ θερμότης ἐκ τῆς θερμότητος. ὑπάρχει οὖν, ὥσπερ εἴρηται, ἡ τρῖψις δυνάμει. ἢ οὐ τοῦτο λέγει ὅτι ὑπάρχει ἡ τρῖψις δυνάμει τῷ ἰατρῷ, ἀλλ᾿ ὅτι ἡ τρῖψις δυνάμει ὑγίειά ἐστιν. εἰ γὰρ ἡ τρῖψις ἀρχὴ τῆς ὑγιείας ἐστὶ καὶ πρῶτον αἴτιον, δῆλον ὅτι ἡ τρῖψις δυνάμει ἐστὶν ὑγίεια. καὶ οἶμαι ὅτι τὸ ὑπάρχει δὲ τοδὶ δυνάμει περὶ τρίψεως εἴρηται, ὅτι ἡ τρῖψις δυνάμει ἐστὶν ὑγίεια, τὸ δὲ τοῦτο δ᾿ ἐπ᾿ αὐτῷ περὶ τοῦ ἰατροῦ, τουτέστιν ἡ τρῖψις δὲ ἐπὶ τῷ ἰατρῷ ἐστι, καὶ δύναται αὐτὴν ποιῆσαι. ἡ τρῖψις οὖν ἡ ποιοῦσα τὴν θερμότητα καὶ ἐξ ἧς ἡ κίνησις καὶ ἡ ἀρχὴ τοῦ ὑγιαίνειν γίνεται, ἐὰν μὲν ἀπὸ τέχνης ἤτοι ἀπὸ τοῦ τεχνίτου γίνηται, οὐκ ἀπὸ ταὐτομάτου λέγεται γίνεσθαι ἡ ὑγίεια ἡ ἐκ ταύτης τῆς τρίψεως γεγονυῖα, ἀλλὰ τὸ εἶδος τῆς ὑγιείας τὸ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ αἴτιόν ἐστι ταύτης τῆς ὑγιείας. εἰ δὲ ἀπὸ ταὐτομάτου συμβῇ γενέσθαι τὴν ὑγίειαν, ὅπερ γέγονεν αἴτιον τῆς ἀπὸ τέχνης γεγονυίας ὑγιείας, τοῦτο γενήσεται καὶ τῆς ἐξ αὐτομάτου. οἷον εἰ ὑγίεια ἡ ἀπὸ τοῦ τεχνίτου γεγονυῖα ἐκ τρίψεως ἐγένετο, αὕτη ἡ τρῖψις γενήσεταί ποτε καὶ ἐκ ταὐτομάτου αἰτία ὑγιείας. ὡς γὰρ ὁ ἰατρὸς τρίψας τὴν κοιλίαν τοῦ νοσοῦντος θερμότητα πεποίηκε καὶ αὕτη ὁμαλότητα κἀκείνη τὴν ὑγίειαν, οὕτω συμβήσεται καὶ τὸν νοσοῦντα τρῖψαι τὴν ἰδίαν κοιλίαν, οὐ χάριν τοῦ ποιῆσαι θερμότητα ἀλλὰ κατὰ τύχην, ταύτην δὲ τὴν τρῖψιν ποιῆσαι θερμότητα καὶ ταύτην ὁμαλότητα καὶ ταύτην ὑγίειαν. ὥστε ἀντιστρέφει· εἰ μὲν ἡ ὑγίεια ἡ ἐκ τρίψεως γεγονυῖα ἐκ ταὐτομάτου γέγονε, καὶ ἡ τρῖψις ἄρα ἐκ ταὐτομάτου ἐγένετο, καὶ ἐὰν ἡ τρῖψις ἐκ ιαὐτομάτου καὶ ἡ ὑγίεια. ἐὰν δὲ ἀπὸ ταὐτομάτου, φησί, γένηται ἡ ὑγίεια, ἀπὸ τούτου γενήσεται, ἤτοι ἀπὸ τῆς τρίψεως, ὅπερ ἐγένετο τοῦ ποιεῖν ἀρχὴ τῷ ποιοῦντι ἀπὸ τέχνης· τουτέστιν ἥτις τρῖψις καὶ τῷ ἀπὸ τέχνης ποιοῦντι τεχνίτῃ τὴν ὑγίειαν ἀρχὴ γέγονεν αὐτῷ καὶ αἴτιον τοῦ τὴν ὑγίειαν ποιῆσαι, αὕτη γενήσεται καὶ ἐκ ταὐτομάτου. καὶ τὴν μὲν θερμότητα τὴν ἐν τῷ σώματι ποιεῖ τῇ τρίψει. αὕτη δὲ ἡ ἐν τῷ σώματι ὑπὸ τῆς τρίψεως γεγονυῖα θερμοτης ἢ μέρος ἐστὶ τῆς γεγονυίας ὑγιείας, ἢ εἰ μή ἐστιν ἡ θερμότης μέρος τῆς ὑγιείας, ἀλλ' οὗν ἕπεται αὐτῇ τοιοῦτόν τι οἷον ἡ ὁμαλότης, ἥτις μέρος ἐστὶ τῆς ὑγιείας. αὐτὸ δὲ τὸ ἑπόμενον τῇ θερμότητι καὶ μέρος ὂν τῆς ὑγιείας ἢ εὐθὺς ἕπεται αὐτῇ, ἢ εἰ μὴ εὐθύς, ἀλλ’ οὗν διὰ πλειόνων. τὸ δὲ τηῦτο δ’ ἔσχατον τὸ ποιοὑν τοιοῦτον ἄν εἴη, ὅτι ἡ τρῖψις ἡ ποιοῦσα τὸ μέρος τῆς ὑγιείας ἐσχάτη ἐστὶ καὶ τῆς θερμότητος καὶ τῆς ὁμαλότητος καὶ τῶν λοιπῶν. καὶ ὥσπερ ἡ θερμότης ἢ τὸ ἑπόμενον αὐτῇ (τοῦτο γὰρ δεῖ προσυπακούειν) μέρος ἐστὶ τῆς ὑγιείας, οὗω καὶ οἱ λίθοι τῆς οἰκίας καὶ ὁ χαλκὸς τοῦ ἀνδριάντος. ὥστε φανεοͅόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι οὐθὲν · Iίνειαι μὴ προϋπάρχοντός τινος, ἀλλὰ πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. καὶ ὅτι μὲν οὖν μέρος τι ἀναλογοῦν ὕλῃ ἐξ ἀνάγκης ὑπάρξει τοῖς γινομένοις, φα|νερόν. ὅτι δὲ καὶ τῶν τοῦ ὁρισμοῦ μερῶν τι λόγον ὕλης ἐπέχει, οὐκ ἀφανέ· τὰ γὰρ γένη ὕλῃ ἀναλογεῖ, καὶ τοῦτο δῆλον ἐκ τοῦ τὸν χαλκοῦν κύκλον δύο λέγεσθαι ἔχειν ὕλας, τόν τε χαλκὸν καὶ τὸ σχῆμα, τὸν μὲν χαλκὸν ὡς τοῦ συναμφοτέρου ,τὸ δὲ σχῆμα ὡς τοῦ εἴδους. ενχει δὴ ὁ χαλκοῦς κύκλος οὐ μόνον κατὰ τὸ συναμφότερον τὴν ὕλην, ἀλλὰ καὶ ἐν τῷ λόγῳ. Ἐξ ο ὗ’ δὲ ὡς ὕλης γίνεται ἔνια λέγεται ὅταν XeY’-Qxai οὐκ ἐκεῖνο ἀλλ᾿ ἐκείνινον. Δείξας ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται λέγει ὅτι ἔνια, ὅταν λέγηται, οὐ λέγεται ἐκεῖνο ἐξ οὗ γίνεται, ἀλλ’ ἐκεῖνο μὲν ὅλως οὐ λέγεται οὐδὲν εἰ μὴ παρωνύμως, οἷον ὁ ἀνδριὰς ὅλως οὐ λέγεται λίθος ἀλλὰ λίθτνος· οὐ γὰρ ἐγένετο ὁ λίθος ἀνὸριάς. τὸ γὰρ γεγονός τι ἀλλοιωθὲν καὶ ἐκστὰν τοῦ ὃ ἦν πρότερον ἐγένετο ὃ οὐκ ἦν· ὁ δὲ λίθος λίθος πάλιν λίθος μένει τὸ εἶδος δεξάμενος τοῦ ἀνδριάντος, ὥστε οὔτε ἐγένετο ὁ λίθος ἀνδριὰς οὔτε λέγεται τοῦτο ἤτοι οὔτε λέγεται τοῦτο ἤτοι οὔτε λέγεται ἀνδριάς. ὥσπερ οὗν ὁ ἀνδριὰς ἐξ οὗ γέγονεν οὐ λέγεται ἐκεῖνο οἷον λίθος, οὕτως οὐδὲ ὁ ὑγιαίνων νοσῶν· καὶ οὗτος γὰρ ἐκ νοσοῦντος γεγονὼς ὑγιαίνων οὐ λέγεται νοσῶν. καὶ τινὰ μὲν ὅλως οὐ λέγεται ἐκεῖνο, τινὰ δὲ λέγονται μὲν ἐκ τῆς στερήσεως τινὰ δ οὔ. καὶ χρὴ τοῦ σύμπαντος ῥητοῦ οὕτως ἀκούειν, ὅτι ἔντα μὲν ἐξ οὗ ὡς ὕλης ἐγένετο λέγεται οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνινον, οἷον ὁ ἀνδριὰς οὐ λί- θος ἀλλὰ λίθινος· τούτου γάρ, λέγω δὴ τοῦ λίθινος, ἐστὶ δηλωτικὸν ἐκείνινον. καὶ ὁ ὑγιαίνων ὁμοίως οὐ λέγεται νοσῶν. καὶ τότε δεῖ προσ θεῖναι ὅτι καὶ πάλιν τινὰ μὲν τῶν ὄντων λέγεται μὲν ἐκ τῆς στερήσ τινὰ δὲ οὐ λέγεται ἐξ ἐκείνης γίνεσθαι ἀλλ’ ἐκ τῆς ὕλης. καἰ εἰ τοῦτο προστεθείη, ἔσται τὸ ἐπαγόμενον σαφές, τὸ αἴτιον δὲ ὅτι γίνεται ἐκ τῆς στερήσεως καὶ τοῦ ὑποκειμένου. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· αἴτιον δὲ τοῦ τινὰ μὲν λέγεσθαι ἐξ οὗ γίνεται τινὰ δὲ μή, ὅτι γίνονται ἐκ τῆς στερήσεως, ἥτις συνείληπται τῇ ὕλη· καὶ ὅταν μὲν ὠνομασμένη ᾖ ἡ στέρησις, τέτε λέγομεν ὅτι γέγονεν ἐκ τοῦδε, ὥσπερ φαμὲν ὅτι ὁ ὑγιαίνων γέγονεν κάμνοντος ὑγιὴς διὰ τὸ κεῖσθαι ὄνομα τῇ στερήσει τῆς ὑγιείας, αὕτη δέ ἐστιν ἡ νόσος, καὶ οὐ λέγομεν ὅτι ὁ ὑγιαινων ἐξ ἀνθρώπου γέγονεν, ὅστις ἀναλογεῖ ὕλῃ, ἀλλ᾿ ἐκ κάμνοντος, διότι, ὡς εἴρηται, κεῖται ὄνομα τῇ στερήσει. ἐπ’ ἐνίων δέ, οἷον ἐπὶ τοῦ ἀνδριάντος καὶ τῆς οἰκίας, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει, ὥσπερ ἐνταῦθα ὁ ὑγιὴς ἐκ κάμνοντος λέγεται γενέσθαι, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ τῆς τοῦ ἀνδριάντος καὶ τῆς οἰκίας στερήσεως γίνονται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι ὄνομα ταῖς στερήσεσι δοκεῖ ὅτι ὥσπερ ὁ ὑγιὴς ἐκ κάμνοντος γίνεται, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ χαλκοῦ ἢ λίθων· καὶ διὰ τοῦτό φαμεν ὅτι ἐκ χαλκοῦ γέγονεν ὁ ἀνδριὰς καὶ ἡ ἐκ λίθων. καὶ ἐπειδὴ ὥσπερ ὁ ὑγιαίνων ἐκ κάμνοντος γίνεται, οὕτως καὶ ὁ ἀνδρὰς ἐκ χαλκοῦ ἢ λίθου, οὐ λέγεται δὲ ὁ ὑγιὴς ἐκεῖνο ἐξ οὗ γέγονεν, οἷον οὐ λέγεται ὁ ὑγιὴς νοσῶν, οὕτω καὶ ὁ ἀνδριὰς οὐ λέγεται λέγεται ἢ λίθος, ἀλλὰ λίθινος ἢ χαλκοῦς. ὅτι δὲ ἀνώνυμος ἡ ἐν τῷ χαλκῷ στέρησις φανερόν. εἰ γὰρ δυνατὸν ὁρίσασθαι καὶ εἰπεῖν ὅτι τοῦδε τοῦ σχήματος ἔχει στέρησιν, οἰον φέρε ἀνδριάντος, ἵνα λέγωμεν ὅτι ὁ χαλκὸς στέρησιν ἔχων ἀνδριάντος γέγονεν ἐκ τῆς τοιαύτης στερήσεως, λέγω δὴ ἐκ μὴ ἀνδριάντος· εἰ γὰρ τοῦτο λέγοι τις ὅτι ὁ χαλκὸς στέρησιν ἔχει τοῦ σχήματος τοῦ ἀνδριάντος, πρόχειρον ἐμοὶ λέγειν ὅτι οὐ τοῦ ἀνδριάντος ἀλλὰ λέβητος ἢ τρίποδος ἢ κιβωτίου ἢ ἵππου ἢ ἄλλου τινός. ὥστε διὰ τὴν ἀοριστίαν τοῦ 30 ποίου σχήματος ἔχει στέρησιν ὁ χαλκὸς καὶ διὰ τοῦτο καὶ ἀνωνυμία τὰ τὰ γὰρ ἀόριστα ἀνώνομα) οὔ φαμεν τὴν στέρησιν ἀλλὰ τὴν ὕλην. ὁμοίωςκαὶ ἐπὶ τῶν τῶν λίθων· οὐδὲ τούτων γὰρ ἡ στέρησις ὠνομασμένη τυγχάναι, ἵνα λέγωμεν ὅτι ἐκ μὴ οἰκίας γέγονεν ἡ οἰκία. καὶ οὐ τοῦτό φαμεν ὅτι ἡ οἰκία ἐξ οὐκ οἰκίας οὐ γίνεται (μαχόμενα γὰρ ἂν ἐλέγομεν τοῖς ἐν τοῖς Περὶ φύσεως διορισθεῖσι· φανερὸν γὰρ ὅτι ἐκ μὴ οἰκίας γέγονεν), ἀλλὰ ὅτι οὐ δυνατὸν λέγειν ὡς ἐκ τῆς ἐνούσης ἐν τῷ λίθῳ στερήσεως τῆς οἰκίας. οὐ μόνον γὰρ ἐν τῷ λίθῳ στέρησις οἰκίας ἐστίν, ἀλλὰ καὶ ἀνδριάντος καὶ ἄλλων μυρίων. εἰπὼν δὲ ὅτι διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει ἐκεῖνο μὲν ὅλως ἐξ οὗ γέγονεν οὐ λέγεται, οἷον οὐ λέγεται λίθος ὁ ἀνδριάς, ἐξ ἐκείνου δὲ κατὰ τοῦτο, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει (εἰ γὰρ ἔκειτο οὐκ ἄν τοῦτο ἐλέγομεν. ὥσπερ οὐδ’ ἐπὶ τοῦ ἀνθρώπου· οὐ γὰρ γὰρ λέγομεν ὅτι ἐξ ἀνθρώπου γέγονεν ὁ ὑγιής), καὶ ἄλλην αἰτίαν τίθησι τοῦ διὰ τί οὐ λέγεται ἐκ λίθου γίνεσθαι τὸν ἀνδριάντα, λέγων ἐπεὶ οὐδ’ ὡς ἐκ ξύλου γίνεται ὁ ἀνδριὰς καὶ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον τοῦτό ἐστιν. ἐάν τις σφόδρα καὶ ἀκριβῶς ἐπιβλέψῃ καὶ ἐπιστήσῃ τῇ τῶν πραγμάτων φύσει, οὐκ ἄν εἴποι ὅτι ἐκ ξύλου γίνεται ὁ ἀνδριὰς ἢ ἐκ χαλκοῦ, ὅτι τὸ μὲν ἔκ τινος γινόμενον ἐκεῖθεν ἐξ οὗ γίνεται μεταβάλλει καὶ ἐξίσταται τῆς ἐν ᾗ ἦν φύσεως καὶ γέγονεν ἄλλο τι· ὁ δὲ χαλκὸς ἀνδριὰς γεγονὼς πάλιν μένει χαλκός, ὃ οὐκ ἄν εἴποις ἐπὶ τοῦ ὕδατος γεγονότος ἀέρος· οὐκ ἄρα οὔτε γίνεται ἐκ χαλκοῦ ἀνδριὰς οὔτε λεχθήσεται τοῦτο ἐπὶ τοῦ ἀνδριάντος, λέγω δὴ ὅτι ἐκ χαλκοῦ γέγονεν. ἀλλὰ τὰ μὲν λεγόμενα, οἶμαι, τοιαῦτα. ἐν δὲ τῇ λέξει τῇ ὧν δ’ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος οἷον ἐν χαλκῷ |σχήματος ὁποιουοῦν τοιοῦτόν ἐστιν· ὧν δ’ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος, ἐπὶ τούτων οὐ δοκεῖ ἐκ τῆς στερήσεως γίνεσθαι, ὥσπερ ἐκ κάμνοντος· ἐν γάρ τῷ χαλκῷ οὐκ ἔστι δῆλον ποίου σχήματος στέρησιν ἔχει. ἡ μὲν δὴ τῶν λεγομένων ἔννοια τοιαύτη τις ἂν εἴη καὶ οὕτω δὴ κατ’ ἐμὴν δύναμιν σεσαφήνισται· ἐπιζητήσειε δ’ ἄν τις ποίαν τινὰ χρείαν τοῖς προσεχῶς δειχθεῖσι παρέχεται. δέδεικται γὰρ ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. τίνα οὖν χρείαν πρὸς ταῦτα παρέχεται τὸ λέγειν ὅτι τινὰ μὲν λέγεται οὐκ ἐκεῖνο ἐξ οὗ γίνεται ἀλλ’ ἐκείνινον; ἢ οὐδεμίαν ἄλλην, ἀλλ’ ἐπειδὴ ἔδειξεν ὅτι πᾶν τὸ γινόμενον ἔ. τινος γίνεται, διαρθρῶσαι ἠθέλησε καὶ τὸ πῶς λέγονται τὰ γινόμενα. Ἐπεὶ δ’ ὑπό τινος γίνεται τὸ γινόμενον· τοῦτο δὲ λέγω, ὅθεν ἡ ἀρχὴ τῆς γενέσεως ἐστι. Προθέμενος δεῖξαι ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται, καὶ συνιδὼν ὅτι οὐδὲν αὐτῷ πρᾶγμα οὐδὲ δυσχερὲς εἰς τὸ τοῦτο δεῖξαι γενήσεται, εἰ πρότερον δείξει ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται, καὶ τοῦτο δείξας, νῦν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται. καί φησιν ἐπειδὴ τὸ γινόμενον ὑπό τινος γίνεται (τοῦτο δὲ ὑφ’ οὗ γίνεται τὸ γινόμενον ἐστὶ τὸ ποιητικόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς γενέσεως), καὶ ἔκ τινος γίνεται καὶ ἔστω, φησίν, ἐξ οὗ γίνεται τὸ γινόμενον μὴ ἡ στέρησις ἀλλ’ ἡ ὕλη· ἤδη γὰρ ὥρισται ὃν τρόπον 15 τοῦτο λέγεται ὅτι ἐκ τῆς στερήσεως γίνεται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι αὐτῇ ὄνομα λέγομεν ἐκ τῆς ὕλης), ἐπειδὴ οὖν τὸ γινόμενον ὑπό τε ποιητικοῦ γίνεται καὶ ἐκ τῆς στερήσεως ἢ καὶ ἐκ τῆς ὕλης, καὶ τὶ γίνεται, οἷον ἄν- θρωπος ἢ ἵππος ἢ σφαῖρα ἡ κύκλος ἢ ἄλλο τι. ὥσπερ οὐδὲ τὸν χαλκόν λεγέσθω γὰρ ἐπὶ τούτου) ποιεῖ, οὕτως οὐδὲ τὴν σφαῖραν, οὐχὶ τήνδε τὴν μερικήν φανερὸν γὰρ ὅτι ταύτην ποιεῖ), ἀλλὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαίρα οὐ ποιεῖ, ἀλλὰ τίθησιν αὐτὸ περὶ τὸν χαλκόν· εἰ δὲ καὶ λέγεται σφαῖραν ποιεῖν, κατὰ συμβεβηκὸς τοῦτο λέγεται· διὰ γὰρ τὸ τὴν χαλκῆν σφαῖραν ποιεῖν λέγεται σφαῖραν ποιεῖν, ἀλλ’ οὐχὶ διὰ τὸ τὸ εἶδος τῆς σφαίρας καὶ τὸ τί ἦν εἷναι, ὃ περὶ τὸν χαλκὸν τίθησιν· αὐτὸ γὰρ οὐ γίνεται. τὸ γὰρ τόδε τι ποιεῖν, τουτέστι τὸ γὰρ τήνδε τὴν μερικὴν σφαῖραν ποιεῖν, ἐστὶ τὸ ἐξ ὑποκειμένου τοῦ χαλκοῦ καὶ τοῦ εἴδους ποιεῖν τόδε τι ἤτοι σύνθετον. ποιεῖ γὰρ τὸ στρογγύλον ἐν τῷ χαλκῷ, τὸ δὲ στρογγύλον (αὐτὴν λέγω τὴν στρογγυλότητα τὴν ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσαν) οὐ ποιεῖ οὐδὲ τὸ εἶδος τῆς σφαίρας (ἔστι γάρ), ἀλλὰ τοῦτο τὸ εἶδος τῆς σφαίρας ποιεῖ ἐν ἄλλῳ καὶ περιτίθησιν αὐτὸ τῷ χαλκῷ. εἰ δὲ λέγει τις καὶ τὸ εἶδος ποι|εῖν τῆς σφαίρας ὥσπερ τὸ σύνθετον, ἐπειδὴ πᾶν τὸ γινόμενον, ὡς δέδεικται, ἔκ τινος γίνεται, γενήσεται καὶ τοῦτο ἐξ ἄλλου κἀκεῖνο ἐξ ἄλλου καὶ τοῦτο εἰς ἄπειρον, ὅπερ ἀδύνατον. ὥσπερ γὰρ ὁ ποιῶν τὴν χαλκῆν σφαῖραν ἐκ τουδὶ τοῦ ὄντος ποιεῖ, οἷον ἐκ χαλκοῦ τοδὶ τὴν σύνθετον σφαῖραν ποιεῖ, οὕτω εἰ καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαίρα ποιεῖ, ἐξ ὑποκειμένου τινὸς ποιήσει, καὶ βαδιοῦνται αἱ γενέσεις εἰς ἄπειρον. ὥστε καὶ ἐκ τούτων φανερόν ἐστιν ὅτι οὐδὲ τὸ εἶδος, ἢ ὅ τι χρὴ κλεῖν τὴν μορφὴν τὴν ἐν τοῖς αἰσθητοῖς, γίνεται, οὐδὲ διὰ γενέσεως εἰς τὸ εἶναι ἄγεται, ἀλλὰ τῆς ὕλης ὑπὸ τῆς ἐν αὐτῇ φύσεως ἀλλοιουμένης καὶ γινομένης ἀχρόνως ἐπιγίνεται αὐτῇ καὶ ἐν ἀτόμῳ νῦν. οὐ μόνον δέ, φησί, φανερόν ἐστιν ὅτι τὸ ἐν τῷ αἰσθητῷ εἶδος οὐ γίνεται, ἀλλ’ οὐδ’ ἔστι τοῦτο, λέγω δὴ τὸ ἐν τῷ αἰσθητῷ εἶδος, τὸ τί ἦν εἶναι· τὸ γὰρ τί ἦν εἷναι καθόλου καὶ νοητόν, τοῦτο δὲ αἰσθητὸν καὶ μερικόν, ὃ καὶ γίνεται ἐν τῇ ὕλῃ ὑπὸ φύσεως ὥσπερ τὸ ἐν ἐμοὶ εἶδος καὶ τὸ ἐν τοῖς καθ’ ἕκαστα, ὑπὸ τέχνης δὲ ὡς ἡ χαλκῆ σφαῖρα, ὑπὸ δυνάμεως δὲ ὡς αἱ ἀρεταί· εἴδη γάρ τινα καὶ αὗται κοσμοῦσαι τὴν ψυχὴν ὡς τὰ εἴδη τὴν ὕλην· αἵπερ ἀρεταὶ οὐ γίνονται, ὥσπερ οὐδὲ ἡ σφαῖρα, καὶ γίνονται ἐν ἄλλῳ, ἤτοι τῇ ψυχῇ, ὡς ἡ σφαῖρα ἐν τῷ χαλκῷ. καὶ τὴν μὲν χαλκῆν σφαῖραν ποιεῖ ἔκ τε τοῦ χαλκοῦ καὶ τοῦ εἴδους τῆς σφαίρας· ποιεῖ γὰρ τὴν σφαῖραν ἐν τῷ χαλκῷ, καί ἐστιν ὃ πεποίηκε σφ’ αἴρα χαλκῆ· τὸ δὲ τί ἦν εἶναι σφαίρᾳ ὅλως οὐ ποιεῖ. εἰ γὰρ ἔσται γένεσις αὐτῆς, ἔκ τινος 35 ἔσται· πᾶν γὰρ τὸ γεγονὸς διαιρεῖται εἰς τὸ ἐξ οὗ γέγονε καὶ εἰς τὸ ὃ ἐγένετο. καὶ εἴπερ ἐστὶ σφαῖρα σχῆμα τὸ πάντῃ ἴσον ἀπέχον τοῦ κέντρου, τούτου τοῦ σχήματος τὸ μὲν ἔσται ὑποκείμενον, ἐν ᾧ τὸ εἶδος ἔσται, ὃ ποιεῖ ὁ ποιῶν περὶ αὐτό, τὸ δὲ ἔσται εἶδος ἐν τῷ ὐποκειμένῳ ὄν, τὸ δ’ ἐκ τούτων ἔσται ἡ γεγονυῖα χαλκῆ σφαῖρα. καὶ λοιπὸν συμπεραίνεται λέγων φανερόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι τὸ μὲν λεγόμενον ὡς εἶδος ἢ ὡς οὐσία οὐ γίνεται, τὸ δὲ σύνθετον τὸ ἐκ τούτου καὶ τῆς ὕλης γίνεται τοῦτο γὰρ εἶπεν ὅτι ἡ κατὰ ταύτην σύνοδος), καὶ ὅτι ἐν παντὶ τῷ γινομένῳ· · ὕλη ἔνεστι καί ἐστι τὸ μὲν ὡς εἶδος τὸ δ’ ὡς ὕλη. Πότερον δέ ἐστί τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους. Δείξας ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται ἀλλ’ ἔστι μέν, γίνεται δὲ περὶ τὸ ὑποκείμενον, εἰπὼν δὲ καὶ ὅτι τὸ εἶδος ἢ ἡ μορφὴ ἡ ἐν τῷ αἰσθητῷ οὐ διὰ γενέσεως γίνεται ἀλλ’ ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν λέγει δὲ εἶναι τὸ εἶδος οὐκ ἐνεργείᾳ καὶ καθ’ αὑτό, ὥσπερ ἐγώ, ἀλλὰ τῇ ἐπινοίᾳ), ταῦτα δὴ δείξας ἐρωτᾷ πότερον ἔστι τις σφ’ αἴρα παρὰ τάσδε ἢ οἰκία παρὰ τἀς πλίνθους αὐτὴ καθ’ αὑτὴν καὶ ἁπλῶς ἄνθρωπος παρὰ τοὺς ἀν|θρώπους. καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ οὐκ ἄν ποτε ἐγίνετο τό ’δε καὶ αἰσθητόν· σύνηθες δὲ αὐτῷ τὸ τόδε τι ἐπὶ τῶν αἰσθητῶν καὶ εἰς δεῖξιν πιπτόντων καὶ ὅλως ἐπὶ τῶν καθ’ αὑτὰ δυναμένων εἶναι λαμβάνειν. καὶ ἐν ταῖς Κατηγορίαις γὰρ εἶπεν ὅτι ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν, πρώτας λέγων Σωκράτην καὶ ἁπλῶς τὰ ἄτομα, ἀναμφισβητήτως τόδε τι σημαίνει ἑκάστη. οὐκ ἂν οὖν, φησίν, εἰ οὕτως ἦν, τουτέστιν εἰ χωριστὰ καὶ καθ’ αὑτὰ ἦν τὰ εἴδη, ἐγίνετο ἄν τόδε τι, ὥστε καὶ ἄλλου τινος ἀλλοιουμένου ἐπιγίνεσθαι τὸ εἶδος ἀχρόνως τῷ ἀλλοιουμένῳ· ἀλλ’ εἴπερ ἄρα ἔμελλε γίνεσθαι ἐν τῇ ὕλῃ, κατὰ σύνθεσιν ἄν τοῦτο ἐγένετο. ὡς γὰρ οἱ λίθοι αὐτοὶ καθ’ αὑτοὺς ὄντες συνθέσει ἀλλ’ οὐ διὰ γενέσεως καὶ ὅλως ἀλλοιώσεως τῆς οἰκίας μέρη γίνονται καὶ ταύτην ἀπεργάζονται, οὕτως εἴπερ ἦσαν καὶ τὰ εἴδη καθ’ αὑτά, συντιθέμενα μετὰ τῆς ὕλης τὰ ἄτομα ἂν ἐποίει, ἀλλ’ οὐ διὰ γενέσεως καὶ ἀλλοιώσεως. καὶ ἄλλως, ὥσπερ ὁδὶ ὁ οἶνος καὶ τοδὶ τὸ μέλι καθ’ αὑτὰ ὄντα τὸ οἰνόμελι πεποιηκότα οὐ δύνανται καὶ ἐν ἄλλοις εὑρίσκεσθαι, οὕτως εἴπερ καὶ ὁ ἄνθρωπος καθ’ αὑτὸν ἦν συντεθεὶς τῃδὶ τῇ ὕλῃ καὶ ποιήσας τὸν Σωκράτην, ἐν ἑτέρᾳ ὕλῃ οὐκ ἄν ἠδυνήθη γενέσθαι, ὥστε καὶ ἕτερον ἄνθρωπον ποιῆσαι, μέχρις οὗ ἐχωρίσθη τῆς ὕλης μεθ’ ἧς τὸν Σωκράτην ἐποίησεν. ὅπερ οὐ συμβαίνει τοῖς μὴ χωριστὰ τὰ εἴδη λέγουσιν· οὐ γὰρ καθ’ αὑτόν φασιν εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶδος τοῦ ἀνθρώπου, ἀλλὰ τῇ ἐπινοία τοῦτον χωρίζουσιν ἐκ τῶν πολλῶν, ἐν τοῖς μερικοῖς δὲ τὴν τοιάνδε φύσιν τὸ εἶναι διδόασιν. εἰ μὲν οὖν ἦν, φησί, τὰ εἴδη καθ’ αὑτά, οὐκ ἂν ἐγίνετο τόδε τι· ἀλλὰ τὸ μὲν εἶδος τοιόνδε τι σημαίνει, τουτέστι ποιόν τι σημαίνει, οὐχ ἁπλῶς δὲ ποιόν, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ἤτοι οὐσίαν τινὰ ποιότητα ἔχουσαν, καὶ τοῦτο διαφέρει τῆς ὕλης ὅτι ἐκείνη ἄποιός ἐστιν. ἀλλὰ τοιόνδε μὲν τὸ εἶδος σημαίνει, τόδε δέ τι καὶ ὡρισμένον καὶ καθ’ αὑτὸ δυνάμενον εἶναι οὐκ ἔστιν, ἀλλ’ ὁ ποιῶν καὶ γεννῶν ἐκ τοῦδε τοῦ εἴδους ποιεῖ καὶ γεννᾷ τοιόνδε, ἤτοι τὸ ἐξ ὕλης καὶ εἴδους. καὶ ὅταν γεννηθῇ, ἔστι τόδε τοιόνδε, τουτέστι σύνθετος οὐσία ἐξ ὕλης καὶ εἴδους. τοῦτο δὲ τὸ τόδε ὂν τοιόνδε ἐστὶν ὁ Καλλίας ἢ ὁ Σωκράτης· ὥσπερ γὰρ ἡ σφαῖρα ἡ χαλκῆ ἡδὶ ἐξ ὕλης καὶ εἴδους ἐστίν, οὕτω καὶ ὁ ἄνθρωπος ὁδὶ καὶ ὅλως τὸ ζῷον ἐξ ὕλης εἰσὶ καὶ εἴδους. οὕτω μὲν οὖν τὸ εἶδος τὸ ἔνυλον ποιεῖ περὶ τὴν ὕλην, καὶ ὅταν ποιήσῃ ἢ γεννήσῃ, ἔστιν· εἶδος δὲ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστὸν οὐκ ἔστιν. Φανερὸν ἄρα ἐκ τῶν εἰρημένων ὅτι τὸ αἰτιᾶσθαι τὰ εἴδη ὡς ποιητικὰ τῶν τῇδε καὶ διδόναι αὐτοῖς ὕπαρξιν διὰ τοῦτο οὐδέν εἰσι χρήσιμα πρὸς τὰς γενέ|σεις καὶ τὸ ποιεῖν τὰς ἀτόμους οὐσίας· οὐδὲ εἶεν ἄν καθ’ αὑτὰς οὐσίαι διὰ τὸ ὡς εἴρηται τὰ τῇδε ποιεῖν. φανερὸν γάρ ἐστιν ἐπί τινων, οἷον ἐπ’ ἐμοῦ καὶ τῶν κατὰ μέρος ἀνθρώπων, ὅτι ὁ γεννήσας με πατὴρ οἷος ἐγώ ἐστιν ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ οὐ χωριστὸν εἶδος. εἰ δ’ ἦσαν τὰ εἴδη αἴτια γενέσεως, ἔδει τοῦ πατρός μου μὴ ὄντος γενέσθαι ἐμέ. οὐ πάντῃ δὲ οἷος ἐγώ ἐστιν ὁ πατήρ μου, ἀλλὰ τῷ μὲν εἴδει ὁ αὐτός, τῷ δ’ ἀριθμῷ οὐκέτι. καὶ ἁπλῶς ἐπὶ τῶν φυσικῶν οἷον τὸ γεννῶν, τοιοῦτον καὶ τὸ γεννώμενον• ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου γεννᾶται καὶ ἵππος ἐξ ἵππου, εἰ μή τι παρὰ φύσιν γένηται, ὥσπερ ἵππος οὐ διόλου ἵππον γεννᾷ· ἵππον μὲν γὰρ γεννᾷ ἵππῳ θηλείᾳ συνδυασθείς, ἀλλὰ καὶ ἡμίονον ὄνῳ συνιών. ἀλλὰ καὶ ταῦτα, φησίν, ὁ ἵππος καὶ ἡ ὄνος κατά τι κοινὸν τὸν ἡμίονον γεννῶσις· ὡς γὰρ ὁ Σωκράτη μετὰ τῆς Ξανθίππης κατὰ κοινόν τι τὸν ἄνθρωπον ἐγέννησε τοὺς αὐτοῦ παῖδας, οὕτω καὶ ὁ ἵππος μετὰ τῆς ὄνου κατὰ κοινόν τι τὸν ἡμίονον ἐγέννησεν· ἀλλὰ διὰ τὸ μὴ ὠνομάσθαι τὸ ἐγγύτατον γένος, τουτέστι τὸ κοινὸν καθ’ ὃ τὸν ἡμίονον ἐγέννησεν, οὐ φαίνεται τοῦτο, εἴη δ’ ἄν, φησίν, ἴσως τὸ κοινὸν οἷον ἡμίονος. ὥστε δῆλον ὅτι οὐ δεῖ ὡς παράδειγμα εἶδος κατασκευάζειν· μάλιστα γὰρ ἄν ἐν τούτοις ἐπεζητοῦντο, τουτέστιν αἱ ἐνέργειαι τῶν εἰδῶν μάλιστα ἐν τοῖς αἰσθητοῖς ἐφαίνοντο ἂν καὶ ἀτόμοις· ταῦτα γὰρ μάλιστα οὐσίαι. οὐ φαίνονται δ’ οὐδὲν περὶ τὴν γένεσιν αὐτῶν ἐνεργοῦντα, ἀλλ’ ἱκανόν ἐστι τὸ γεννῶν ποιῆσαι τὸ γεννώμενον μηδενὸς παραδείγματος φροντίζον· μήτε δὲ εἰς παράδειγμα ἀφορῶν τὸ γεννῶν γεννᾷ τὸ γεννώμενον, καί ἐστιν αἴτιον τὸ γεννῶν προσεχὲς τοῦ εἴδους τὸ εἶναι ἐν τῇ ὕλῃ· αὐτὸ γάρ ἐστι διὰ μέσης τῆς φύσεως τὸ τῷ εἴδει παρέχον τὸ εἶναι ἐν τῇ ὕλῃ, ἀλλ’ οὐ τὸ εἶδος καὶ τὸ παράδειγμα. καὶ ἐστὶ τὸ ὑπὸ τοῦ γεννῶντος ἐν ταῖς σαρξὶ καὶ ὀστέοις καὶ νεύροις εἶδος γεγονὸς ὁ Καλλίας καὶ ὁ Σωκράτης τῷ μὲν εἴδει οἱ αὐτοί, τῷ δ’ ἀριθμῷ ἕτεροι· ἑτέρα γὰρ ἡ ἑκάστου ὕλη· ὧν δὲ ἡ ὕλη ἑτέρα, καὶ αὐτὰ ἕτερα τῷ ἀριθμῷ. Ἀπορήσειε δ’ ἄν τις διὰ τί τὰ μὲν γίνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου. Ἐπειδὴ πολλὰ τῶν ὄντων γίνεται καὶ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου, ὥσπερ εἴρηται ἐπὶ τῆς ὑγιείας, τινὰ δὲ ἀπὸ τέχνης μὲν γίνεται ὡς ἡ οἰκία, ἀπὸ ταὐτομάτου δ’ οὐδαμῶς οὐδέποτε γὰρ ἀπὸ ταὐτομάτου μηδενὸς κινοῦντος συνετέθησαν οἱ λίθοι καὶ γέγονεν οἰκία), ζητεῖ διὰ τί τοῦτο γίνεται. καὶ εἰπὼν λέγει τὴν αἰτίαν τοῦ οὕτω ταῦτα γίνεσθαι, ὅτι τῶν μέν, φησίν, ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως, τουτέστιν ἡ ὡς ἀρχὴ καὶ 466 αἰτία ὑποκειμένη ἐν τῷ ποιεῖν ἤτοι ἐν τῷ ποιεῖσθαι καὶ γίνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ᾗ ὕλη ὑπάρχει τι μέρος τοῦ πράγματος (εῖπε γὰρ καὶ πρότερον ὅτι ἡ θερμότης ἡ ἐν τῷ σώματι ἢ ὑγίειά ἐστιν ἢ ἕπεται αὐτῇ μέρος τι τῆς ὑγείας), ἡ ὕλη δὴ ἡ ὑποκειμένη ἐν τῷ γίνεσθαί τι τῶν ἀπὸ τέχνης ἡ μὲν τοιαύτη ἐστὶν ὡς δυναμένη κινεῖσθαι καὶ ὑφ’ ἑαυτῆς ὡς ἄν κινηθείη καὶ ὑπὸ τοῦ τεχνίτου, ἡ δὲ οὔ, ἀλλ’ ἔστιν ἀδύνατος κινηθῆναι ὑφ’ ἑαυτῆς ὡς ὑπὸ τέχνης κινεῖται· τοῦτό ἐστι τὸ αἴτιον τοὐ τὰ μὲν γίνεσθαι καὶ ἐκ ταὐτομάτου τὰ δὲ μή. ἐπειδὴ δὲ πάντα φυσικήν τινα κίνησιν ἔχει φέρεται γὰρ ὁ λίθος κάτω καὶ τὸ πῦρ ἄνω), λέγει ὅτι ὥσπερ καὶ τῶν ζῴων πολλὰ τὴν μὲν κατὰ τόπον κίνησιν κινοῦνται, ὡδὶ δὲ κινηθῆναι, οἷον φέρε εἰπεῖν ὀρχήσασθαι, οὐ δύνανται, οὕτω καὶ οἱ λίθοι καὶ τὰ ξύλα κάτω μὲν κινηθῆναι δύνανται φυσικῶς, ὡδὶ δὲ ὥστε ἀποτελέσαι οἰκίαν οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ οἰκοδόμου, καὶ τὸ πῦρ ἄνω μὲν κινηθῆναι ὑφ’ ἑαυτοῦ δύναται, ὡδὶ δὲ ὥστε τὸν χαλκὸν ἐκπυρῶσαι οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ χαλκέως. διὰ ταύτας οὗν τὰς αἰτίας τὰ μέν, οἷον οἰκία καὶ πλοῖον καὶ τὰ τοιαῦτα, οὐκ ἔσται ἄνευ τῶν ἐχόντων τὴν τέχνην, τὰ δέ, ὥσπερ ἡ ὑγίεια, ἔσται. εἶτα διαρθρῶν τὸν λόγον λέγει ὅτι τὰ καὶ ὑφ’ ἑαυτῶν δυνάμενα κινεῖσθαι οὐ μόνον ὑπὸ τῶν ἐχόντων τὴν τέχνην κινηθήσεται, ἀλλὰ καὶ κινηθήσεται ὑπὸ τῶν τοιούτων τῶν οὐκ ἐχόντων τὴν τέχνην. τρῖψις γάρ, ὡς πολλάκις εἴρηται, καὶ ὑπὸ τοὐ τεχνίτου γενήσεται καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος. ἢ οὖν κινηθήσεται ὑπὸ τῶν τὴν τέχνην μὴ ἐχόντων, ἢ ἐκ μέρους, τουτέστιν ὑφ’ ἑαυτῶν· ἐπειδὴ γὰρ δύναται κινεῖσθαι καὶ ὑφ’ ἑαυτῶν, ποτὲ μὲν ὑπὸ τοῦ τεχνίτου κινηθήσεται, ποτὲ δὲ καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος, ποτὲ δὲ καὶ ὑφ’ ἑαυτῶν. Δῆλον δ’ ἐκ τῶν εἰρημένων καὶ ὅτι πάντα τρόπον τινα γίνεται ἐξ ὁμωνύμου. Δείξας διὰ πλειόνων ὅτι οὐ μόνον ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται ἀλλὰ καὶ ἡ οἰκία ἐξ οἰκίας ἡ γὰρ τέχνη, καθ’ ἣν ἡ οἰκία γίνεται, οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ τὸ τῆς οἰκίας εἶδος), ὁμοίως καὶ ἡ ὑγίεια ἐξ ὑγιείας, λέγει ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν ὡς πάντα τρόπον τινὰ ἐξ ὁμωνύμου ἤτοι συνωνύμου γίνεται, εἰ μὴ κατὰ συμβεβηκός τι γίνεται. ἐκεῖνο γὰρ τὸ κατὰ συμβεβηκὸς γινόμενον οὐκ ἐκ συνωνύμου φήσει τις εἶναι, οἷον καθ’ αὑτὸ γινομένης τῆς οἰκίας κατὰ συμβεβηκὸς γίνεται τῷδε μὲν βλαβερὰ τῳδὶ δὲ ἡδεῖα. τὸ δὴ βλαβερὸν καὶ τὸ ἡδὺ οὕ φαμεν ἐκ συνωνύμου βλαβεροῦ καὶ ἡδέος γίνεσθαι· οὐ γὰρ ἔστι τέχνη τις αὐτῶν καὶ εἶδος. πάντα οὖν, φησί, τρόπον τινὰ ἐκ συνωνύμου γίνεται. τὸ δὲ τρόπον τινὰ καὶ μετ’ ὀλίγον τὸ ἢ ἐκ μέρους ὁμωνύμου πρόσκειται διὰ τὰ ἀπὸ τέχνης. οὐ γὰρ |οὕτως ἐξ οἰκίας ἐνεργείᾳ οὔσης οἰκία γίνεται, ὥσπερ ὁ ἄνθρωπος ἐξ ἀνθρώπου. ἔστιν οὗν ἡ οἰκία τρόπον τινὰ ἐκ συνωνύμου, ἢ ἐκ μέρους συνωνύμου, τουτέστι τρόπον μέν τινα ἐκ συνωνύμου (ὁ γὰρ λόγος τῆς οἰκίας κατηγορεῖται καὶ κατὰ τῆσδε τῆς οἰκίας), τρόπον δέ τινα οὐκ ἐκ συνωνύμου· οὐ γὰρ ὑφέστηκεν ἡ οἰκία ἐξ ἧς γίνεται· διὸ τρόπον τινὰ αὖθις οὐκ ἐκ συνωνύμων. εἰπὼν δὲ ὅτι ἡ οἰκία ἐξ οἰκίας, ἐπειδὴ ὑπὸ τέχνης ἀλλ’ οὐκ ἐξ οἰκίας ἡ οἰκία γίνεται, τὴν αἰτίαν τοῦ πῶς τοῦτο λέγεται ἐπήγαγεν εἰπὼν ἡ γὰρ ἂρ τέχνη τὸ εἶδος, τουτέστιν ἡ τέχνη, ὑφ’ ἧς ἡ οἰκία γίνεται, οὐκ ἔστιν ἄλλο τι ἀλλ’ ἢ οἰκία· τὸ γὰρ εἶδος τῆς οἰκίας τὸ ἐν τῇ ψυχῇ ἀύλως ὂν τοῦ οἰκοδόμου ἐστὶν ἡ τέχνη, ὡς ἐν τῷ Γ τῶν Περὶ τῆς ψυχῆς δέδεικται. τὸ δὲ ἢ ἐκ μέρους συνωνύμου ἢ ἔχοντός τι μέρος τοιαύτην ἔχει τὴν ἔννοιαν· τὸ γὰρ θερμόν, ἐξ οὗ γέγονεν ἡ ὑγίεια, ἢ μέρος τι τῆς ὑγιείας ἐστὶν ἢ ἔχει μέρος αὐτῆς. αὐτὸς δὲ λίαν ἐναργῆ τῶν λεγομένων τέθεικε παραδείγματα, εἰπὼν τὸ γὰρ αἴτιον τοὐ ποιεῖν πρῶτον καθ’ αὑτὸ μέρος. ἡ θερμότης γὰρ ἡ διὰ τῆς κινήσεως καὶ τρίψεως ἐκτὸς γεγονυῖα θερμότητα ἐν τῷ σώματι ἐποίησεν· αὕτη δὲ ἡ ἐν τῷ σώματι γεγονυῖα θερμότης ἐστὶν ἡ ὑγίεια ἢ μέρος ὑγιείας. ἢ κάλλιόν ἐστι λέγειν ὅτι ἀκολουθεῖ αὐτῇ τῇ θερμότητι μέρος τῆς ὑγιείας, ἢ οὐ μέρος αὐτῇ τῆς ὑγιείας ἀκολουθεῖ, ἀλλ’ ἀκολουθεῖ τῇ θερμότητι αὐτὴ ἡ ὑγίεια. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· ἡ θερμότης ἢ αὐτὴ ἡ ὑγίειά ἐστιν, ἡ εἴπερ οὐκ ἔστιν, ἀλλ’ οὖν ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγιείας ἡ αὐτὴ ἡ ὑγίεια. καὶ ἡ μὲν τῶν λεγομένων μένων διάνοια αὕτη ἄν εἴη, καταστήσαις δ’ ἄν τὴν λέξιν ὧδε· πάντα γίνεται ἐξ ὁμωνύμου, ὅταν μὴ κατὰ συμβεβηκὸς γένηται· εἶτα ἐπάγει ὥσπερ τὰ φύσει καὶ τὰ ἑξῆς. εἰπὼν δὲ ὅτι ἡ ἐν τῇ κινήσει θερμότης ἡ ὑγίειά ἐστιν ἢ μέρος ὑγιείας ἢ ἀκολουθεῖ αὐτῇ μέρος ὑγιείας ἢ αὐτὴ ἡ ὑγίεια, ἐπήγαγε τὴν αἰτίαν τοῦ πῶς λέγεται ἡ ἐν τῇ κινήσει θερμότης ποιεῖν τὴν ὑγίειαν εἰπὼν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ, τουτέστι διὰ τοῦτο λέγεται ποιεῖν ἡ τρῖψις ἢ ἡ ἐν τῇ τρίψει θερμότης ὑγίειαν, ὅτι ἐκεῖνο, ὅπερ ποιεῖ ἡ τρῖψις, ποιεῖ τὴν ὑγίειαν· ἔστι δὲ ὃ ποιεῖ ἡ τρῖψις ἡ ἐν τῷ σώματι θερμότης, ᾗτινι θερμότητι ἀκολουθεῖ ἢ συμβέβηκεν ἡ ὑγίεια. οὕτω γὰρ χρὴ τῆς λέξεως ἀκούειν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ τὴν ὑγίειαν. τί δέ ἐστιν ἐκεῖνο τὸ τὴν ὑγίειαν ποιοῦν; ἡ θερμότης, ᾧ, ἤτοι τῇ θερμότητι, ἀκολουθεῖ καὶ συμβέβηκεν ἡ ὑγίεια. καὶ ὥσπερ ἐν τοῖς συλλογισμοῖς ἀρχαὶ καὶ αἴτιά εἰσιν οἱ ὅροι (τοῦτο γὰρ ἐδήλωσε |διὰ τοῦ οὐσία καὶ τί ἐστιν), αἴτιοι δ’ εἰσὶ τῶν συμπερασμάτων (ἐκ γὰρ τῶν ὅρων γίνονται αἱ ἀποδείξεις), οὕτω καὶ ἐπὶ τῶν ἄπο τεχνης αἴτια εἰσιν αἰ γενέσεις ἀυτῶν. ὁμοίως ’δε τούτοις ἔχει τὰ ἀπὸ φύσεως· τὸ μὲν γὰρ σπέρμα ποιεῖ ὥσπερ ὁ τεχνίτης· ὥσπερ γὰρ ἐκεῖνος ἐν ἑαυτῷ ἔχει τὸ εἶδος τῆς οἰκίας ἢ ἄλλου τινὸς οὗ ἐστι ποιητής, οὕτω καὶ τὸ σπέρμα ἔχει ἐν ἑαυτῷ δυνάμει τὸ εἶδος. ἀφ’ οὗ δἑ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον, τουτέστι συνώνυμον, τῷ γινομένῳ, ἐὰν μὴ πήρωμα ᾖ, ὡς ἐπὶ τοῦ ἡμιόνου· οὐ γάρ ἐστιν ὁ ἵππος, ἀφ’ οὗ τὸ σπέρμα τὸ τὸν ἡμίονον ποιῆσαν, συνώνυμος τῷ ἡμιόνῳ. καὶ τί λέγω συνώνυμος; ὅλως γὰρ οὐδὲ τοῦ ὀνόματος αὐτοῦ μεταλαμβάνει· οὐ γὰρ λέγεται ἡ ἡμίονος ἵππος. ὅτι δὲ πήρωμά ἐστιν ὁ ἡμίονος δῆλον ἐκ τοῦ μὴ γίνεσθαι ἡμίονον ἐξ ἡμιόνου· εἰ γὰρ μὴ ἦν πήρωμα ἀλλά τι τῶν φύσει συνισταμένων, ἐγέννα ἄν. εἰπὼν δὲ ὅτι ἀφ’ οὗ τὸ σπέρμα ἐστὶν ὁμώνυμον πώς ἐστι τῳ οἴα του σπέρματος γεγονότι, τινος ἕνεκα τὸ πως προσέθηκεν ἐπήγαγεν οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός, ὡς ἄν εἰ ἔλεγεν ὅτι οὐ χρὴ ἐπὶ πάντων τὸ συνώνυμον ζητεῖν· ἰδοὺ γὰρ γυνὴ ἐξ ἀνδρὸς γίνεται, καὶ ὅμως οὐ λέγεται ἡ γυνὴ ἀνήρ. ὥστε καλῶς πρόσκειται τὸ πῶς διὰ τὸ τινὰ μὲν συνωνυμεῖν τοῖς ἐξ ὧν γίνονται τινὰ δὲ μή. καὶ οἶμαι ὡς καὶ ἀνωτέρω, ὅτε ἔλεγεν ὅτι δῆλον ἐκ τῶν εἰρημένων ὅτι τρόπον τινὰ πάντα γίνεται ἐξ ὁμωνύμου ἢ μέρους ὁμωνόμου, διὰ τοῦτο προσετίθει ταῦτα, λέγω δὴ τὸ τρόπον τινὰ καὶ τὸ ἐκ μέρους· ὡς μὲν γὰρ ἄνθρωποι ὅ τε ἀνὴρ καὶ ἡ γυνὴ συνώνυμοί εἰσιν, ὡς δὲ ἀνὴρ καὶ γυνὴ οὐ συνώνυμοι· ὥστε ἐκ μέρους συνωνυμοῦσιν. ὁ δὲ ἐξ ἀνδρὸς ἀνὴρ οὐκ ἐκ μέρους ἀλλ’ ὁλοκλήρως· καὶ γὰρ καὶ ὡς ἄνθρωποι καὶ ὡς ἄνδρες συνώνυμοί εἰσιν. καὶ περιέργως δὴ ἀνωτέρω ταῦτα ἐξηγούμεθα, καὶ δεῖ κἀκεῖνα ὥσπερ τὰ τῇδε λέγεται ἐκδέχεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτως ἴσως λέγονται, τὴν δέ λέξιν ὑπερβατῶς ἀναγνωστέον οὑτωσί· ἔστι γὰρ τὸ ἑξῆς καὶ ὑφ’ οὗ τὸ σπέρμα, ἐστί πὼς ὁμώνυμον, ἐὰν μὴ πήρωμα ᾖ’ διὸ ἡμίονος οὐκ ἐξ ἡμιόνου· εἶτα οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν, ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός. εἰπὼν δὲ περὶ τῶν ἀπὸ τέχνης ἐκ ταὐτομάτου γινομένων λέγει καὶ περὶ τῶν ἀπὸ φύσεως, καί φησιν ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ γίνεται, τὸ ὅσα ἀντὶ τοῦ ἐκεῖνα εἰπών. καὶ εἴη ἄν ὃ λέγει τοιοῦτον· ἐκεῖνα τῶν ἀπὸ φύσεως λέγομεν ἐκ ταὐτομάτου γίνεσθαι, ὅσων ἡ ὕλη οὐ μόνον ὑπὸ τοῦ ποιοῦντος σπέρματος ἀλλὰ καὶ ὑφ’ ἑαυτῆς δύναται κινεῖσθαι τὴν κίνησιν ἣν τὸ σάρμα κινεῖ. γίνεται γὰρ βοτάνη καὶ ἐκ σπέρματος καὶ χωρὶς σπέρματος διὰ τὸ δύνασθαι κινεῖσθαι τὴν τῆς βοτάνης ὕλην τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ. ὅσων δὲ μὴ δύναται ἡ ὕλη καὶ ὑφ’ ἑαυτῆς κινεῖσθαι ὥσπερ ἐπὶ ἀνθρώπου, ταῦτα ἀδύνατον γενέσθαι ἄλλως πὼς, ἀλλὰ γίνονται ἐξ αὐτῶν τῶν γεννώντων αὐτὰ καὶ οὐκ ἐκ ταὐτομάτου. ἐν τῆ λέξει δὲ τῇ ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ, τὸ ὥσπερ ἐκεῖ ἀντὶ τοῦ ὥσπερ ἐν τοῖς ἀπὸ τέχνης. Οὐ μόνον δὲ περὶ τῆς οὐσίας ὁ λόγος δηλοῖ τὸ μὴ γίνεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως. Δείξας ὅτι τὸ τῶν οὐσιῶν εἶδος ᾗ εἶδος οὐ γίνεται, ἀλλὰ γίνεται περί τι ὑποκείμενον, λέγω δὴ τὴν ὕλην, λέγει ὡς οὐ μόνον ὁ δεικνύων λόγος τὸ οὐσιῶδες εἶδος ἤτοι τὴν οὐσίαν δείκνυσι μὴ γίνεσθαι, ἀλλὰ καὶ τἀς λοιπὰς κατηγορίας, ποσὸν ποιὸν καὶ τὰ λοιπά. ὥσπερ γὰρ ἡ χαλκῆ σφαῖρα γίνεται ἀλλ’ οὐ τὸ εἶδος τῆς σφαίρας, οὕτω καὶ λευκὸν ξύλον ἢ δίπηχυ γίνεται, ἀλλ’ οὐ λευκότης ἢ ποσότης. καὶ ὁδὶ μὲν ὁ χαλκὸς γίνεται ἐξ ὑποκειμένου τινος, οἶον σοατος, τὸ δε ειοος καὶ τὸ τι ἦν εἶναι χάλκος οὐ γίνεται. ἀλλ’ εἰ μήτε ἡ οὐσία μήτε τὸ ποιὸν μήτε τὸ ’πὸ σὸν γίνεται, τί ἂν διαφέροι τούτων ἡ οὐσία; ἢ ὅτι ἐπὶ μὲν τῆς οὐσίας ἀναγκαῖον προϋπάρχειν ἑτέραν οὐσίαν· οἷον τοῦ Ἀλεξάνδρου, οὐσίας ὄντος, προϋπῆρχεν ὁ πατὴρ αὐτοῦ· ἐπ’ δὲ τοῦ λευκοῦ οὐκ ἀναγκαῖον προϋπάρχειν λευκόν, ἵνα ἐξ ἐκείνου γένηται, ἀλλὰ δυνάμει μόνον· τὸ γὰρ μὴ λευκὸν ξύλον δυνάμει ἐστὶ λευκόν. Ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος ἔχει μερη. Δύo τινὰ ζητεῖ θαυμαστὰ καὶ τῆς αὐτοῦ ἇί ἀγχινοίας ἐπάξια. ἔστι δὲ τῶν δύο τὸ πρῶτον τοιοῦτον· ἐπειδὴ πᾶς λόγος μέρη ἔχει, ὡς δὲ ὁ λόγος ἅπας καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν ἅπαν ἔχει, οὕτω καὶ τὸ τοῦ ὁρισμοῦ μέρος πρὸς τὸ μέρος τοὺ ὁριστοῦ, πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἤτοι αὐτὰ τὰ μέρη ὁ γὰρ λόγος τοῦ μέρους αὐτὸ τὸ μέρος ἐστίν) ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ, ὡς εἶναι τυχὸν τοιοῦτον τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ζῷον πεζὸν δίπουν χεῖρας ἔχον καὶ κεΦαλήν, ἡ οὔ; καὶ τὴν αἰτίαν τοῦ πῶς ἄν τοῦτο ἀπορήσειέ τις ἢ ζητήσειεν ἐπήγαγεν εἰπὼν ἐπ᾿ ἐνίων μὲν γὰρ φαίνονται ἐνόντα, ἐπ’ ἐνίων δὲ οὔ. εἰ δὲ τοῦτο, ἀξίως τὴν περὶ τούτου ζήτησιν ποιεῖται καὶ λέγει ἐπὶ τίνων μέν εἰσιν, ἐπὶ τίνων δ’ οὕ. τοῦ μὲν γὰρ κύκλου, φησίν, ὁ λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων λόγον ἤτοι τὰ τμήματα οὐ γάρ φαμεν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ γραμμῆς μιᾶς περιεχόμενον καὶ τὰ ἑξῆς τοῦ ὁρισμοῦ, ἔχον δύο τμήματα), ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν λόγον τῶν στοιχείων (φαμὲν γὰρ ὅτι συλλαβή ἐστι σύλληψις συμφώνου μετὰ φωνήεντος ἢ φωνηέντων, ὥστε ἔνεστι τὰ μέρη τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς), καὶ διαιρεῖται ὁ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ ἡ συλλαβὴ εἰς τὰ στοιχεῖα· εἴ δὲ διαιροῦνται ὁμοίως, διὰ τί ἐπ’ ἐκείνου μὲν οὔκ εἰσιν, ἐπὶ δὲ ταύτης εἰσί; ταῦτα εἰπὼν πρὶν ἢ τὴν λύσιν ἐπενέγκαι τίθησι καὶ τὴν ἄλλην ἀπορίαν καὶ οὕτως αὐτὰς λύει, καί φησι· πότερον τὰ μέρη πρότερα τοῦ ὅλου ἢ οὔ; εἰ μὲν οὖν πρότερα τὰ μέρη τοῦ ὅλου, ἐστὶ δὲ τῆς ὀρθῆς γωνίας μέρος ἡ ὀξεῖα ἐλάσσων γὰρ ὀρθῆς ἡ ὀξεῖα) καὶ ὁ δάκτυλος τοῦ ζῴου, εἰ δὴ τὰ μέρη τοῦ ὅλου πρότερά ἐστι, προτέρα ἄν εἴη ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ ὁ δάκτυλος τοῦ ἀνθρώπου. οὕτως εἰπὼν εὐθὺς λύει τὴν προσεχῶς ῥηθεῖσαν ἀπορίαν, λέγων ‘οὐ δοκεῖ δὲ τὸ μέρος πρότερον εἶναι τοῦ ὅλου᾿. καὶ τὴν αἰτίαν συντόμως τέθεικεν εἰπὼν τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων, τουτέστιν ἐν τῷ ὁρισμῷ τῶν μερῶν λαμβάνονται τὰ ὅλα, τὰ δὲ ἐν ὁρισμῷ τινος λαμβανόμενα πρότερά εἰσι τοὺ ὁριστοῦ· εἰ δὲ τοῦτο, πρότερον ἄρα τὸ ὅλον τοῦ μέρους. ὅτι δὲ εἰς τὸν τῶν μερῶν ὁρισμὸν τὰ ὅλα παραλαμβάνεται, δῆλον· φαμὲν γὰρ ὁριζόμενοι τὴν ὀξεῖαν γωνίαν ὅτι ὀξεῖα γωνία ἐστὶν ἡ ἐλάσσων ὀρθῆς, ὥστε εἴληπται ἡ ὀρθὴ ἐν τῷ τῆς ὀξείας λόγῳ. καὶ πάλιν δάκτυλός ἐστι μέρος ἀνθρώπου τοιονδί. λύει δὲ ταύτην τὴν ἀπορίαν καὶ ἄλλως, λέγων καὶ τῷ εἶναι ἄνευ ἀλλήλων πρότερα. τὸ δὲ λεγόμενόν ἐστιν ὡς εἰ ἔλεγε ῾καὶ ἐκ τούτου πάλιν πιστεύσειεν ἄν τις ὅτι πρότερά ἐστι τὰ ὅλα τῶν μερῶν, ὡς συναναιροῦντα αὐτά· τοῦ μέρους γὰρ μὴ ὄντος τὸ ὅλον ἐστίν, εἰ καὶ κολοβόν, τοῦ ὅλου δὲ μὴ ὄντος τὸ μέρος εἶναι οὐ δύναται.’ οὕτως οὗν τὴν δευτέραν ἀπορίαν θεὶς καὶ συντόμως αὐτὴν λύσας λύσει δ’ αὐτὴν μετ’ ὀλίγον καὶ δι’ ἄλλων πολλῶν) ἐπανατρέχει ἐπὶ τὴν προτέραν τὴν λέγουσαν ὅτι διὰ τί ἐπὶ τινῶν μὲν οἱ τῶν μερῶν λόγ· οι ἤτοι τὰ μέρη ἐνυπάρχει τῷ τοῦ ὅλου λόγῳ, ὥσπερ ἐπὶ τῆς συλλαβῆς ἐλέγετο, ἐπὶ τινῶν δὲ οὔ, ὡς ἐπὶ τοῦ κύκλου, οὐ γάρ ἐστιν ἐν τῷ λόγῳ αὐτοῦ τὰ τμήματα. καὶ λύει αὐτὴν πολυειδῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων κτὰ μέρος σαφηνείας καλῶς ἄν ἔχοι ἡμᾶς διὰ βραχέων ὑπομνῆσαι τὸν ὅλον σκοπὸν τῆς λύσεως, δι’ ἧς ἂν τὴν ἀπορίαν λύσειε διεξοδικώτερον. ἔστι δὲ οὗτος· φησὶ γὰρ ὅτι τῶν μερῶν ὅσα μὲν ὑλικὰ καὶ ὕλης λόγον ἐπέχοντα, ὥσπερ ὀστᾶ καὶ νεῦρα, τούτων οἱ λόγοι ἤτοι αὐτὰ τὰ μέρη οὐ ληφθήσεται ἐν τῷ τοῦ εἴδους λόγῳ· ὅσα δὲ τῶν μερῶν οὐχ ὑλικά ἐστιν ἀλλὰ τοῦ εἴδους, οἷον τὸ πεζὸν τὸ δίπουν (ταῦτα γὰρ οὐκ ἔνυλα ὡς χεῖρες καὶ πόδες), ταῦτα δὴ λέγω τὰ τοῦ εἴδους μέρη ληφθήσεται ἐν τῷ τοῦ ὅλου λόγῳ. ὥστε ἀπὸ τῆς ὁμωνυμίας τοῦ μέρους ἡ ἀπορία ἐνεφύη· μέρος γὰρ τὸ μέν ἐστιν ὡς ὕλης τὸ δ ὡς εἴδους. καὶ ταῦτα μὲν προείρηται μετρίως πρὸς τὸ εἰς τὰ μέλλοντα ὑπ’ αὐτοῦ λέγεσθαι εὐπαρακολουθητοτέρους ἡμᾶς γενέσθαι. αὐτὸς δὲ μέλλων τὴν ἀπορίαν λύειν διαίρεσιν ποιεῖται τοῦ μέρους, καὶ λέγει ὅτι τὸ μέρος πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ μετροῦν τὸ ὅλον ὡς ὁ τρία ἀριθμὸς τοῦ ἐννέα· καταμετρεῖ γὰρ τὸν ἐννέα. ἀλλὰ τοῦτο μέν, φησί, τὸ τὸ ὅλον καταμετροῦν μέρος ἀφείσθω. ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶ μερῶν, λέγων οὐσίαν τὸ εἶδος, περὶ τούτου σκεπτέον. καὶ λέγει τὰ τῆς οὐσίας σημαινόμενα, ἵνα δείξῃ ὅτι ὥσπερ οὐσία λέγεται καὶ τὸ εἶδος, οὐσία δὲ καὶ ἡ ὕλη, καὶ ἔτι μᾶλλον τὸ ἐξ ὕλης καὶ εἴδους, οὕτως καὶ τῶν μερῶν τὰ μέν ἐστι τοῦ εἴδους τὰ δὲ τῆς ὕλης καὶ τὸ ὅλον τοῦτο ὑλικά. τὰ μὲν δὴ τοῦ εἴδους μέρη, ὥσπερ εἴρηται, ληφθήσεται ἐν τῷ τοῦ ὅλου ἤτοι τοῦ εἴδους λόγῳ, τὰ δὲ ὑλικὰ οὐδαμῶς. εἰ οὖν ἐστι, φησί, τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δ᾿ ἐκ τούτων, ἐξ ὕλης δηλαδὴ καὶ εἴδους, καὶ ἡ οὐσία ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὦς καὶ ἡ ὕλη μέρος τινὸς λέγεται, ἔστι δ’ ὡς οὗ. τοῦ μὲν γὰρ συνθέτου λέγεται μέρος, τοῦ δὲ εἴδους οὐ λέγεται. ἀλλὰ μέρη λέγεται καὶ ἐστὶ τοῦ εἴδους ἐξ ὧν ὁ λόγος ἐστὶν αὐτοῦ· ταῦτα δ’ ἐστὶ τὰ γένη καὶ αἱ διαφοραί. εἰπὼν δὲ ὅτι ἡ ὕλη τινὸς μὲν λέγεται μέρος, τινὸς δ’ οὔ, τίθησι παραδείγματα λέγων οἷον ἡ σὰρξ τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος, καίτοι οὖσα ὕλη αὐτῆς καὶ πεφυκυῖα γίνεσθαι ἐν αὐτῇ, οὐκ ἔστι δὲ μέρος αὐτῆς ὅτι οὐχ ὡρισμένον ἐστ’ τὸ ὃ ὑπόκειται τῇ κοιλότητι· κοῖλον γὰρ καὶ ἐν λίθοις καὶ ἐν ξύλοις καὶ ἐν χαλκῷ καὶ ὅλως ἐν ἅπασιν ἢ τοῖς πλείστοις σώμασι θεωρεῖται. τῆς δὲ σιμότητός ἐστι μέρος ἡ σάρξ· σιμότητα γὰρ ἐκτὸς σαρκὸς εὑρηκέναι ἀμήχανον· πᾶν γὰρ σιμὸν ἐν σαρκὶ μόνῃ τὸ εἷναι ἔχει καὶ ἐπὶ τούτῳ τυγχάνει οὖσα μέρος τῆς σιμότητος ἡ σάρξ. καὶ πάλιν τοὐ μὲν αἰσθητοῦ τουδὶ καὶ μερικοῦ ἀνδριάντος ἐστὶ μέρος ὁ χαλκός, τοὐ δ ὡς εἴδους λεγομένου ἀνδριάντος οὐκ ἔστιν. εἰπὼν δὲ καὶ τὸ εἶδος τοὺ ἀνδριάντος ἀνδριάντα, καὶ τὸν χαλκοῦν τουτονὶ καὶ μερικὸν ἀνδριάντα εἰπὼν δὴ καὶ αὐτὸν ἀνδριάντα, ἐπειδή τις ἴσως ἔμελλε λέγειν ὅτι τὸ μὲν τοὐ ἀνδριάντος εἶδος λέγειν ἀνδριάντα ἔστω, τὸν δὲ σύνθετον καὶ μερικὸν διὰ τί ἀνδριάντα φαμὲν ἀλλ᾿ οὐ χαλκόν; πρὸς ταῦτα ἀπαντῶν λέγει ὅτι λεκτέον γὰρ τὸ εἶ δὸς καὶ ᾗ εἶ δὸς ἔχει ἕκαστον, τὸ δὲ ὑλικὸν οὐδέποτε καθ’ ἑαυτὸ λεκτέον. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ἐπειδὴ τὰ πράγματα ἀπὸ τοῦ εἴδους χαρακτηρίζεται ἀλλ’ οὐκ ἀπὸ τῆς ὕλης, λεκτέον ἐπὶ πάντων τὸ εἶδος καὶ ᾗ εἶδος ταύτα λεγέσθω, εἰ μὲν ἀνδριάντος ἀνδριάς, εἰ δὲ τρίποδος τρίπους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἀλλ’ οὐ τὴν ὕλην, οὐδὲ ἀπὸ ταύτης ὀνομάζειν αὐτὰ χρή. εἰ γάρ ἐστιν ὁ χαλκὸς ἐξ ὕδατος, οὐχ ὕδωρ αὐτὸν λέγειν δίκαιον, ὢ ἀπὸ του εἰδους αὐτοῦ χαλκον. εἰπὼν δὲ ὅτι ἡ ὕλη ποτὲ μὲν μέρος γίνεταί τινος ποτὲ δ’ οὔ, καὶ μεταξὺ λύσας τὴν δυναμένην φέρεσθαι ἣν ἐξεθέμην ἀπορίαν, λέγει τὴν αἰτίαν τοῦ πῶς μὲν ἐπὶ τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς λαμβάνεται τὰ στοιχεῖα, ἐπὶ δὲ τοῦ κύκλου τὰ τμήματα οὐδαμῶς, καί φησιν ὅτι ἐπὶ μὲν τῆς συλλαβῆς λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μέρη εἶναι τοῦ κατὰ τὸν λόγον εἴδους αὐτῆς, ὥσπερ καὶ τὸ ζῷον πεζὸν δίπουν μέρη εἰσὶ ἀνθρωπείου εἴδους, τὰ δὲ τοῦ εἴδους μέρη ἐξ ἀνάγκης ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβάνεται· εἰ δὴ τὰ μέρη τοὐ εἴδους ἐξ ἀνάγκης ἐν τῷ λόγῳ αὐτοῦ λαμβάνεται, τὰ δὲ στοιχεῖα μέρη ἐστὶ τοῦ κατὰ τὸν λόγον εἴδους τῆς συλλαβῆς, εὐλόγως, μᾶλλον δ’ ἀναγκαίως ἐν τῷ λόγῳ αὐτῆς τυγχάνει ὄνια. τὰ δὲ τμήματα τοῦ κύκλου οὐκ ἔστι μέρη τοῦ εἴδους τοῦ κύκλου, ἀλλὰ τὸ σχῆμα τὸ ἐπίπεδον τὸ περιεχόμενον ὑπὸ μιᾶς γραμμῆς, τὸ πάσας τὰς ἀπὸ τοῦ κέντρου εὐθείας πρὸς τὴν περιφέρειαν πιπτούσας ἴσας εἶναι ἀλλήλαις. οὐκ ἔστι δὴ τὰ τμήματα μέρη τοῦ εἴδους τοῦ κύκλου ἀλλὰ ὕλη, ὡς ὁ χαλκὸς ἀνδριάντος, καὶ διὰ τοῦτο οὐ λαμβάνεται ἐν τῷ λόγῳ αὐτοῦ. ἀλλὰ πῶς τὰ τμήματα ὑλικά ἐστι, τὰ δὲ στοιχεῖα τῆς συλλαβῆς οὐδαμῶς; ἢ ὅτι τὰ μὲν στοιχεῖα οὐκ ἀπεσύλησεν ἡ διάνοια ἀπὸ αἰσθητῶν τινων στοιχείων καὶ παρ’ ἑαυτῇ ἔχει, τὰ δὲ τμήματα δῆλον ὡς ἀπὸ αἰσθητῶν τινων τμημάτων χωρίσασα ἐν ἑαυτῇ ἔχει. ἀλλ’ εἴπερ αὐτὰ τῆς ὕλης ἐχώρισε, δῆλον ὡς οὔκ εἰσιν ὕλη οὐδ’ ὅλως ὡς ὕλη τῷ κύκλῳ ὑπόκεινται. ἢ καὶ οὕτως ὑλικά ἐστι· τὸ μὲν γὰρ εἶδος ἰοῦ κύκλου καὶ ἁπλῶς πᾶν εἶδος αὐτὸ καθ’ αὑτὸ ἀμερὲς καὶ ἀσώματόν ἐστιν, εἰ καὶ συνδιίσταται τῇ ἐν ᾗ ἐστιν ὕλῃ καὶ ἐν διαστάσει δι’ αὐτὴν γίνεται· τὰ μὲν δὴ εἴδη ἀδιάστατα πάντῃ πάντως καὶ ἀμερῆ τυγχάνει, τὰ δὲ τμ· ήματα κἄν ἐκ τῶν αἰσθητῶν χωρισθῇ, ἀλλ’ οὗν διάστημά τι νοεῖται ὑπὸ περιφερείας καὶ εὐθείας περιεχόμενον, τὸ δὲ διάστημα οὐκ ἄλλου ἀλλ’ ἢ τῆς ὕλης ἐστίν· ἐπὶ δὲ τῶν στοιχείων οὐδεμίαν διάστασιν ἐννοεῖν ἔξεστιν. ὅμως, φησίν, εἰ καὶ μέρη ὡς ὕλη τὰ τμήματά ἐστι τοῦ κύκλου, ἀλλ’ ἐγγύτερόν εἰσι τοὐ εἴδους καὶ μᾶλλον αὐτῷ πλησιάζει ἤπερ ὁ χαλκός, ὅταν ἡ στρογγυλότης τοῦ τμήματος ἢ καὶ τοῦ κύκλου ἐν χαλκῷ γένηται. τὸ γὰρ διάστημα τὸ ἐν τῷ χαλκῷ τμήματι ὂν οὐ ταὐτόν ἐστι τῷ ἐν τῷ χωρισθέντι νοουμένῳ, ὥστε τὸ χωρισθὲν τμῆμα μᾶλλον ἐγγίζει τῷ εἴδει ἤπερ τὸ ἀχώριστον καὶ ἐν ὕλῃ τινὶ καὶ ὑποκειμένῳ ὄν. ὅτι δὲ τὰ διάστασίν τινα ἔχοντα ὡς ὕλη εἰσὶ καὶ ἐπὶ τούτῳ ἐν τῷ ὁρισμῷ τῶν εἰδῶν οὐ λαμβάνεται, πιστοῦται τοῦτο καὶ ἐκ τῆς συλλαβῆς λέγων ὅτι οὐδὲ πάντα τὰ στοιχεῖα μέρη εἰσὶ τῆς κατά τὸν λόγον καὶ τὸ εἶδος συλλαβῆς· οὐ γὰρ καὶ τὰ κήρινα στοιχεῖα ἢ τὰ διὰ τοὺ μέ|λανος ἐν τῷ χάρτῃ ἐγγραφέντα, διὰ τὸ καὶ ταῦτα διάστασιν ἔχειν καὶ μέρη γίνεσθαι τῆς συλλαβῆς ὡς ὕλη, ὥσπερ ὁ χαλκὸς τοὺ ἀνδριάντος. εἰπὼν δὲ οἷον ταδὶ τὰ κήρινα ἐπήγαγεν ἢ τὰ ἐν τῷ ἀέρι. ἐπειδὴ γὰρ ἡ φωνὴ ἢ πλῆξίς ἐστιν ἀέρος ἢ πεπληγμένος ἀήρ, δῆλον ὅτι, ὅταν λέγωμεν, συσχηματίζεται ὁ ἀὴρ τοῖς λεγομένοις καὶ τρόπον τινὰ βῆτα καὶ γάμμα καὶ ἄλφα καὶ τὰ λοιπὰ γίνεται. ἀλλὰ περὶ μὲν τοῦ ὅπως ὁ ἀὴρ συσχηματίζεται τοῖς μένοις εἴρηται ἀκριβέστερον ἐν τῷ B λόγῳ τῆς Περὶ ψυχῆς πραγματείας, ὅτε καὶ αὐτὸς ἐκεῖσε περὶ φωνῆς ἔλεγεν. Καὶ γὰρ ἡ γραμμὴ οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση φθείρεται, ἢ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων. εἰπὼν ὅτι τὰ τμήματα οὐ λαμβάνεται εἰς τὸν τοῦ κύκλου λόγον οὐδ’ ὁ χαλκὸς εἰς τὸν τοῦ ἀνδριάντος, ὅτι ὡς ὕλη εἰσίν, ἀλλ’ ἐκεῖνα δεῖ εἰς τοὺς τῶν εἰδῶν λόγους λαμβάνειν ἐξ ὧν τὸ εἶδός ἐστιν, οὐκ ἔστι δὲ ὁ ὡς εἶδος κύκλος ἐκ τῶν τμημάτων, οὐδὲ ὁ ἀνδριάς, αὐτὸ δὴ λέγω τὸ τοῦ ἀνδριάντος εἶδος, ἐκ τοῦ χαλκοῦ, ὁμοίως δὲ οὐδὲ τὸ τί ἦν εἷναι ἀνθρώπῳ ἐκ τῶν σαρκῶν καὶ ὀστῶν οὐδὲ γραμμή ἐστιν ἐκ τῶν ἡμίσεων, ἐπειδὴ ἔμελλέ τις πρὸς ταῦτα ἐνίστασθαι καὶ λέγειν, ὡς εἰ μή ἐστιν ἡ γραμμὴ ἐκ τῶν τμημάτων καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν καὶ νεύρων καὶ ὀστῶν, πῶς διαιρουμένη ἡ γραμμὴ εἰς τὰ ἡμίση καὶ ὁ ἄνθρωπος εἰς ὀστᾶ καὶ νεῦρα φθείρονται, ὥστε δηλονότι καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν ἐστι καὶ νεύρων καὶ ἡ γραμμὴ ἐκ τῶν ἡμίσεων καὶ ἁπλῶς πᾶν ἐκ τῶν εἰς ἃ διαιρεῖται· εἰ δὲ τοῦτο, καὶ ληφθήσονται ἄρα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· πρὸς δὴ ταῦτα ἀπαντῶν λέγει, οὐ γὰρ εἰ διαιρεῖται ὁ ἄνθρωπος καὶ ἡ γραμμή, ἡ μὲν εἰς τὰ ἡμίση ὁ δὲ εἰς σάρκας καὶ ὀστᾶ, καὶ φθείρεται, ἤδη καὶ ἐκ τούτων εἰσὶν οὕτως ὡς ὄντων τῆς οὐσίας καὶ τοῦ εἴδους μερῶν, ἀλλ᾿ ὡς ἐξ ὕλης, τουτέστιν ὑλικὰ μέρη ἐστὶ καὶ οὐ τοῦ εἴδους. καὶ τοὺ μὲν συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους εἰσὶ μέρη, τοῦ δ’ εἴδους, οὗ ἐστιν ὁ λόγος καὶ ὁ ὁρισμός, οὗκ εἰσιν. εἰ μὲν γὰρ ἦσαν οἱ λόγοι τῶν συνθέτων, εἰκὸς ἦν λαμβάνεσθαι καὶ ταῦτα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· ἐπεὶ δὲ τῶν εἰδῶν εἰσι, πῶς ἄν ληφθήσεται ταῦτα; καὶ ἐπὶ τούτῳ εἰ μὲν τὸ σύνθετον κατὰ συμβεβηκὸς ὁρίσαιτό τις κυρίως γὰρ τῶν εἰδῶν εἰσιν οἱ ὁρισμοί, τῶν δὲ συνθέτων, ὡς δείξει προιών, οὔκ εἰσιν), ἐνέσται ἐν τοῖς λόγοις τῶν συνθέτων ὁ τῶν τοιούτων, χειρός φημι καὶ ὀστῶν καὶ τῶν τοιούτων, λόγος, τουτέστιν αὐτὰ τὰ μέρη ληφθήσεται ἐν τῷ τῶν συνθέτων λόγῳ. τοῖς δέ, ἤτοι ἐν τοῖς λόγοις τῶν μὴ συνθέτων ἤτοι τῶν εἰδῶν, οὐχ ὑπάρξει τὰ τοιαῦτα, ἐὰν μὴ ᾖ ὁ λόγος, ἐν ᾧ ταῦτα μέλλει ἐνεῖναι, τοῦ συνθέτου. καὶ ἔστιν ὡς ἐκ τούτων τὰ σύνθετα ὡς ἐξ ἀρχῶν καὶ φθείρονται εἰς αὐτά, τὰ δ’ ἁπλᾶ, αὐτὰ δὴ τὰ εἴδη, |οὔτε εἰσὶν ἐκ τούτων ὡς ἐξ ἀρχῶν οὔτε φθείρεται εἰς αὐτά· καὶ διὰ τοῦτο οὐ φοβηθησόμεθα τὴν ἀπορίαν τὴν λέγουσαν ὅτι εἰ μή εἰσιν ἐξ αὐτῶν, πῶς εἰς αὐτὰ διαιρεῖται καὶ φθείρεται; οὐ γὰρ τὸ εἶδος εἰς αὐτὰ διαιρεῖται ἀλλὰ τὸ σύνθετον. εἰπὼν δὲ ὅτι ἔνια μὲν φθείρεται εἰς αὐτὰ ἔνια δ᾿ οὐδαμῶς, λέγει τίνα μὲν τὰ φθειρόμενα εἰς αὐτὰ καὶ τίνα μή, ὅτι ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ ἡ ὕλη ἐστί, τουτέστιν ὅσα μὲν ἐξ ὕλης καὶ εἴδους ἐστίν, οἷον τὸ σιμόν (τοῦτο γὰρ οὐδὲ τῷ λόγῳ τῆς ὕλης χωρίσαι δυνατόν) ἢ ὁ χαλκοῦς κύκλος καὶ γὰρ οὗτος συνειλημμένος ἐστὶ τῇ ὕλῃ), ταῦτα φθείρεται εἰς αὐτὰ καὶ μέρος αὐτῶν ἐστιν ἡ ὕλη· ὅσα δὲ οὐ συνείληπται τῇ ὕλῃ, ἄνευ δὲ ὕλης ἐστίν, ὡς τὰ εἴδη, ὧν δὴ καὶ μόνων οἱ λόγοι εἰσί τῶν γὰρ συνθέτων, θέτων ὡς δείξει, λόγοι οὔκ εἰσι), τούτων δὴ τῶν εἰδῶν οὔτε μέρη εἰσὶ ταῦτα, τὰ ὀστᾶ δηλονότι καὶ αἱ σάρκες, οὔτε φθείρεται εἰς αὐτά, ἢ ὅλως ἢ οὔτοι οὕτω γε. ὅλως μὲν οὖν οὐ φθείρεται ὁ ἄνθρωπος ἐμοῦ φθειρομένου, ὅτι μετὰ τὴν ἐμὴν φθορὰν ἐκεῖνος πάλιν ἐστίν· ἀλλ’ ἐπειδὴ ἐγὼ ὑπ’ ἐκεῖνόν εἰμι καὶ μέρος ὢν αὐτοῦ τυγχάνω, ἐμοῦ φθειρομένου φθείρεται κατὰ συμβεβηκὸς κἀκεῖνος. ὥστε τῶν συνθέτων ταῦτα τὰ ὡς ὕλη εἰσὶ μέρη καὶ ἀρχαί, τῶν δὲ εἰδῶν οὔτε μέρη οὔτε ἀρχαί. καὶ διὰ τὸ εἶναι τῶν συνθέτων ταῦτα μέρη φθείρονται πάλιν τὰ σύνθετα εἰς αὐτά, ὁ μὲν πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ ἡ χαλκῆ σφαῖρα εἰς χαλκὸν καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστᾶ καὶ ὁ κύκλος εἰς τὰ τμήματα· ἐστὶ γὰρ ἐν τοῖς τμήμασιν ὅπερ ἐν αὐτοῖς συνείληπται ὡς ὕλη, τοῦτο δ’ ἐστὶν ἣν νοσῦμεν, ὥσπερ εἴρηται, ὑπὸ εὐθείας καὶ περιφερείας περιεχομένην. εἰπὼν δὲ ὅτι καὶ ὁ κύκλος φθείρεται εἰς χαλκόν, ἐπειδὴ κύκλος λέγεται καὶ ὁ μερικὸς καὶ σύνθετος, λέγεται δὲ κύκλος καὶ τὸ τοῦ κύκλου εἶδος, αὐτὸ δὲ ὡς δέδεικται οὔτε γίγνεται οὔτε φθείρεται, ἐπήγαγεν ὁμωνύμως γὰρ λέγεται ὁ κύκλος ὅ τε ἁπλῶς καὶ ὁ καθ’ ἕκαστον, δυνάμει λέγων ὅτι εἰπόντες ὡς ὁ κύκλος φθείρεται, οὐ δεῖ ταράττεσθαι καὶ κύκλον φθείρεσθαι ὑπολαμβάνειν ἡμᾶς λέγειν τὸν καθόλου καὶ τὸ εἶδος, ἀλλὰ τὸν μερικόν. ἐπὶ μὲν γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων, ἐπειδὴ κεῖται αὐτοῖς σὺν τῷ κοινῷ ὀνόματι τῷ ἄνθρωπος καὶ ἴδιον ὄνομα οἷον τὸ Καλλίας, τὸ Μίκαλλος, οὓ φαμεν ὅτι φθείρεται ἄνθρωπος ἀλλ’ ὅτι Καλλίας ἢ Μίκαλλος· ἐπὶ δὲ τῶν κύκλων, ἐπειδὴ οὐκ ἐτέθη αὐτοῖς ὀνόματα ἀλλὰ καὶ ὁ καθόλου καὶ ὁδὶ ὁ μερικὸς κύκλοι λέγονται, ἐπὶ τούτῳ φαμὲν ὅτι φθείρεται ὁ κύκλος· κλος· εἰ δ’ ὁ χαλκοῦς κύκλος ἱμάτιον φέρε εἰπεῖν ἐκαλεῖτο, οὐκ ἂν ἐλέγομεν ὅτι ὁ κύκλος φθείρεται ἀλλ’ ὅτι τὸ ἱμάτιον, ὥσπερ οὐδὲ ἄνθρωπόν φαμεν φθείρεσθαι ἀλλὰ Καλλίαν ἢ Μίκαλλον. |Εἴρηται μὲν οὖν καὶ νῦν τἀληθές, ὅμως δ’ ἔτι σαφέστερον εἴπωμεν ἐπαναλαβόντες. Διαρθροῖ καὶ τὴν ἑτέραν ἀπορίαν τὴν λέγουσαν πότερον τὰ μέρη εἰσὶ πρότερα ἢ τὰ ὅλα. λέγει δὴ ὅτι ὅσα μὲν μέρη εἰσὶ τοῦ εἴδους, ὥσπερ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν τοῦ ἀνθρώπου, ταῦτα πρότερα τοῦ ἀνθρώπου· ὅσα δὲ οὐκ ἔστι τοὺ εἴδους ἀλλὰ τοὺ συναμφοτέρου, ὡς τὰ νεῦρα καὶ τὰ ὀστᾶ, ὕστερα· σὰρξ γὰρ καὶ ὀστᾶ τοῦ ὅλου ἤτοι τοῦ ἀπλῶς ἀνθρώπου ὕστερα. καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ ὀξεῖα γωνία προτέρα τῆς ὀρθῆς, ὅτι οὐ διαιρεῖται ὁ λόγος τῆς ὀρθῆς εἰς τὸν λόγον τῆς ὀξείας ὥσπερ ὁ τοῦ ἀνθρώπου εἰς τὸν τοῦ πεζοῦ καὶ δίποδος, ἀλλὰ μᾶλλον ὁ λόγος τῆς ὀξείας διαιρεῖται εἰς τὴν ὀρθήν· ὁ γὰρ ὁριζόμενος τὴν ὀξεῖαν χρῆται τῇ ὀρθῇ· ὀξεῖα γάρ ἐστιν ἡ ἐλάττων ὀρθῆς. ὁμοίως δὲ καὶ ὁ κύκλος καὶ τὸ ἡμικύκλιον ἔχουσιν. ὁ γὰρ ὁριζόμενος τὸ ἡμικύκλιον τῷ κύκλῳ αὐτὸ ὁρίζεται· ἡμικύκλιον γάρ ἐστι σχῆμα τὸ περιεχόμενον ὑπό τε τῆς διαμέτρου καὶ κύκλου περιφερείας. ὡσαύτως καὶ ὁ δάκτυλον τῷ ὅλῳ· δάκτυλος γάρ ἐστι τὸ τοιονδὶ τοῦ ἀνθρώπου μέρος. ἐπειδὴ οὖν τὰ μὲν μέρη ὁρίζονται ὑπὸ τῶν ὅλων, ταῦτα δὲ οὐ διὰ τῶν μερῶν, ἔστιν ἄρα τὰ ὅλα πρότερα τῶν μερῶν· τὸ γὰρ ὁριστὸν ὕστερον τῶν δι’ ὧν ὁρίζεται. ἐπὶ δὲ τῶν εἰδῶν ἔμπαλιν ἔχει· ἐπειδὴ γὰρ αὐτὰ διὰ τῶν μερῶν ὁρίζεται, τὰ μέρη δὲ δι’ ἐκείνων οὐδαμῶς, ὕστερα τὰ ὅλα ἤτοι τὰ εἴδη τῶν οἰκείων μερῶν. ὥστε ὅσα τῶν μερῶν ὡς ὕλη, ταῦτα ὕστερα τῶν ὅλων· ὅσα δὲ ὡς τοῦ λόγου καὶ τῆς οὐσίας τῆς κατὰ τὸν λόγον, τουτέστι τοῦ εἴδους, ταῦτα πρότερα τοὺ ὅλου. ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή τοῦτο γὰρ οὐσία τοῦ ἐμψύχου) 20 ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι. ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους διαρθροῖ καί φησιν ἐπειδὴ ἡ τῶν ζῴων ψυχή ἐστι τὸ εἶδος αὐτῶν (ἐντελέχεια γάρ ἐστι φυσικοῦ ὀργανικοῦ σώματος δυνάμει ζωὴν ἔχοντος, ὡς ἐν τῷ Β τῶν Περὶ ψυχῆς εἴρηται), καὶ κατὰ τὴν ψυχὴν εἰδοποιεῖται τὰ ζῷα, καὶ αὕτη ἐστὶν ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος τῷ τοιῷδε σώματι· ὡς γὰρ τὸ σχῆμα τοῦ ἀνδριάντος ἐν ὕλῃ ἐστὶ τῷ χαλκῷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ζῴων ἐν τῷ τοιῷδε σώματι ὡς εἶδος ἐν ὕλῃ ἐστίν. εἰπὼν δ’ ὅτι ἡ ψυχὴ τὸ εἶδός ἐστι τῶν ζῴων, κατασκευάζει τοῦτο ἐκ τῶν μερῶν τῶν ζῴων, λέγων ἕκαστον γοῦν τὸ μέρος, ἐὰν ὁρίζηται καλῶς τὸ μέρος, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται εἰ γάρ τις καλῶς ὁρίζεται τὴν χεῖρα τοῦ ἀνθρώπου, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται· τὸ δὲ ἔργον αὐτῆς ἄνευ αἰσθήσεως καὶ ψυχῆς οὐχ ὑπάρξει αὐτῇ. εἰ δὴ ἡ χεὶρ ἐν τῶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν εἰδοποιεῖται, τοῦτο δ’ ἄνευ αἰσθήσεως καὶ ψυχῆς ἀδύνατόν ἐστιν αὐτῇ ὑπάρξαι, καὶ φανερὸν ὅτι εἶδος τῆς χειρὸς ἡ αἴσθησις ἢ ἡ ἀπὸ τῆς ψυχῆς χο|ρηγουμένη αὐτῇ δύναμις πρὸς τὸ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν φανερὸν ὅτι καὶ τῶν ζῴων ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος ἡ ψυχή ἐστιν. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἡ τῶν ζῴων ψυχὴ τὸ εἶδός ἐστιν αὐτῶν, τὰ ταύτης μέρη ἢ πάντα ἤ, ὅπερ καὶ ἀληθές, εἰ μὴ πάντα ἀλλ’ οὗν ἔνια πρότερα τοῦ συνόλου ἐστὶ ζῴου· τὸ μὲν γὰρ θρεπτικὸν καὶ ὀρεκτικὸν τοῦ συναμφοτέρου, τὸ δὲ θεωρεῖν οὐ τοῦ συναμφοτέρου. ἀκριβέστερον δὲ περὶ τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς. ἢ τὸ ἢ ἔνια πρόσκειται διὰ τὰ ἐξισάζοντα· τὸ μὲν γὰρ λογικὸν καὶ θνητὸν δῆλον ὡς πρότερόν ἐστι τοῦ ἀνθρώπου (ἐπὶ πλέον γάρ εἰσιν αὐτοῦ), τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐκέτι, ἀλλ’ ἐξισάζει, καὶ ἐπὶ τούτῳ οὐ πρότερον· εἴ τι γὰρ ἄνθρωπος, νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ εἴ τι νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. ὡς δὲ ἐπὶ τῶν ζῴων ἔχει, οὕτως καὶ ἐπὶ τῶν ἄλλων· τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ καθ’ ἕκαστον δὴ ὁμοίως. καὶ τὰ μὲν τοῦ εἴδους τῶν ζῴων μόρα πρότερα, τὸ δὲ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὕστερα ταύτης τῆς οὐσίας, τουτέστι τοῦ εἴδους. καὶ διαιρεῖται εἰς τὸ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὡς εἰς ὕλην τὸ σύνολον, ἀλλ’ οὐχ ἡ οὐσία καὶ τὸ εἶδος διαιρεῖται εἰς τὰ τοῦ σώματος μέρη· καὶ ἔστι τὰ τοιαῦτα μόρια τοῦ συνθέτου· τοῦτο γὰρ λέγει σύνολον. τὸ δὲ σύνθετον τρόπον μέν τινα πρότερόν ἐστι τῶν μερῶν, τρόπον δέ τινα ὕστερον. ᾗ μὲν γὰρ τὰ μόρια χωριζόμενα οὐ δύναται εἷναι, τὸ δὲ μορίων τινῶν ἄνευ, εἰ καὶ μὴ πάντων, δύναται εἶναι, ἐστὶ πρότερον τὸ ὅλον τῶν μερῶν· ᾗ δὲ πάλιν τὸ ἔκ τινων συγκείμενον ὕστερόν ἐστι τῶν συντιθέντων αὐτό, σύγκειται δὲ τὸ ὅλον ἐκ τῶν μερῶν, ὕστερόν ἐστι τῶν μερῶν. εἰπὼν δὲ ὅτι τὰ μέρη χωριζόμενα οὐ δύναται εἶναι, τὴν αἰτίαν τοῦ πῶς οὐ δύναται εἷναι ἐπήγαγεν εἰπὼν οὐδὲ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἴσον λέγων τῷ χωρισθεὶς ὁ δάκτυλος τοῦ ζῴου ὡς μὲν σῶμα δύναται εἶναι, ὡς δὲ δάκτυλος οὐδαμῶς. οὐ γὰρ ὡς ἔτυχεν ἔχων ὁ δάκτυλος λέγεται δάκτυλος, ἀλλ’ ὁ τὸ ἔργον τοῦ δακτύλου ποιῶν, ὥστε ὁ τεθνηκὼς δάκτυλος ὁμωνύμως λέγεται δάκτυλος, κυρίως δ’ οὐδαμῶς. καὶ ἔνια μὲν τῶν τοῦ ὅλου μορίων χωρισθέντα δύναται τὸ ὅλον ἄνευ ἐκείνων εἶναι, ἔνια δὲ χωρισθέντα εὐθὺς συνανα. ιρεῖ τὸ ὅλον, ὅσα ἐστὶ κύρια καὶ ἐν οἷς πρώτοις ἐστὶν ὁ λόγος καὶ ἡ οὐσία, τουτέστιν ἡ ψυχή· ἡ ψυχή γὰρ τῶν ζῴων ἐστὶ τὸ εἶδος. εἴτε οὗν ἐστιν ἡ καρδία ἀρχὴ τῶν ζῴων καὶ ἐν ταύτῃ πρώτως ἐστὶν ἡ ψυχή, ὡς τούτῳ δοκεῖ, εἴτε ὁ ἐγκέφαλος, ὡς Ἱπποκράτει καὶ Πλάτωνι, ἅμα τῷ χωρισθῆναι τοῦ ὅλου φθείρουσιν αὐτά. εἰπὼν δὲ οἷον εἰ τοῦτο καρδία ἢ ἐγκέφαλος ἐπήγαγε διαφέρει γὰρ οὐδὲν πότερον τουτέστι πότερον ἡ καρδία ἐστὶν ἐν ᾗ τυγχάνει οὖσα ἡ ψυχὴ εἴτε ὁ ἐγκέφαλος οὐδὲν διαφέρει πρὸς τὸ λεγόμενον· δῆλον γὰρ ὡς ὁποῖον ἂν εἴη ἐκ τούτων συμφθείρει τὸ ὅλον, ἀλλ’ ὅτι μὲν ἡ ἐμὴ ὁλότης ἐν ἐμοὶ τυγχάνει οὖ σὰ καὶ οὐκ ἔστιν ἐκτὸς καὶ χωρὶς τῶν ἐμῶν μορίων. δῆλον. ἐπεὶ δ’ ἐγὼ καὶ λάτων καὶ Κάλλιππος καὶ ἁπλῶς οἱ κατὰ μέρος μέρη ἐσμὲν τοῦ καθόλου ἀνθρώπου, ἐκεῖ- νος δὲ ὅλον τί ἐστιν, ἀρά γε ἐν ἡμῖν ἔστιν ὡς ἡ ἐμὴ ὁλότης ἐν τοῖς ἐμοῖς μέρεσιν, ἢ χωριστὸς καὶ καθ’ αὑτόν; ἤ φησιν ὅτι ὁ δὲ καθόλου ἄνθρωπος καὶ ἵππος καὶ τὰ οὕτως, τουτέστι καὶ ἁπλῶς τὰ καθόλου, ἐπὶ τῶν καθ’ ἕκαστα ἤτοι ἐν τοῖς καθ’ ἕκαστά εἰσ, καθόλου δὲ οὐσία καὶ εἶδος αὐτὸ καθ’ αὑτὸ καὶ χωρὶς τῶν κτὰ μέρος οὐκ ἔστιν, ἀλλ’ ὥσπερ ὁ Σωκράτης ἐκ τουδὶ τοῦ εἴδους καὶ τησδὶ τῆς ὕλης ἑ ’στίν, οὕτω καὶ ὁ καθόλου ἄνθρωπος ἐκ τῆς ὕλης ἤτοι τοῦ γένους αὐτοῦ καὶ τοῦ εἴδους ἤτοι τῶν διαφορῶν ἂν εἴη, οὐκ ἐν ὑπάρξει δὲ ἀλλ’ ἐπινοίᾳ. εἶδος δὲ αὐτὸ καθ’ αὑτὸ χωρὶς ὕλης οὐδὲ ἐπινοίᾳ δύναται εἶναι· ἐπειδὴ γὰρ ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων αὐτὸν ἀπεσύλησεν ἡ διάνοια, ταῦτα δ᾿ ἐξ ὕλης ἐστὶ καὶ εἴδους, φανερὸν ὅτι καὶ ὁ καθόλου ἄνθρωπος, ὡς ἄν ἔχοι τὸ εἶναι, ἐξ ὕλης αὐτὸ καὶ εἴδους ἕξει, ἤτοι ἐκ γένους καὶ διαφορῶν. ταῦτα μεταξὺ παρενθεὶς πάλιν ἐπανατρέχει ἐπὶ τὸν τῶν μερῶν καὶ τὸν τῶν ὅλων λόγον, καί φησι μέρος μὲν οὗν ἐστι καὶ τοῦ εἴδους ὥσπερ καὶ τοῦ συνόλου τὸ ὖ ἐξ ὕλης καὶ εἴδους. ἐπεὶ δὲ οἱ λόγοι καὶ οἱ ὁρισμοὶ τῶν εἰδῶν εἰσι, τὰ μέρη δὲ τοῦ λόγου μόνου τοῦ εἴδους εἰσὶ μέρη, οὐ μὴν καὶ τοῦ συναμφοτέρου, ὁ δὲ λόγος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ καθόλου· ὁ γὰρ κύκλος, ὅπερ ἐστὶ τὸ καθόλου, καὶ τὸ κύκλῳ εἶναι, ὅπερ ἐστὶν ὁ λόγος, καὶ ψυχῇ εἶναι καὶ ψυχὴ ταὐτόν· οἱ μὲν οὗν λόγοι, ὥσπερ εἴρηται, τοῦ καθόλου εἰσί, τοῦ δὲ συνόλου, οἷον τοῦ καθ’ ἕκαστα, εἴτε αἰσθητόν ἐστι τὸ καθ’ ἕκαστα εἴτε νοητόν (ἀντὶ τοῦ διανοητοῦ τὸ νοητὸν εἰπών, ταῦτα δ’ ἑ ’στὶ τὰ μαθηματικά), τούτων οὐκ ἔστιν ὁρισμός. καὶ δειχθήσεται καὶ τοῦτο μετ’ ὀλίγον ἐν τῷ μετὰ χεῖρας βιβλίῳ. καὶ γνωρίζονται τὰ καθ’ ἕκαστα οὐ τῷ λόγῳ καὶ τῷ ὁρισμῷ ἀλλ’ αἰσθήσει, ὥσπερ οἱ ξύλινοι κύκλοι· ὅταν δὲ χωρισθῇ ὁ μερικὸς κύκλος τῆς ὕλης ὑπὸ τῆς διανοίας, τότε ἐστὶ τῷ νοῒ ὁρατὸς καὶ ὅλως νοητός, ὥσπερ καὶ ἡ ὄψις δυνάμει ἐστὶν ὅταν μὴ ὁρᾶ τὰ ὁρατά, ὡς ἐν τῆ Περὶ ψυχῆς εἴρηται, καὶ ἡ ἀκοὴ τὰ ἀκουστά, ὅταν δὲ ὁρᾷ ταῦτα, ἐνεργείᾳ γίνεται ἐκεῖνα καὶ τελειοῦται ὑπ’ αὐτῶν. ἀπελθόντες δ’ ἐκ τῆς ἐντελεχείας, τουτέστιν ἐκ τῆς ἐνεργείας καθ’ ἣν ὁρῶμεν αὐτὰ καὶ ἐνεργεία ἐσμὲν ὁρατικοὶ ἀλλ’ οὐ δυ|νάμει, παυθείσης τε τῆς ἐνεργείας τῆς ὄψεως καθ’ ἣν περὶ τὰ ὁρατὰ ἐνεργεῖ, ἄδηλόν ἐστιν εἴτε εἰσὶν εἴτε καὶ μή, ἀλλὰ γνωρίζονται τῷ καθόλου. ὅταν γὰρ οὐχ ὁρῶ τὸν μερικὸν καὶ αἰσθητὸν κύκλον, οὐκ ἔστι μοι δῆλον εἴτε ἐστὶν ἐν ὑπάρξει τὸ τοιόνδε σχῆμα εἴτε οὐκ ἔστι, τῷ καθόλου δὲ γνωρίζω καὶ τὸ τοιόνδε σχῆμα, ὅπερ πρότερον μὲν ἑώρων νῦν δὲ οὐχ ὁρῶ. εἰπὼν δὲ ὅτι καὶ γνωρίζονται τῷ καθόλου λόγῳ, ἐπειδὴ καὶ ἡ ὕλη καθόλου ἐστίν, ἵνα μήτις λέγῃ ὅτι εἰ τῷ καθόλου γνωρίζονται, ἔστι δὲ καὶ ἡ ὕλη καθόλου, διὰ τί οὐ καὶ ταύτῃ γνωρίζομεν αὐτά; ἐπήγαγε τὸ ἡ δὲ ὕλη ἄγνωστος καθ’ αὑτήν. εἰ δ’ αὐτὴ ἄγνωστός ἐστι, πῶς ἄλλοις αἰτία νώσεως γενήσεται; ἡ δὲ ὕλη, φησίν, ἡ μέν ἐστι νοητὴ ἡ δὲ αἰσθητή, αἰσθητὴ μὲν οἷον ξύλον καὶ ἁπλῶς ὅση κινητή, νοητὴ δὲ ἡ ἐν τοῖς κύκλοις ὑπάρχουσα, μὴ ᾗ δὲ αἰσθητοῖς· ἡ γὰρ διάστασις τοῦ κύκλου, ὃν χωρίσασα ἡ διάνοια τῆς ὕλης παρ’ ἑαυτῇ ἔχει, ὕλη μέν ἐστι τοῦ τοιούτου κύκλου, ἀλλ’ οὐκ αἰσθητὴ ἀλλὰ νοητή. ταῦτα εἰπὼν συμπεραίνεται τὸν λόγον καί φησι πῶς μὲν οὖν ἔχει περὶ μέρους καὶ ὅλου καὶ προτέρου καὶ ὑστέρου, εἴρηται. Πρὸς δὲ τὴν ἐρώτησιν ἀνάγκη ἀπαντᾶν, ὅταν τις ἔρηται, πότερον ἡ ὀρθή. Ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους γυμνάζει καί φησιν ὅτι ὅταν τις ἔρηται πότερον τὸ ζῶον καὶ ἡ ὀρθὴ γωνία καὶ ὁ κύκλος πρότερα ἢ εἰς ἃ διαιροῦνται, τουτέστιν ἢ τὰ μόρια αὐτῶν (εἰς γὰρ τὰ μόρια αὐτοῦ τὸ ζῷον καὶ ὁ κύκλος καὶ ἡ ὀρθὴ γωνία διαιρεῖται) ὅταν οὖν τις ἔρηται πότερον τὰ ὅλα ἐστὶ πρότερα ἢ τὰ μόρια εἰς ἃ διαιροῦνται καὶ ἐξ ὧν εἰσιν, ἀνάγκη ἀπαντᾶν καὶ ἀποκρίνεσθαι ὅτι οὐχ ἁπλῶς, τουτέστιν ἀνάγκη πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκρίνεσθαι ὅτι τὸ μέρος οὐχ ἁπλῶς καὶ μοναχῶς λέγεται ἀλλὰ πολλαχῶς. εἰ μὲν γὰρ τὸ μέρος τοῦ εἴδους λέγεις, πρότερόν ἐστι τοῦ ὅλου, ὡς πολλάκις εἴρηται· εἰ δὲ τοῦ συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους, ὕστερον. ἀλλὰ ταῦτα μὲν τοῦ σαφοῦς χάριν προείρηται· αὐτὸς δὲ πάλιν τὸν τρόπον καθ’ ὃν δεῖ ἀποκρίνεσθαι ὑφηγεῖται, λέγων εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ τὸ ζῷον, τουτέστιν, εἰ μὲν γάρ ἐστιν ἡ ψυχὴ τὸ κατὰ τὸ εἶδος ζῷον, ἤτοι εἰ μέν ἐστιν ἡ ψυχὴ τὸ τοῦ ζῴου εἶδος καὶ τὸ τί ἦν εἶναι ζῴῳ, ἢ εἰ μή ἐστιν ἡ ψυχὴ τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστι τὸ ζῴῳ εἶναι τὸ ἔμψυχον, ἢ εἰ μηδὲ τὸ ἔμψυχόν ἐστι τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστιν ἕκαστον ἡ ἑκάστου ψυχή, καὶ κατὰ ταύτην εἰδοποιεῖται, οἷον ὁ ἄνθρωπος κατὰ τὴν ἑαυτοῦ, καὶ ὁ ἵππος ὁμοίως κατὰ τὴν οἰκείαν, καὶ ὅλως ἕκαστον κατὰ τὴν ἰδίαν· ὡσαύτως καὶ εἰ ἔστιν ὁ κύκλος τὸ κύκλῳ εἶναι καὶ ἡ ὀρθὴ τὸ ὀρθῇ εἶναι —εἰ δὴ τούθ’ οὕτως ἔχει, τὶ μὲν καὶ τινὸς φατέον ὕστερον, οἷον τῶν ἐν τῷ λόγῳ, τουτέστι τὶ μὲν μέρος καὶ |τινὸς ὅλου χρὴ λέγειν ὕστερον, τὶ δὲ οὐχ ὕστερον ἀλλὰ πρότερον τοῦ ὅλου. τὶ μὲν οὖν, φησί, τῶν ἐν τῷ λόγῳ. λόγον δὲ ἐνταῦθα οὐ τὸ εἶδος λέγει, ἀλλὰ παραδόξως τὸ ἐξ ὕλης καὶ εἴδους. τούτων οὖν τῶν ἐν τῷ λόγῳ τὶ φατέον ὕστερον τοῦ ὅλου. καὶ τοῦ ὅλου δὲ οὐχ ἁπλῶς· οὐ γὰρ καὶ τοῦ κατὰ τὸ εἶδος, ἀλλὰ τοῦ τινὸς καὶ συνθέτου, οἷον τῆς τινὸς ὀρθῆς τῆς μετὰ τῆς ὕλης. ὥσπερ γὰρ ὀρθή ἐστι τὸ εἶδος τῆς ὀρθῆς, οὕτως ἐστὶν ὀρθὴ καὶ ἡ μετὰ τῆς ὕλης ἤτοι ἡ χαλκῆ. οὐ μόνον δὲ πάλιν ἡ μετὰ τῆς ὕλης ὀρθή ἐστιν ἀλλὰ καὶ ἡ ἐν ταῖς γραμμαῖς ταῖς καθ’ ἕκαστα· καὶ γὰρ καὶ ἡ ὑπὸ τῶν καθ’ ἕκαστα τούτων τῶν γραμμῶν περιεχομένη γωνία ὀρθή ἐστιν. ἡ μὲν οὑν μετὰ τῆς ὕλης γωνία ἢ σφαῖρα ἢ ὅ τι ἄν εἴη τῶν μορίων αὐτῆς προτέρα ἐστίν, ἡ δὲ νυ ὕλης τῶν μὲν ἐν τῷ λόγῳ ὑστέρα, τῶν δὲ ἐν τοῖς καθ᾿ ἕκαστα μορίων προτέρα. ἔστω δὲ ἐπὶ ἀνθρώπου σαφὲς τὸ λεγόμενον. ὁ μὲν οὖν κατὰ τὸ εἶδος ἄνθρωπος τοῦ μὲν ζῴου καὶ πεζοῦ καὶ δίποδός ἐστιν ὕστερος, τῆς δ’ ἐν ἐμοὶ χειρὸς καὶ ποδὸς πρότερος· ὁμοίως ὁ μὲν κατὰ τὸ εἶδος κύκλος τοῦ μὲν σχήματος καὶ τοῦ ἐπιπέδου καὶ τῶν τοιούτων ὕστερος, τῶν δὲ τμημάτων τοῦ χαλκοῦ κύκλου καὶ ἁπλῶς τῶν μερῶν αὐτοῦ πρότερος. οὕτω μὲν δεῖ πρὸς τὴν ἐρώτησιν ἀπαντᾶν, ἁπλῶς δὲ καὶ ἀδιορίστως λέγοντι ὅτι τὸ μέρος πρότερον ἢ τὸ ὅλον οὐδαμῶς ἀποκριτέον. εἰπὼν δὲ ὅτι εἰ μὲν ἔστιν ἡ ψυχὴ ζῷον, τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ζῴου, καὶ τὰ λοιπὰ ὅσα εἴρηται, τὴν ἀπόδοσιν τοῦ μέν συνδέσμου ποιεῖται λέγων εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον, ὡς εἷναι τὴν τοῦ λόγου συνέχειαν τοιαύτην· εἰ μέν ἐστιν ἡ ψυχὴ ζῷον, τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ὅλου, εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον, ἤτοι τὸ κατὰ τὸ εἶδος ζῷον, καὶ οὕτω τὰ μὲν φατέον τῶν μερῶν πρότερα, τὰ δ’ οὐ φατέον· ὁποῖον γὰρ ἂν εἴη τὸ τῶν ζῴων εἶδος, τὰ μέρη αὐτοῦ πρότερα ἔσονται τῆς αὐτοῦ ὁλότητος. Ἀπορεῖται δ’ εἰκότως καὶ ποῖά ἐστι τοῦ εἴδους μέρη καὶ ποῖα οὔ, ἀλλὰ τοῦ συνειλημμένου. ἐπειδὴ πολλαχοῦ περὶ μέρους καὶ ὅλου τὸν λόγον ποιούμενος ἔλεγεν ὡς τἂ μὲν τῶ εἴδους μέρη πρότερά ἐστιν αὐτοῦ, τὰ δὲ τοῦ συνθέτου ὕστερα, λέγει ὡς εἰκότως ἂν ἀπορήσειέ τις καὶ ποῖά ἐστι τὰ τοῦ εἴδους μέρη καὶ ποῖα τοῦ συνθέτου· τὸ γὰρ συνειλημμένον τοῦ συνθέτου ἐστὶ δηλωτικόν. ἐπειδὴ γάρ ὡς πολλάκις εἴπομεν, οἱ ὁρισμοὶ τῶν εἰδῶν εἰσιν, ἀγνοούμενα τίνα ἐστὶ τὰ τούτων μέρη οὐκ ἂν εἴη ὁρίσασθαι· ὥστε εἰ μὴ ᾖ φανερὸν ποῖά ἐστι μέρη ὡς ὕλη καὶ ποῖα οὐκ ἔστιν, οὐδὲ ὁ λόγος τοὐ πράγματος ἔσται φανερός. ταῦτα εἰπὼν λέγει ὅτι ὅσα μὲν ἐπιγίνονται ἐφ’ ἑτέρων τῷ εἴδει, τουτέστιν ἐν |διαφόροις εἴδεσιν, οἷον ἡ σφαῖρα καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ λίθῳ καὶ χρυσῷ καὶ ἐν μολίβδῳ καὶ ἐν ἄλλοις πολλοῖς διαφέρουσι τῷ εἴδει, τούτων τῶν ἐφ’ ἕτερα τῷ εἴδει ἐπιγινομένων φανερά ἐστι τὰ ὡς ὕλη μέρη· ὁ γὰρ χαλκὸς καὶ τὸ ξύλον οὐκ ἔστι τῆς οὐσίας τοῦ κύλλου ἢ τῆς σφαίρας, τουτέστιν οὐκ ἔστι τῶν συνιστώντων τὸν κατὰ τὸ εἶδος κύκλον διὰ τὸ χωρίζεσθαι αὐτὸν τοῦ ξύλου καὶ τοῦ χαλκοῦ καὶ τῶν τοιούτων, τοῦ δὲ σχήματος καὶ τοῦ ἐπιπέδου καὶ ὅλως τῶν τὴν οὐσίαν αὐτοῦ συνιστώντων οὐδαμῶς χωρίζεται. ὅσα μὲν δὴ χωρίζεται καὶ ἐν διαφέρουσι τῷ εἴδει ὑποκειμένοις γίνεται, τούτων δῆλά ἐστι τὰ ὡς ἐν ὕλῃ μέρη. ὅσα δὲ μὴ χωρίζεται ἀλλ’ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνετᾶι, ὥσπερ ὁ ἄνθρωπος ἀεὶ ἐν ὀστοῖς καὶ σαρξὶ καὶ ἐν νεύροις, καὶ ὁ ἵππος παραπλησίως καὶ ἀπλῶς τὰ ζῷα, τούτων οὐκ ἔστι προφανῆ τίνα τὰ ὡς ἐν ὕλῃ μέρη. ὅμως φησὶ καὶ ἐπὶ τούτων οὐδὲν κωλύειν ὁμοίως ἔχειν τῷ κύκλῳ· ὥσπερ γὰρ ὁ χαλκὸς καὶ τὸ ξύλον οὐδέν εἰσι τῆς τοῦ κατὰ τὸ εἶδος κύκλου οὐσίας, οὕτως οὐδ’ αἱ σάρκες καὶ τὰ νεῦρα τῆς κατὰ τὸ εἶδος τοῦ ἀνθρώπου ἢ τοὐ ἵππου οὐσίας εἰσίν. ὥσπερ γὰρ κἂν οἱ κύκλοι πάντες ἦσαν χάλκινοι καὶ μὴ ἐνεδέχετο ἐν ἄλλῳ ὑποκειμένῳ τὸ τοῦ κύκλου εἶδος γενέσθαι, ἀλλ’ ἀεὶ ἐν χαλκῷ ἦν, ἐφαίνετο ἄν χαλκὸς ὅτι τῆς οὐσίας αὐτοῦ ἐστι διὰ τὸ μὴ ἐν ἄλλῳ γίνεσθαι, ὅμως οὐκ ἄν ἦν οὐδὲ τότε ὁ χαλκὸς τῆς οὐσίας αὐτοῦ, εἴπερ οὐδὲ νῦν ἐστι, κἄν χαλεπὸν ἦν καὶ οὐ ῥᾴδιον τὸ χωρίσαι τοῦτον ἀπὸ τοῦ χαλκοῦ (νὺν γὰρ τοῦτο ὁρατόν ἐστιν, λέγω δὴ τὸ χωρίζειν αὐτὸν ἀπὸ τοῦ χαλκοῦ) οὕτω καὶ τὸ τοῦ ἀνθρώπου εἶδος εἰ καὶ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνεται, ὅμως οὐδέν ἐστι τῆς οὐσίας αὐτοῦ τὰ ὀστᾶ καὶ αἱ σάρκες. καὶ ὃ μὲν εἰπεῖν βούλεται τοῦτό ἐστιν, αὐτὸς δὲ οὐ κατὰ ἀπόφασιν τὸν λόγον προήνεγκεν, ἀλλὰ κατ’ ἐρώτησιν, λέγων οἷον τὸ τοῦ ἀνθρώπου εἶδος ἀεὶ ἐν σαρξὶ γίνεται καὶ ὀστοῖς· ἀρ’ οὗν ἐστι ταῦτα μέρη τοῦ εἴδους καὶ τοὐ λόγου; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἢ οὕ, τουτέστιν ἢ οὔκ εἰσι μέρη αὐτοῦ οὐδαμῶς, ἀλλ’ ὕλη εἰσίν· ἀλλὰ διὰ τὸ μὴ καὶ ἐπ’ ἄλλων ἐπιγίνεσθαι τὸ τοῦ ἀνθρώπου εἶδος, ὥσπερ τὸ τοῦ κύκλου, ἀδυνατοῦμεν χωρίσαι. ἐπεὶ δὲ τοῦτο μέν, λέγω δὴ τὸ εἶδος τοῦ ἀνθρώπου, χωρίζειν τῇ ἐπινοίᾳ τῶν σαρκῶν καὶ ὀστῶν ἐνδέχεται, ἄδηλον δέ ἐστι πότε χωρισθήσεται οὐ γάρ ἐστι δῆλον ὥσπερ ἐπὶ τοῦ κύκλου), ἀποροῦσί τινες λέγων τινὰς τοὺς Ποθαγορείους), καὶ ἐπὶ τοὺ κύκλου καὶ τοῦ τριγώνου καὶ ἐπὶ τῆς γραμμῆς, λέγοντες ὡς οὐ χρὴ ταῦτα γραμμαῖς ὁρίζεσθαι καὶ λέγειν ῾κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον,᾿ ἢ ῾τρίγωνον τὸ ὑπὸ τριῶν γραμμῶν᾿, ἢ πάλιν ῾γραμμή ἐστι μῆκος συνεχὲς ἐφ’ ἓν διαστατόν᾿· ἡ γὰρ γραμμὴ τῷ τε κύκλῳ καὶ |τῷ τριγώνῳ ὡς ὕλη ὑπόκειται, ὁμοίως δὲ καὶ τὸ συνεχὲς τῇ γραμμῇ, ὥσπερ καὶ αἱ σάρκες καὶ τὰ ὀστᾶ τῷ ἀνθρώπῳ καὶ ὁ χαλκὸς τῷ ἀνδριάντι· εἰ οὖν τὸν ἄνθρωπον διὰ τῶν ὀστῶν καὶ σαρκῶν μὴ ὁριζόμεθα διὰ τὸ εἶναι μέρη ὑλικά, οὐδ’ ἄρα τὸν κύκλον καὶ τὸ τρίγωνον διὰ τῆς γραμμῆς ὁρίζεσθαι χρή, οὔτε τὴν γραμμὴν διὰ τοῦ συνεχοῦς, καὶ διὰ τοῦτο λέγω δὴ τὸ λέγειν ὅτι ἡ γραμμὴ καὶ τὸ συνεχὲς ὡς ὕλη εἰσὶ τῷ τριγώνῳ καὶ τοῖς λοιποῖς, ἀνάγουσι ταῦτα πάντα εἰς τοὺς ἀριθμούς, διὰ τὸ ἀύλους αὐτοὺς εἶναι καὶ μὴ ἔχειν ὑποκείμενόν τι ὡς ὕλην, ἀλλ’ αὐτοὺς καθ’ αὑτοὺς εἶναι, καί φασιν ὅτι ὁ λόγος τῆς γραμμῆς ἐστιν ὁ τῆς δυάδος. ἐπειδή γὰρ δυάς ἐστι τὸ πρῶτον διαστατόν (εἰς πρώτην γὰρ τὴν δυάδα ἡ μονὰς διέστη, καὶ οὕτως εἰς τὴν τριάδα καὶ τοὺς ἑῆς ἀριθμούς), εἴπερ ὁριζόμεθα, φασί, τὴν γραμμήν, οὐ χρὴ λέγειν αὐτὴν ποσὸν ἐφ’ ἓν διαστατόν, ἀλλὰ γραμμή ἐστι τὸ πρῶτον διαστατόν· τὸ γὰρ πρῶτον οὐχ ὡς ὕλη ἐστὶ καὶ ὑπόκειται τῇ γραμμῇ, ὥσπερ τὸ συνεχές. καὶ τῶν τὰς ἰδέας λεγόντων οἱ μέν φασιν ὅτι ἡ αὐτογραμμὴ ἤτοι τὸ εἶδος τῆς γραμμῆς, ὅπερ ἐστὶν ἕτερον παρὰ τἀς καθ’ ἕκαστα γραμμάς, ἡ δυάς ἐστιν, οἱ δὲ λέγουσιν ὅτι οὐκ ἔστιν ἡ αὐτογραμμὴ ἡ δυάς, ἀλλ’ αὐτογραμμή ἐστι τὸ εἶδος τῆς γραμμῆς. καί φασιν οἱ οὕτω λέγοντες ὅτι τινὰ μὲν τό τε εἶδος καὶ τὸ οὗ ἐστιν εἶδος ταὐτά ἐστιν. οἷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης, οὗ ἐστιν εἶδος ὁ ἄνθρωπος, ταὐτόν εἰσι, καὶ ἡ αὐτοδυὰς καὶ ἥδε ἡ δυάς, ἧς ἐστιν εἶδος ἡ αὐτοδυάς, ταὐτά ἐστιν· ἐπὶ δὲ τῆς γραμμῆς τοῦτο οὐ συγχωροῦσιν, ἀλλὰ τὴν μὲν γραμμὴν τήνδε τὴν μερικὴν εἶναι γραμμὴν λέγουσιν, τὸ δὲ εἶδος αὐτῆς μὴ εἷναι γραμμὴν ἀλλὰ δυάδα. καὶ ἐνίσταται εὐθὺς πρὸς τὸν λέγοντα λόγον μὴ εἶναι γραμμὴν τὴν ὡς γραμμήν, γραμμήν, ἀλλὰ δυάδα, λέγων συμβαίνει δὴ ἓν τῶν πολλῶν εἶδος εἶναι, τουτέστιν ἐκ τούτου τοῦ λόγου συμβαίνει ἓν εἶδος εἰδικώτατον πολλῶν καὶ διαφερόντων τῷ εἴδει εἶναι· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ὧν τὸ εἶδος φαίνεται ἕτερον. εἰ γὰρ ἡ αὐτὴ δυάς ἐστιν εἶδος τῶν κατὰ μέρος γραμμῶν, ἔστι δὲ ἡ αὐτὴ εἶδος καὶ τῶν κατὰ μέρος δυάδων, αἱ δὲ μερικαὶ γραμμαὶ καὶ δυάδες διαφέρουσι τῷ εἴδει, ἔστιν ἄρα ἓν εἶδος δύο διαφερόντων τῷ εἴδει. εἰ δὲ τοῦτο, διὰ τί οὐκ ἔσται ἡ αὐτὴ δυὰς εἶδος καὶ τῶν μερικῶν ἀνθρώπων καὶ ἵππων καὶ βοῶν καὶ ἁπλῶς ἁπάντων; τίς γὰρ ἡ ἀποκλήρωσις δυοῖν μὲν εἶναι εἶδος διαφερόντοιν τῷ εἴδει, τῶν δὲ ἄλλων μὴ εἶναι; ὥστε συμβαίνει ἐκ τούτου ἓν πάντων εἶναι εἶδος καὶ μὴ εἶναι πολλὰς ἰδέας, καὶ ἔσονται πάντα ἓν καὶ μιᾶς φύσεως οἵ τε ἄνθρωποι καὶ οἱ ἵπποι καὶ τὰ ἄλλα πάντα· ὧν γὰρ τὸ εἶδος ἕν, καὶ ἡ φύσις αὐτῶν μία. |Ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνα αἰτίαν, εἴρηται. διὸ καὶ τὸ πάντα ἀνάγειν οὕτω. Συμπεραίνεται τὰ πολλάκις ῥηθέντα καί φησιν ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνα αἰτίαν· εἶπε γὰρ ὅτι διὰ τί ἐπὶ μὲν τῆς συλλαβῆς λαμβάνομεν τὰ στοιχεῖα ἐπὶ δὲ τοῦ κύλλου τὰ τμήματα οὐδαμῶς, καὶ ἄλλα ἅττα εἴρηται. τὸ δὲ πάντα ἀνάγειν καὶ ἰδέας ποιεῖν χωρίζοντας τὴν ὕλην περίεργον. ἐπ’ ἐνίων γὰρ φανερὸν ὅτι τόδε ἐν τῷδέ ἐστιν, οἷον τὸ εἶδος ἐν τῇ ὕλῃ· τὸ γὰρ τῆς οἰκίας εἶδος ἐν λίθοις καὶ ξύλοις ἐστὶ καὶ τὸ τοῦ ἀνδριάντος ἐν χαλκῷ, ἀλλ’ οὐ χωριστὰ αὐτὰ καθ’ αὑτά. καὶ τοῦτο ὁμολογοῦσι καὶ οἱ τὰς ἰδέας τιθέμενοι. εἰ δὲ τοῦτο, τίνος ἕνεκα αὐτῶν μὲν ἰδέαι οὔκ εἰσιν; τὸ δ’ ἴσως πρόσκειται ἢ διὰ φιλόσοφον εὐλάβειαν, ἡ ὅτι τοῦτο δείξει μετ’ ὀλίγον, λέγω δὴ τὸ μὴ εἶναι ἰδέας, ἢ καὶ διὰ τὰ προδεδειγμένα ἐν τῷ μείζονι Α καὶ τοῖς ἐφεξῆς. εἰπὼν δὲ ὅτι ἔνια τόδε ἐν τῷδε ἔστιν ἐπήγαγεν ἢ ὡδὶ ἔχ’ ὄντα· ἡ γὰρ τοιαδὶ σύνθεσις τῶν λίθων καὶ τὸ ὡδί πὼς ἔχειν ἀλλὰ μὴ ὡδί ἐστιν ἡ οἰκία. ταῦτα εἰπὼν αἰτιᾶται τὸν νεώτερον Σωκράτην ὡς οὐ καλῶς ἐκ τῆς ἐπαγωγῆς κατασκευάζοντα τὸ εἶναι ἰδέας. νεώτερον δὲ Σωκράτην ἢ τὸν Πλάτωνα λέγει, ἢ, ὃ καὶ μᾶλλον, τὸν ὁμώνυμον τῷ τοῦ Πλάτωνος διδασκάλῳ Σωκράτην. ποιεῖται γάρ τινα Σωκράτην ὁ Πλάτων’ προσδιαλεγόμενον μετὰ τοῦ γηραιοῦ Σωκράτους. οὗτος δὴ ὁ Σωκράτης ἀπό τινος ἀληθοῦς κατασκευάζειν ἐπειρᾶτο ὅτι ἔστιν ἄνθρωπος ἄνευ μερῶν ὑλικῶν· ἔλεγε γὰρ ὅτι ὥσπερ ἄνευ χαλκοῦ καὶ ἄνευ λίθου καὶ ξύλου δύναται εἶναι κύκλος, οὕτως καὶ ἄνθρωπος χωρὶς σαρκῶν καὶ ὀστῶν. ἀλλ’ ἐπὶ μὲν τοῦ κύκλου τοῦτο ἀληθὲς ὅτι οὐκ ἔστιν ὡρισμένον τοῦτο τὸ ὑποκείμενον τῷ κύκλῳ, ἀλλὰ πέφυκε τὸ τοιοῦτον σχῆμα γίνεσθαι καὶ ἐν χρυσῷ καὶ ἐν ξύλῳ καὶ ἐν παντὶ στερεῷ σώματι, ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐκ ἀληθές. ὥσπερ γὰρ οὐκ ἔστιν εὑρεῖν κύκλον ὅλως ἄνευ σώματος, κἂν εἰ ἐν παντὶ στερεῷ καὶ οὐχ ὡρισμένῳ πέφυκε γίνεσθαι σώματι, οὕτως οὐδ’ ἄνθρωπον ἄνευ σαρκῶν καὶ ὀστῶν ἐν ὑποστάσει δύναταί τις εὑρεῖν, ἀλλὰ χωρίζει μὲν αὐτὸν τῇ ἐπινοίᾳ ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων, ὥσπερ καὶ τὸν κύκλον, ἐν ὑποστάσει δὲ ὡς ὁ Ἀλέξανδρος οὐ δύναται εἶναι, ἀλλ’ εἰ καὶ τῶν καθ’ ἕκαστα αὐτὸν ἀποσυλᾷ, ἀλλ’ οὗν πάλιν μετὰ σαρκὸς καὶ ὀστῶν περιφαντάζεται αὐτόν. οὐκ ἔστιν οὗν, φησίν, ὅμοιον τὸ ἐπὶ τοῦ κύκλου τοὺ νεωτέρου Σωκράτους λεγόμενον καὶ τὸ ἐπὶ τοῦ ζώου· αἰσθητὸν ταρα γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως λέγει δὲ κίνησιν τὴν ὕλην) καὶ ὑποκειμένου οὐκ ἔστιν ὁρίσασθαι, ἤτοι οὐκ ἔστι τὸ αἰσθητὸν ζῷον οἷον ἂν καὶ εἴη ἄνευ ὑποκειμένου καὶ ὕλης ὁρίσασθαι, εἴπερ τις ἀκριβῶς ὁρίζοιτο. ἐπεὶ οὖν οὐκ ἔστιν αὐτοζῷον, ὡς δέδεικται καὶ δειχθήσεται, ἀλλὰ πᾶν ζῷον ὕπαρ|ξιν ἔχον αἰσθητόν ἐστιν τὸ γὰρ καθόλου ζῷον οὐκ ἐν ὑπάρξει, ἀλλ’ ἐπινοίᾳ), πῶς ἂν ζῷον αἰσθητὸν ἄνευ ὕλης ὁρισθείη; ἀλλὰ τὰ μὲν καθόλου χωρὶς ὕλης ὁρίζεται ἅτε ἐπινοίᾳ ὄντα, τὰ δὲ καθ’ ἕκαστα οὐδαμῶς. δύναται διὰ τοῦ αἰσθητὸν γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως οὐκ ἔστιν ὁρίσασθαι δηλοῦν τὸ πᾶν ζῷον αἰσθητόν ἐστι, πᾶν δὲ ζῷον αἰσθητὸν οὐ δύναται ὁρισθῆναι ἤιοι ὕπαρξιν ἔχειν ἄνευ σαρκῶν καὶ ὀστῶν· οὐ δύναται οὖν ζῷον αἰσθητὸν ἄνευ τῶν μερῶν αὐτοῦ ἐχόντων πὼς ἢ εἶναι ἢ ὅλως ὁρισθῆναι. εἰπὼν δὲ διὸ ἄνευ τῶν μερῶν ἐχόντων πὼς, ἐξηγεῖται τίνος ἔνεκε τὸ πῶς προσέθηκε λέγων οὐ γὰρ πάντως τοῦ ἀνθρώπου μέρος χείρ. οὐ γάρ, εἰ καὶ κατεξηραμμένη ἐστὶ καὶ ὅλως ἀκίνητος, λεχθείη ἄν αὐτοῦ μέρος, ἀλλὰ τότε λεχθήσεται αὐτοῦ μέρος, ὅταν τὸ ἔργον αὐτῆς ἀποτελῇ. τὸ δ’ ἔργον αὐτῆς ποιήσει καὶ μέρος τοῦ ἀνθρώπου λεχθήσεται, ὅταν κατὰ φύσιν ἔχῃ· ὅταν δὲ μὴ ἔχῃ ἀλλ’ ἔστιν οἷον ἄψυχος, οὔτε τὸ ἔργον αὐτῆς ποιήσει οὔτε μέρος λεχθήσεται. Περὶ δὲ τὰ μάθημα τι κά, διὰ τί οὔκ εἰσι μέρη οἱ λόγοι τῶν λόγων, οἷον τὸ ὖ κύκλου τὰ ἡμικύκλια; εἰπὼν πρότερον ὅτι ἐπὶ μὲν τῷ τῆς συλλαβῆς λόγῳ λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μὴ εἶναι ὕλης μέρη ἀλλ’ εἴδους, ἐπὶ δὲ τοῦ κύκλου οὐ 5 λαμβάνεται τὰ ἡμικύκλια, ὅτι ἔνυλά εἰσι καὶ μέρη ὕλης συνεῖδεν ἔνστασίν τινα δυναμένην πρὸς τὸν λόγον φέρεσθαι, ἣν παρατίθησι καὶ λύει. ἔφθημεν δὲ ἡμεῖς εἰπόντες ὅτε περὶ τῆς συλλαβῆς ἔλεγεν, ὅπως τὰ μὲν ἡμικύκλια ὕλης εἰσὶ μέρη, τὰ δὲ στοιχεῖα εἶα οὗκ εἰσιν· καὶ οἶμαι καὶ ταῦτα ἐκείνοις ἔδει συντάττεσθαι, καὶ ἴσως ὑπὸ μὲν Ἀριστοτέλους συντέτακται (ἐν οὐδεμιᾷ γὰρ τῶν ἄλλων αὐτοῦ πραγματειῶν εὑρίσκεται τοιοῦτόν τι πεποιηκὼς ὁποῖα ἐνταῦθα φαίνεται), ὑπὸ δὲ τοῦ Εὐδήμου κεχώρισται. ἔστι δὲ ἡ ἔνστασις τοιαύτη· διὰ τί οὔκ εἰσιν οἱ λόγοι τῶν ἡμικυκλίων ἤτοι τὰ ἡμικύκλια μέρη τοῦ λόγου τοῦ κύκλου; οὐ γάρ ἐστιν αἰσθητά, ὡς ὁ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ αἱ σάρκες, ἵνα ὡς ὕλης μέρη ταῦτα λέγηται. εἰ δ’ οὔκ εἰσιν ὑλικά, διὰ τί οὐκ ἐν τῷ τοῦ κύκλου λόγῳ ἐλήφθη; καὶ λύει ταύτην λέγων ἢ οὐδὲν διαφέρει; κἄν τε γὰρ αἴσθῃ τά ἐστι τὰ ἡμικύκλια κἄν τε μὴ αἰσθητά, ὕλης εἰσὶ μέρη καὶ ὕλη· οὐ γὰρ πᾶσα ὕλη αἰσθητὴ οὐδὲ πάλιν μόνον τῶν αἰσθητῶν ἐστιν ὕλη, ἀλλ’ ἔστι καὶ ὕλη μὴ αἰσθητή, ἔστι καὶ ὕλη μὴ αἰσθητῶν, καὶ οὐδὲν κωλύει μὴ αἰσθητῶν ὄντων τῶν τμημάτων εἶναι αὐτῶν ὕλην οὐκ αἰσθητήν. καὶ ἁπλῶς παντός, ὃ μή ἐστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθ’ αὑτό, ἔστι τούτου ὕλη ὥστε δῆλον ἐκ τούτου ὅτι καὶ ὁ καθόλου ἄνθρωπος ἐπειδὴ μή ἐστι καθ’ αὑτόν, ἔστι καὶ αὐτοῦ ὕλη, ἀλλὰ νοητή· ἡ μὲν γὰρ τῶν ὑλῶν αἰσθητή ἐστιν ἡ δὲ νοητή. ὥστε δῆλον ὅτι τοῦ μὲν καθ|όλου κύκλου τὰ ἡμικύκλια οὐκ ἔσται μέρη οὐδὲ ληφθήσεται ἐν τῷ λόγῳ αὐτοῦ· τῶν δὲ καθ’ ἕκαστα ἔσται μέρη ταῦτα ὥσπερ εἴρηται. πῶς δὲ τὰ ἡμικύκλια, κἄν νοητὰ ᾖ, ὕλη εἰσίν, εἴπομεν ἱκανῶς, ὅτι ἡ διάστασις, ἣν ὅτι ἔχει ἔχει διὰ τὴν ἐν ᾗ ἐστιν ὕλην. ἐκ πάντων δὴ δῆλόν ἐστιν ὅτι ἡ μὲν ψυχὴ οὐσία ἐστὶν ἡ πρώτη, τουτέστι τὸ εἶδος, τὸ δὲ σῶμα ὕλη. περὶ δὲ τούτων ἀκριβῶς ἐρρέθη ἐν τῷ Β τῶν Περὶ ψυχῆς, ὅτι τὸ μὲν σῶμά ἐστιν ὕλη, ἡ δὲ ψυχὴ εἶδος, ὁ δὲ καθόλου ἄνθρωπός ἐστι τὸ ζῷον τὸ ἐξ ἀμφοῖν, τοῦ τε καθόλου σώματος καὶ τῆς καθόλου ψυχῆς. Σωκράτης δὲ καὶ Κορίσκος, φησίν, εἰ μέν ἐστι καὶ ἡ ψυχὴ αὐτοῦ εἶδος αὐτοῦ καὶ εἰδοποιεῖται κατ’ αὐτήν, ἔσται διττὸν ζῷον ἐκ ψυχῆς καὶ σώματος ἤτοι ἐξ εἴδους καὶ ὕλης· καὶ οἱ μὲν τῶν ἀνθρώπων ἐροῦσι τὸν Σωκράτην ὡς ψυχήν, τουτέστιν ὡς εἶδος, ἀφορῶντες εἰς τὴν ψυχὴν αὐτοῦ μόνην, οἱ δὲ ἐροῦσιν αὐτὸν ὡς τὸ σύνολον, ἤτοι ἐκ ψυχῆς καὶ σώματος, ἀποβλέποντες εἰς ἀμφότερα. εἰ δὲ ἁπλῶς ἡ ψυχὴ ἥδε καὶ σῶμα τόδε, τουτέστιν εἰ δέ τις τὴν τοῦ Σωκράτους ψυχὴν οὐκ εἶδος τοῦ Σωκράτους λέγει ἁπλῶς, ὡς ἔχει ἡ καθόλου ἀνθρώπειος ψυχὴ πρὸς τὸ καθόλου ἀνθρώπειον σῶμα, ἕξει καὶ ἡ καθ’ ἕκαστα πρὸς τὸ καθ’ ἕκαστον. εἰ μὲν οὖν ἐστιν εἶδος τοῦ καθόλου ἀνθρωπείου σώματος ἡ καθόλου ἀνθρώπειος ψυχή, ἔσται καὶ ἡ τοῦ Σωκράτους ψυχὴ πρὸς τὸ τοῦ Σωκράτους σῶμα εἶδος. εἰ δὲ μή ἐστιν ἡ καθόλου ἀνθρώπειος ψυχὴ τοῦ καθόλου ἀνθρωπείου σώματος εἶδὸς, οὐδ’ ἡ καθ’ ἕκαστα τοῦ καθ’ ἕκαστα. ἐπεὶ δὲ τῆς φυσικῆς ἐστι τὸ περὶ τῶν ἐνύλων εἰδῶν θεωρεῖν, ἀλλ’ οὐ τῆς προκειμένης πραγματείας, αὐτὸς δὲ δι’ ὅλου τοῦ βιβλίου περὶ τῶν ἐνύλων εἰδῶν τὴν σκέψιν ἐποιήσατο, ὥσπερ ἑαυτῷ ἀπολογίαν ποριζόμενός φησι πότερον ἔστι τι παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν ἄλλη, τουτέστι παρὰ τὴν ἔνυλον οὐσίαν ἤτοι παρ’ ἁ τὸ ἔνυλον εἶδος. καὶ δεῖ ζητεῖν τοιαύτην οὐσίαν οἷον ἀριθμούς λέγει δὲ ἀριθμοὺς τὰς ἰδέας) ἤ τι τὸ τοιοῦτον· καί φησιν ὅτι ὕστερον ἐπισκεψόμεθα περὶ τούτου. καὶ ζητήσει καὶ ἐν τῷ παρόντι βι|βλίῳ, ζητήσει δὲ μάλιστα καὶ ἐν τῷ Μ. διὰ γὰρ τὸ γνῶναι. φησίν, εἴτε εἰσὶν εἴδη παρὰ τὰ ἔνυλα εἴτε μή περὶ τῶν αἰσθητῶν οὐσιῶν λέγων αἰσθητὰς οὐσίας τὰ ἔνυλα εἴδη), πειρώμεθα διορίζειν. οὐ γὰρ τῆς προκειμένης καὶ πρώτης φιλοσοφίας ἐστὶ τὸ περὶ τῶν τοιούτων θεωρεῖν, ἀλλὰ τῆς φυσικῆς καὶ δευτέρας φιλοσοφίας ἡ περὶ τἀς αἰσθητὰς οὐσίας. οὐ μόνον γὰρ τοῦ φυσικοῦ ἐστι τὸ περὶ τῆς ὕλης θεωρεῖν, ἀλλὰ καὶ περὶ τοῦ ἐνύλω εἴδους, καὶ μάλιστα, ὡς ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως ἔγνωμεν. ἀλλὰ καὶ περὶ τῶν ὁρισμῶν, φησί, πῶς ἐστι μέρη τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὁρισμοῦ, καὶ πῶς εἷς ἐστιν ὁ ὁρισμὸς ἐκ πλειόνων ὑπάρχων, ἐκ γὰρ γένους καὶ διαφορῶν δῆλον γὰρ ὅτι ἐπειδὴ τὸ πρᾶγμα, οἷον τὸ ὁριστόν, ἕν ἐστι, καὶ αὐτὸς εἷς ἐστιν· πᾶν δὲ πρᾶγμα ἔχον μέρη δῆλον ὥς τινι ἑνοῦντι αὐτό ἐστιν ἕν), περὶ τούτων δὴ σκεπτέον ὕστερον, καὶ ἐρεῖ περὶ τούτων πρὸ πάντων, ὅσον οὔπω. Ταῦτα εἰπὼν ἀνακεφαλαιοῦται τὰ διὰ πλειόνων λεχθέντα καί φησι τί μὲν οὖν ἐστι τὸ τί ἦν εἶναι, ὅτι ἐστὶν ἡ συγκατατεταγμένη τοῖς καθ’ ἕκαστα οὐσία καὶ συνῃρημένως νοουμένη, καὶ πῶς αὐτὸ καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ἔστιν, εἴρηται καθόλου περὶ παντός, καὶ διὰ τί τῶν μὲν ὁ λόγος τοῦ τί ἦν εἶναι ἔχει τὰ μόρια τοῦ ὁριζομένου, ὡς ἐπὶ τῆς συλλαβῆς ἐλέγομεν, τῶν δ’ οὔ, ὡς ἐπὶ τοῦ κύκλου· καὶ ὅτι ἐν τῷ τῆς οὐσίας καὶ τοὐ εἴδους λόγῳ τὰ ὡς ὕλη μόρια οὐκ ἐνέσται, ὡς ἐπὶ τοῦ ἀνθρώπου· οὐ γάρ εἰσιν ἐν τῶ λόγῳ αὐτοῦ σάρκες καὶ ὀστᾶ· οὐδὲ γάρ εἴσιν ἐκείνης τῆς οὐσίας καὶ τοῦ εἴδους αἱ σάρκες καὶ τὰ ὀστᾶ μόρια, ἀλλὰ τῆς συνόλου, λέγω δὴ τῆς συθέτου τῆς ἐξ ὕλης καὶ εἴδους. τῆς δὲ συνθέτου οὐσίας τρόπον μέν τινα ἔστιν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν· κτὰ μὲν γὰρ τὴν ὕλην τὴν ἐν αὐτῇ, οἷον σαρκῶν καὶ ὀστῶν καὶ νεύρων, οὐκ ἔστιν ἀόριστον γὰρ ἡ ὕλη, τῶν δ’ ἀορίστων οὐκ ἔστιν ὁρισμός), κατὰ δὲ τὴν πρώτην οὐσίαν καὶ τὸ εἶδος ἔστιν. ἐπειδὴ γὰρ ὁ Σωκράτης ὑπὸ τὸν ἄνθρωπον, ἐστι δὲ τοῦ ἀνθρώπου ὁρισμός, ἔσται καὶ τοῦ Σωκράτους τρόπον τινά. εἰπὼν δὲ ὅτι κατὰ τὴν πρώτην οὐσίαν ἔστιν, τίς ἐστιν ἡ πρώτη οὐσία ἐπήγαγεν· ἡ οὐσία γάρ ἐστι τὸ εἶδος τὸ ἐνόν, ἴσον λέγων, οὐδὲν ἄλλο ἐστὶν ἡ πρώτη οὐσία ἢ τὸ εἶδος τὸ ἐν. ὑπάρχον τῇ ὕλῃ. τὸ δὲ μεταξὺ τεθέν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς λόγος, τοιοῦτον ἄν εἴη· τὸ εἶδος τοῦ ἀνθρώπου ὁ λόγος ἐστὶν τῆς ψυχῆς ἤτοι αὐτὴ ἡ ψυχή· ἐξ ἧς ψυχῆς καὶ τῆς ὅλης ἡ συνόλη καὶ σύνθετός ἐστιν οὐσία. παράδειγμα δὲ τοὐ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους παρέθετο τὴν κοιλότητα· ἐκ ταύτης γάρ, φησί, καὶ τῆς ῥινὸς ἡ σιμὴ ῥίς, καὶ ὅλως ἡ σιμότης ἐν τῇ ῥινί ἐστιν. εἰπὼν δὲ ἀνωτέρω ὅτι τῆς συνόλου οὐσίας εἴρηται ὅτι |ἔστι καὶ οὐκ ἔστιν ὁρισμὸς καὶ μεταξὺ πολλὰ ἐπεμβαλὼν ἐπάγει νῦν τὴν αἰτίαν τοῦ ὅπως οὐκ ἔστι τῶν συνθέτων ὁρισμός, λέγων δὶς γὰρ ἐν τούτοις ὑπάρξει ἡ ῥίς, τουτέστιν εἴρηται ἡμῖν καὶ περὶ τῶν συνθέτων ὅτι εἰ ἔστι τούτων ὁρισμός, συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. ἐν δὲ τῆ ῥινὶ τῇ σιμῇ ἢ τῷ Καλλίᾳ ἔνεστι καὶ ὕλη καὶ εἶδος· ἀλλ’ εἰ τοῦτο, οὐκ ἄν εἴη ὁρισμὸς αὐτοῖν· συμβήσεται γὰρ δὶς τὸ αὐτὸ λέγειν. οὐ μόνον δὲ περὶ τούτων εἴρηται, ἀλλ’ ὅτι καὶ ἕκαστον καὶ τὸ τί ἦν εἷναι αὐτῷ ἐπί τινων ταὐτόν ἐστιν, ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν, ἐξηγεῖται τίς ’πὸ τέ ἐστιν ἡ πρώτη οὐσία, φάσκων λέγω δὲ πρώτην ἣ μὴ λέγεται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι ὑποκειμένῳ ὡς ὕλῃ. ὅταν μὲν γὰρ εἴπω λευκόν, εὐθὺς ἄλλο ἐν ἄλλῳ ὑποκειμένῳ λέγω, καὶ ἔστιν ὡς μὲν ὑποκείμενον καὶ ὕλη ὁ ἄνθρωπος ἢ τὸ ξύλον, ὡς δ’ ἐν ὑποκειμένοις τούτοις τὸ λευκόν· ὅταν δ’ εἴπω ἄνθρωπον, οὐκ ἄλλο ἐν ἄλλῳ λέγω, ἀλλὰ λέγω πρᾶγμα καθ’ αὑτὸ δυνάμενον εἶναι καὶ ὄν. καὶ ἐπὶ μὲν τῶν οὐσιῶν ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ἐστὶ ταὐτόν· ὅσα δὲ ὡς ὕλη ἢ ὡς συνειλημμένα τῇ ὕλῃ, οὐ ταὐτό. ὡς ἐν ὕλῃ δὲ ἢ ὡς ἐν συνειλημμένῳ τῇ ὕλῃ τῷ Σωκράτει ἐστὶ τὸ μουσικόν· ὡς ὕλη γὰρ ὑπόκειται ὁ Σωκράτης τῷ μουσικῷ. καὶ ἐπὶ τούτῳ ὁ Σωκράτης καὶ τὸ μουσικὸν καθ’ αὑτὸ μὲν οὔκ εἰσι ταὐτόν, κατὰ συμβεβηκὸς δέ. Νῦν δὲ λέγωμεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς ἀναλυτικοῖς περὶ ὁρισμῶν μὴ εἴρηται. εἰπὼν πρὸ ὀλίγου ὅτι “ἐπὶ δὲ τῶν ὁρισμῶν πῶς μέρη τὰ ἐν τῷ λόγῳ καὶ διὰ τί εἷς λόγος ὁρισμός δῆλον γὰρ ὅτι τὸ πρᾶγμα ἕν, τὸ δὲ πρᾶγμα τινὶ ἔν, μέρη γε ἔχον) σκεπτέον ὕστερον,” νῦν περὶ τούτου τὴν ζήτησιν ποιεῖται, λέγων ὅτι ἐπειδὴ ἐν τοῖς ἀναλυτικοῖς (λέγει δὲ ἀναλυτικὰ τὸ B τῶν ῾Υστέρων ἀναλυτικῶν), ἐπειδὴ οὖν ἐν ἐκείνοις τὴν περὶ ὁρισμῶν ζήτησιν οὐ τελείαν πεποιήκαμεν, ὅπερ ἐν ἐκείνοις μὴ εἴρηται, νῦν λέγωμεν· ἡ γὰρ ἐν ἐκείνοις ἀξία ζητηθῆναι ἀπορία καὶ μὴ ζητηθεῖσα, εἰ νῦν λεχθείη, προύργου καὶ μέγα συν· τελέσει τοῖς περὶ τῆς οὐσίας καὶ τοῦ εἴδους λόγοις. ἡ δὲ ἀπορία, φησίν, ἐστί, διὰ τί ποτε τὸ ὁριστόν, οὗ τὸν λόγον φαμὲν εἶναι ὁρισμόν, ἐκ πλειόνων ὂν ἕν ἐστιν ἀλλ’ οὐ πολλά. οἷον ἔστω, φησί, τοῦ ἀνθρώπου ὁρισμὸς τὸ ζῷον δίπουν· διὰ τί δὴ τὸ ζῷον δίπουν ἕν ἐστι καὶ οὐ δύο, καὶ τί τὸ ταῦτα ἑνοῦν καὶ ἓν αὐτὰ ποιοῦν; ὁ μὲν γὰρ ἄνθρωπος, φησί, καὶ τὸ λευκὸν πολλά ἐστιν ὅταν ᾖ κεχωρισμένα ἀπ’ ἀλλήλων λῶν καὶ μὴ ὑπάρχῃ τὸ λευκὸν ἐν |τῷ ἀνθρώπῳ μηδὲ μετέχῃ αὐτοῦ ὁ ἄνθρωπος· ὅταν δὲ μετέχῃ τοῦ λευκοῦ καὶ ὑπάρχῃ ἐν αὐτῷ τὸ λευκὸν καὶ πάθῃ τι καὶ ποιωθῇ ὑπ’ αὐτοῦ, τότε ἓν καὶ γίνεται καὶ ἔστιν ὁ λευκὸς ἄνθρωπος, οὐ καθ’ αὑτὸ δὲ ἀλλ’ ᾗ πεποίωται. ἐνταῦθα δ’ οὐ μετέχει τὸ ζῷον τοῦ δίποδος, ἵνα ᾖ τὸ ζῷον δίπουν ἕν. εἰ δὲ λέγοι τις μετέχειν αὐτοῦ, μεθέξοι ἂν καὶ τοῦ πολύποδος καὶ ἔσονται ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ· ὁμοίως εἰ μετέχοι τὸ ζῷον τοῦ θνητοῦ, μετέχοι ἂν καὶ τοῦ ἀθανάτου, ὅπερ ἀδύνατον τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. αἱ γὰρ διαφοραὶ ἐναντίαι, αἷς τὸ γένος διαφέρει, τουτέστιν αἷς διαιρεῖται τὸ γένος. ἢ γένος ἐνταῦθα λέγοι ἂν τὸ εἶδος, καὶ εἴη ἂν λέγων ὅτι αἱ διαφοραί, αἷς τὰ εἴδη διαφέρει, ἐναντίαι εἰσίν. πολλαχοῦ δὲ αὐτῷ σύνηθες τὸ τὰ εἴδη γένη λέγειν. ἐνστὰς οὖν ὅτι τῶν διαφορῶν ἐναντίων οὐσῶν οὐ μετέχει τὰ γένη, λύει τοῦτο κατὰ ἀντιπαράστασιν, λέγων εἰ δὲ καὶ μετέχει, ὃ δὴ ἐλλιπῶς λίαν εἴρηται· ἐξ ὧν δὲ ἐπάγει τοῦτο, οἶμαι, βούλεται λέγειν. εἰ δέ τις φῇ ῾ἀλλ᾿ οὐ μετέχει τὸ γένος τῶν ἐναντίων διαφορῶν, ἀλλὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος καὶ τοῦ ἀπτέρου, ἅπερ οὔκ εἰσιν ἐναντία᾿, εἰ δὴ τούτων μετέχει, ὁ αὐτὸς πάλιν λόγος, εἴπερ αἱ διαφοραὶ πλείους, διὰ τί ταῦθ’ ἓν ἀλλ’ οὐ πολλά; εἰ γὰρ εἰκός ἐστι λέγειν ὅτι διὰ τὸ ἐνυπάρχειν τῷ γένει εἰσὶν ἕν, συμβήσεται τῷ λόγῳ τούτῳ πᾶν τὸ ἐν ᾧ ὑπάρχει τινὰ μετὰ τῶν ἐνυπαρχόντων αὐτῷ εἶναι ἕν, καὶ ἔσται ὁ οἶνος καὶ ὁ ἀμφορεὺς ἕν, καὶ ὁ μέδιμνος καὶ οἱ πυροί. οὐ μόνον δὲ τοῦτο, ἀλλ’ εἴπερ ἕν ἐστι τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ ἄπτερον, διὰ τὸ ἐνυπάρχειν αὐτὰ τῷ ζῴῳ, ἔσται τὸ ζῷον ἓν καὶ μετὰ πάντων τῶν ἄλλων διαφορῶν, καὶ οὕτως ἔσται πάντα ἐν. ἵνα δὲ μή τις εἴπῃ ὅτι ῾ἀλλ᾿ οὐκ ἔσται τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἕν’, ἐπήγαγε τὸ δεῖ δέ γε ἓν εἶναι ὅσα ἐν τῷ ὁρισμῷ. ὁ γὰρ ὁρισμὸς λόγος τίς ἐστιν εἷς καὶ μιᾶς οὐσίας. εἴ δὲ ἧς ὁ ὁρισμός ἐστιν ἐν τί ἐστι καὶ τόδε τι σημαίνει, ὥσπερ λέγομεν (τὸ γὰρ τί ἦν εἶναι καὶ ἡ συγκατατεταγμένη φύσις ἑκάστοις, ἧς ἐστιν ὁ ὁρισμός, τόδε τί ἐστι καὶ ἕν), εἰ δὲ τοῦτο, καὶ ὁ λόγος αὐτῆς εἷς ἐστιν· ἀλλ᾿ εἰ τοῦτο, δεῖ καὶ τὰ ἐν τῷ λόγῳ ἓν εἶναι. ἀλλὰ δεῖ πάλιν μικρόν τι παρεκβάντας ὑπομνῆσαι ἡμᾶς περὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ καθόλου εἴδους. ἰστέον δὴ ὅτι τὸ τί ἦν εἷναι καὶ τὸ εἶδος ταὐτόν ἐστι, πλὴν οὐχ ὡς νοεῖται καὶ ἔστιν ἀλλὰ νοεῖται μὲν ἄλλο τι παρὰ τὰ ὑπ’ αὐτὸ ἄτομα, ἐν αὐτοῖς δέ ἐστι κατατεταγμένον καὶ οὐδέποτε χωρὶς αὐτῶν ἐστιν, ἢ ὅλως χωρὶς ὕλης· ὁ δὲ ὁρισμός ἐστιν ὁ λόγος τοῦ τί ἦν εἷναι καὶ τοῦ εἴδους. καὶ περὶ μὲν τούτων ταῦτα προὑπομνησθῆναι ἡμὰς χρή· αὐτὸς δὲ οὑτωσὶ τὴν ἀπορίαν θεὶς καὶ τὴν λύσιν ἀσαφῶς καὶ λίαν μεμελανωμένωσ ἐπαγαγών, διὰ τὸ καὶ |ἐν τῷ δευτέρῳ τῶν Περὶ ψυχῆς ταύτην λελυκέναι, μετὰ πολλὰ καὶ ἐνταῦθα σαφῶς λύσας οὐ δοκεῖ λελυκέναι. ὅμως ὅπως καὶ ἐνταῦθα ταύτην λύει, κἂν μὴ δοκῇ, τὴν λέξιν ἐπερχόμενοι λέξομεν. οὐδὲν δὲ ἴσως χεῖρόν ἐστι καὶ νῦν διὰ βραχέος ὑπομνῆσαι τὴν ταύτης λύσιν· ἴσμεν γὰρ ὡς οὐδεὶς εὖ ἔχων ζητήσειε διὰ τί ἕν ἐστιν ὅ τε χαλκὸς καὶ ἡ περὶ αὐτὸν σφαῖρα· ἡ γὰρ ἐν τῷ χαλκῷ σφαίρα οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ στρογγύλος χαλκός, καὶ ἔστιν ὁ μὲν χαλκὸς ὡς ὕλη, τὸ δὲ στρογγύλον ὡς εἶδος πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι μηδενὸς συνεχίζοντος αὐτά· τοῦτο γάρ ἐστι τῇ ὅλῃ τὸ ὕλῃ εἶναι καὶ τῷ εἴδει τὸ εἴδει, ἵνα ὅταν ᾖ ἡ ὕλη καὶ τὸ εἶδος, ὃ πέφυκε δέχεσθαι, εὐθὺς ἑνοῦσθαί τε ᾖ καὶ ἓν εἶναι. ὡς οὗν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν, λέγω δὴ γένους καὶ διαφορῶν· εἴρηκε γὰρ ἐν τῇ Ἀποδεικτικῇ, εἴ τι μέμνημαι, ὅτι πᾶσαι αἱ πρὸ τῆς τελευταίας διαφορᾶς διαφοραὶ μετὰ τοῦ γένους ὕλῃ ἀναλογοῦσιν, εἶδος δέ ἐστιν ἡ τελευταία διαφορά, οἷον τὸ ζῷον λογικὸν ὕλη ἐστὶ τοῦ ἀνθρωπείου εἴδους, ὁμοίως καὶ τὸ ζῷον λογικὸν θνητόν, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸ εἶδος· ὥστε ἐπειδὴ τὸ ζῷον λογικὸν θνητὸν ὕλη ἐστί, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶδος, πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι, διὰ τοῦτο ταῦτα ἕν εἰσιν. ὅτι δὲ ἡ τελευταία διαφορά ἐστι τὸ εἶδος, τὰ δὲ πρὸ αὐτῆς ὕλη, καὶ αὐτὸς μετ’ ὀλίγον ἐρεῖ. παραπλησίως δὲ τούτοις καὶ τὸ μὲν ζῷον πεζὸν ὕλη ἐστί, τὸ δὲ δίπουν εἶδος. ἀλλ’ ἡ μὲν λύσις, ἥν, ὡς εἴπομεν, ἐπάξει μέν, οὐ δοκεῖ δέ, αὕτη ἐστίν. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον. Δεῖ δὲ σκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν. Θεὶς τὴν ἀπορίαν τρέπεται ἐπὶ τὴν λύσιν. λέγει οὖν ὡς δεῖ δ ἑ σκοπὲ ἱν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν, τουτέστιν ὅπως οἱ ἐκ διαιρέσεως ὁρισμοὶ γίνονται. οὐδὲν γάρ, φησίν, ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον λεγόμενον γένος καὶ ἡ διαφορά. δεῖ δὲ προσυπακούειν τοῦ τελευταία, ἵνα ᾖ λέγων ὅτι ἐν τῷ ὁρισμῷ ἤτοι ὁ ὁρισμὸς καὶ ἔτι τὸ ὑπ’ αὐτοῦ δηλούμενον εἶδος οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ πρῶτον γένος καὶ ἡ τε. λευταία διαφορά. οἷον ὁ ὡς εἶδος ἄνθρωπος τὸ ζῷόν ἐστι καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, τὰ δ’ ἄλλα τὰ τῷ ζῴῳ ἐχόμενα (ἔστι δὲ ταῦτα τὸ λογικὸν ζῷον καὶ τὸ θνητόν), γένη εἰσίν. εἰ δὲ τὰ γένη ὕλη εἰσὶν ἢ ἀνάλογόν γε ὕλῃ, τὸ μὲν ζῷον λογικὸν θνητόν εἰσιν ὕλη καὶ γένος, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶὸος. καὶ ὅρα ὅπως διὰ τδύτων αἰνιγματωι δῶς τὴν τῆς ἀπορίας εἴρηκε λύσιν. εἰ γὰρ ἡ ὕλη-καὶ τὸ εἶδος, ὅτε εἰσίν, ὑφ’ αὑτῶν πεφύκασιν ἑνοῦσθαι καὶ ἓν |γίνεσθαι, ἔστι δὲ ὕλη μὲν τὸ ζῷον λογικὸν θνητὸν καὶ γένος, εἶδος δὲ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, δῆλόν ἐστιν ὅπως ἕν ἐστι τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὸ ζῷον πεζὸν δίπουν, ἀλλ’ οὐ πολλά. καὶ ὅρα τὴν τοῦ Ἀριστοτέλους ἀρχίνοιαν, ὅπως ἐν ταὐτῷ καὶ τὴν λύσιν ἡμῖν τῆς ἀπορίας σκιωδῶς ἐμφαίνει καὶ τὴν διαίρεσιν τῶν γενῶν καὶ διαφορῶν ὅπως χρὴ ποιεῖσθαι ἀπαγγέλλει καὶ θαυμαστῶς ἀνακαλύπτει. εἰπὼν δὲ ὅτι τὸ εἶδος οὐκ ἄλλο τι ἐστὶν ἀλλ’ ἢ τὸ πρῶτον γένος (πρῶτον γένος λέγων τὸ ζῷον, ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος, ὡς πρὸς ὰντιὸια)́-. ολὴν τοῦ λογικοῦ ζῴου καὶ τοῦ λογικοῦ καὶ θνητοῦ ζῴου· καὶ ταῦτα γὰρ γένη ἐστὶν ἀλλ’ ἐχό- μένα καὶ μετὰ τὸ πρῶτον), τοῦτο δὴ εἰπὼν ἐπὶ παραῸεἴ̀ίαιατο, σαφηνίζει τὸ λεγόμενον, οἷον τὸ πρῶτον γένος ἐστὶ τὸ ζῷον, τὸ δ’ ἐχόμενον καὶ ὡς εἰπεῖν μετὰ τοῦτο τὸ ζῷον δίπουν, τὸ δ’ ἔτι μετὰ ταῦτά ἐστι τὸ ζῷον δίπουν ἄπτερον· εἰπὼν δὲ τὰ τρία τὸ πεζὸν καὶ δίπουν καὶ ἄπτερον λέγει ὁμοίως δὲ κἀν διὰ πλειόνων κἄν δι’ ἐλαττόνων λέγ-ηται. ι ἢ καὶ ὅλως διὰ δυοῖν· τουτέστιν εἰ μέν εἰσι πλείονα τὰ λεγόμενα, τὸ πρῶτον γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, εἰ δὲ δύο, καὶ οὕτω τὸ μὲν ἔσται γένος τὸ δὲ διαφορὰ καὶ εἶδος· οἷον εἰ ἔστι τὸ ζῷον δίπουν, τὸ μὲν ζῷον ἔσται γένος, τὸ δὲ δίπουν διαφορὰ καὶ ὅλως εἶδος. ταῦτα εἰπὼν -ἀπανα)αα̣βάν-αι τὸν λόγον καί φησιν εἰ οὖν τὸ γένος ἁπλῶς μ ἡ ἐστι παρὰ τὰ ὡς γένους εἴδη (τουτέστιν εἰ τὸ ζῷον μή ἐστι παρὰ τὰ εἴὸη αὐτοῦ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστόν, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον, ἀλλ’ ἐν αὐτοῖς ἐστιν, ὡς οὗτος καὶ ἡ ἀλήθεια βούλεται), ἢ κἀν χωριστόν ἐστιν, ὅμως ὡς ὕλη ἐστίν (καὶ σαφηνίζει αὐτὸ ἐπὶ παραδείγματος, ὅπως ὡς ὕλη τὸ γένος ἔστιν· ἡ μὲν γὰρ φωνὴ γένος ἐστὶ καὶ ὕλη, αἱ δὲ διαφοραὶ μετ’ αὐτῆς εἰσι τὰ εἴδη, εἴδη δὲ φωνῆς τὰ ὀνόματα καὶ τὰ ῥήματα καὶ τὰ στοιχεῖα, τό τε ἄλφα καὶ βῆτα καὶ τὰ ἑξῆς· καὶ γὰρ καὶ αὐτὰ εἴδη εἰσὶ τῆς φωνῆς ὡς ἐξ ὕλης αὐτῆς καὶ διαφορᾶς ὄντα· κατὰ διαφορὰς γάρ τινας καὶ αὐτὰ ἐκφωνεῖται), εἰ δὴ τὸ γένος ὡς ὕλη ἐστίν, εἶδος δὲ ἡ διαφορά, φανερὸν ἄρα ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος. εἰ δὲ ἡ ὕλη καὶ τὸ εἶδος αὐτοφυῶς ἕν εἰσιν, ἔστι δ’ ὁ λόγος καὶ ὁ ὁρισμὸς γένος καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, δῆλον ἄρα ἡμῖν ἐστιν ὅπως τὸ ζῷον πεζὸν δίπουν ἕν ἐστι καὶ οὐ πολλά. οὕτως δὴ τὴν ἀπορίαν λύσας, καὶ ὡς συμπέρασμα, ὡς οἶμα. ,τῆς λύσεως ἐπαγαγὼν τὸ φανερὸν ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος, ὡς εἰ ἔλεγεν ὅτι φανερόν ἐστιν ὅπως τὸ ζῷον πεζὸν δίπουν ἕν ἐστιν, ὅτι γένος ἐστὶ καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, τρέπεται καὶ ἐπὶ τὴν διδασκαλίαν τοῦ ὅπως δεῖ τὰς τῶν γενῶν καὶ διαφορῶν ποιεῖσθαι διαιρέσεις, λέγων καὶ δεῖ διαιρεῖσθαι τὴν τῆς διαφορᾶς διαφοράν, ἴσον λέγων τῷ ὅτι εἰ μέλλοιμεν μετὰ τοῦ πρώτου γένους καὶ τῆς τελευταίας διαφορᾶς τοὺς ὅρους ποιεῖσθαι, δεῖ διαιρεῖν τἀς διαφορὰς εἰς τὰς οἰκείας αὐτῶν διαφοράς, ἡ διαφοραί εἰσιν. οἷον εἰ τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ζῷον ὑπόπουν δεῖ διαιρεῖν εἰς τὴν οἰκείαν διαφοράν, ᾗ ὑπόπουν ἐστί, καὶ μὴ λέγειν ὡς τοῦ ὑπόποδος τὸ μὲν πτερωτόν ἐστι τὸ δὲ ἄπτερον, εἰ μέλλομεν καλῶς διαιρεῖν· οὐ γάρ εἰσι τοῦ ὑπόποδος αὗται διαφοραί. ἀλλὰ δεῖ διαιρεῖν αὐτὸ ᾗ ὑπόπουν ἐστὶ καὶ λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι σχιζόπουν τὸ δὲ ἀσχιστόπουν· αὗται γάρ εἰσιν αἱ ποδὸς διαφοραί· ἡ γὰρ σχιζοποδία ποδότης τίς ἐστιν, ὡς καὶ τὸ λογικὸν ζῷον ζῷόν τι. ὅμως διὰ τὸ ἀδυνατεῖν ἐνίους καὶ μὴ δυναμένους συνορᾶν τὰς ἑκάστου διαφοράς, ποιοῦσι τοῦτο, λέγω δὴ τὸ διαιρεῖν αὐτὰ εἰς τὰς μὴ οἰκείας. δεῖ δὴ τὸ ὑπόπουν, κἄν εἴ τι ἄλλο ἐστί, διαιρεῖν εἰς τὰς οἰκείας, μέχρις ἄν ἔλθῃ εἴς τινα ἀδιάφορα, ἅπερ μηκέτι δύναται τέμνεσθαι εἰς ἑτέρας διαφοράς. καὶ τότε ἔσονται τοσαῦτα εἴδη ποδὸς ὅσαιπερ αἱ τελευταῖαι διαφοραὶ τοῦ ὑπόποδος καὶ μὴ τεμνόμεναι εἰς ἄλλας. εἰ γάρ, ὡς πολλάκις εἴρηται, τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, δῆλον ὅτι ὅσαι αἱ τελευταῖαι διαφοραὶ τυγχάνουσι, καὶ τὰ ὑπόποδα ζῷα ἴσα ἔσται αὐταῖς· καὶ εἰ ταῦτα οὕτως ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορά ἐστιν ἡ τοὺ πράγματος οὐσία καὶ ὁ ὁρισμός, καὶ ταύτην μόνην χρὴ καὶ τὸ γένος εἰς τοὺς ὁρισμοὺς παραλαμβάνειν, εἰ μὴ μέλλοιμεν τὸ αὐτὸ πλεονάκις λέγειν καὶ ἀδολεσχεῖν. εἰ γὰρ τὰ μερικώτερα συνεισφέρει τὰ καθολικώτερα καὶ ταῦτα τοῖς μερικωτέροις ἕπεται, ὁ εἰπὼν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ λογικὸν καὶ θνητὸν λέγει, ὥσπερ ὁ εἰπὼν ἄνθρωπον καὶ ζῷον· εἰ δὲ τοῦτο, οὐ χρὴ λέγειν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· συμβαίνει γὰρ λέγειν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λογικὸν θνητόν. καὶ πάλιν εἴ τις ὁριζόμενος λέγει ζῷον ὑπόπουν δίπουν, ἐπειδὴ ἔνεστιν ἐν τῷ δίποδι τὸ ὑπόπουν, ἔδει εἰπεῖν μόνον ζῷον δίπουν· προσθεὶς δὲ καὶ τὸ ὑπόπουν οὐκ ἄλλο τι ἔφησεν ἢ ζῷον πόδας ἔχον δύο πόδας ἔχον. ἀλλὰ κἄν τὸ δίπουν διέλῃς, εἰς τὸ σχιζόπουν φέρε καὶ ἄσχιστον, καὶ ἐρεῖς ζῷον ὑπόπουν δίπουν σχιζόπουν, τοῦτο λέγεις ὅτι ζῷον πόδας ἔχον, δύο πόδας ἔχον, σχιστοὺς πόδας ἔχον· καὶ ὁσάκις ἂν τὴν διαφορὰν τῶν διαφορῶν ἐρεῖ, τοσαυτάκις συμβαίνει καὶ ὑπόπουν λέγειν καὶ δίπουν καὶ τὰ λοιπά. ἐὰν μὲν δὴ διαφορᾶς διαφορὰ γένηται, μία ἔστι ἡ τελευταία τὸ εἶδος καὶ ἡ οὐσία. εἰπὼν ὅτι τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος καὶ ἡ οὐσία, εἴ τις καλῶς διαιρεῖ, πάλιν λέγει ὡς εἰ γένηται |τῆς διαφορᾶς διαφορά, τουτέστιν εἰ τὴν διαφοράν τις ᾗ διαφορὰ διαιροίη καὶ εἰς τὰς οἰκείας αὐτῇ διαφοράς, ἡ τελευταία διαφορά, μετὰ τοῦ γένους δηλαδή, ἔσται τὸ εἶδος καὶ ἡ οὐσία· εἰ δὲ μὴ καθ’ αὑτὸ μηδ’ εἰς τὰς οἰκείας διαφορὰς διαιρῇ αὐτὴν ἀλλὰ κατὰ συμβεβηκός, ὥστε λέγειν ὅτι τοὐ ὑπόποδος τὸ μέν ἐστι λευκόν, τὸ δὲ μέλαν, τοσαῦται ἔσονται αἱ διαφοραὶ αἱ παραληφθησόμεναι θησόμεναι εἰς τὸν τοῦ εἴδους καὶ τὸν τῆς οὐσίας λόγον, ὅσαι ἂν ὦσιν αἱ τομαί. ἔστω δὲ τὸ λεγόμενον σαφὲς ὧδε· εἴ τις τὸν ἄνθρωπον ὁρίσαι βουληθεὶς λέγει ὡς ὁ ἄνθρωπος ἡ ὑπόπουν ἐστὶν ἢ ἄπουν, ἀλλὰ μὴν οὐκ ἄπουν, ὑπόπουν ἄρα· καὶ πάλιν τοῦ ὑπόποδος τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ πτερωτόν, ἄπτερον ἄρα· πάλιν τοῦ ἀπτέρου τὸ μέν ἐστι δίπουν, τὸ δὲ πολύπουν, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ πολύπουν, δίπουν ἄρα· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον ὑπόπουν ἄπτερον δίπουν· φανερὸν οὖν ὅτι τριῶν οὐσῶν τῶν διαιρέσεων καὶ τομῶν τοσαῦται καὶ εἰς τὸν ὁρισμὸν παρελήφθησαν διαφοραί. ὥστε καὶ τὸ εἰς τὸν τοῦ ἀνθρώπου ὁρισμὸν παραληφθῆναι τὸ λογικὸν καὶ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐκ τοιαύτης γέγονεν αἰτίας. εἰ δὲ καλῶς ἐγένετο ἡ διαίρεσις, ἤρκει τὸ ζῷον καὶ τὸ τοῦ νοῦ δεκτικόν. τὸ δὲ τὸν ὁρισμὸν ἐκ τοῦ γένους εἷναι καὶ τῆς τελευταίας διαφοράς δῆλον ἄν εἴη, φησί, καὶ ἄν τις μετατάξῃ τοὺς τοιούτους ὁρισμούς, οἷον τὸν τοῦ ἀνθρώπου λέγων ζῷον δίπουν ὑπόπουν· περίεργον γὰρ τὸ ὑπόπουν τοῦ δίποδος λεχθέντος· ἐν γὰρ τῷ δίποδι ἔνεστι τὸ ὑπόπουν. ἵνα δὲ μή τις λέγῃ ὅτι διὰ τὸ δεῖν τάξιν τινὰ ἔχειν τὰ ἐν τῷ ὁρισμῷ καὶ τὸ μὲν δεῖν πρῶτον τάττεσθαι τὸ δὲ μετὰ τοῦτο καὶ ἑξῆς, ἐπὶ τούτῳ συνέβη τὸ περίεργον, ἐπήγαγε τὸ τάξις δ’ οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ, οὐδὲ διὰ τοῦτο συνέβη τὸ ἄλογον· πῶς γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον τὸ δὲ πρῶτον; ἐπειδὴ γὰρ τὰ πρὸ τῆς τελευταίας διαφορᾶς ὕλη ἐστίν, ἐν δὲ τῇ ὕλῃ ᾗ ὕλη οὐκ ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον (οὐδὲ γὰρ ἐν τῷ χαλκῷ τῷ ἐν τῷ ἀνδριάντι τὸ μὲν αὐτοῦ χαλκὸς καὶ ἡ ὕλη πρότερόν ἐστι τὸ δὲ ὕστερον), πῶς ἔξεστι λέγειν τῶν ἐν τῷ ὅρῳ τὸ μὲν πρῶτον τὸ δ’ εὐθὺς μετ’ ἐκεῖνο. οὐκ ἐπὶ τούτῳ δὴ συνέβη τὸ ἄλογον, ἀλλ’ ὅτι ἤρκει ἡ τελευταία διαφορὰ μετὰ τοῦ γένους εἰς τὸ εἶδος καὶ τὴν οὐσίαν, καὶ οὐκ ἔδει τὸ ὑπόπουν παραλήψεσθαι. καὶ συμπεραίνεται λοιπὸν λέγων περὶ μὲν οὖν τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν τοσαῦτα εἰρήσθω τὴν πρώτην (ἐρεῖ γὰρ πάλιν περὶ αὐτῶν), ὁποῖοί τινές εἰσιν. ἐπεὶ δὲ περὶ τῆς οὐσίας ἡ σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν. Τὸ προκείμενόν ἐστι δεῖξαι ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν· οὔτε γὰρ ὁ καθόλου ἄνθρωπος ἢ ὁ καθόλου ἵππος, οὔτε ἄλλο οὐδέν· ἀλλ’ ἕκαστον αὐτῶν διανοίας ἀπόμαξίς ἐστιν ἀπὸ τῶν καθ’ ἕκαστα |καὶ πρώτως καὶ μάλιστα λεγομένων οὖσι ὦν καὶ ὁμοίωμα. καὶ λέγει ὅτι ἐπειδὴ περὶ τῆς οὐσίας καὶ τοῦ κυρίως ὄντος (τούτου γὰρ καὶ τὰ αἴτια ζητεῖται) ἡ σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν. καί φησιν ὅτι λέγεται δ’ ὥσπερ τὸ ὑποκείμενον οὐσία (ὑποκείμενον δ’ ἄν εἴη λέγων ἤτοι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἢ ὅλως τὴν ὕλην καὶ τὸ σύνθετον, οἷον Σωκράτης), ὡς οὖν οὐσία λέγεται τὸ ὑποκείμενον, ὡσαύτως δὲ οὐσία λέγεται καὶ τὸ σύνθετον, οἷον ὁ Σωκράτης, λέγεται δ’ οὐσία καὶ τὸ τί ἦν εἷναι, λέγεται γὰρ οὐσία καὶ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ τί ἦν εἶναι· οὕτω λέγεται οὐσία καὶ τὸ καθόλου, τὸ κτὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῶ τί ἐστι κατηγορούμενον. γορούμενον. καὶ περὶ μὲν τῶν δύο, τοὐ τε τί ἦν εἶναι καὶ τοῦ ὑποκειμένου εἴρηται, εἴρηται δὲ καὶ ὅτι τὸ ὑποκείμενον διττόν, ἢ τὸ τόδε τι ὄν, ὥσπερ τὸ ζῷον, Σωκράτης, Πλάτων, οὑτοσὶ ὁ ἵππος ὑπόκεινται τοῖς πάθεσι τῷ τε λευκῷ καὶ τῷ θερμῷ καὶ τοῖς ὁμοίοις, ἢ ἡ ὕλη, ἥπερ ὑπόκειται τῇ ἐντελεχείᾳ καὶ τῷ εἴδει. τὸ δὲ καθόλου, φησίν, ὅπερ τινὲς χωρὶς ὕλης λέγουσι, δοκεῖ τισιν αἴτιον εἶναι μάλιστα καὶ ἀρχή· διὸ ἐπέλθωμεν καὶ περὶ τούτου, καὶ ἴδωμεν εἰ δυνατὸν εἶναι αὐτὸ ἀρχὴν ἢ ὅλως οὐσίαν. ἔοικε γὰρ ἀδύνατον οὐσίαν εἶναι ὁτιοῦν τῶν καθόλου. καὶ συλλογίζεται λέγων· ἡ ἑκάστου οὐσία ἴδιός ἐστιν ἑκάστῳ καὶ ἄλλῳ οὐχ ὑπάρχει, τὸ δὲ καθόλου κοινὸν καὶ πλείοσιν ὑπάρχει (τοῦτο γὰρ λέγεται καθόλου τὸ πεφυκὸς πλείοσιν ὑπάρχειν), τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. ὅτι δὲ ἡ ἑκάστου οὐσία ἐστιν ἐστιν ἑκάστῳ καὶ ἄλλοις οὐχ ὑπάρχει, δῆλον· ἡ γὰρ Ἀλεξάνδρου οὐσία ἴδιός ἐστιν Ἀλεξάνδρῳ καὶ ἄλλῳ τῳ οὐχ ὑπάρχει, ἀλλ’ ἐν αὐτῷ ἐστιν· εἰ δ’ ἦν καὶ τὸ καθόλου οὐσία, ἴδιος ἂν ἦν ἡ οὐσία αὐτοῦ καὶ ἐν αὐτῷ ἄν ἦν καὶ ἄλλῳ οὐκ ἂν ὑπῆρχε· νὺν δὲ ὑπάρχει πάνυ πολλοῖς· οὐκ ἄρα ἐστὶν οὐσία ἀλλ’ ὁμοιότης τις ἐκ τῶν καθ’ ἕκαστα ἀποσυληθεῖσα, ἐν αὐτοῖς δ’ οὖσα, ὁμοιότητα δ’ οὐδὲν κωλύει ἐν πλείοσιν εὑρίσκεσθαι. ὅλως δὲ τίνος ἂν εἴη τὸ καθόλου οὐσία; ἢ γὰρ ἁπάντων ἢ οὐδενός. ἁπάντων δ’ οὐχ οἷόν τε· δέδεικται γὰρ ὅτι ἡ ἑκάστου οὐσία ἰήιός ἐστιν ἑκάστου καὶ ἐν ἄλλῳ οὐχ ὑπάρχει. εἰ δὲ τοῦτο, πῶς οἷόν τε τὸ καθόλου εἴπερ ἐστὶν οὐσία, τὴν τούτου οὐσίαν ἐν Ἀλεξάνδρῳ καὶ ἐν Σωκράτει καὶ ἐν ἄλλοις εἶναι; δεῖ δέ, ἐπειδήπερ ἐν τούτοις ἐστίν. ἀλλὰ μὴν οὐδὲ ἑνὸς οἷόν τε τὴν τοῦ καθόλου οὐσίαν ὑπάρχειν. εἰ γάρ ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία καὶ τὸ ἐγκατατεταγμένον τοῖς κατὰ μέρος τί ἦν εἶναι, ὑπάρχει δὲ ἑνί τινι, οἷον φέρε Σωκράτει, ὑπάρξουσι καὶ οἱ ἄλλοι ὅ τε Πλάτων καὶ ὁ Ἀλέξανδρος Σωκράτει. καίτοι πῶς τοῦτο δύναται καὶ πλασθῆναι τὸ πάντας εἶναι Σωκράτη; |ἀλλ᾿ ὡς εἴρηται τὸ καθόλου ὁμοιότης τίς ἐστιν ἐπὶ πολλῶν θεωρουμένη. ἔτι οὐσία λέγεται ὃ μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, ὡς ἐν ταῖς Κατηγορίαις δέδεικται, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου λέγεται, τὸ καθόλου ἄρα οὐκ ἐστιν οὐσία. Ἀλλ᾿ ἄρα, φησίν, οὕτω μὲν τὸν καθόλου ἄνθρωπον οὐκ ἐνδέχεται εἷναι ὡς τὸ τί ἦν εἶναι, ἐνυπάρχει δὲ ἐν τούτῳ τῷ καθόλου ἀνθρώπῳ ἢ ἵππῳ οὐσία τις, οἷον τὸ ζῷον. οὐκοῦν δῆλον ὡς ἔστι τις λόγος τοῦ ζῴου· διαφέρει δ’ οὐδέν, κἂν μὴ πάντων ᾖ λόγος τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων· οὐδὲν γὰρ ἧττον τὸ ζῷον οὐσία ἔσται τινός, οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου, ἐν οἷς ὑπάρχει. εἰ δή ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία, διὰ τί οὐκ ἔσται τὸ ζῷον οὐσία; εἰ δ’ ἐστὶ τὸ ζῷον οὔσα καὶ ἐνυπάρχει τῷ ἀνθρώπῳ, ἡ δὲ οὐσία ἐν ᾧ ἐστιν οὐκ ἄλλου ἐστὶν οὐσία ἀλλὰ τοῦ ἐν ᾧ ἐστιν, ἔστιν ἄρα τὸ ζῷον οὐσία τοῦ ἐν ᾧ ἐστιν, οἷον τοῦ ἀνθρώπου, ἐν ᾧ ὡς ἴδιον ὑπάρχει τὸ ζῷον· ὥστε ἔσται οὐσία οὐσίας· ὥστε ἔσται μὲν τοὺ Σωκράτους, ὄντος οὐσίας, οὐσία ὁ καθόλου ἄνθρωπος, καὶ τούτου τὸ ζῷον. εἰ δ’ ἔστιν ἐν τῷ ζῴῳ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν, ἔσονται πάλιν αὐτὰ τοῦ ζῴου ἤτοι οὐσίας οὐσίαι, καὶ πάλιν τὰ ἐν τῷ ἐμψύχῳ ὄντα καὶ αἰσθητικῷ ἔσονται οὐσίαι τοὺ ἐμψύχου καὶ τοῦ αἰσθητικοῦ, ἤτοι τῶν οὐσιῶν· ὥστε συμβαίνει σμῆνος οὐσιῶν εἶναι ἐν τῷ Σωκράτει. ὅπερ ἀδύνατον· ἐν ἑκάστῳ γὰρ μία οὐσί ἐστὶν ἡ ἐνοῦσα αὐτῷ. εἰ γὰρ ἡ οὐσία τοὺ Ἀλεξάνδρου ὁ Ἀλέξανδρός ἐστιν, ὁ δὲ Ἀλέξανδρος ξανδρος πολλοὶ εἶναι οὐ δύναται, οὐδ’ ἄρα οὐσίαι ἐν αὐτῷ πολλαὶ ἔσονται. εἰπὼν δὲ ὅτι εἰ ἔστιν ἐν τῷ κἀθόλου ἀνθρώπῳ τὸ ζῷον, ἔστι δ’ ὁ καθόλου ἄνθρωπος οὐσία, ἔσται ἄρα καὶ τὸ ζῷον οὐσία, κατασκευάζει αὐτὸ λέγων ἔτι δὲ καὶ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε καὶ τὴν οὐσίαν, ὥσπερ λέγουσιν οἱ λέγοντες τὸν καθόλου ἄνθρωπον, εἰ ἔστιν ἐκ ζῴου, μὴ εἶναι τὸ ζῷον οὐσίαν καὶ τόδε τι ἀλλὰ ποιόν. εἰ γὰρ τὰ συνιστῶντά τι πρότερά ἐστι τοῦ ὃ συνιστῶσιν, ὁ δὲ ἄνθρωπος κατὰ τοὺς λέγοντας οὐσία ὢν συνίσταται ἐκ τοῦ ζῴου, εἴπερ ἐστὶ τὸ ζῷον ποιόν, συμβήσεται τὸ ποιὸν καὶ τὸ συμβεβηκὸς πρότερον εἶναι τῆς οὐσίας καὶ τοῦ τόδε τι. τοῦτο δὲ ἀδύνατον· οὔτε γὰρ λόγῳ οὔτε χρόνω οὔτε γενέσει τὰ πάθη εἰσὶ πρότερα τῆς οὐσίας. συμβήσεται γάρ, εἴπερ εἰσὶ πρότερα αὐτῆς, εἶναι χωρὶς αὐτῆς καθ’ αὑτά, ὅπερ ἄλογον. οὐσία ἄρα ἐστὶ τὸ ζῷον. ἀλλ’ εἴπερ ἐστὶν οὐσία τὸ ζῷον, ἔσται πάλιν οὐσίας οὐσία, καὶ ἁπλῶς ὅσαπερ ἐρρήθη. ἢ τὸ ἔτι δὲ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε τι καὶ οὐσίαν οὐκ ἐπὶ τοῦ καθόλου ἀνθρώπου εἴρηται ἀλλ’ ἐπὶ τοῦ μερικοῦ. καὶ εἴη ἄν τό |λεγόμενον ὅτι ἐπειδὴ ὁ καθόλου ἄνθρωπος δέδεικται μὴ ὢν οὐσία ἀλλὰ ποιόν, ἀδύνατον τὸν Σωκράτην ἐκ τοῦ καθόλου εἶναι ἀνθρώπου, τουτέστι τὴν οὐσίαν ἐκ μὴ οὐσίας. οἶμαι δὲ ἄμεινον τὸ πρότερον· ἔτι γὰρ περὶ τοῦ μὴ εἶναι τὸν καθόλου ἄνθρωπον οὐσίαν ὁ λόγος ἐστίν. ἔτι τῷ Σωκράτει οὐσίᾳ ὄντι ἐνυπάρξει οὐσία, ὥστε δυοῖν ἔσται ὁ Σωκράτης οὐσία, ἤτοι δύο ἔσονται ἐν τῷ Σωκράτει οὐσίαι, ὅπερ ἄτοπον· ἕκαστον γὰρ μία ἐστὶν οὐσία ἀλλ’ οὐ δύο ἢ πλείους. ὅλως δέ, φησί, συμβαίνει, εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος, ἄνθρωπον ἐνταῦθα λέγων τὸν μερικὸν καὶ ἄτομον, ὅλως δή, εἰ ἔστιν οὐσία ὁ ἄτομος ἄνθρωπος, καὶ ὅσα οὕτω λέγεται, τουτέστιν ἄτομα, μηδὲν τῶν ἐν τῷ λόγῳ αὐτοῦ εἶναι οὐσίαν, μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τῶν ἀτόμων. εἰ γὰρ μή ἐστιν οὐσία αὐτὸ καθ’ αὑτὸ τὸ ζῷον, μηδὲ τὸ πεζὸν μηδὲ τὸ δίπουν, δηλονότι οὔκ εἰσι χωρὶς τῶν ἀτόμων, οὔτε μὴν ἐν ἄλλῳ, ἤτοι τῇ ἰδέᾳ, ἀλλ’ ἐν τοῖς ἀτόμοις. ἐξηγούμενος δὲ τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν ἐπήγαγε λέγω δὴ οὐκ εἶναί τι ζῶον παρὰ τὰ τινά, ὡς ἂν εἰ ἔλεγεν, τοῦτο λέγω τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τὸ μὴ εἶναι ζῷόν τι παρὰ τὰ τινὰ καὶ καθ’ ἕκαστα ζῷα, οὐδὲ δίπουν παρὰ τὰ τινά, οὐδὲ πεζὸν παρὰ τὰ τινά, οὐδ’ ἄλλο τῶν ἐν τοῖς λόγοις εἰλημμένων οὐδέν· δέδεικται γὰρ ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν. εἰ δὲ μή εἰσιν οὐσίαι, δῆλον ὡς οὐδὲ δύνανται χωρὶς καὶ καθ’ αὑτὰς εἶναι ἀλλ’ ἐν τοῖς μερικοῖς. Οὕτως δὴ δείξας ὅτι ὁ καθόλου ἄνθρωπος οὐκ ἔστιν οὐσία, συμπεραίνεται λοιπὸν καί φησιν ἔκ τε δὴ τούτων θεωροῦσι φανερὸν ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι οὐδὲν τῶν κοινῇ κατηγορουμένων σημαίνει τὸ τόδε τι ἀλλὰ τοιόνδε καὶ ποιόν. εἰ δέ τις οὐσίαν αὐτὸν λέγει καὶ τόδε τι, συμβήσεται πάλιν ὁ τρίτος ἄνθρωπος. εἰ γάρ ἐστιν οὐσία τις ὁ ἄνθρωπος, ἔστι δὲ καὶ ὁ Σωκράτης οὐσία καὶ οἱ καθ’ ἕκαστον, ἐπὶ τῶν πολλῶν δέ ἐστι τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, ἔσται ἄρα τρίτος τις πάλιν ἄνθρωπος, ὃς κατηγορηθήσεται τοῦ καθόλου ἀνθρώπου οὐσίας ὄντος καὶ τῶν λοιπῶν. ἔτι δέ, φησί, καὶ ὧδε δῆλον ὡς ἀδύνατόν ἐστιν οὐσίαν ἐξ οὐσιῶν εἶναι ἐνεργείᾳ ὑπαρχουσῶν καὶ τόδε τι. δύο γὰρ οὐσίαι ἐνεργείᾳ οὖσαι οὐδέποτε μίαν οὐσίαν ἐνεργείᾳ εἶναι δυναμένην ποιοῦσιν, οἷον ὅδε ὁ ἄνθρωπος τῷδε τῷ ἀνθρώπῳ εἰς ἑνὸς ἀνθρώπου συμπλήρωσιν συντεθῆναι οὐ δύναται, ἀλλ’ ἐὰν δυνάμει ᾖ δύο τινὰ οὐσίαι, τότε συντίθενται καὶ ἀποτελοῦσι μίαν οὐσίαν ἐντελεχείᾳ. καὶ πάλιν εἰ ἔσται διπλάσιον ἐκ δύο ἡμίσεων, οὐκ ἐξ ἐνεργείᾳ ἡμίσεων ἔσται ἀλλ’ ἐκ δυνάμει· ἡ γὰρ ἐντελέχεια χωρίζει καὶ οὐκ ἐᾷ αὐτὸ ἓν εἷναι. ἅμα γὰρ τῷ τὰ ἡμίση ἐνεργείᾳ γενέσθαι ἡμίση εὐθὺς διῄρηται τὸ διπλάσιον καὶ οὐκέτι μένει ἕν. ὥστε καὶ ἡ οὐσία, εἰ ἔστιν ἕν, οὐκ ἔσται ἐξ οὐσιῶν ἐνυπαρχουσῶν ἐνεργείᾳ οὐσιῶν, ἀλλ’ ἐκ δυνάμει οὐσιῶν. |καὶ φανερὸν ὅτι καὶ ἡ χεὶρ μετὰ τοῦ ὅλου οὖσα δυνάμει ἐστὶ καὶ οὐκ ἐνεργείᾳ, ὅταν δὲ χωρισθῇ, καὶ τότε οὐχ ἁπλῶς, ἀλλ’ εἴπερ καθ’ ὑπόθεσιν χωρισθεῖσα τοῦ ὅλου ἐδύνατο τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, ἦν ἂν οὐσία. ἡ γὰρ οὐσία οὐ τὸ σχῆμα τὸ τοιονδί ἐστιν, ἀλλ’ ἡ ἑκάστου ἐνέργεια. ὡς γὰρ ὁ Δημόκριτος ἔλεγεν ὅτι ἀδύνατον ἐκ δύο ἀτόμων μίαν γενέσθαι ἀπαθεῖς γὰρ αὐτὰς ὑπετίθετο) ἢ ἐκ μιᾶς δύο ἀτμήτους γὰρ αὐτὰς ἔλεγεν), οὕτως καὶ ἡμεῖς φαμεν ὡς ἀδύνατον ἐκ δύο ἐνεργείᾳ οὐσῶν οὐσιῶν μίαν οὐσίαν γενέσθαι, ἀλλ’ ἐκ δυνάμει μόνον. ἐπεὶ δὲ ἐνέπιπτεν ἡ ἐπὶ τῶν ἀριθμῶν ἔνστασις, λύει καὶ ταύτην. εἶπε γὰρ ἄν τις ὅτι ὥσπερ ὁ ἓξ ἀριθμὸς ἐκ τοῦ τρία καὶ τρία ἐστὶν ἢ ἐκ τοῦ δύο καὶ τέσσαρα ἐνεργείᾳ ὄντων ἀριθμῶν, τί κωλύει καὶ μίαν οὐσίαν ἐκ δύο οὐσιῶν εἶναι ἐνεργείᾳ οὐσῶν; λύει οὖν λέγων ὅτι καὶ ἡ δυὰς οὐκ ἔστιν ἐνεργείᾳ ἀριθμὸς ἐν τῷ ἓξ οὖσα ἀλλὰ δυνάμει· δύναται γὰρ χωρισθεῖσα εἶναι ἀριθμός, μετὰ τοῦ ἓξ δὲ οὖσα οὐδαμῶς. ἀλλ’ αὐτὸς οὐκ ἐπὶ τοῦ ἓξ ποιεῖται τὸν λόγον, ἀλλ’ ἐπὶ τῆς δυάδος, λέγων αἱ μονάδες ἐν τῇ δυάδι οὔκ εἰσιν ἐνεργείᾳ μονάδες ἀλλὰ δυνάμει, ἕως δὴ ὑπόκειται ἡ δυὰς ὅτι ἀριθμός ἐστιν· ἢ γάρ, φησίν, οὐχ ἓν ἡ δυάς, τουτέστιν ἢ οὐκ ἔστιν ἡ δυὰς ἀριθμός τις εἷς, ἢ εἴπερ ἐστὶν ὅλως ἀριθμός, οὔκ εἰσιν ἐν αὐτῇ αἱ μονάδες ἐνεργείᾳ ἀλλὰ δυνάμει. ἔχει δὲ τὸ συμβαῖνον ἀπορίαν. εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τε εἶναι μηδεμίαν οὐσίαν. Δείξας ὅτι τὸ καθόλου οὐκ ἔστιν οὐσία καὶ ὅτι ἐξ αὐτῶν οὐκ ἐνδέχεται εἶναι οὐσίαν διὰ τὸ μὴ ἐνδέχεσθαι τὴν οὐσίαν ἐκ μὴ οὐσιῶν εἶναι, λέγει ὅτι τὸ συμβαῖνον ἐκ τῶν ἀποδειχθέντων ἔχει ἀπορίαν, καὶ τίθησι τί ποτέ ἐστι τὸ συμβαῖνον. εἰ γὰρ μήτε, φησίν, ἐκ τῶν καθόλου οἷόν τε μηδεμίαν εἶναι οὐσίαν διὰ τὸ τοιόνδε ἤτοι ποιὸν σημαίνειν ἀλλὰ μὴ τόδε καὶ οὐσίαν, ἐκ ποιοῦ δὲ οὐσίαν οὐκ ἐνδέχεται εἶναι, εἰ δὴ τοῦτο μὴ ἐνδέχεται, μήτε πάλιν ἐξ οὐσιῶν ἐνεργείᾳ αὐτῶν καθ’ αὑτὰς οὐσῶν, ὥσπερ ὁ μερικὸς ἄνθρωπος, δυνατόν ἐστιν οὐσίαν σύνθετον εἶναι (δέδεικται γὰρ καὶ τοῦτο), συμβαίνει μηδεμίαν οὐσίαν σύνθετον εἶναι. εἰ γὰρ ἐνδέχεται τὴν σύνθετον οὐσίαν εἶναι ἢ ἐξ οὐσιῶν ἐνεργείᾳ οὐσῶν ἢ ἐκ συμβεβηκότων. κατ’ οὐδένα δὲ τρόπον τοῦτο εἶναι δύναται, ἀσύνθετος ἄν εἴη πᾶσα οὐσία. Μῶ· εἰ τοῦτο, οὐδεμιᾶς οὐσίας ἄν εἴη λόγος· οἱ γὰρ ὁρισμοὶ τῶν ἔκ τινων οὐσιῶν εἰσιν ἀλλ’ οὐ τῶν ἁπλῶν ὥσπερ ὁ τοῦ ἀνθρώπου, ὄντος αὐτοῦ ἐκ τοῦ ζῴου καὶ πεζοῦ καὶ δίποδος. ἀλλὰ μὴν δοκεῖ γε ὅτι οἱ ὁρισμοὶ ἢ μόνων τῶν οὐσιῶν εἰσιν, ἢ εἴπερ εἰσὶ καὶ τῶν ἄλλων, ἀλλὰ μάλιστα τῶν οὐσιῶν εἰσιν. νῦν δὲ συμβαίνει μηδὲ τῶν οὐσιῶν εἶναι· οὐκ ἄρα ἐστὶν οὐδεμιᾶς ὁρισμός. καὶ εἰπὼν οὐ λύει τὴν ἀπορίαν νῦν, ἐπαγγέλλεται δὲ ἐρεῖν, λέγων ὅτι τρόπον μέν τινα ἔστι τῶν οὐσιῶν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν. |καὶ πῶς τοῦτο συμβαίνει, ἐρεῖ καὶ ἐν τῷ παρόντι βιβλίῳ καὶ ἐν τῳ μετὰ τοῦτο. Φανερὸν δὲ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς τὰς ἰδέας λέγουσιν χωριστάς τε οὐσίας εἶναι. Δείξας ὅτι τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἐκ τούτων, φησί, φανερόν ἐστι τὸ συμβαῖνον τοῖς τὰς ἰδέας λέγουσι χωριστάς τε οὐσίας εἶναι καὶ ἅμ ποιοῦσι τὸ εἶδος, λέγων εἶδος τὴν ἰδέαν, ἐκ τοῦ γένους καὶ τῶν διαφορῶν. εἰ γάρ εἰσιν ἰδέαι καὶ ἔστι τὸ ζῷον ἐν τῷ αὐτοανθρώπῳ καὶ αὐτοίππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἤτοι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἐστιν, ὥσπερ ἐστὶν ὁ Ἀλέξανδρος εἶς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ, τὸ ὑπάρχον ζῷον ἔν τε τῷ αὐτοανθρώπῳ καὶ αὐτοΐππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἢ ἕτερον; καὶ ἐρωτήσας πρὸ τοῦ ἀπαντῆσαι πρὸς τὴν ἐρωτηθεῖσαν ἀντίφασιν λέγει ὅτι εἰ τῷ ἀριθμῷ τις μὴ λέγει ἕν, ἀλλ᾿ οὖν τῷ μὲν λόγῳ δηλονότι ἕν ἐστι τὸ ἐν ταῖς ἰδέαις ζῷον· ὁ γὰρ ὁριζόμενος τὸν αὐτὸν ἐν πᾶσιν ἐρεῖ λόγον, ἀλλ’ οὐκ ἄλλον μὲν τὸν τοῦ ἐν τῷ αὐτοΐππῳ ζῴου ἀποδώσει, ἕτερον δὲ τοῦ ἐν τῷ αὐτοανθρώπῳ. τοῦτο δὴ εἰπὼν πάλιν ἀνατρέχει ἐπὶ τὸ πρότερον, λέγων εἰ οὖν ἔστι τις ἄνθρωπος αὐτὸς αὑτὸν καὶ τόδε τι κεχωρισμένον ὥσπερ ὁ Σωκράτης καὶ ὁ Καλλίας, ἀνάγκη καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν, ἐξ ὧν ἐστιν ὁ αὐτοάνθρωπος, εἶναι χωριστὰ καὶ οὐσίας αὐτὰς καθ’ αὑτάς· τίς γὰρ ἡ ἀποκλήρωσις αὐτοάνθρωπον μὲν εἶναι, αὐτοζῷον δὲ καὶ αὐτοδίπουν μὴ εἷναι; εἰ δὲ τοῦτο, ἔσται οὐσία τις ἐξ οὐσιῶν ἐνεργεία καὶ καθ’ αὑτὰς οὐσῶν, ὅπερ δέδεικται ἀδύνατον. καὶ οὐ τοῦτο μόνον ἀλλ’ ἔστι καὶ ἰδέα ἐξ ἰδεῶν, καὶ ἔσονται ἰδέαι τό τε αὐτοπεζὸν καὶ αὐτοζῷον καὶ αὐτοδίπουν πρότεραι τοῦ αὐτοανθρώπου, τουτέστιν ἔσονται Μαῖ’ ἰδέαι ἄλλων πρότεραι· ὅπερ οὗ φασιν οἱ ταύτας τιθέμενοι. οὕτως οὖν διὰ μέσου τὸ ἀδύνατον τοῦτο αἰνιξάμενος ἐπανατρέχει εἰς τὴν τῆς ἀντιφάσεως ἐρώτησιν, καὶ λέγει ὅτι εἰ μὲν τὸ ἐν τῷ αὐτοίππῳ καὶ αὐτοανθρώπῳ ζῷον τὸ αὐτὸ καὶ ἕν ἐστι τῷ ἀριθμῷ ὥσπερ αὐτὸς σαυτῷ εἷς εἶ τῷ ἀριθμῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἀπ’ ἀλλήλων ἓν ἔσται τῷ ἀριθμῷ; καὶ διὰ τί, εἰ τὰ χωρὶς ὄντα ἕν εἰσι τῷ ἀριθμῷ, οὐκ ἔστω αὐτὸ τὸ ζῷον καὶ χωρὶς αὑτοῦ; εἰ γὰρ ἕν εἰσι τῷ ἀριθμῷ τὰ ἐν ἄλλῳ καὶ ἄλλῳ ὄντα ζῷα, δηλονότι δυνήσεται τὸ ζῷον καὶ χωρὶς αὑτοῦ εἶναι. ἔπειτα, φησί, πῶς ἔσται τὸ δίπουν ἐν τῷ ζῴῳ, μεθέξει ἢ ἄλλως πὼς; εἰ μὲν οὖν μεθέξει, δῆλον ὡς οὐ τοῦ δίποδος μόνον μετέχει, τῶν δ’ ἄλλων διαφορῶν οὐδαμῶς· τί γὰρ τὸ αἴτιον τοῦ τούτου μὲν μετέχειν, ἄλου δὲ οὔ; εἰ οὖν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος τὰ εἴδη ποιεῖ, συμβή- σεται τὰ ἐναντία I ὑπάρχειν ἐν τῷ αὐτῷ καὶ ἑνὶ καὶ τῷδέ τινι ὄντι. εἰ δ’ οὐ μετέχει, τίς ὁ τρόπος καὶ πῶς ἐν αὐτῷ εὑρίσκεται ταῦτα, ὅταν λέγωμεν ζῷον δίπουν ἢ ζῷον πεζὸν ἢ ζῷον ἄπουν; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι ἐν τῷ αὐτοανθρώπῳ ὄντα σύγκειται καὶ μέμικται ὥσπερ σωρὸς τὸ ζῷον καὶ αἱ διαφοραί. ἀλλὰ πάντα ταῦτα ἄτοπα· ὁρῶμεν γὰρ ἐνταῦθα ὅτι τὰ ζῷα οὐ κατὰ σύνθεσιν καὶ ἁφήν εἰσιν, ἀλλὰ συνεχῆ καὶ ὡς εἰπεῖν κατὰ ἀνάκρασιν. Εἰ μὲν οὖν ἓν καὶ ταὐτόν τις ἐρεῖ τῷ ἀριθμῷ τὸ ἐν τῷ χωριστῷ ἀνθρώπῳ καὶ ἵππῳ καὶ τοῖς λοιποῖς ζῷον, ταὐτά τε συμβαίνει καὶ πλείω τούτων· εἰ δὲ ἕτερον τὸ ἐν ἑκάστῳ, δῆλον ὡς οὐχὶ τῷ μὲν ἀριθμῷ ἕτερα ταῦτα ἐροῦσι, τῷ εἴδει δὲ τὰ αὐτά ἔσται γὰρ πάλιν τῶν ἰδεῶν ἰδέα), ἀλλὰ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει ἕτερα. καὶ πρῶτον μέν, ὧν ἡ οὐσία ζῷον, ἄπειρα ἔσονται καὶ ἕτερα, ὥσπερ ὁ μύρμηξ τοὺ ἵππου καὶ οὗτος λέοντος καὶ οὗτος βοὸς καὶ οὗτος ἄλλου· καὶ πῶς οἷοντε τοῦτο; ἔπειτα εἰπάτωσαν τίς ἡ φύσις τοῦ ἐν τῷ ἀνθρώπῳ ζῴου καὶ τοῦ ἐν τῷ ἵππῳ, ἐπειδὴ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει εἰσὶν ἕτερα. εἰπὼν δὲ ὅτι οὐκοῦν ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν ἡ οὐσία ζῷον, πῶς τὸ ζῷον οὐσίαν εἴρηκεν ἐπήγαγεν οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ὁ ἄνθρωπος, ἀλλὰ δῆλον ὡς ἐξ οὐσίας, ὥστε ἐστὶ τὸ ζῷον οὐσία. ἐπειδὴ δὲ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοουσίαν ἔλεγον αὐτὴν καθ’ αὑτήν, ἔστι δὲ καὶ τὸ αὐτοζῷον οὐσία, πολλὰ ἔσται τὸ ζῷον· οὐσία τε γὰρ τὸ ἐν ἑκάστῳ ζῷόν ἐστίν· οὐ γὰρ ὥσπερ λευκὸν εἰπόντες ἄλλο τι λέγομεν, ξύλον φέρε ἢ ἄνθρωπον, οὕτω καὶ τὸ ζῷον οὐσίαν λέγοντες ἄλλο τί φαμεν καὶ κατ’ ἐκεῖνο τὸ ἄλλο τοῦτο οὐσίαν λέγομεν, ἀλλὰ καθ’ αὑτό ἐστιν οὐσία· ὥστε ἐστὶ τὸ ζῷον πολλὰ ἔκ τε οὐσίας αὐτῆς καθ’ αὑτὴν οὔσης καὶ ἐκ ζῴου. εἰ δέ τις λέγει ὅτι οὐ καθ’ αὑτό ἐστι τὸ ζῷον οὐσία, ἀλλὰ κατ’ ἄλλο, ἐξ ἐκείνου, καθ’ ὃ τὸ ζῷον οὐσία λέγεται, ἔσται ὁ ἄνθρωπος, καὶ ἐκεῖνο ἔσται γένος τοῦ ἀνθρώπου, ἀλλ’ οὐ τὸ ζῷον. ἔτι ἐπειδὴ ὁ ἄνθρωπος χωριστὸς καὶ καθ’ αὑτόν ἐστι, καὶ τὸ δίπουν δηλονότι καὶ τὸ πεζὸν καθ’ αὑτά εἰσι κὼ ἰδέαι. οὐκοῦν οὐκ ἄλλου μέν εἰσιν ἰδέαι τό τε ζῷον καὶ τὸ πεζόν, ἄλλου δὲ οὐσίαι, ἀλλ’ αὐτὰ ἑαυτοῖς εἰσι καὶ ἰδέαι καὶ οὐσίαι, ὥσπερ ἐγὼ οὐκ ἄλλου μέν εἰμι ἄτομος, ἄλλου δὲ ἄνθρωπος· ἀδύνατον γὰρ τὸ ἄλλου εἶναι ἐμὲ ἄνθρωπον, ἀλλὰ μὴ ἐμαυτοῦ· οὕτω καὶ τὸ ζῷον αὐτὸ ἑαυτῷ ἐστι καὶ οὐσία καὶ ἰδέα, εἴ καὶ ἐν τῷ αὐτοανθρώπῳ ἐστίν, ὥσπερ καὶ ἐγὼ αὐτὸς ἑαυτῷ ἄνθρωπός εἰμι καὶ ἄτομον, εἰ καὶ ἐν τόπῳ τυγχάνω. ὥστε εἰ αὐτὸ ἑαυτῷ τὸ ζῷον καὶ οὐσία ἐστὶ καὶ ἰδέα, δῆλον ὅτι ἕκαστον τῶν ἐν ζῴοις ἤτοι ἐν τῷ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς αὐτοζῷόν ἐστι καὶ ἰδέα. τὰ δὲ εἴδη ἑτέρων εἰσὶ φύσεων, ὥσπερ καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος· καὶ τὰ αὐτοζῷα ἄρα τὰ ἐν τοῖς εἴδεσιν ἑτέρων εἰσὶ φύσεων· ὅπερ ἄτοπον. ἔτι εἰ τῶν πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐστιν ἰδέα, τῷ δ’ ἀριθμῷ διαφέρει, ὡς δέδεικται, τὸ ἐν τῷ αὐτοίππῳ ζῷον καὶ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς πᾶσα γὰρ ἰδέα μία τῷ ἀριθμῷ), ἔσται καὶ ἐκείνων ἰδέα· ὥστε ὥσπερ ἐστὶν ἄλλος ἄνθρωπος καθ’ αὑτὸν παρὰ τοὺς καθ’ ἕκαστα καὶ αἰσθητούς, οὕτως ἔστι καὶ τῶν αὐτοζῴων καὶ τῶν ἰδεῶν ἄλλη τις ἰδέα καὶ ἄλλο αὐτοζῷον. καὶ πῶς ἐκ τοῦ τοιούτου αὐτοζῴου ἔσται τὸ ἐν τῷ αὐτοανθρώπῳ αὐτοζῷον; ἔτι εἴπερ τῶν αἰσθητῶν εἰσιν αἱ ἰδέαι, ταῦτά τε ἅπερ εἴρηται συμβαίνει καὶ τούτων ἀτοπώτερα. ἐπειδὴ γὰρ ἀνάγκη ἐστὶν ἐξ ὧν λέγουσιν εἶναι καὶ αὐτοζῷον αὐτὸ καθ’ αὑτό, ὥσπερ οὖν ὁ αὐτοάνθρωπος ἕτερός ἐστι παρὰ τοὺς καθ’ ἕκαστα, οὕτω καὶ τὸ αὐτοζῷον ἕτερον ὀφείλει εἶναι παρὰ ζῷα τὰ τινά, ἃ οὔτε ἄνθρωπός εἰσιν οὔτε ἵππος οὔτε ἄλλο οὐδέν, ἀλλὰ τοῦτο αὐτό, ζῷα· εἰ δὲ μή εἰσί τινα ζῷα ἅπερ τοῦτο αὐτό εἰσι, ζῷα, ὥσπερ οἱ ἄνθρωποι τοῦτο αὐτό, ἄνθρωποι τίς γάρ πω ἐθεάσατο ζῷον ὃ μήτε ἄνθρωπός ἐστι μήτε μύρμηξ μήτε ἄλλο τι), οὐδὲ αὐτοζῷόν ἐστιν· ἡ γὰρ ἰδέα τινῶν ἐστιν ἰδέα. εἰ δὲ μή ἐστιν αὐτοζῷον, ζῷον, φανερὸν ὡς οὐδὲ αὐτοάνθρωπος οὐδ’ ὅλως ἰδέα. εἰ δὲ λέγοι τις ὡς ἔστι μὲν αὐτοζῷον, ἀλλ’ οὐκ ἔστιν ἰδέα ζῴων τοῦτο αὐτὸ ζῴων ὄντων, ἀλλὰ τοῦ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἵπποις καὶ βουσί, ψεῦδος ἐρεῖ· τοῦ γὰρ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἁπλῶς τῶν ἀνθρώπων ὅλων ὡς ὅλων ὁ αὐτοάνθρωπός ἐστιν ἰδέα ὅλος ὡς ὅλος· ὡσαύτως καὶ ὁ αὐτοΐππος ὅλος ὡς ὅλος ἐστὶν ἰδέα τῶν κατὰ μέρος ἵππων ὅλων ὡς ὅλων· ὥστε εἴπερ ἔστιν αὐτοζῷον καὶ ἰδέα, ζῴων ὀφείλει εἶναι ἰδέα μηδὲν ἄλλο ὄντων ἢ τοῦτο αὐτό, ζῷα. οὕτω δὴ ἐνστὰς πρὸς τοὺς τὰς ἰδέας τιθεμένους καὶ ἐλέγξας αὐτοὺς συμπεραίνεται λέγων εἰ δὴ ἀδύνατον οὕτως ἔχειν, ἀδύνατον εἴδη εἶναι τῶν καθ’ ἕκαστα, ὥς τινές φασιν. ἐπεὶ δὲ ἡ οὐσία ἑτέρα τό τε σύνολον καὶ ὁ λόγος· λέγω δ’ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία σὺν τῇ ὕλῃ. εἰπὼν πρότερον ὅτι οἱ λόγοι τοῦ τί ἦν εἶναί εἰσι καὶ τῶν εἰδῶν, τῶν δὲ καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, καὶ ἐπαγγειλάμενος τοῦτο δείξειν, νῦν τὴν ὑπόσχεσιν ἐκπληροῖ καὶ δείκνυσιν ὅτι τῶν καθ’ ἕκαστα οὔκ εἰσιν ὁρισμοί. πρότερον δὲ ποιεῖται διαίρεσιν τῆς οὐσίας ποσαχῶς λέγεται, δείξῃ ποίας οὐσίας οὐκ ἔστιν ὁρισμός. λέγει δὴ ὅτι ἐπειδὴ |ἡ οὐσία ἑτέρα τό τε σύνολον καὶ ὁ λόγος, λέγω δὲ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία ὁ λόγος συνειλημμένος τῇ ὕλῃ, ἡ δὲ λόγος ὅλως καὶ τί ἦν εἶναι, ὅσαι μὲν οὖν εἰσιν οὐσίαι συνειλημμέναι τῇ ὕλῃ καὶ ὅλως σύνθετοι, τούτων ἔστι φθορὰ καὶ γένεσις, τοῦ δὲ λόγου καὶ τοῦ εἴδους οὐκ ἔστι φθορὰ οὐδὲ γένεσις· οὐ γὰρ γίνεται τὸ οἰκίᾳ εἶναι καὶ τὸ εἶδος τῆς οἰκίας, ἀλλ’ ἥδε ἡ κατὰ μέρος οἰκία, ἐν ἡ τὸ εἶδος ἀχρόνως καὶ ἄνευ γενέσεως γίνεται καὶ φθείρεται. καὶ διὰ τοῦτο οὐκ ἔστι τῶν αἰσθητῶν οὐσιῶν καὶ καθ’ ἕκαστα οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξις, ὅτι ἔχουσιν ὕλην, ἧς ἡ φύσις διὰ τὸ ἐνδέχεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, τουτέστιν διὰ τὸ μὴ δύνασθαι ἀεὶ τὸ αὐτὸ στέγειν εἶδος ἀλλ’ ἄλλοτε δεκτικὴν εἶναι ἄλλων, φθαρτὰ πάντα τὰ καθ’ ἕκαστα αὐτῶν. ταῦτα θεὶς τρέπεται εἰς τὴν τοῦ μὴ εἶναι τῶν καθ’ ἕκαστα ὁρισμοὺς δεῖξιν. γυμνάζει δὲ τὸν λόγον ἐπὶ τὰς ἰδέας καὶ αὗται γὰρ καθ’ ἕκαστά εἰσιν) ἐκ τοῦ μᾶλλον τὴν δεῖξιν ποιούμενος. εἰ γὰρ αὗται αἳ δοκοῦσιν εἶναι ἀίδιοι, ὅμως διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι οὔκ εἰσιν αὐτῶν ὁρισμοί πολλῷ μᾶλλον οὐκ ἔσονται τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν. τέως δὲ πρῶτον συλλογίζεται λέγων μὴ εἶναι τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα ὁρισμοὺς μηδὲ ἀπόδειξιν δυνάμει ὧδε. οἱ ὁρισμοὶ καὶ αἱ ἀποδείξεις τῶν ἀναγκαίων καὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν εἰσί, τὰ καθ’ ἕκαστα ἐνδέχεται ἄλλως ἔχειν, τῶν καθ’ ἕκαστα ἄρα οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξίς ἐστιν. ὥσπερ γάρ, φησίν, οὐκ ἐνδέχεται τὴν ἐπιστήμην ποτὲ μὲν εἷναι ἐπιστήμην ποτὲ δ’ ἄγνοιαν, ὥσπερ οὐδὲ τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον εἶναι ποτὲ δὲ μή (δόξα γάρ ἐστι τὸ ποτὲ μὲν ὡς ἐπιστήμη ὄν, ποτὲ δ’ ὡς ἄγνοια), οὕτως οὐδὲ ἀπόδειξιν οὐδ’ ὁρισμὸν ἐνδέχεται εἶναι τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀλλὰ δόξαν. κατασκευάζει δὲ τὸ μὴ ὁρισμὸν μηδ᾿ ἀπόδειξιν εἶναι τῶν καθ’ ἕκαστα καὶ ἄλλως λέγων ἄδηλά τε γὰρ τὰ φθειρόμενα τοῖς ἔχουσιν ἐπιστήμην ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ· εἰ δὲ ὧν ἐστιν ἐπιστήμη καὶ ὁρισμὸς δῆλά ἐστι κατὰ πάντα τρόπον, τὰ δὲ καθ’ ἕκαστα ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ ἄδηλά ἐστι, τῶν καθ’ ἕκαστα ἄρα οὔτε ἀπόδειξίς ἐστιν οὔθ’ ὁρισμός. καὶ ἄλλως· ὧν ἐστιν ἀποοειςις καὶ ὁρισμὸς, τούτων η αποοειςις ἀπόλλυται εἴτε του ἔχοντος τὴν ἀπόδειξιν φθαρέντος, εἴτε τοῦ οὗ ἐστιν ἀπόδειξις, ἢ ἀμφοτέρων, καὶ τοῦ ἔχοντος τὴν ἀπόδειξιν καὶ τοῦ ἀποδεικτοῦ, ὡς ἐν τῷ Α τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηται. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα συμβαίνει σωζομένου καὶ τοῦ ἀποδεικτοῦ καὶ τοῦ ἔχοντος τὸν λόγον καὶ τὴν ἀπόδειξιν καὶ τοῦ λόγου τοῦ ἐν τῇ ψυχῇ καὶ μὴ λήθης γεγονυίας μὴ εἶναι μήτε |ὁρισμὸν μήτε ἀπόδειξιν· ὅταν γὰρ ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ οὗ τὸν λόγον ἔχομεν, σωζομένου ἐμοῦ καὶ τοῦ πράγματος οὗ τὸν λόγον ἔχω καὶ αὐτοῦ τοῦ λόγου καὶ λήθης μὴ μεσολαβησάσης, ἀγνοῶ εἰ ὅλως ἐστίν. διὸ δεῖ τῶν πρὸς ὅρο ν, τουτέστι τῶν πρὸς ὅρον τινὸς πραγματευομένων, ἤτοι δεῖ ἕκαστον τῶν περὶ ὅρον τινὸς ἀτόμου πράγματος σκοπούντων καὶ ζητούντων ἀποδοῦναι αὐτοῦ τὸ τί ἐστι, μ ἡ ἀγνοεῖν ὅτι ἀεὶ ἀναιρεῖν ἔστιν ἤτοι ἀναιρεθήσεται αἰεὶ ὁ τοιοῦτος ὁρισμός· παντὸς γὰρ ἀναιρεῖν ἔστι τὸν ὁρισμὸν τοῦ καθ’ ἕκαστα. ὥστε ὁ τὸ κα9 ἕκαστον ὁριζόμενος οὐδὲν ἄλλο π οἴει ἢ αἰτίας δίδωσιν τοῦ ἀναιρεῖν ἑκάστῳ τῶν βουλομένων αἰεί τι ἀναιρεῖν καὶ ἀνασκευάζειν. οὐδὲ δὴ ἰδέαν οὐδεμίαν ἔστιν ὁρίσασθαι· τῶν γὰρ καθ´ ἕκαστον ἡ ἰδέα. ἐπὶ τῶν ἰδεῶν, ὡς εἴπομεν, γυμνάζει τὸν λόγον, δεικνὺς ὅτι τῶν ἰδεῶν οὔκ εἰσιν ὁρισμοὶ διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι αὐτά. εἰ δὲ ιούπω μή εἰσι, σχολῇ γ’ ἄν τῶν αἰσθητῶν εἶεν. ἅμα δὲ δείκνυσιν ὅτι εἴδη αὐτὰ καθ’ αὑτὰ καὶ χωριστὰ οὔκ εἰσιν. λέγει γὰρ ὅτι εἴπερ ἔστιν ὁρισμὸς αὐτοανθρώπου (ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος), ἀναγκαῖόν ἐστιν ὀνόμασι χρήσασθαι· ἄνευ γὰρ ὀνομάτων πράγματα σημαινόντων οὐκ ἔστιν ὁρισμός. εἰ δ’ ἀναγκαῖόν ἐστι τὸν ὁριούμενον τὸν αὐτοάνθρωπον ὀνόμασι χρήσασθαι, ἢ συνήθεσι καὶ γνωρίμοις ὀνόμασι χρήσεται, λέγω δὴ ‘Eλληνικοῖς, ἢ δνόματ́α ἕτερα θήσεται καὶ ἄγνωστα. ἀλλὰ μὴν ὀνόματα οὐ ποιήσει ἕτερα παρὰ τὰ συνήθη· ὁ γὰρ ἀλλοτρίοις ὀνόμασι καὶ ἀγνώστοις χρώμενος ταὐτὸν ποιεῖ τῷ μὴ χρωμένῳ ὀνόμασι μηδὲ ὅλως λέγοντι, καὶ ὥσπερ ὁ μὴ χρόιαενος ὀνόμασι μηδὲ λέγων οὐχ ὁρίζεται, οὕτω καὶ ὁ ἀλλοτρίοις ὀνόμασι χρώμενος ποιεῖ. λείπεται ἄρα χρήσασθαι συνήθεσιν ὀνόμασι καὶ γνωρίμοις· τὰ δὲ γνώριμα καὶ κείμενα κοινὰ πᾶσίν ἐστι καὶ ὑπάρχει πολλΟῖς. οἷον εἴ τις ὁριζόμενος τὸν Ἀλέξανδρον λέγει Ἀλέξανδρός ἐστι ζῷον ἰσχνὸν λευκὸν ἢ ἕτερόν τι, τὸ ζῷον ἰσχνὸν λευκὸν οὐ μόνῳ τῷ Ἀλεξάνδρῳ ὑπάρχει, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· ὥστε πάλιν οὐχ ἑνός ἐστιν οὗτος ὁ ὁρισμὸς ἀλλὰ καὶ ἄλλων πολλῶν. οὐκ ἄρα ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκαστα. τοῦτο δὴ συμβήσεται καὶ ἐπὶ τῶν ἰδεῶν. εἰ γάρ τις λέγει ὅτι αὐτοἄνθρωπός ἐστι ζῷον πεζόν, οὗτος ὁ ὁρισμὸς καὶ ἄλλοις ὑπάρχει. οὐκ ἄρα ἔστιν ὁρίσασθαι τὴν ἰδέαν. εἰ οὖν οἱ ὁρισμοὶ μόνοις ἐκείνοις ὑπάρχουσιν ὧν εἰσιν ὁρισμοί, καὶ ἀντιστρέφουσι τὰ ὁριστὰ πρὸς τοὺς ὁρισμοὺς καὶ οὗτοι πρὸς ἐκεῖνα, εἴπερ ἐστὶ τοῦ αὐτοανθρώπου μόνου τὸ ζῷον πεζὸν ὁρισμός, οὐχ ὑπάρξει καὶ ἄλλοις καὶ ἀντιστρέψει· ἀλλ’ ὑπάρχει καὶ οὐκ ἀντιστρέφει. οὐκ ἄρα ἔστι τὴν ἰδέαν ὁρίσασθαι. εἰ δέ τις, φησί, λέγοι ὅτι τὸ ζῷον καὶ τὸ ἰσχνὸν καὶ τὸ λευκὸν χωρὶς μὲν ὑπάρξει πολλοῖς, ἅμα δὲ οὐδενὶ εἰ μὴ μόνῳ τῷ Ἀλεξάνδρῳ, |ὁμοίως καὶ τὸ ζῷον καὶ τὸ πεζὸν χωρὶς μὲν καὶ ἄλλοις, ἅμα δὲ τῷ αὐτοανθρώπῳ μόνῳ, ὥσπερ καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν χωρὶς μὲν ἕκαστον πολλοῖς ὑπάρχει, ἅμα δὲ μόνῳ τῶ ἀνθρώπῳ· εἰ δὴ ταῦτά τις λέγοι, πρῶτον μέν, φησί, λεκτέον ὅτι καὶ ἀμφοῖν, οἷον τὸ ζῷον δίπουν ὑπάρξει τῷ ζῴῳ καὶ πάλιν τὸ ζῷον δίπουν τῷ δίποδι, ὥστε πάλιν οὐχ ἑνὶ ὑπάρξει τὸ ζῷον δίπουν ἀλλὰ δυσίν· ἐπειδὴ γὰρ τὸ ζῷον ἕτερόν ἐστι τοῦ δίποδος, τὸ ζῷον δίπουν ὑπάρξει τῷ δίποδι χωρὶς καὶ πάλιν τὸ ζῶον δίπουν τῷ ζῴῳ χωρίς. ἔσται δὲ τὸ λεγόμενον ἐκδηλότερον ἐπὶ τοῦ Ἀλεξάνδρου· ἐπειδὴ γὰρ ὁ Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, τὸ ἰσχνὸν καὶ φιλόσοφον καὶ λευκὸν ἕτερα ὄντα τοῦ Ἀφροδισιέως (ἅπαντα γάρ εἰσιν ὁ Ἀλέξανδρος, οὐ μὴν τὰ τρία μόνα), ὑπάρξουσι τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ. πάλιν ἐπειδὴ ὁ Ἀφροδισιεὺς καὶ τὸ ἰσχνὸν καὶ φιλόσοφον ἕτερά εἰσι τοῦ λευκοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ λευκῷ Ἀλεξάνδρῳ. πάλιν ἐπειδὴ τὸ φιλόσοφον καὶ ὁ λευκὸς καὶ ὁ Ἀφροδισιεὺς ἕτερά εἰσι τοῦ ἰσχνοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ ἰσχνῷ Ἀλεξάνδρῳ· ἄνδρω· ὥστε ὁ ὁρισμὸς ὁ λέγων ὅτι Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, οὐχ ἑνός ἐστιν, ἀλλὰ τοῦ ἰσχνοῦ Ἀλεξάνδρου καὶ τοῦ λευκοῦ Ἀλεξάνδρου καὶ τοῦ φιλοσόφου Ἀλεξάνδρου καὶ τοῦ Ἀφροδισιέως Ἀλεξάνδρου, οἵπερ εἰσὶν ἕτεροι· ὁ γὰρ ἰσχνὸς Ἀλέξανδρος, ᾗ ἰσχνός, ἕτερός ἐστι τοῦ λευκοῦ Ἀλεξάνδρου. οὐκ ἄρα ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός. αὕτη δὲ ἡ ἐπιχείρησις ἔνδοξός ἐστι καὶ οὐ πραγματώδης, ὡς αἱ λοιπαί· ἐκεῖναι γὰρ ἀναγκαῖαι καὶ ἀληθεῖς. εἰπὼν δὲ ὅτι τὸ ζῷον δίπουν ὑπάρξει καὶ ἀμφοῖν, τῷ τε ζῴῳ καὶ τῷ δίποδι, ἐπήγαγε καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοὺ συνθέτου, τουτέστιν ἀναγκαῖόν ἐστιν ὑπάρχειν τὸ ζῷον δίπουν ἔν τε τῷ δίποδι χωρὶς καὶ ἐν τῷ ζῴῳ πάλιν ἰδίως. ἐπειδὴ γὰρ καθ’ αὑτά εἰσι τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, εἶτα συνελθόντα γεγόνασι μέρη τοῦ συνθέτου, οἷον τοῦ αὐτοανθρώπου, ἀνάγκη καὶ τὸ ζῷον δίπουν κατηγορεῖν τοῦ δίποδος τοῦ καθ’ αὑτὸ ὄντος καὶ πάλιν τοῦ ζῴου· καὶ αὐτὸ γὰρ καθ’ αὑτό ἐστιν. δύναται τὸ καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοῦ συνθέτου συντάττεσθαι τῷ ἀνάγκη ἄρα ὑπάρχειν καὶ ἄλλῳ ταῦτα, τουτέστιν ἀνάγκη τὸ ζῷον καὶ τὸ δίπουν ἀίδια ὄντα καὶ κοινὰ καὶ ἄλλοις ὑπάρχειν. οὐ μόνον δὲ τὸ ζῷον καὶ τὸ δίπουν πρότερά ἐστι τοῦ αὐτοανθρώπου, ἀλλὰ καὶ χωριστὰ αὐτὰ καθ’ αὑτά, εἴπερ καὶ ὁ αὐτοάνθρωπος· ἡ γὰρ οὐδὲν ἔσται χωριστόν, ἢ εἴπερ ἔστιν ὁ αὐτοάνθρωπος, ἀνάγκη εἶναι καὶ τὸ ζῷον χωριστὸν καὶ καθ’ αὑτό. εἰπὼν δὲ ἢ γὰρ οὐδ’ ἐν ἢ ἄμφω, πάλιν ἐπανέλαβε τὸν λόγον καί φησιν εἰ μὲν οὖν μηδέν ἐστι χωριστόν, οὐκ ἔσται τὸ ζῷον παρὰ τὰ εἴδη ἀλλ’ ἐν αὐτοῖς· εἰ δέ ἐστι καὶ τὸ εἶδος καὶ τὸ γένος χωριστόν, δῆλον ὡς καὶ ἡ διαφορά, καὶ ἔσονται πρότερα τοῦ αὐτο|ανθρώπου, καὶ συναναιρήσουσιν ἀλλ’ οὐκ ἄν συναναιρεθῶσι τῷ αὐτοανθρώπῳ· τούτου γάρ ἐστι ἐστι τὸ ταῦτα δ οὐκ ἀνταναιρεῖται. ἔσονται ἄρα πρότεραι τῶν ἰδεῶν ἰδέαι. είπὼν δὲ ἀνωτέρω ὅτι εἰ δέ τις λέγοι ὅτι χωρὶς μὲν πολλοῖς ὑπάρξει, ἅμα δὲ μόνῳ τούτῳ, καί εἰπὼν λεκτέον πρῶτον μέν ὅτι καὶ ἀμφοῖν, οὐκ ἐποιήσατο τὴν ἀπόδοσιν τοῦ μέν συνδέσμου, εἰπὼν ὅτι ἔπειτα δέ, ἀλλ’ εἶπεν ὅτι ἔτι ἐξ ἰδεῶν ἰδέαι· ἀσυνθετώτερα γάρ· ὡς εἷναι τό ἔτι ἀντὶ τοῦ ἔπειτα. εἰ γάρ ἐστιν ἰδέ ὁ ἄνθρωπος, πολλῷ μᾶλλον ἔσται τὸ ζῷον καὶ τὸ δίπουν, ὅσῳ καὶ ἀσυνθετώτερα. ἔτι τὸ ζῷον καὶ τὸ δίπουν ἢ ὅ τι ἄν ἄλλο εἴη, ὅπερ ληφθήσεται εἰς τὸν τῆς ἰδέας ὁρισμόν, δεήσει ἐπὶ πολλῶν κατηγορεῖσθαι· εἰ γὰρ μή, πῶς γνωρισθήσεται; εἰ γὰρ αἱ ἰδέαι ἐκ τῶν τῇδέ εἰσι γνώριμοι, εἰ μὴ κατηγοροῦνται ἅπερ, ὡς εἴρηται, παραληφθήσεται εἰς τὸν τῆς ἰδέας ὁρισμὸν ἐπὶ πολλῶν πῶς γνωρισθήσονται; εἰ δὲ λέγονται ἐπὶ πολλῶν, δῆλον ὡς οὒκ εἰσιν ἑνὸς ἀλλὰ πολλῶν. οὐκ ἄρα εἰσὶ τῶν καθ’ ἕκαστα ὁρισμοί. ἀλλ’ οὐ κατηγορηθήσονται ἐπὶ πολλῶν, φαίη ἄν τις, τὰ εἰς τὸν τῆς ἰδέας λόγον παραληφθησόμενα. ἀλλ’ εἰ μὴ κατηγοροῦνται, ἐπειδὴ δέδεικται ὅτι ἐξ ὧν αἱ ἰδέαι κἀκεῖνα ἰὸέαι εἰσίν, ἔσονται ἰδέαι ἅπερ οὐ κατηγορηθήσονται ἐπὶ πλειόνων· οὐ δοκεῖ δὲ τοῖς ταύτας τιθεμένοις, ἀλλὰ πᾶσαν ἰδέν μεθεκτήν φασι καὶ ἐπὶ πλειόνων. Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατόν ἐστιν ὁρίσασθαι ἐν τοῖς ἀιδίοις. Δείξας ὅτι τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός ἐστιν οὔτ’ ἀπόδειξις λέγει ὅτι, ὥσπερ εἴρηται, λανθάνει ὡς ἀδύνατόν ἐστιν ὁρίσασθαι τὰ ἀίδια διὰ τὸ μοναδικὰ εἶναι· καὶ μάλιστα, φησίν, ὅσα ἐστὶ μοναχά, οἷόν ἐστιν ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ· οὐ μόνον γὰρ ἁμαρτάνουσι τοιαῦτα λαμβάνοντες εἴς τὸν τοῦ ἡλίου ὁρισμόν, ὧν ἀφαιρουμένων πάλιν ἔσται ὁ ἥλιος· καίτοι οὐ δοκεῖ τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων ἑνὸς τούτων ἀφαιρουμένου εἶναι τὸ ὁριστόν· ἂν γὰρ τοὺ ἀνθρώπου ἢ τὸ πεζὸν ἡ τὸ δίπουν ἀφέλῃς ἢ τὸ ζῷον, οὐκέτι ἔσται ὁ ἄνθρωπος· ὥστε εἴπερ ἦσαν τὰ εἰς ὁρισμὸν τοὐ ἡλίου παραλαμβανόμενα συστατικὰ τῆς οὐσίας αὐτοῦ, ἑνὸς τούτων ἀφαιρουμένου οὐκέτι ἄν ἦν ἥλιος. ἀλλὰ δύναται εἶναι. πόθεν δὲ τοῦτο γίνεται; ἐκ τοῦ πειρᾶσθαι ὁρισμοὺς τῶν καθ’ ἕκαστα ἀποδιδόναι, ὧν οὗκ εἰσιν ὁρισμοί. οὐκ ἄρα καλῶς ὁρίζονται. οὐ μόνον δὲ τοιαῦτα λαμβάνουσιν ἀλλ’ ἀγνοοῦσι καὶ ὅτι οὐκ ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός. εἰ γὰρ τοῦτο ᾔδεσαν, οὐκ ἄν ὅλως ὁρίσαι ταῦτα ἐπεχείρουν, ἐξ οὗ καὶ τοιαῦτα λαμβάνειν αὐτοῖς συμβαίνει. καὶ τίθησι τίνα ἔστι τὰ εἰς τὸν τοῦ ἡλίου ὁρισμὸν παραλαμβανόμενα μὴ καλῶς, τό τε περὶ γῆν ἰὸν καὶ τὸ νυκτικρυφές· ἐπειδὴ γὰρ τὸ περὶ γῆν ἰέναι ἢ τὸ ἐν νυκτὶ κρύπτεσθαι εἰς ὁρισμὸν τοῦ ἡλίου παραλαμβάνουσι δῆλον ὅτι συστατικά εἰσι τῆς τοῦ ἡλίου οὐσίας; ὥστε ἄν τις ἀφέληται τοῦ ἡλίου τὸ περὶ γῆν ἰέναι ἢ τὸ νυκτικρυφές, οὐκέτι ἔστι ὁ ἥλιος. ἢ ὅλως ἐὰν στῇ ὁ ἥλιος, οὔτε περὶ γῆν διε- λεύσεται οὔτε τῇ νυκτὶ κρυφήσεται· εἰ δὲ τοῦτο, οὐκ ἔσται. ἀλλ’ ἄτοπον εἰ μὴ ἔστι διὰ τὸ ἵστασθαι ἡ διὰ τὸ μὴ ὑπὸ γῆν διιέναι ἢ ἐν νυκτὶ κρύπτεσθαι· οὐσία γάρ τίς ἐστιν ὁ ἥλιος, τὸ δὲ κρύπτεσθαι συμβεβηκός· πῶς οὖν τοῦ συμβεβηκότος ἀναιρουμένου ἀναιρεθήσεται οὐσία; ἄλλως τέ εἰσί τινες τόποι κατὰ τὸν βόρειον πόλον, καθ’ οὗς ὁ ἥλιος οὐ κρύπτεται καὶ ὅμως ἔστιν. οὐκ ἔδει δὲ εἶναι, εἴπερ τὸ κρύπτεσθαι εἰς τὴν οὐσίαν κὼ τὸ τί ἦν εἶναι ἡλίῳ συνέτεινεν. ἔτι, φησίν, ὅσα ἐπ’ ἄλλου ἐνδέχεται, τουτέστιν, ἔτι εἴπερ ἦσαν ἐκτὸς τοῦδε τοῦ κόσμου ἄλλοι κόσμοι, ὡς ὁ Δημόκριτος ἔφασκε, δῆλον ὅτι καὶ οἱ ἐν ἐκείνοις τοῖς κόσμοις ἥλιοι περὶ γῆν ἄν διήρχοντο ἢ τῇ νυκτὶ ἐκρύπτοντο, ὥστε ὁ λόγος ὁ τοῦδε τοῦ ἡλίου κοινὸς ἂν ἦν καὶ ἥρμοζε κἀκείνοις. ἀλλ’ ὑπέκειτο εἷς εἶναι ἥλιος, ὥσπερ Κλέων ἢ Καλλίας, καὶ μόνου τοῦδε εἷναι τὸν λόγον· εἰ δὴ ὁ τοιοῦτος λόγος, φημὶ δὴ τὸ νυκτικρυφὲς καὶ τὸ περὶ γῆν ἰόν, καὶ ἐπ’ ἄλλοις ἐφαρμόζει, δῆλον ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκαστα. οὕτως δὴ δείξας ὅτι τῶν καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, μαρτύρεται καὶ τοὺς τὰς ἰδέας τιθεμένους, λέγων ὅτι διὰ τί οὐδεὶς αὐτῶν ὅρον λέγει τινὸς ἰδέας, ἀλλὰ πάσας ἀορίστους καταλιμπάνουσι καί φασι μὴ εἶναι ὁρισμὸν τῶν ἰδεῶν; ἢ δῆλον διὰ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα. ὥστε, φησί γένοιτ’ ἂν καὶ ἐκ τῶν τὰς ἰδέας λεγόντων ἀληθὲς τὸ νῦν εἰρημμένον, τοῦτο δ’ ἐστὶ τὸ μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα. Φανερὸν δ’ ὅτι καὶ τῶν δοκουσῶν εἶναι οὐσιῶν αἱ πλεῖσται δυνάμεις εἰσί. ἐπειδὴ γὰρ οὐσίας ἐκεῖνά φαμεν ὅσα καθ’ αὑτὰ ὄντα δύναται τὸ οἰκεῖον ἔργον ἀποτελεῖν οὐσία γὰρ οὐδὲν ἄλλο ἐστὶν ἡ τὸ ἀφ’ οὗ τὸ ἑκάστου ἔργον ἐκπληροῦται· οὐσία γὰρ καὶ εἶδος Σωκράτους ἡ τοῦ Σωκράτους ψυχή, ἀφ’ ἧς αὐτῷ τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἔργον ἐκπληροῦν), λέγει ὅτι καὶ τὰ μέρη τῶν ζῴων, χεῖρες καὶ πόδες, ἅπερ μάλιστα δοκοῦσιν εἶναι οὐσίαι, φανερόν ἐστιν ἐκ τούτων ὡς οὔκ εἰσιν οὐσίαι ἀλλὰ δυνάμεις. οὐσίας γάρ ἐστι τὸ καθ’ αὑτὴν οὖσαν τὸ καθό ἐστιν αὐτῆς ἔργον ἐκπληροῦν, ἡ δὲ χεὶρ τοῦ ὅλου χωρισθεῖσα τὸ ἔργον αὐτῆς ἡ χεὶρ οὐκ ἐκπληροῖ, καίτοι καθ’ αὑτὴν οὖσα. οὐ γὰρ ἐν τῷ τοιονδὶ σχῆμα ἔχειν χείρ ἐστιν, ἀλλ’ ἐν τῷ ἐκπληροῦν τὸ ἑπόμενον τῷ τοιονδὶ σχῆμα ἔχοντι ἔργον· ἐπεὶ εἴ γε κατὰ τὸ τοιονδὶ σχῆμα ἕκαστον οὐσίωτο, ἦν ἂν καὶ ἡ τοῦ ἀνδριάντος χεὶρ χείρ οὐκ ἔστι δέ), καὶ ὁ ἀνδριὰς |ἄνθρωπος. ἀλλ’ εἰ μετὰ τοῦ ὅλου ὄντα τὰ μέρη τῶν ζώων οὔκ εἰσιν ἐνεργείᾳ οὐσίαι ἀλλὰ δυνάμει ἐκεῖνα γὰρ ἐλέγετο εἶναι ἐνεργείᾳ οὐσίαι, ἅπερ εἰσὶν αὐτὰ καθ’ αὑτὰ καὶ ἐκπληροῦσι τὸ οἰκεῖον ἔργον), ἆρά γε χωρισθέντα καὶ καθ’ αὑτὰ ὄντα λέγονται οὐσίαι; ἤ, ὡς πολλάκις εἴρηται, ἐπειδὴ οὐκ ἐν τῷ τοιῳδὶ σχήματι ἡ χεὶρ καὶ ὁ ποὺς οὐσίωται, ἀλλ’ ἐν τῇ ἀπὸ τῆς ψυχῆς αὐτοῖς ᾗ τοιαῦτά ἐστιν ἐνδιδομένῃ δυνάμει, ὥστε τὸ οἰκεῖον ἔργον ἐκπληροῦν, εἴ μὲν τοῦ ὅλου χωρισθέντα ἠδύναντο τὴν ἀπὸ τῆς ψυχῆς ἐνδιδομένην αὐτοῖς δύναμιν δέχεσθαι καὶ διὰ ταύτης ἐκπληροῦν τὸ οἰκεῖον ἔργον, ἐλέγοντο ἄν οὐσίαι· ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι γενέσθαι, ὄντα μὲν μετὰ τοῦ ὅλου λέγοντι δυνάμει οὐσίαι, ὅταν δὲ χωρισθῶσιν, οὐ λέγονται οὐσίαι σύνθετοι, καίτοι σύνθετοι οὖσαι· ἀλλ’ ὡς τὸ πῦρ πρὸς αὐτά ὕλη γὰρ αὐτῶν τὸ πῦρ) οὕτω ταῦτα πρὸς τὸν Σωκράτην. ὕλη γὰρ καὶ αὐτὰ τοῦ ἐκ ψυχῆς καὶ σώματος Σωκράτους· τὸ γὰρ σῶμα ὕλη, ἡ δὲ ψυχὴ τὸ εἶδος. καὶ δῆλον ὡς τῆς χειρὸς καὶ τῶν τοιούτων οὐ πάντῃ ἀποφάσκει τὴν οὐσίαν. ἀλλὰ τὴν μὲν ὡς ὕλην λεγομένην οὐσίαν δίδωσιν αὐτοῖς, τὴν δ᾿ ὡς ἐξ ὕλης καὶ εἴδους οὐ συγχωρεῖ, διὰ τὸ ἕκαστον εἰδοποιεῖσθαι τῇ οἰκείᾳ ἐνεργεία, ταῦτα δὲ ἐστερῆσθαι αὐτῆς. ὅταν οὗν, φησί, χωρισθῇ τὰ μόρια τοῦ ὅλου καὶ ὧσι καθ’ αὑτά, ὡς ὕλη πάντα εἰσί, καὶ ὡς γῆ καὶ πῦρ καὶ ἀήρ. καὶ τὴν αἰτίαν τοῦ ὅπως καὶ μετὰ τὸ χωρισθῆναι οὔκ εἰσιν οὐσίαι προσέθηκεν εἰπὼν οὐδὲν γὰρ αὐτῶν ἕν ἐστιν, ἴσον λέγων τῷ ὅτι ἡ οὐσία σὺν τῷ τὸ οἰκεῖον ἔργον ἐκπληροῦν καὶ ἓν εἶναι ὀφείλει ἐνεργεία· τὰ δὲ μόρια ἐπειδὰν χωρισθέντα σωρηδὸν κέηται, οὗκ εἰσιν οὔκ εἰσιν ἐνεργεία ἓν ἀλλὰ δυνάμει. ὥσπερ γὰρ ὁ σωρὸς τῶν χρυσίνων ἢ τῶν καττιτερίνων ψηγμάτων δυνάμει ἐστὶν ἕν, ὅταν δὲ τὸ πῦρ τήξῃ πάντα καὶ ὡς εἴπ’ εἰν πέψῃ καὶ ἓν γένηται, τότε εἰσὶν ἐνεργεία ἕν, οὕτω καὶ τὰ μόρια σωρηδὸν καὶ κατὰ παράθεσιν κείμενα δυνάμει εἰσὶν ἕν, ἀλλ’ οὐκ ἐνεργείᾳ. τινὰ δὲ τῶν ἀντιγράφων ἔχει ὁ ὄρρος· καὶ εἴη ἄν λέγων ὅτι ὥσπερ ὁ ὄρρος πρὶν ἢ πεφθῇ, τουτέστι πρὶν ἢ παγῇ καὶ ὅλως τυρωθῇ, οὐ λέγεται ἓν ἐνεργείᾳ ἀλλὰ δυνάμει, ἐπειδὰν δὲ τυρωθῇ τότε λέγεται ἕν, οὕτω καὶ ἐπὶ τῶν μορίων. μάλιστα δέ, φησίν, ὑπολάβοι ἄν τις τὰ τῶν ἐμψύχων μόρια, καὶ τούτων οὐ πάντων ἀλλά τινων, ὁμοίως δὲ καὶ τῆς ψυχῆς, πάρεγγυς τοῦ καὶ ἐνεργεία μετὰ τοῦ ὅλου ὄντα οὐσίας αὐτὰ λέγειν καὶ δυνάμει· ἐπειδὴ γὰρ καὶ μετὰ τὸ χωρισθῆναι καὶ καθ’ αὑτὰ εἶναι δύναται κινεῖσθαι καὶ αἰσθάνεσθαι, δόξειεν ἂν εἶναι καὶ ἐνεργείᾳ καὶ δυνάμει· δυνάμει μὲν γὰρ ὅτε μετὰ τοῦ ὅλου εἰσίν, ἐνεργείᾳ δὲ ὅτι, ἐπειδὴ χωρισθέντα κινεῖται καὶ αἰσθάνεται, δοκεῖ ὡς καὶ |μετὰ τοὐ ὅλου ὅταν ᾖ καθ’ αὑτά ἐστι καὶ οὐ συνέχει τῷ ὅλῳ. ὅτι δὲ πολλὰ μόρια τῶν ζῴων χωρισθέντα κινεῖται, δῆλον· οἱ γὰρ ὄφεις δίχα τεμνόμενοι κινοῦνται; ἀλλὰ καὶ πόδες ἀκρίδων καὶ φαλαγγίων, ἃ καὶ σηψιδακῆ λέγει, καὶ ἄλλων πολλῶν χωρισθέντων, ἐπειδὰν χωρισθέντα ἠρεμῇ, εἴ τις αὐτῶν ἅψοιτο, αἰσθάνεται καὶ κινεῖται. εἰπὼν οὖν ὅτι σύνεγγυς τοῦ δυνάμει καὶ ἐντελεχείᾳ εἰσί, λέγει ὅτι ὅμως κὢ χωρισθέντα κινῆται καὶ αἰσθάνηται, ἀλλ’ οὖν ὅταν μετὰ τοὺ ὅλου ὑπάρχῃ καὶ ὦσιν ἓν καὶ συνεχῆ, δυνάμει εἰσὶν οὐσίαι καὶ οὐκ ἐνεργεία. ἐπειδὴ δέ τινα παρὰ φύσιν εἰσὶ συνεχῆ, ὥσπερ πολλῶν δάκτυλοι συνημμένοι καὶ οὐ διακεκριμένοι, ἐπήγαγε τὸ ἀλλὰ μὴ βίᾳ ἢ συμφύσει, ἴσον λέγων τῷ ἐκεῖνά φημι κυρίως ἕν, ὅσα ἐκ φύσεως εἰσι συνεχῆ, ἀλλὰ μὴ βίᾳ καὶ συμφύσει· ταῦτα γὰρ πηρώματά ἐστιν, ἀλλ’ οὐ κατὰ φύσιν. ἐπειδὴ δὲ τὸ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ οὐ‘σία ἡ τοῦ ἑνὸς μία, καὶ ὧν μία ἀριθμῷ ἓν ἀριθμῷ. Δείξας ὅτι ὁ καθόλου ἄνθρωπος καὶ ἁπλῶς πᾶν εἶδος οὐκ ἔστιν οὐσία, δείκνυσιν ὅτι οὐδὲ τὸ ἓν ἢ τὸ ὄν, ὥσπερ ἔλεγον οἱ τὰ εἴδη τιθέμενοι τὸ αὐτοὲν καὶ αὐτοόν, ἐστὶν οὐσία. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ὂν λέγεται ὥσπερ καὶ τὸ ἕν ἔδειξε γὰρ ἐν τῷ Γ τῆσδε τῆς πραγματείας ὡς ἀκολουθεῖ ἀλλήλοις τό τε ἓν καὶ τὸ ὄν, καὶ εἴ τι ἕν, τοῦτο καὶ ὄν ἐστι, καὶ ἔμπαλιν εἴ τι ὄν, τοῦτο καὶ ἕν), ἐπειδὴ τοίνυν λέγεται τὸ ἓν ὥσπερ καὶ τὸ ὄν, καὶ ἡ οὐσία ἡ τοῦ ἑνὸς μία ἐμοῦ γὰρ ἑνὸς ὄντος καὶ ἡ οὐσία ἡ ἐμὴ μία ἐστίν· οὐδὲν γὰρ ἄλλο τί εἰμι ἀλλ’ ἢ ἡ οὐσία μου), καὶ ἔμπαλιν ὧν μία τῷ ἀριθμῷ ἡ οὐσία, ἐκεῖνα ἕν εἰσι τῷ ἀριθμῷ, δῆλον ὡς οὔτε τὸ ἓν οὔτε τὸ ὄν ἐστιν οὐσία τῶν πραγμάτων, ἀλλὰ κατηγορήματα μόνον καὶ ὀνόματα λεγόμενα κατὰ πραγμάτων. ὥσπερ γὰρ τοῦ πυρὸς κατηγορεῖται τὸ στοιχεῖον λέγομεν γὰρ τὸ πῦρ στοιχεῖον), ὁμοίως καὶ ἡ ἀρχή, καὶ οὐ δήπου ἂν εἴποι τις ὅτι οὐσία τοῦ πυρὸς τὸ στοιχείῳ εἶναί ἐστιν, ἀλλ’ οὐσία μὲν αὐτοῦ ἐστι τὸ θερμὸν καὶ ξηρόν, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ κατηγορήματά τινα καὶ ὀνόματα κατὰ τοῦ πυρὸς λεγόμενα, οὕτω καὶ τὸ ὂν καὶ τὸ ἓν ὀνόματά εἰσι ψιλὰ κατὰ πραγμάτων λεγόμενα, οὐ μὴν οὐσίαι καὶ φύσεις σεῖς τῶν πραγμάτων εἰσίν. εἰ γὰρ ἦν οὐσία τῶν πραγμάτων τὸ στοιχεῖον ἢ τὸ ἓν ἢ τὸ ὄν, οὐκ ἂν ἀκούσαντες στοιχεῖον ἢ ἓν ἐζητοῦμεν τί ἐστι τὸ ὑπὸ τοῦ ἑνὸς δηλούμενον ἢ ὑπὸ τοῦ στοιχείου, ἀλλ’ ἐν ἠρεμίᾳ ἦμεν· νῦν δὲ ἓν ἀκούσαντες ἢ ὂν ἢ στοιχεῖον ζητοῦμεν, ἵνα εἰς γνωριμώτερόν τι ἀναγάγωμεν, καὶ εἰπόντος φέρε ὅτι τὸ λεγόμενον ἓν πῦρ ἐστιν ἢ τὸ λεγόμενον στοιχεῖον ὕδωρ, γνωριμώτερόν τι ἀκηκόαμεν, καὶ ὁ ἀκούσας ἠρέμησε μηδὲν ἔτι πολυπραγμονῶν ἢ ζητῶν. μᾶλλον μὲν οὗν, φησί, τὸ ἓν καὶ τὸ ὂν οὐσίαι εἰσὶ τοῦ στοιχείου καὶ τῆς ἀρχῆς, |τουτέστι μᾶλλον μὲν δηλωτικά εἰσι τὸ ἓν καὶ ὂν οὐσίας καὶ σημαίνουσιν οὐσίαν ἤπερ τὸ στοιχεῖον· πρῶτον μὲν ὅτι τὸ ἓν καὶ τὸ ὂν καὶ ἐν τοῖς νοητοῖς καὶ αἰσθητοῖς καὶ ἁπλῶς ἐν πᾶσι θεωρεῖται, τὸ δὲ στοιχεῖον οὐδὲ ἐν τοῖς αἰσθητοῖς πᾶσιν· ὡσαύτως οὐδὲ ἡ ἀρχὴ ἐν ἅπασι θεωρεῖται· ἔπειτα ὅτι τὸ στοιχεῖον τῶν πρός τι ἐστὶ τὸ δὲ ἓν τῶν καθ’ αὑτό, τὰ δὲ καθ’ αὑτὸ μᾶλλον σημαντικά εἰσιν οὐσιῶν καὶ ὡς εἰπεῖν ἐγγίζει τῇ οὐσίᾳ ἤπερ τὰ πρός τι. ὅμως δὲ εἰ καὶ μᾶλλον οὐσίας δηλωτικά ἐστιν, ἀλλ’ οὖν οὔκ εἰσιν οὐσίαι, εἴπερ μηδ’ ἄλλο μηδὲν τῶν κοινῶν οὐσία. καὶ συλλογίσαιτ’ ἄν τι οὐδὲν τῶν κοινῶν καὶ κατὰ τῶν πολλῶν λεγομένων οὐσία ἐστί (τοῦτο γὰρ δέδεικται)· τὸ ἓν καὶ τὸ ὂν τῶν κοινῶν καὶ κατὰ πολλῶν λεγομένων εἰσί· τὸ ἓν ἄρα καὶ τὸ ὂν οὔκ εἰσιν οὐσίαι. καὶ ἄλλως· οὐδεμία οὐσία οὐδενὶ ἑτέρῳ ὄντι παρ’ αὐτὴν ὑπάρχει, ἀλλ’ αὐτὴ ἐν αὑτῇ ἐστι καὶ τῷ ἔχοντι αὐτήν· καὶ τὸ ἓν καὶ τὸ ὂν ἑτέροις ὑπάρχει· τὸ ἓν ἄρ καὶ τὸ ὂν οὔκ εἴσιν οὐσίαι. ὅτι δὲ ἡ οὐσία οὐκ ἐνυπάρχει ἑτέρῳ ἀλλ’ ἐν αὑτῇ ἐστι, δῆλον. ἐγὼ γὰρ οὐσία ὢν οὐχ ὑπάρχω τινὶ ἀλλ’ ἐν ἑαυτῷ εἰμι καὶ ἡ ἐμὴ οὐσία ἐν ἐμοί ἐστιν· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἐμὴ οὐσία ἢ ἐγώ. ἔτι τὸ ἐν, φησί, πολλαχῇ οὐκ ἄν εἴη ἅμα, τουτέστιν ἡ μία οὐσία, ὁ Σωκράτης φημὶ ἢ ὁ Καλλίας, οὐ δύναται ἅμα εἶναι καὶ ἐν Λυκείῳ καὶ ἐν ἀγορᾷ· τὸ δὲ κοινὸν ἓν τὸ κατὰ τῶν ἑνῶν κατηγορούμενον διὰ τὸ ὁμοίωμα τυγχάνειν τῶν καθ’ ἕκαστα, αὐτό τε καὶ πᾶν καθόλου ἅμα πολλαχῇ ἐστιν· ἓν γὰρ καὶ ἐν Ἀθήναις καὶ ἐν Θήβαις καὶ ἐν Λιβύῃ καὶ ὅλως πανταχῇ ἐστι· τὸ ἓν ἄρα τὸ κοινὸν οὐκ ἔστιν οὐσία. γράφ’ ἔται δὲ καὶ ἔτι τὸ ὅν, καὶ εἴη ἂν διὰ ταύτης τῆς γραφὴς λέγων ὅτι τὸ ὄν, τουτέστι τὸ ὑπάρχον οὐσίᾳ, πολλαχῇ ἅμα οὐ δύναται εἶναι· τὸ δὲ κοινὸν ἓν καὶ ὂν ἅμα πολλαχῇ εἰσι· τὸ ἓν ἄρα καὶ ὃν οὔκ εἰσιν οὐσίαι. ὥστε δῆλον ὡς εἴπερ αἱ οὐσίαι χωρὶς καθ’ αὑτὰς δύνανται εἶναι, τὰ δὲ καθόλου δέδεικται ὅτι οὔκ εἰσιν οὐσίαι ἀλλὰ τῶν κατὰ μέρος ὁμοιώματα, φανερὸν ὡς οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ’ ἕκαστα καὶ χωρίς, ἀλλ᾿ ἐν αὐτοῖς τὸ εἶναι ἔχει. Ἀλλ᾿ οἱ τὰ εἴδη λέγοντες εἷναι τῇ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά. ἐπειδὴ τὸ τῆς οὐσίας ἐξαίρετόν ἐστι τὸ εἶναι καθ’ αὑτήν, οἱ δὲ τὰ εἴδη λέγοντες οὐσίας αὐτὰ ἔλεγον, κατ’ αὐτὸ τοῦτο χωρίζοντες καὶ καθ’ αὑτὰ λέγοντες εἶναι ἔλεγον ὀρθῶς· τῷ ὄντι γὰρ εἴπερ ἦσαν τὰ εἴδη οὐσίαι, χωριστὰ καὶ καθ’ αὑτὰ εἴησαν ἄν. ᾗ μὲν οὖν οὐσίας τὰ εἴδη λέγοντες χωριστὰ καὶ καθ’ αὑτὰ ἐτίθεντο, ἔλεγον ὀρθῶς· ᾗ δὲ πάλιν τὸ ἓν εἶδος, οἷον τὸν αὐτοάνθρωπον, οὐσίαν λέγοντες ἐπὶ πολλῶν ἐκατηγόρουν, οὐκ ἔλεγον ὀρθῶς· οὐδεμία γὰρ οὐσία, ὡς δέδεικται, ἐπὶ πολλῶν λέγεται. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς τὰ εἴδη οὐσίας |λέγοντες κατὰ πολλῶν ἐκατηγόρουν αὐτά, λέγων ‘αἴτιον δὲ τοῦ ταῦτα οὐσίας λέγοντας κατηγορεῖν κατὰ πολλῶν· ἐρωτώμενοι γὰρ τίνες εἰσὶν αἱ τοιαῦται οὐσίαι, αἵπερ εἰσὶν ἄφθαρτοι καὶ παρὰ τὰς καθ’ ἕκαστα καὶ αἰσθητάς, καὶ μὴ ἔχοντες ἀποδοῦναι καὶ εἰπεῖν, παρῆγον τὸν Καλλίαν καὶ Κάλλιππον καὶ Φαίδωνα, λέγοντες ὡς ὁ καθόλου ἄνθρωπος οὗτοι οὔκ εἰσιν, τῇ δὲ αὐτοανθρώπου μεθέξει οὗτοι ὑπάρχουσι· μετέχουσι γὰρ οἱ κατὰ μέρος ἅπαντες ἄνθρωποι τοῦ αὐτοανθρώπου.’ ποιοῦσιν οὖν ταύτας τὰς ἰδέας, τὸν αὐτοάνθρωπον καὶ αὐτοΐππον, τὰς αὐτὰς τῷ εἴδει τοῖς φθαρτοῖς· προστιθέντες γὰρ τῷ αἰσθητῷ ἀνθρώπῳ τὸ αὐτό τοῦτο γὰρ εἶπε ῥῆμα καταχρηστικῶς), χειροτονοῦσι καὶ ποιοῦσι καθόλου ἄνθρωπον, λέγοντες αὐτοάνθρωπον καὶ αὐτοΐππον. τῷ γὰρ ἀνθρώπῳ, ὡς εἴρηται, εἰ προστεθείη τὸ αὐτό, γίνεται αὐτοάνθρωπος. καίτοι κἄν κατ’ ἀλήθειαν ἦσαν αἱ ἰδέαι καὶ ἐν ὑπάρξει ὑπῆρχον, κἂν ἡμεῖς μὴ ἑωράκειμεν, ἦσαν ἄν. τίς οὖν ἀνάγκη ἦν δεικνύναι αὐτὰς ἐν τοῖς αἰσθητοῖς; ἔδει γὰρ αὐτοὺς ἐρωτωμένους τίνες εἰσὶν αὗται αἱ οὐσίαι, πρὸς τὸν πυνθανόμενον ἀποκρίνεσθαι ὅτι νοοῦμεν μὲν αὐτοάνθρωπον, ἀλλ’ οὖν ἐν τῷ νοητῷ κόσμῳ ὄντα οὐ δυνάμεθα αὐτὸν δεῖξαι, οὐ μὴν παράγειν τοὺς καθ’ ἕκαστα καὶ λέγειν ὡς ὁ αὐτοάνθρωπος οὗτοί εἰσιν· ἐν τούτοις γάρ ἐστι, καὶ τῆ μετουσίᾳ ἐκείνου οὗτοί εἰσιν. ἀλλ’ ὡς ἔοικε τοῦτο ἐκεῖνοι ἐποίουν δεδιότες, ὡς εἰ μὴ θεασάμενοι τύχοιμεν αὐτό, οὐδὲ δύναται εἶναι. καίτοι καὶ τῶν ἀστέρων πολλούς, οἷον τὸν Κάνωβον, οὐχ ὁρῶμεν, ἀλλ’ ὅμως οὐδὲν ἧττόν ἐστιν οὐσία παρ’ οὓς ἡμεῖς ὁρῶμεν. οὕτως οὖν τί ἐκώλυεν, εἴπερ ἦν ὁ αὐτοάνθρωπος, καὶ ἡμῶν μὴ ἑωρακότων εἶναι. ὥστε καὶ νῦν εἰ μὴ ἔχομεν ἰδεῖν τὰ εἴδη, ἀλλ’ οὖν, φησίν, εἶναί τινας οὐσίας, οὐχ οἵας οἱ τἀς ἰδέας τιθέμενοι ἔλεγον ἀλλ’ ἀσωμάτους καὶ νοεράς, ἀναγκαῖον. τὸ δὲ ἴσως πρόσκειται διὰ τὸ μήπω τοῦτο δεῖξαι, λέγω δὴ τὸ εἶναί τινας οὐσίας παρὰ τὰς αἰσθητάς, κἄν μὴ ἡμεῖς ταύτας ἰδεῖν δυνώμεθα. ταῦτα εἰπὼν καὶ δείξας συμπεραίνεται λέγων ὅτι μὲν οὖν οὔτε τῶν καθόλου λεγομένων οὐδέν ἐστιν οὐσία οὔτε ἐστὶν οὐσία οὐδεμία ἐξ ἐνεργείᾳ οὐσιῶν δῆλον. Τί δὲ χρὴ λέγειν καὶ ὁποῖόν τι τὴν οὐσίαν πάλιν ἄλλην ἀρχὴν ποιησάμενοι λέγωμεν. Ἰσως γάρ, φησίν, ἐκ τούτων τῶν οὐσιῶν δῆλον ἔσται καὶ περὶ ἐκείνης τῆς οὐσίας τῆς ἀσωμάτου καὶ κεχωρισμένης τῶν αἰσθητῶν. καὶ ὅρα τὸ εὐμέθοδον τοῦ θαυμαστοῦ τοῦδε ἀνδρὸς καὶ ἀγχινούστατον, ὅπως ἀνιχνεύει δαιμονίως ἄγαν καὶ ποικίλως τὴν τῆς πρώτης οὐσίας εὕρεσιν, τοῦ πολυτιμήτου φημὶ καὶ πολυποθήτου καὶ πάντων πατρὸς θεοῦ· ζητεῖ γὰρ ἐνταῦθα ὅτι τί ποτέ |ἐστι τὸ τὴν ὕλην κινῆσαν εἰς τὸ τὰ εἴδη εἰληφέναι, καὶ δείκνυσιν ὅτι τὸ πρῶτον εἶδός ἐστιν, ὅπερ καὶ οὐσίαν χρὴ λέγειν. ἀλλ’ εἰ τὸ εἶδος τὸ ἐν τοῖς καθ’ ἕκαστά ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ τάττον αὐτήν, δῆλον ὡς ἔστι τι εἶδος τὸ κινοῦν καὶ τάττον καὶ ποιοῦν ἔχειν τὰ τῇδε ὅπως ἔχει, καὶ ἔστι τοῦτο ὁ πολυύμνητος θεός. Ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τίς ἐστιν, ἐντεῦθεν μετιτεον. Ὠσπερ εἶπον, διὰ τούτων ἐπιζητεῖ τί ποτέ ἐστιν τὸ τὴν ὕλην κινοῦν εἰς τὸ γίνεσθαι τὰ πράγματα, καί φησιν ὅτι ἐπειδὴ ἡ οὐσία, λέγων οὐσίαν τὸ εἶδος, ἀρχὴ καὶ αἰτία ἐστίν καὶ ὅρα πῶς ἐκ προοιμίων τὸ οἰκεῖον ὑποφαίνει βούλημα), ἐντεῦθεν μετιτέον. δεῖ δὲ πρὸ τῆς τῶν λεγομένων σαφηνείας ὑπομνησθῆναι ἡμᾶς ὅτι τὸ διὰ τί ἐπὶ μὴ ὄντων οὐ ζητεῖται ἀλλ’ ἐπὶ ὄντων. ὁ γὰρ ζητῶν διὰ τί τοῦτο, ζητεῖ διὰ τί τόδε ὑπάρχει τῳδί, ὥστε τὸ διὰ τί καὶ ἐπὶ ὄντων ζητεῖ καὶ ἐπὶ ὑπαρχόντων ἄλλων ἐν ἄλλοις. ζητεῖται οὖν, φησί, τὸ διὰ τί, ὅτι διὰ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ γὰρ ζητεῖν ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἢ τὸ αὐτὸ ζητεῖν ἐστι, τουτέστι διὰ τί αὐτὸ ἐν ἑαυτῷ ἐστιν, ἢ ἄλλο. εἰ μὲν οὗν λέγει τις, διὰ τί ὁ μουσικὸς ἄνθρωπος τοῦτο αὐτὸ μουσικὸς ἄνθρωπός ἐστιν οὐδέν ἐστι ζητεῖν. εἰ δὲ διὰ τῆς τοῦ διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστι ζητήσεως τοῦτο λέγει, ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικός ἐστι καὶ διὰ τί τὸ μουσικὸν ἐν τῷ ἀνθρώπῳ ὑπάρχει, μὴ προστιθεὶς τὸ ἄνθρωπος, εὔλογος ἡ ζήτησις· ζητεῖ γὰρ δᾶ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ μὲν οὗν διὰ τί αὐτό ἐστιν αὐτό, τουτέστι τὸ μὲν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι ζητεῖν, οὐδέν ἐστι ζητεῖν· αἱ γὰρ ζητήσεις περὶ φύσεως ἑτέρων ἐν ἑτέροις ὑπαρχόντων εἰσίν, οἷον διὰ τί ὁ ἄνθρωπος ζῷον· τὸ γὰρ ζῷον ἕτερόν ἐστι παρὰ τὸν ἄνθρωπον, ὥστε περὶ ἑτέρων αἱ ζητήσεις ἀλλ’ οὐ περὶ ἑαυτῶν. εἰπὼν δὲ ὅτι αἱ ζητήσεις περὶ ἄλλων ἐν ἄλλοις ὄντων εἰσίν, ἐπήγαγε δεῖ γὰρ τὸ ὅτι καὶ τὸ εἶναι ὑπάρχειν δῆλα ὄντα; ἴσον λέγων ὅτι ἐπειδὰν ζητῆται τὸ διὰ τί, δῆλον εἶναι ὀφείλει ὡς ὑπάρχει τόδε ἐν τῳδὶ καὶ ὅτι εἰσίν· ἐπὶ γὰρ τῶν μὴ ὄντων τῶν τὸ διὰ τί οὐ ζητεῖται. εἰ γὰρ ζητεῖται ὅτι διὰ τί ἡ σελήνη ἐκλείπει, δῆλον εἶναι χρὴ ὅτι ὑπάρχει τῆ σελήνῃ τὸ ἐκλείπειν. θεὶς οὖν τοῦτο μεταξὺ πάλιν ἐπανέδρα|μεν ἐπὶ τὸ πρότερον, λέγων αὐτὸ δὲ ὅτι αὐτό, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. καὶ εἴη ἄν λέγων ὅτι τὸ μὲν οὖν ζητεῖν διὰ τί ὁ ἄνθρωπος μουσικός ἐστιν, εὔλογος ἡ ζήτησις, τὸ δὲ λέγειν ὅτι αὐτὸ διὰ τί αὐτό, τουτέστιν ὅτι ὁ ἄνθρωπος διὰ τί ἐστιν ἀνθρωπος, καὶ ὁ ἵππος διὰ τί ἵππος, καὶ ὁ βοῦς διὰ τί βοῦς, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. ἐρεῖ γὰρ ὁ προσδιαλεγόμενος διότι ἄνθρωπός ἐστι καὶ διότι ἵππος καὶ διότι βοῦς. ὧν δὲ ἡ αἰτία μία, καὶ ἐκεῖνα ἐν· ὥστε ἔσται ὁ βοῦς καὶ ὁ ἄνθρωπος ἓν τῷ ἀριθμῷ. εἰ δέ γε τοῦτο ἄλογον καὶ ἀδύνατον, οὐ χρὴ ζητεῖν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν. ἴσως δέ, φησίν, ἐρωτηθείς τις διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ ἵππος ἵππος, οὐκ ἐρεῖ διότι ἄνθρωπός ἐστι καὶ διότι ἵππος, ἀλλ’ ὅτι διὰ τοῦτο ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ ἵππος ἵππος, ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν. τὸ δὲ λέγειν ὅτι διὰ τοῦτο ἄνθρωπος ἄνθρωπός ἐστιν ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν, οὐδὲν ἄλλο ἐστὶν ἢ τό λέγειν ὅτι διότι εἷς ἐστιν. ἀλλ’ αὕτη ἡ αἰτία κοινὴ κατὰ πάντων καὶ σύντομος τυγχάνει καὶ οὐδεμίαν ἔχει δυσχέρειαν· εὔκολον γάρ ἐστιν ἐρωτωμένων ἡμῶν, διὰ τί τὸ λευκὸν λευκόν ἐστι, λέγειν διότι ἕν ἐστι, καὶ διὰ τί ὁ βοῦς βοῦς ἐστι, διότι εἷς ἐστιν· ὧν δὲ ὁ λόγος, ὥσπερ εἴρηται, εἷς, καὶ αὐτὰ ἕν. εἰ δὲ ταῦτα ἄτοπα καὶ ἀδύνατα, οὐ χρὴ οὕτω προτείνειν τὰς ἐρωτήσεις καὶ ζητήσεις, ἀλλὰ ζητεῖν διὰ τί ὁ ἄνθρωπός ἐστι ζῷον τοιονδί, τουτέστι διὰ τί ὁ ἄνθρωπός ἐστι φέρε εἰπεῖν ζῷον λευκὸν ἢ δίπουν. ὁ δὴ τοῦτο ζητῶν φανερὸν ὡς οὐ ζητεῖ διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, ἀλλὰ ζητεῖ, ὅτι τὸ δίπουν καὶ τὸ λευκόν, ἕτερον ὂν τοῦ ἀνθρώπου, διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ. τοῦτο δ’ ὅπερ ζητεῖ διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ δεῖ δῆλον εἶναι ὅτι ὑπάρχει αὐτῶ· εἰ γὰρ ἄδηλόν ἐστιν ὅτι ὑπάρχει, οὐδέν ἐστι ζητεῖν. θεὶς οὖν κἀνταῦθα μεταξὺ τὸ ὅτι δ’ ὑπάρχςι δεῖ δῆλον εἷναι, πάλιν λέγει παραδείγματα τοῦ ὅπως αἱ ζητήσεις ἄλλα κατ’ ἄλλων ζητοῦσι, λέγων οἷον διὰ τί βροντᾷ; ὅταν γὰρ ζητῶμεν διὰ τί βροντᾷ, τοῦτο ζητοῦμεν διὰ τί ψόφος ἐν τοῖς νέφεσι γίνεται· ὁ δὲ ψόφος τῶν νεφῶν ἕτερος, καὶ ζητεῖται ἄλλο κατ’ ἄλλου, ὁ ψόφος κατὰ τοῦ νέφους. καὶ πάλιν ὅταν ζητῶμεν διά τί οἱ πλίνθοι καὶ οἱ λίθοι οἰκία ἐστίν, ἄλλο κατ’ ἄλλου ζητοῦμεν. ζητοῦμεν γὰρ διὰ τί τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστίν. οὕτως οὖν δείξας ὅπως χρὴ τὰς ζητήσεις ἐπὶ παντὸς τοῦ πράγματος ποιεῖσθαι, λέγει ὅτι φανερόν ἐστιν, ὅταν ζητῶμεν διὰ τί ψόφος ἐν τῷ νέφει ἐστίν, ἢ οἰκία ἐν λίθοις καὶ ξύλοις οὐδὲν ἄλλο |ζητοῦμεν ἢ τὸ αἴτιον. λέγοντες γὰρ ὅτι διὰ τί τόδε ἐν τῳδί, τοῦτό φαμεν τί τὸ αἴτιον τὸ κινῆσαν τὴν ὕλην γενέσθαι τόδε, οἷον οἰκία ἢ ἄνθρωπος ἢ βροντή. ὃ δὴ αἴτιον τὸ τὴν ὕλην κινοῦν ἐπ’ ἐνίων, φησίν, ἐστὶ τὸ τίνος ἕνεκα καὶ τὸ τέλος ἤτοι τὸ εἶδος· τὸ γὰρ εἶδος τέλος, οἷον ἐπὶ οἰκίας ἢ κλίνης· τέλος γὰρ οἰκίας τὸ τὰ ἐν αὐτῇ ἀνεπίβατα κλέπταις διατηρεῖν, τοῦτο δ’ αὐτῇ ὑπάρχει ἐκ τοὐ τοιουδὶ εἴδους· κλίνης πάλιν τέλος ἐστὶ τὸ τὸν ἄνθρωπον ἀναπαύεσθαι ἐπ’ αὐτῆς. ἐπ’ ἐνίων δὲ τὸ κινῆσαν, οἷον τὸ ποιητικόν αἴτιον γὰρ καὶ τοῦτο)· ὥστε δῆλον ὅτι ἐπὶ τῆς οἰκίας καὶ τῆς κλίνης οὐ μόνον τὸ τίνος ἕνεκα ζητεῖται, ἀλλὰ καὶ τὸ κινῆσαν. ζητηθήσεται γὰρ τί τὸ κινῆσαν τοὺς Ἕλληνας στρατεύεσθαι ἐπὶ τὴν Τροίαν, τοῦτο δ’ ἐστὶ τὸ τὸν Ἀλέξανδρον ἁρπάσαι τὴν Ἑλένην· καὶ πάλιν τὸ κινῆσαν τοὺς λίθους καὶ τὰ ξύλα καὶ ποιῆσαν οἰκίαν. καὶ οἶμαι τὸ ἴσως διὰ τοῦτο πρόσκειται τῷ οἷον ἴσως ἐπὶ οἰκίας, ὡς εἰ ἔλεγε ποτὲ μὲν ἴσως ζητηθήσεται τὸ τίνος ἕνεκα, ποτὲ δὲ τὸ κινῆσαν. τὸ δὲ τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι, ὡς εἰπεῖν λογικῶς, παρέλκον ἐστὶ καὶ ὑπό τινος ἐνταῦθα παραρριφθέν· περὶ γὰρ τούτου μετ’ ὀλίγον ἐρεῖ. εἰπὼν δὲ αἴτιον γὰρ καὶ τοῦτο οἷον τὸ ποιητικόν, λέγ’ εἰ ἀλλὰ τὸ τοιοῦτον μέν τοιοῦτον λέγων τὸ ποιητικὸν αἴτιον), ἐπὶ τῶν γινομένων καὶ φθειρομένων ζητεῖται· ἐπὶ γὰρ τῆς γινομένης οἰκίας ζητεῖται τὸ ποιητικόν ὁμοίως καὶ ἐπὶ τῆς φθειρομένης τὸ κινοῦν τοιωσδὶ τοὺς λίθους, θάτερον δέ, οἷον τὸ εἰδικόν, καὶ ἐπὶ τῶν γινομένων καὶ ἐπὶ τῶν ἤδη ὄντων. καὶ ἐπὶ τοῦ γινομένου γὰρ ἀνθρώπου ζητεῖται τί τὸ αἴτιον τοῦ τοιωσδὶ τὴν ὕλην κινεῖσθαι, καὶ ἐπὶ τοῦ ὄντος ὁμοίως τί τὸ αἴτιον τὸ τὴν ὕλην κινῆσαν καὶ ποιῆσαν αὐτὴν εἶναι τόδε τι, οἷον Σωκράτη ἢ Πλάτωνα. Λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς μὴ καταλληλως λεγομενοις. Εἰπὼν ὅτι ἡ τοῦ διὰ τί ζήτησις αἰτίου ζήτησίς ἐστιν, ὅτι τί τὸ κινῆσαν τὴν ὕλην εἰς τὸ γεγονέναι τόδε τι καὶ ὅπερ ἐστί, λέγει ὅτι ἐν τοῖς μὴ καλῶς καὶ καταλλήλως λεγομένοις λανθάνει τοῦτο καὶ δοκεῖ ὅτι ἡ τοῦ διὰ τί ζήτησις οὐκ ἔστιν αἰτίου ζήτησις, οἷον ὅταν ζητῆται τί ἐστιν ἄνθρωπος, τουτέστι διὰ τί ἐστιν ἄνθρωπος; τὸ γὰρ τί ἀντὶ τοῦ διὰ τί νῦν εἴληπται. ὅταν οὖν ζητῆται διὰ τί ἐστιν ἄνθρωπος, φησί, διὰ τὸ ἁπλῶς λέγεσθαι οὐ δοκεῖ ὅτι τοῦτο ζητεῖται, λέγω δὴ ὅτι τί ἐστι τὸ τὴν ὕλην κινῆσαν ὡς ἄν ἄνθρωπος γένηται; διὰ οὖν τὸ ἁπλῶς λέγεσθαι καὶ μὴ διορίζειν ὅτι τάδε τόδε, οὐ δοκεῖ· δεῖ δὲ διαρθρώσαντας ζητεῖν, οἷον λέγειν ὅτι διὰ τί τάδε, χεῖρές φημι καὶ πόδες καὶ σάρκες, τόδε εἰσίν, ἤτοι ἄνθρωπος; καὶ ὅταν τοῦτο λέγωμεν, δῆλόν ἐστιν ὅτι ζητοῦμεν τί ἐστι τὸ τὴν ὕλην κινῆσαν καὶ ἐγένετο ἄνθρωπος. εἰ δὲ μὴ διορίζει τις καὶ λέγει ὅτι διὰ τί αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα ἄνθρωπός ἐστιν, ἀλλὰ διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι, ζητεῖν καὶ μὴ ζητεῖν ἐστιν. ἡ μὲν γὰρ ὅλως ζητεῖ, ζητεῖ· ᾗ δὲ μὴ καλῶς, οὐ ζητεῖ. γράφεται δὲ καὶ λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς κατ’ ἀλλήλων λεγομένοις, τουτέστιν ἐν τοῖς κατ’ ἄλλων κατηγορουμένοις, ὅταν μὴ καλῶς κατηγορηθῇ, λανθάνει ὅτι τὸ αἴτιον ζητεῖται. ἐπειδὴ δὲ δεῖ τὸν ζητοῦντα περί τινος ἔχειν καὶ γινώσκειν ὅτι ὑπάρχει τόδε τῷδε, ἐστὶ δῆλον ὡς ὅταν ζητῇ τὸ διὰ τί, τὴν ὕλην ζητεῖ πῶς καὶ ὑπὸ τίνος κινηθεῖσα γέγονεν ὅπερ ἐστίν. οἷον ὅταν λέγῃ, διὰ τί ὁ ἄνθρωπος τοδί ἐστιν, ἢ μὴ τοῦτο, ἀλλ’ ὅτι διὰ τί τὸ σῶμα τουτὶ τοδὶ ἔχον ἐστί, τοῦτο ζητεῖ, τί τὸ αἴτιον τὸ κινῆσαν τοδὶ τὸ σῶμα ὡδὶ ἔχειν; καὶ πάλιν ὅταν λέγῃ ὅτι διὰ τί ἡ οἰκία τοδί, ἤτοι διὰ τί τὰ ξύλα καὶ οἱ λίθοι οἰκία ἐστί, τοῦτο ζητεῖ ὅτι διὰ τί ταδὶ ὑπάρχει ὃ ἦν οἰκία, τουτέστι τί τὸ κινῆσαν ταδὶ καὶ ποιῆσαν αὐτὰ οἰκίαν; ὥστε δῆλον ὅτι ἡ τοῦ διὰ τί ζήτησις ἐξαιρέτως ἐπὶ τῶν φυσικῶν αἰτίου ἐστὶ ζήτησις. τοῦτο δὲ τὸ αἴτιόν ἐστι τὸ εἶδος ᾧ τι ἔστι, τουτέστιν ἐν ᾧ ἡ ὕλη ἐστίν, τοῦτο δὲ τὸ εἶδός ἐστιν ἡ οὐσία. δῆλον ἄρα γέγονε τί ποτε ἐστὶν ἡ οὐσία, ὅτι τὸ εἶδος. εἰ δή, ὥσπερ εἴρηται, τὸ εἶδός ἐστι τὸ τάττον καὶ ποιοῦν, φανερὸν ὅτι ἔστι τι εἶδος τὸ κοσμοῦν καὶ ποιοῦν ἔχειν τὸν κόσμον, ὥσπερ ἔχει. ἐπειδὴ οὖν τὸ διὰ τί ζήτησίς ἐστιν ἄλλου ἐν ἄλλῳ ὑπάρχοντος, δῆλον ὅτι ἐπὶ τῶν ἁπλῶν καὶ μόνως εἰδῶν οὐκ ἔστι ζήτησις, οὐδὲ τὸ διὰ τί, ἀλλ’ ἕτερος τρόπος ζητήσεως, καὶ ἐρεῖ, ὅταν περὶ ἐκείνων λέγῃ, τίς ὁ τρόπος τῆς τῶν ἁπλῶν ζητήσεως. Ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πὰν. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος ἕτερόν ἐστι τῆς ὕλης, καὶ ὅλως τὸ σύνθετον. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ἔκ τινος σύνθετόν ἐστιν οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, μὴ ὡς σωρὸς κατὰ ἁφὴν ἀλλ’ ὡς ἡ βα συλλαβή, δῆλον ὡς ἡ συλλαβὴ ἤτοι τὸ εἶδος τῆς συλλαβῆς τὸ συντεταγμένον μετὰ τῆς ὕλης αὕτη δ’ ἐστὶ τὰ στοιχεῖα τό τε βῆτα καὶ ἄλφα) ἕτερόν ἐστι παρὰ τὰ στοιχεῖα, καὶ οὐκ ἔστιν ἡ συλλαβὴ τὰ στοιχεῖα, οὐδέ ἐστι τὸ β καὶ τὸ α ταὐτὸν τῇ βᾶ συλλαβῇ. διαλυθείσης γὰρ τῆς συλλαβῆς τὸ μὲν β καὶ α ἔστιν, ἢ δὲ βᾶ συλλαβὴ οὐκ ἔστιν, ὥστε ἕτερόν ἐστι τὸ τῆς συλλαβῆς εἶδος καὶ ἕτερα τὰ στοιχεῖα. εἰ δ’ ἦν ταὐτά, προτιθεμένου τοῦ α εἶτα τοῦ β ἦν ἂν τὸ αβ πάλιν βᾶ συλλαβή. ἀλλ’ οὐκ ἔστιν. οὐκ ἄρα ταὐτόν ἐστι τὸ εἶδος καὶ ἡ ὕλη. ὡσαύτως |οὐδὲ ἡ γῆ καὶ τὸ πῦρ ταὐτόν τόν ἐστι τῇ σαρκὶ καὶ τῷ σαρκείῳ εἴδει· τῆς γὰρ σαρκὸς διαλυθείσης πῦρ καὶ γῆ ἐστι, σὰρξ δὲ οὐκ ἔστιν. ἐκ δὴ τούτων φανερόν ἐστιν ὅτι οὐ μόνον τὸ φωνῆεν ἤτοι τὸ ἄλφα καὶ τὸ σύμφωνον τὸ βῆτα ἔστιν, ἢ τὸ πῦρ καὶ ἡ γῆ, ἀλλ’ ἔστι τι καὶ παρὰ ταῦτα ἥ τε συλλαβὴ καὶ ἡ σάρξ. οὕτως οὖν δαιμονίως δείξας ὅτι τὸ εἶδος ἕτερόν ἐστι παρὰ τὴν ὅλην καὶ ἔστι τι, δείκνυσιν ὅτι ἀρχὴ μὲν καὶ αἴτιόν ἐστιν, στοιχεῖον δὲ οὐκ ἔστι τὸ εἶδος, ἀλλὰ μόνον ἡ ὕλη. τὸ εἶδος οὖν, φησίν, ἀνάγκη ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων. εἰ μὲν οὖν λέγοι τις ὅτι στοιχεῖόν ἐστιν ἔστω δὲ ἐπὶ σαρκὸς ὁ λόγος) ἐπειδή, ὡς δέδεικται ὅτι τὸ εἶδός ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ γινόμενον ὅπερ ἐστίν, εἴπερ ἐστὶν ἡ σὰρξ καὶ τὸ εἶδος στοιχεῖον, δῆλον ὅτι κινηθήσεται, ἐπειδὴ στοιχεῖόν ἐστιν, αὐτή τε καὶ τὸ πῦρ ὑπό τινος εἴδους, καὶ γενήσεταί τι ἐξ αὐτῶν. ἐκεῖνο δὴ τὸ εἶδος τὸ κινῆσαν αὐτὰ πάλιν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων. εἰ μὲν οὖν στοιχεῖον, ἐπειδὴ στοιχεῖόν ἐστιν αὐτό τε καὶ ἡ σὰρξ καὶ τὸ πῦρ, κινηθήσονται ὑπ’ ἄλλου εἴδους καὶ γενήσονταί τι· πάλιν οὖν ἐκεῖνο ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, καὶ τοῦτο εἰς ἄπειρον. ἐκ τούτου οὖν. φησί, τούτου λέγων τοῦ κινήσαντος, καὶ πυρὸς καὶ γῆς ἔσται ἡ σάρξ· καὶ πάλιν ἐξ ἐκείνου καὶ τῆς σαρκὸς καὶ εἴ τινος ἄλλου ἔσται ἄλλο. ὥστε δῆλον ὅτι τὸ εἶδος οὐκ ἔστι στοιχεῖον. εἴ δ’ ἐστί, φησίν, ἐκ στοιχείων, τὸ δὲ ἐκ στοιχείων οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον, ὥστε οὐχ ἑνὸς ἀλλ’ ἐκ πλειόνων ἐστὶν ἢ ἐκεῖνο ἐκεῖνο γὰρ ἐν ἐστιν), ὥστε παρ’ ἐκεῖνό εἰσι τὰ ἐξ ὧν ἐστιν. τὸ δὲ παρὰ τὸ ἓν δῆλον ὅτι ἢ δύο ἐστὶν ἢ τρία ἢ ἄλλος τις ἀριθμός. ὥστε εἴπερ ἐστὶν ἐκ στοιχείων, ἐπειδὴ τὸ ἐκ στοιχείων ὑπό τινος γίνεται τοῦτο ὅπερ ἐστίν, ἐκεῖνο τὸ ποιῆσαν αὐτὸ στοιχεῖον οὐκ ἔσται (δέδεικται γὰρ ὅτι τὸ ποιοῦν τὸ εἶδός ἐστιν, τὸ δὲ εἶδος στοιχεῖον οὐκ ἔστιν· καὶ τοῦτο γὰρ ἤδη δέδεικται)· εἰ ἔσται ἄρα κἀκεῖνο ἐκ στοιχείων, πάλιν οὗν τὸ ποιῆσαν ἐκεῖνο ἔσται ἐκ στοιχείων, καὶ τοῦτο εἰς ἄπειρον. ὃ δὲ ἐπὶ τῆς σαρκὸς εἴρηται, τοῦτο ἐπὶ τῆς συλλαβῆς καὶ ἐπὶ πάντων ῥηθήσεται. οὐκ ἄρα οὔτε στοιχεῖόν ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων· ὥστε ἔστι τι τοῦτο τὸ τὴν ὕλην κινοῦν καὶ ποιοῦν σάρκα καὶ συλλαβήν· τοῦτο δέ ἐστι τὸ εἶδος καὶ ἡ ἑκάστου οὐσία. τοῦτο γὰρ πρῶτον αἴτιον τοῦ εἷναι τὰ πράγματα ὅπερ εἶά. δείξας οὖν ὅτι τὸ εἶδος οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων συμπεραίνεται λέγων ἐπεὶ δ’ ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων (τὸ γὰρ ἐν τῷ ἀνθρώπῳ λευκὸν οὐκ ἔστιν οὐσία τοῦ ἀνθρώπου), ἀλλ’ ἐκεῖνά εἰσι τῶν πραγμάτων οὐσίαι ὅσα κτὰ φύσιν καὶ ὑπὸ φύσεως καὶ εἰς τὸ τί ἦν εἶναι αὐτοῖς συμβάλλεται, φανερὸν ἄρα ὅτι αὕτη ἡ φύσις λέγοι δ’ ἄν φύσιν τὸ εἶδος) ἐστὶν οὐσία, ἥτις στοιχεῖον οὐκ ἔστιν ἀλλ’ ἀρχή. στοιχεῖον δ’ ἐστὶν εἰς ὃ ἐνυπάρχον ὡς ὕλη διαιρεῖται τὸ πρᾶγμα· στοιχεῖον γάρ ἐστι τῆς συλλαβῆς τὸ α καὶ β, εἰς ἃ διαιρεῖται. ὥστε δῆλον γέγονεν ὅπερ ἐξ ἀρχῆς ἐζητοῦμεν, τοῦτο δ’ ἦν ὅτι τίνα ἐστὶ τὰ τῶν οὐσιῶν αἴτια· εὕρηται γὰρ ὅτι τὰ ειοη.