Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Η ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Η ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ.1
Not analysed yet
Τὰ ἐν τῷ πρὸ τούτου βιβλίῳ καὶ τῷ πρὸ ἐκείνου λεχθέντα, οὐχὶ πάντα ἦ γὰρ ἂν πάλιν τὰ αὐτὰ συνέβη λέγειν) ἀλλὰ τὰ κυριώτερα (ταῦτα γὰρ καὶ κεφαλὴν εἶπεν), ἀνακεφαλαιοῦται, καὶ τὴν αἰτίαν τοῦ τίνος ἕνεκεν ἐκεῖνα εἶπε λέγει. λέγει δὲ ὅτι συλλογίσασθαι δεῖ, καὶ τί τὸ συλλογίσασθαι σημαίνει ἐπήγαγεν ὅτι συναγαγεῖν τὸ κεφάλαιον ἤτοι τὰ κυριώτερα καὶ τέλος ἐπιθεῖναι. καλῶς δὲ τὸ τέλος εἶπεν· ἀπὸ γὰρ τοῦ μετὰ τοῦτο βιβλίου ἀρχὴν ποιεῖται λέγειν περὶ δυνάμεως τε καὶ ἐνεργείας καὶ τῶν λοιπῶν, περὶ ὧν τὸν λόγον ποιήσεται. ἐπανακεφαλαιοῦται δὴ λέγων εἴρηται δὴ ὅτι τῶν οὐσιῶν ζητεῖται τὰ αἴτια καὶ ἀρχαὶ καὶ στοιχεῖα, αἴτια μὲν λέγων τὰ εἴδη, ἀρχὰς δὲ τὸ ποιητικὸν καὶ τελικόν, στοιχεῖα δὲ τὴν ὕλην. ἀλλὰ τῶν οὐσιῶν αἱ μέν εἰσιν ὑπὸ πάντων ὁμολογούμεναι, περὶ δὲ ἐνίων ἴδια τινὲς ἀπεφήναντο. καὶ τίνα τίνα ταῦτα ἐφεξῆς καταλέγει. οὐρανὸν δὲ ἤτοι τὸν ξύμπαντα κόσμον λέγει, μόρια δ’ αὐτοῦ τὰς σφαίρας καὶ τὸ πῦρ καὶ τὴν γῆν καὶ τὰ ζῷα· ἢ οὐρανὸν λέγει τὸ κυκλοφορικὸν ἅπαν σῶμα, μόρια δὲ τοὺς ἐν αὐτῷ ἐμπεπηγμένους ἀστέρας. λέγει δὲ καὶ τίνα ἐστὶν ἅπερ ἴδια ἀπεφήναντό τινες, λέγων τινὰς τοὺς περὶ Πλάτωνα, ὅτι αἱ ἰδέαι καὶ τὰ μαθηματικά. ἄλλας δὲ πάλιν, φησίν, οὐσίας εἶναι ἐκ τῶν λόγων συμβαἴ’νει τὸ τί ἦν εἶναι καὶ τὸ ὑποκείμενον, λέγων ὑποκείμενον τὴν ὕλην. καλῶς δὲ τὸ ἐκ τῶν λόγων εἶπεν· ὁ λόγος γὰρ τὸ εἶδος ἀπὸ τῆς ὕλης χωρίζει· αὐτὸ γὰρ καθ’ αὑτὸ εἶναι ἐνεργείᾳ χωρὶς τῆς ὕλης ἀδύνατον. ἔτι ἄλλως, φησί, συμβαίνει τὸ γένος εἶναι μᾶλλον οὐσίαν ἤπερ τὰ εἴδη καὶ τὸ καθόλου τῶν καθ’ ἕκαστα. τοῦτο δὲ οὐχ ὡς ἀρεσκόμενος λέγει· αὐτὸς γάρ ἐστιν ὁ δείξας ὅτι τὰ γένη καὶ τὰ εἴδη καὶ ἁπλῶς τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἀλλ’ ὁμοιώματα τῶν κατὰ μέρος καὶ ὅλως ποιά· οὐκ ἀρεσκόμενος οὗν τοῦτο λέγει, ἀλλ’ ὡς εἰ ἔλεγεν, ἔτι ἄλλως τὰ γένη τῶν εἰδῶν οὐσίαι μᾶλλον κατὰ τοὺς τοῦτο δοξάζοντας. καὶ ὅτι οὐκ ἀρεσκόμενος τοῦτό φησιν ἀλλὰ συγχωρῶν διὰ τὸ μήπω δεῖξαι κυρίως ὅτι οὔκ εἰσιν ἰδέαι δείξει δὲ ἐν τῷ Μ), δῆλον πεποίηκε μετ’ ὀλίγον εἰπὼν ἔτι τοίνυν οὔτε τὸ καθόλου οὐσία οὔτε τὸ γένος. εἰπὼν δὲ ὅτι ἔτι ἄλλως τὸ γένος μᾶλλον τῶν εἰδῶν καὶ τὸ καθόλου τῶν καθ’ ἕκαστα ἐπήγαγε τῷ δὲ καθόλου καὶ τῷ γένει καὶ αἱ ἰδέαι συνάπτουσιν, καὶ δεῖ ὑποστίζειν εἰς τὸ τῷ γένει. καὶ εἴη λέγων ὅτι καὶ αἱ ἰδέαι συνάπτουσιν ἤτοι κοινωνοῦσι τῷ καθόλου καὶ τῷ γένει· ὥσπερ γὰρ τὸ καθόλου καὶ τὸ γένος ἓν ὃν ἐπὶ πολλῶν θεωρεῖται, οὕτω καὶ οἱ τὰς ἰδέας τιθέμενοι περὶ αὐτῶν λέγουσιν· ὁ γὰρ αὐτοάνθρωπος, φασίν, ἐν τοῖς κατὰ μέρος ἐστίν. τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τὸν αὐτὸν λόγον οὐσίαι δοκοῦσιν εἶναι, ἤτοι ἐπίσης γὰρ καὶ τὸ καθόλου ἐπὶ πολλῶν θεωρεῖται καὶ ἡ ἰδέα. ἀλλὰ μὴν τὰ καθόλου οὐ καθ’ αὑτὰ οὐδ’ οὐσίαι· οὐδ’ ἄρα αἱ ἰδέαι. ἀλλ’ ἐπειδὴ τὰ αἴτια τῶν οὐσιῶν ζητεῖται, οὐσία δὲ καὶ τὸ τί ἦν εἶναι, τούτου δέ ἐστιν ὁ λόγος ὁρισμός, διὰ τοῦτο διώρισται 15 καὶ περὶ ὁρισμοῦ καὶ τοῦ καθ’ αὑτό. ἐπεὶ δὲ πάλιν ὁ ὁρισμὸς λόγος, ὁ δὲ λόγος μέρη ἔχει, ἀναγκαῖον ἦν καὶ περὶ μερῶν ἰδεῖν, ποῖά τέ ἐστι τὰ τῆς οὐσίας καὶ τοῦ εἴδους μέρη καὶ ποῖα οὐκ ἔστι τοῦ εἴδους ἀλλὰ τῆς ὕλης. οὐ μόνον δὲ περὶ τούτων ἀναγκαῖον ἦν ἰδεῖν, ἀλλὰ καὶ περὶ τῶν μερῶν τοῦ ὁρισμοῦ καὶ τοῦ ὡρισμένου, ἤτοι τοῦ τί ἦν εἶναι, εἰ ταὐτὰ ἢ ἕτερά ἐστιν. ἔτι, φησί, δέδεικται ὅτι οὔτε τὸ καθόλου ἐστὶν οὐσία οὔτε τὸ γένος. περὶ δὲ τῶν ἰδεῶν καἰ τῶν μαθηματικῶν ὕστερον ἐπισκώψασθαι ἐπαγγέλλεται. ἐπειδὴ γὰρ οὐσίας ταύτας παρὰ τὰς αἰσθητάς φασιν εἶναι οἱ τιθέμενοι αὐτάς, ἄξιόν ἐστιν ἰδεῖν εἴτε εἰσὶν εἴτε καὶ μή. ἀλλὰ περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον, νῦν δὲ περὶ τῶν ὁμολογουμένων παρὰ πᾶσιν οὐσιῶν ἐπέλθωμεν. αἱ δὲ ὁμολογούμεναι παρὰ πᾶσιν οὐσίαι εἰσὶν αἱ αἰσθηταί, πᾶσαι δὲ αἱ αἰσθηταὶ οὐσίαι ὕλην ἔχουσιν. ἔστι δὲ οὐσία τὰ ὑποκείμενα ἤτοι τὰ προκείμενα, τουτέστιν αἱ αἰσθηταὶ οὐσίαι περὶ ὧν ὁ λόγος. ἄλλως μὲν ἡ ὕλη, ἄλλως δὲ ὁ λόγος· ἡ μὲν γὰρ ὕλη ἐστὶν οὐσία ὡς ὑποκείμενον καὶ ἀόριστον, ὁ δὲ λόγος καὶ τὸ εἶδος ὡς κατηγορούμενον καὶ ὁριστικόν. εἰπὼν δὲ ὅτι ἄλλως μὲν ἡ ὕλη ἄλλως δὲ ὁ λόγος, τί λέγει ὕλην ἐξηγεῖται λέγων λέγω δὲ ὕλην ἣ μὴ τόδε τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ τόδε, κὼ οὐ λέγει τὴν πρώτην μόνην καὶ ἀνείδεον ἀλλὰ σὺν ἐκείνῃ καὶ τὰς ἄλλας. ὡς γὰρ ἐκείνη οὐκ ἔστι τόδε τι ἐνεργείᾳ ἀλλὰ δυνάμει, οὕτω καὶ ὁ χαλκὸς οὐκ ἔστι τόδε τι, οἷον φέρε 35 ἀνδριάς, καὶ] ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἄλλως μὲν οὖν ἐστιν ἡ ὕλη οὐσία καὶ ἄλλως ὁ λόγος καὶ ἡ μορφή, ὃ τόδε τι ὂν τῷ λόγῳ ἐστὶ χωριστόν ἀλλ’ οὐ κατ’ ἐνέργειαν. τρίτη δ’ ἐστὶν οὐσία 30 τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους, οὗ μόνον ἐστὶ γένεσις, ὡς δέδεικται, καὶ φθορά, καὶ χωριστὸν κυρίως καὶ καθ’ αὑτὸ ὄν, ἀλλ’ οὐ τῷ λόγῳ μόνῳ, ὥσπερ τὸ εἶδος. |εἰπὼν δὲ ὅτι τὸ εἶδος τῷ λόγῳ μόνον ἐστὶ χωριστόν, λέγει ὅτι τῶν κατὰ τὸν λόγον οὐσιῶν κατὰ λόγον οὐσίας, ὡς πολλάκις εἴρηται, λέγων τὰ εἴδη) αἱ μὲν αἱ δ’ οὔ, τουτέστιν αἱ μέν εἰσι τῷ λόγῳ χωρισταί, αἱ δὲ καὶ ἀπλῶς. ἐπειδὴ γὰρ τὸ ἑκάστου εἶδος ἡ ἑκάστου ψυχὴ τυγχάνει ἡ μὲν γὰρ τοιάδε μορφὴ οὐδέποτε χωρίς ἐστι τῆς ὕλης), ἡ δὲ ψυχὴ οὐ πᾶσα ἀλλ’ ἡ λογικὴ χωρίζεται, διὰ τοῦτο τὰς μέν φησι χωρίζεσθαι τὰς δι’ οὔ. μήποτε δὲ οὐ περὶ τῆς μορφῆς τοῦτο εἴρηται (καίτοι καὶ τούτου ἀληθοῦς ὄντος· οὐδέποτε γὰρ ἡ βρότειος μορφὴ ἄνευ ὕλης εἶναι δύναται), ἀλλά περὶ τῶν ἀλόγων ψυχῶν, ὅτι αὗται μὲν οὐ χωρίζονται, ἀλλὰ μόναι αἱ λογικαί. Ὅτι δ’ ἐστὶν οὐσία καὶ ἡ ὕλη δῆλον. εἰπὼν ὅτι οὐσία ἐστὶ τὸ εἶδος καὶ ἡ ὕλη καὶ τὸ ἐκ τούτων, δείκνυσιν ἐκ τῆς τῶν ὁμολογουμένων οὐσιῶν ἀναλογίας ὅτι ἡ ὕλη οὐσία ἐστίν. ὥσπερ γὰρ οὐσίαν φαμὲν τὸν Σωκράτην ὅτι ὑπόκειται ταῖς ἀντικειμέναις μεταβολαῖς καὶ ἔστιν ἐκείνων γινομένων καὶ ἀπογινομένων, οὕτως ἐπεὶ καὶ ἡ ὕλη τῶν εἰδῶν γινομένων ἐν αὐτῇ καὶ ἀπογινομένων ἡ αὐτὴ μένει καὶ ἔστιν, ἐκεῖνα δὲ οὐκ ἔστι, φανερὸν ὅτι οὐσία ἐστὶ καὶ μᾶλλον τοῦ εἴδους οὐσία κατά γε τοῦτο, εἰ καὶ τὰ πρεσβεῖα ἄλως τῷ εἴδει ἀπονέμεται, εἴ γε ὁρίζει αὐτὴν καὶ εἰ κατὰ τὸ εἶδος τὰ πράγματα λέγεται. ὥσπερ οὖν τῇ κατὰ τόπον μεταβολῇ ὑπόκειται ὁ Σωκράτης καὶ νῦν μέν ἐστιν Ἀθήναζε πάλιν δὲ Θήβαζε, καὶ νῦν μὲν αὔξεται ἄλλοτε δὲ φθίνει, καὶ νῦν μὲν ὑγιαίνει πάλιν δὲ νοσεῖ, ὁμοίως τούτῳ καὶ ἡ ὕλη ὑπόκειται τῇ κατὰ γένεσιν οὐσίᾳ, καὶ νῦν μέν ἐστιν ἐν γενέσει καὶ γίνεται τόδε τι ἀπολαβοῦσα τόδε τὸ εἶδος, πάλιν δ’ ἐστὶν ἐν φθορᾷ καὶ ἀποβολῇ τοῦ ὅπερ πρότερον ἀπειλήφει εἴδους· καὶ νῦν μέν ἐστιν ὑποκείμενον ὡς τόδε τι· ὅταν μὲν γὰρ μετὰ τοῦ εἴδους ᾖ, ἐπειδὴ τὸ σύνθετόν ἐστι τὸ ὑποκείμενον τῷ λευκῷ καὶ μέλανι καὶ τῇ νόσῳ καὶ ὑγιείᾳ, λέγομεν ὅτι ἡ ὕλη ὑπόκειται τούτοις ὡς τόδε τι· ὅταν δὲ χωρὶς εἴδους νοῆται, ὑποκεῖσθαι λέγεται τῷ εἴδει ὡς στέρησις. εἰπὼν δὲ ὅτι ἡ ὕλη νῦν μὲν ἐν γενέσει ἐστὶ νῦν δὲ ἐν φθορᾷ, λέγει ὅτι καὶ ἀκολουθοῦσι ταύτῃ αἱ ἄλλαι μεταβολαί· καὶ εἴη ἂν λέγων ὅτι ὅσα μὲν ἔχει ὕλην γενητὴν καὶ φθαρτήν, τουτέστι γενέσει καὶ φθορᾷ ὑποκειμένην, ἐκεῖνα ἔχει ὕλην καὶ αὐξήσεως καὶ μειώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς καὶ ἀλλοιώσεως. τὸ γὰρ εἶδος τοῦτο γάρ ἐστιν, ὡς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς δέδεικται, τὸ αὐξόμενον καὶ φθῖνον, ἀλλ’ οὐχὶ ἡ ὕλη) τὸ δὴ εἶδος ὡς ὕλη ὑπόκειται τῇ αὐξήσει καὶ φθίσει. ἀλλὰ καὶ τόπον τὰ τοιαύτην ὕλην ἔχοντα ἀμείβει καὶ ἀλλοιοῦται, τὰ μὲν οὖν ἔχοντα ὕλην γενητὴν καὶ φθαρτήν. ταύτῃ τᾖ |ὕλῃ, τουτέστιν αὐτοῖς τοῖς ἔχουσιν αὐτήν, ἕπονται καὶ αἱ ἄλλαι μεταβολαί. τῶν δ᾿ ἄλλων ἢ μιᾷ ἢ δυσὶν αὕτη οὐκ ἀκολουθεῖ, τουτέστι τῶν δ’ ἄλλων μεταβολῶν ἢ μιᾷ μεταβολῇ οὐκ ἀκολουθεῖ ἢ δυσίν· ὅπερ ἴσον ἐστὶ τῷ τοῖς δ’ ἔχουσι τὰς ἄλλας μεταβολὰ. ἢ ἑνὶ ἀκολουθεῖ ἢ δυσίν, οὐ μὴν πᾶσι. τῷ μὲν δὴ ἔχοντι ὕλην αὐξήσεως καὶ μειώσεως ἐξ ἀνάγκης ἕπεται τὸ ἔχειν ὕλην καὶ γενέσεως καὶ φθορᾶς, τὸ δ’ ἔχον ὕλην τῆς κατὰ τόπον μεταβολῆς οὐκ ἀνάγκη ἐστὶν ἔχειν γενέσεως καὶ φθορᾶς. ὁ γὰρ ἥλιος ὕλην μὲν τῆς κατὰ τόπον μεταβολῆς ἔχει (μεταβαίνει γὰρ ἀπὸ βορείων ἐπὶ τὰ νότια καὶ ἀπὸ τούτων ἐπὶ τὰ βόρεια), γενητὴν δὲ καὶ φθαρτὴν ὕλην οὐκ ἔχει· ἄφθαρτος γὰρ καὶ ἀγένητος. ἡ δὲ σελήνη ὕλην ἔχουσα τῆς κατὰ τόπον μεταβολῆς ἔχει καὶ τῆς κατ’ ἀλλοίωσιν· τὸ γὰρ δέχεσθαι τούς φωτισμοὺς ἐκ τοῦ ἡλίου αὐτὸ τοῦτο ἀλλοίωσίς ἐστι· γενητὴν δὲ ὕλην καὶ φθαρτὴν οὐκ ἔχει. ὥστε ταῖς δυσὶν οὐχ ἕπεται ἡ γένεσις καὶ ἡ φθορά, τῇ τε κατὰ τόπον καὶ τῇ κατ’ ἀλλοίωσιν, καὶ ταύταις οὐ πάσαις ἀλλά τισιν. τῇ δὲ αὐξήσει καὶ μειώσει ἕπεται αὕτη. αὐτὸς δὲ τῇ μὲν κατὰ τόπον εἰπὼν ἕπεσθαι τῇ ἀλλοιώσει παρέλιπεν. τίς μὲν οὖν διαφορὰ τοῦ ἁπλῶς γίνεσθαι καὶ μὴ ἁπλῶς ἐν τοῖς Φυσικοῖς εἴρηται. Δείξας ὅτι καὶ ἡ ὕλη οὐσία ἐστίν, εἰπὼν δὲ καὶ ὅτι τὰ ἔχοντα ὕλην γενητὴν καὶ φθαρτὴν ἔχουσι καὶ αὐξήσεως καὶ φθίσεως καὶ τῶν λοιπῶν μεταβολῶν, οὐ μὴν τὰ ἔχοντα ὕλην τοῦ κατὰ τόπον κινεῖσθαι ἀνάγκη ἔχειν καὶ γενητὴν καὶ φθαρτήν, #x003E; εἰκὸς ἦν ζητεῖν καὶ τί ἐστι τὸ ἁπλῶς γίνεσθαι καὶ τί τὸ μὴ ἁπλῶς καὶ ὅλως τίς ἡ τούτων διαφορά, φησὶν ὅτι περὶ τούτων εἴρηται ἐν τοῖς Φυσικοῖς. εἶπε γὰρ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, μάλιστα δὲ ἐν τῇ Περὶ γενέσεως, ὅτι ἡ ἀπὸ τῶν χειρόνων εἰδῶν μεταβολή, οἷον ἡ ἀπὸ ἀέρος εἰς πῦρ, ἐπὶ τὰ κρείττω ἁπλῆ μέν ἐστι γένεσις τὶς δὲ φθορά, ἡ δὲ ἀπὸ τοῦ κρείττονος εἴδους ἐπὶ τὸ χεῖρον ἁπλῆ μὲν φωρὰ τὶς δὲ γένεσις. ἀπολογίαν δὲ πεποιηκὼς περὶ τούτων λέγει ὅτι Ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη ὁμολογεῖται οὐσία εἶναι. Καὶ γὰρ δέδεικται. ἢ λέγοι ἂν ὅτι ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη οὐσία, ἥτις πάντα ἐστὶ δυνάμει, ὁμολογεῖται παρὰ πάντων καὶ λέγεται καὶ ἔγνωσται πάντες γὰρ τὴν ὑλικὴν αἰτίαν εἶπον καὶ μνείαν αὐτῆς πεποιήκασιν οἱ φυσικοί, τῆς δὲ εἰδικῆς οὐδεὶς ἐφρόντισεν, ἢ ἐπ’ ὀλίγον), λοιπόν ἐστιν εἰπεῖν |καὶ περὶ τῆς ἐνεργείᾳ οὐσίας τῶν αἰσθητῶν, τίς ἐστιν· ἐνεργείᾳ οὐσίαν τῶν αἰσθητῶν λέγων τὸ ἑκάστου εἶδος. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ τοῦ εἴδους δόξας ἐπισκέπτεται, καὶ οὕτω τὸ οἰκεῖον τίθησι βούλημα. λέγει δὴ ὅτι Δημόκριτος μὲν τὸ μὲν ὑποκείμενον καὶ τὴν ὕλην ἓν ἔλεγε τὰς γὰρ ἀτόμους ὑπετίθετο ὡς ὑλικὰ αἴτια), εἰδοποιοὺς ποιοὺς δὲ διαφορὰς τρεῖς, τὸν ῥυσμὸν ὅ ἐστι σχῆμα, καὶ τὴν τροπὴν ὅ ἐστι θέσις, καὶ τὴν διαθιγὴν ὅ ἐστι τάξις. θεὶς οὖν τοῦτο εὐθὺς ἐλέγχει αὐτὸν ὡς οὐ καλῶς οἰόμενον τρεῖς μόνας εἶναι τὰς εἰδοποιοὺς διαφοράς. φαίνονται γάρ, φησίν, ὅτι οὐ μόνον αἱ παρ’ αὐτοῦ λεγόμεναι διαφοραί εἰσιν, ἀλλὰ καὶ ἄλλαι πλείους αἵπερ οὐκ ἀνάγονται ὑπὸ τὰς Δημοκρίτου διαφοράς, οἷον τὸ μὲν μελίκρατον, φησί, συνθέσει τοῦ ὕδατος καὶ τοῦ μέλιτος εἰδοποιεῖται, καὶ ἔστιν ἡ σύνθεσις εἰδοποιὸς τοῦ μελικράτου, ἥτις σύνθεσις οὔτε σχῆμά ἐστιν οὔτε τάξις οὔτε θέσις. ἄλλο γὰρ θέσις καὶ ἄλλο σύνθεσις· θέσις μὲν γὰρ λέγεται ὅταν ἄνω ἢ κάτω κέηται ἢ ἐπ’ εὐθείας ἢ ἄλλως πὼς, σύνθεσις δὲ ὅταν ἕτερά τινα ἅμα συγκραθῶσιν, ἕτερα δὲ ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ὅτι δὲ σύνθεσίς ἐστιν ἐν τῷ μέλα κάτ δῆλον· ἐπειδὴ γὰρ σύνθετόν ἐστι, δῆλον ὡς ἔστιν ἐν αὐτῷ σύνθεσις. τὰ μὲν οὖν συνθέσει εἰδοποιεῖται τὰ δὲ δεσμῷ· τοῦ γὰρ φακέλου εἶδος ὁ δεσμός ἐστιν· τὰ δὲ εἰδοποιεῖται κόλλῃ, ὡς τὸ κοντάκιον ἢ καὶ τὸ βιβλίον, τὰ δὲ γόμφῳ, ὡς τὸ κιβώτιον· τὰ δὲ γόμφῳ ἅμα καὶ δεσμῷ καὶ ὅλως ἐν πλείοσιν. τὰ δὲ εἰδοποιεῖται θέσει ὥσπερ ὁ οὐδὸς καὶ τὸ ὑπέρθυρον· τούτων γὰρ εἶδος ἡ τοιαύτη θέσις ἐστίν. εἰ γὰρ οὐδὸς τεθείη ἔνθα τὸ ὑπέρθυρον κεῖται, καὶ τὸ ὑπέρθυρον ὅπου ὁ οὐδός, γενήσεται τὸ μὲν ὑπέρθυρον οὐδὸς καὶ ὁ οὐδὸς ὑπέρθυρον, ὥστε τῇ τοιαδὶ θέσει καὶ τῷ ὡδί πὼς κεῖσθαι εἰδοποιεῖται. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἄν τεθὲν ἄλλως ἢ ὡς κεῖται ἀπέβαλε τὸ οὐδὸς εἶναι· ὥστε εἶδός ἐστι τοῦ οὐδοῦ ἡ τοιαδὶ θέσις. τὰ δὲ εἰδοποιεῖ ὁ χρόνος, τό τε δεῖπνον καὶ τὸ ἄριστον· ταῦτα γὰρ τῷ χρόνῳ μόνῳ διαφέρει. τὰ δὲ εἰδοποιεῖται τῷ τόπῳ, ὡς τὰ πνεύματα· ἀπὸ γὰρ τῶν τόπων ἐξ ὧν πνέουσιν, οἱ μὲν λέγονται ἀπαρκτίαι οἱ δὲ νότοι, ἄλλοι δὲ ζέφυροι καὶ ἄλλοι ἀπηλιῶται. κατὰ γὰρ τὴν ὕλην ἀδιάφοροι τυγχάνουσιν· ὕλη γὰρ παντὸς ἀνέμου ἡ ξηρὰ ἀναθυμίασις, ὡς ἐν τοῖς Μετεώροις δέδεικται. τὰ δὲ εἰδοποιεῖται ταῖς αἰσθηταῖς ποιότησι, σκληρότητι μαλακότητι καὶ τοῖς ὁμοίοις· καὶ τὰ μὲν ἐνίοις τούτων καὶ γὰρ τὸ ὕδωρ ὑγρότητι καὶ ψυχρότητι), τὰ δὲ καὶ ἐν πλείοσι, καὶ ὅλως ὑπεροχῇ ᾖ καὶ ἐλλείψει. ἡ μὲν γὰρ μάνωσις ὑπεροχή |τις, ἡ δὲ πύκνωσις ἔλλειψίς τις. ὥστε, 518 φησί, δῆλον ὅτι καὶ τὸ ἔστιν ἤτοι τὸ εἶναι ἑκάστῳ καὶ τὸ εἶδος αὐτοῖς τοσαυταχῶς λεχθήσεται· εἶδος γὰρ οὐδοῦ καὶ τὸ εἶναι οὐδῷ τὸ οὕτως αὐ- τὸν κεῖσθαί ἐστι, καὶ τὸ κρυστάλλῳ εἶναι τὸ οὕτω πεπυκνῶσθαι. καὶ ἁπλῶς πᾶσι τούτοις τὰ μὲν ὁρισθήσεται τῷ ὡδὶ μεμῖχθαι, ὥσπερ τὸ μελίκρατον, τὰ δὲ τῷ ὡδὶ δεδέσθαι ὡς φάκελος καὶ χείρ· ταύτῃ γὰρ τὸ ’στι τῷ ὡδὶ δεδέσθαι· καὶ τὰ λοιπὰ ὁμοίως. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ λάβ’ ἱν τὰ τῶν διαφορῶν γένη· αὗται γὰρ ἀρχαὶ καὶ αἰτίαι ἔσονται ἑκάστοις τοῦ εἶναι τοῦθ’ ὅπερ εἰσίν, οἷον τοῖς μὲν ἀρχὴ ἔσται εἰδοποιὸς τὸ μᾶλλον, ὥσπερ Θαλῆς ἔλεγεν ὅτι τὸ ὕδωρ μᾶλλον μανωθὲν γίνεται ἀὴρ καὶ ἔτι μᾶλλον πῦρ. ταῦτα δέ, φησί, πάντα τό τε μᾶλλον καὶ τὸ ἧττον καὶ μανὸν καὶ πυκνὸν καὶ τὰ τοιαῦτα ὑπεροχή ἐστι καὶ ἔλλειψις. εἰ δέ τι, φησίν, ἐστὶν εἰδοποιούμενον σχήματί τινι, ὥσπερ τὰ μαθηματικά (ταῦτα γὰρ τοῖς σχήμασιν εἰδοποιεῖται, ὕλη δὲ αὐτῶν τὸ μαθηματικὸν σῶμα), ἢ εἰ μὴ σχήματι ἀλλὰ λειότητι ὡς τὰ κάτοπτρα (ταῦτα γὰρ τῇ λειότητι εἰδοποιεῖται), ἢ εἰ μὴ λειότητι ἀλλὰ τραχύτητι ὡς αἱ μυλίαι λίθοι, εἰ οὗν ἐστί τινα τούτοις εἰδοποιούμενα, ταῦτα τὰ εἰδοποιοῦντα πάντα ἥ τε λειότης καὶ τὸ σχῆμα καὶ ἡ τραχύτης ἀναχθήσονται εἰς τὸ εὐθὺ καὶ καμπύλον· λεῖον γὰρ λέγεται τὸ ἐπ’ εὐθείας πὼς ἔχον τὰ μόρια κείμενα, τραχὺ δὲ τὸ μὴ οὕτως ἀλλὰ κοιλότητάς τινας ἢ ὅλως καμπυλότητας καὶ ἀνωμαλίας. ἄλλοις δὲ πάλιν τὸ εἶναί ἐστι τὸ μεμῖχθαι, ὡς τῷ μελικράτῳ, τὸ δὲ μὴ εἶναι τὸ μὴ μεμῖχθαι. ὥστε δῆλον ὡς εἴπερ ἡ οὐσία καὶ τὸ εἶδος αἴτιόν ἐστι τοῦ εἷναι ἕκαστον τοῦθ’ ὅπερ ἐστίν, ἐν τούτοις ζητητέον τί τὸ αἴτιον τοῦ εἶναι ἕκαστον· οἷον εἰ ζητοίη τις τί τὸ αἴτιον τοῦ τὸ κάτοπτρον εἷναι τοῦθ’ ὅπερ ἐστίν, ἐν τῷ εὐθεῖ καὶ καμπύλῳ καὶ τοῖς λοιποῖς ζητείτω καὶ εὑρήσει ἓν ἐκ τούτων ὅτι αἴτιον· ἓν γὰρ ἐκ τούτων αἴτιόν ἐστι τοῦ εἶναι τὸ κάτοπτρον τοῦθ’ ὅπερ ἐστί, τὸ εὐθύ· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰπὼν δὲ ὅτι εἴπερ ἡ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον ἐν τούτοις ζητητέον, λέγει ὅτι οὐσία μὲν οὖν οὐδὲν τούτων, λέγων τὴν λειότητα τὴν τραχύτητα τὸν οὐδόν, οὐχὶ τὸ ξύλον τοῦτο γὰρ δῆλον ὅτι οὐσία ἐστίν) ἀλλὰ τὸ τοῦ οὐδοῦ εἶδος. εἰ γὰρ ἦν οὐσία τὸ εἶδος τοῦ οὐδοῦ, οὐκ ἄν μετατεθεὶς εὐθὺς ἀπέβαλε τὸ εἶναι οὐδός, μηδὲν παθὼν ἀλλὰ μόνον τὸ μεταπεσεῖν ἀφ’ οὗπερ ἔκειτο. οὔτε οὖν καθ’ αὑτὸ τὸ τοῦ οὐδοῦ εἶδος νο|ούμενόν ἐστιν οὐσία, οὔτε συνδυασθὲν μετὰ τοῦ ξύλου. ὁμοίως δὲ πᾶν τεχνητὸν εἶδος οὐκ ἔστιν οὐσία. ὅμως δέ, φησίν, ἐπειδὴ ἀναλογίαν ἔχουσι πρὸς τὰς οὐσίας (ὃν γὰρ λόγον ἔχει τὸ ἀνθρώπειον εἶδος καὶ ἵππειον πρὸς τὴν ὑποκειμένην αὐτοῖς ὕλην, τοῦτον ἔχει καὶ ἡ τοιαδὶ θέσις, τοῦτο δ’ ἐστὶ τὸ τοῦ οὐδοῦ εἶδος, πρὸς τὸ ὑποκείμενον αὐτῷ ξύλον καὶ τὸ τοῦ ἀνδριάντος πρὸς τὸν χαλκὸν καὶ τὸ τοῦ κατόπτρου πρὸς τὸν σίδηρον· ὁμοίως δὲ καὶ τὰ λοιπὰ πρὸς τὰ ὑποκείμενα αὐτοῖς ἔχει), ἐπειδὴ οὗν τὸν αὐτὸν ἔχουσι λόγον ὥσπερ ἐπὶ τῶν οὐσιῶν τοὺς ὁρισμοὺς ἀποδιδόντες οὐ τὸ σύνθετον ὁριζόμεθα ἀλλὰ τὸ εἶδος, οὕτω χρὴ καὶ ἐπὶ τούτων ποιεῖν καὶ ὁρίζεσθαι μὴ τὰ σύνθετα ἀλλὰ τὰ εἴδη. διὸ εἰ οὐδὸν δέοι ὁρίσασθαι, τὸ εἶδος αὐτὸ τοῦ οὐδοῦ ὁριστέον, καὶ οἰκίας οἷον ὅτι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ πνευμάτων. ἐπ’ ἐνίων δέ, φησίν, οὐ τὸ εἶδος ὁρίζεται ἀλλὰ τὸ οὗ ἕνεκα, οἷον εἰ λέγοιμεν ὅτι κιβώτιόν ἐστιν ἀγγεῖον χρημάτων φυλακτικόν, τὸ οὗ ἕνεκα ἀποδεδώκαμεν· ἕνεκα γὰρ τοῦ τὰ χρήματα φυλάττεσθαι τὸ κιβώτειον εἶδος τῇ τοιαδὶ ὕλῃ ὁ τεχνίτης περιτέθεικε. τοῦτο δὴ θεὶς μεταξὺ πάλιν λέγει ὅτι εἰ δὲ κρύσταλλον ὁριζόμεθα ἐροῦμεν ὕδωρ πεπηγὸς ἢ πεπυκνωμένον ὡδί, εἰ δὲ συμφωνίαν, εἴποιμεν ἂν ὅτι συμφωνία μῖξίς ἐστι τοιαδὶ ὀξέων καὶ βαρέων φθόγγων. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. ἡ δὲ λέξις ἡ ὅμως δὲ τὸ ἀνάλογον ἐν ἑκάστῳ, καὶ ὡς ἐν ταῖς οὐσίαις τὸ τῆς ὕλης κατηγορούμενον αὐτὴ ἡ ἐν|έργεια, καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς μάλιστα ἔχει τινὰ ἀσάφειαν. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. οὐδὲν τούτων οὐσία ἐστὶν οὐδὲ συνδυαζόμενον τῇ ὕλῃ· ὅμως ἐν ἑκάστῳ τούτων ἤτοι τοῦ οὐδοῦ καὶ τῶν ἄλλων τὸ ἀνάλογόν ἐστι, τουτέστιν ἔχουσιν ἀναλογίαν πρὸς τὰς οὐσίας, καὶ ὥσπερ ἐν ταῖς οὐσίαις τὸ κατηγορούμενον τῆς ὕλης οὐδὲν ἕτερόν ἐστιν ἢ αὐτὴ ἡ ἐνέργεια, τουτέστιν αὐτὸ τὸ εἶδος, ὃ δὴ καὶ ὁριζόμεθα τοῦτο γὰρ δεῖ προσυπακούειν), οὕτω καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς, τοῖς μὴ οὐσιῶν οὖσιν ἀλλὰ τεχνητῶν, τὰ εἴδη ὁριστέον. Φανερὸν δὴ ἐκ τούτων ὅτι ἡ ἐνέργεια ἄλλη ἄλλης ὕλης. ἐπειδὴ γὰρ ὕλη κρυστάλλου μὲν ὕδωρ ἐστὶν ἀλλ’ οὐ σῖτος, σωροῦ δὲ σῖτος ἀλλ’ οὐχ ὕδωρ, οἰκίας δὲ ξύλα καὶ λίθοι ἀλλ’ οὐχ ὕδωρ καὶ μέλι (ταῦτα γὰρ ὕλη τοῦ μελικράτου), δῆλον ὡς ἄλλη ἐνέργεια καὶ εἶδος ἄλλην ὕλην ἔχει καὶ ἄλλη ἄλλην, καὶ ἔμπαλιν ἄλλης ὕλης ἄλλη τυγχάνει οὖσα ἐνέργεια καὶ ἄλλης ἄλλη. τοῦ μὲν ὕδατος καὶ μέλιτος ἐνέργεια καὶ εἶδος ἡ σύνθε|σις, τῶν δὲ σίτων καὶ κριθῶν μῖξις καὶ ἄλλων ἄλλη. καὶ διὰ τὸ πᾶν εἶδος φυσικόν τε καὶ τεχνητὸν ἐν ὕλῃ τὸ εἶναι ἔχειν τινὲς ὁριζόμενοι τὴν ὕλην ἀποδιδόασιν, ὥσπερ οἱ λέγοντες οἰκία ἐστὶ ξύλα καὶ λίθοι καὶ πλίνθοι, ἢ ὀργή ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος,. οἱ δὴ οὕτως ὁριζόμενοι τὴν δυνάμει οἰκίαν καὶ τὴν δυνάμει ὀργὴν ὁρίζονται· ὕλη γὰρ τῆς μὲν οἰκίας τὰ ξύλα καὶ οἱ λίθοι, τῆς δὲ ὀργῆς τὸ αἷμα, ἃ δὴ δύνανται τὰ μὲν οἰκία, τὸ δὲ ὀργὴ γενέσθαι. οἱ δὲ λέγοντες ὅτι οἰκία ἐστὶν ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων, ἢ ἄλλο τι τοιοῦτον προσθέντες, τὸ εἶδος καὶ τὴν ἐνέργειαν ὁρίζονταί τε καὶ λέγουσιν. οἱ δὲ φάσκοντες ὡς οἰκία ἐστὶ ξύλα καὶ λίθοι ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων, τὴν ἐξ ὕλης καὶ εἴδους οἰκίαν ὁρίζονται. ὁ μὲν γὰρ ἐκ τῶν διαφορῶν λόγος ἐστὶν ὁ τοῦ εἴδους, ὁ δ’ ἐκ τῶν ξύλων καὶ λίθων τῆς ὕλης, ὁ δ’ ἐξ ἀμφοῖν τῆς συνθέτου οἰκίας, ὁποίας καὶ Ἀρχύτας ἀπεδέχετο τὰς ἐκ τῶν διαφορῶν καὶ τῆς ὕλης· ὁριζόμενος γὰρ τὴν νηνεμίαν ἔλεγεν ὅτι νηνεμία ἐστὶν ἠρεμία ἐν πλήθει ἀέρος· ὕλη μὲν γὰρ ὁ ἀήρ, εἶδος δὲ καὶ ἐνέ ἡ ἠρεμία. καὶ πάλιν γαλήνη ἐστὶν ὁμαλότης θαλάσσης· τὸ μὲν ὑποκείμενον ὡς ὕλη ἡ θάλασσα, ἡ ὁμαλότης δὲ τὸ εἶδος. οὕτω μὲν οὖν ἀκριβῶς καὶ θειότατα τὰ περὶ τούτων διορίσας συμπεραίνεται, λέγων ὅτι φανερόν ἐστ’ ἱν ἐκ τῶν εἰρημένων τίς ἡ αἰσθητὴ οὐσία καὶ πῶς, ὅτι ἡ μέν ἐστιν ὡς ὕλη καὶ δυνάμει, ἡ δ’ ὡς τὸ εἶδος καὶ ἡ ἐνέργεια, ἡ δὲ τρίτη ἐκ τούτων. Δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι ἐνίοτε λανθάνει, πότερον σημαινει τὸ ὄνομα. Ὃ ζητεῖ σαφῶς καταλέγει, οὐ λύει δὲ ὡς σαφοῦς οὔσης τῆς λύσεως. ζητεῖ γὰρ πότερον τὰ ὀνόματα τῶν συνθέτων εἰσὶ σημεῖα ἢ τῶν εἰδῶν; οἷον ἡ γραμμὴ πότερον σημαίνει ὅτι δυὰς ἐν μήκει, ὅπερ ἐστὶ τὸ σύνθετον (εἶδος μὲν γὰρ ἡ δυάς, ὕλη δὲ τὸ μῆκος, δυάδα δὲ λέγει τὴν γραμμήν, ὅτι, ὥσπερ ἐν τοῖς ἀριθμοῖς πρώτη διάστασις ἡ δυάς ἐστιν, οὕτως ἐν τοῖς μήκεσιν ἡ γραμμή), πότερον οὖν ἡ γραμμὴ τὸ ὅτι δυὰς ἐν μήκει σημαίνει, ἢ ὅτι δυὰς τὸ εἶδος μόνον; καὶ τὸ ζῷον πότερον τὸ σύνθετον δηλοῖ, ψυχὴ ἐν σώματι ἡ ψυχή; αὕτη γὰρ οὐσία καὶ ἐνέργεια καὶ εἶδος σώματός τινος. οὕτω μὲν οὖν ζητήσας οὐ λύει, ὡς δήλου ὄντος ὅτι τὰ ὀνόματα τῶν εἰδῶν εἰσι σημαντικά, ἀλλ’ οὐ τῶν συνθέτων. ἐπειδὴ γὰρ τὸ ὄνομα σημεῖόν ἐστι τοῦ οὗ ἐστιν ὁ ὁρισμὸς δηλωτικός, οἱ δὲ ὁρισμοὶ τῶν εἰδῶν εἰσι, φανερὸν ὅτι καὶ τὰ ὀνόματά τῶν εἰδῶν εἰσιν. εἰπὼν δὲ ὅτι τὸ ζῷον πότερον τῆς ψυχῆς ἐστι δηλωτικὸν ἢ τοῦ συναμφοτέρου, λέγει ὅτι εἴη δ’ ἄν καὶ ἐπ’ ἀμφοτέροις τὸ ζῷον, |τουτέστι λέγεται τὸ ζῷον καὶ ἐπὶ τῆς ψυχῆς καὶ ἐπὶ τοῦ συνθέτου, ἀλλ’ οὐχ ὡς ἑνὶ λεγόμενον, λεγόμενον, ἀλλ᾿ ὡς πρὸς ἕν. ἐπειδὴ γὰρ ἔχει καὶ ἡ ψυχὴ ὀρεκτικὰς δυνάμεις, ἔχει δὲ καὶ τὸ σύνθετον, πρὸς τοῦτο ἀφορῶντες λέγομεν ἀμφότερα ζῷα. ἐπειδὴ δὲ τὴν τοιαύτην ζήτησιν, λέγω δὴ τὸ πότερον τὸ ζῷον τὴν σύνθετον οὐσίαν δηλοῖ ἢ τὴν ψυχήν, ἔγνω μηδὲν πρὸς τὰ προκείμενα συντελοῦσαν, λέγει ὅτι ἀλλὰ ταῦτα πρὸς μέν τι ἄλλο διαφέρει, τουτέστι πρὸς μὲν τὰς διαλεκτικὰς συνουσίας ὠφελεῖταί τις παρὰ τὸ γινώσκειν εἴτε τὸ σύνθετον δηλοῖ εἴτε μή, πρὸς δὲ τὴν ζήτησιν τῆς οὐσίας τῆς αἰσθητῆς οὐδέν. οὕτω δὴ ἀποπεμψάμενος τὴν τοιαύτην ζήτησιν διευθετεῖ τὰ περὶ τοῦ εἴδους, λέγων ὅτι τὸ τί ἦν εἶναι οὐκ ἐπὶ τοῦ συνθέτου λέγεται, ἀλλὰ τῷ εἴδει ὑπάρχει καὶ τῇ ἐνεργείᾳ, καὶ ἐπὶ μὲν τῶν ἁπλῶν τὸ ὕδωρ εἶναι καὶ ὕδατι ταὐτόν ἐστι, καὶ ψυχὴ καὶ ψυχῇ εἶναι, ἄνθρωπος δὲ καὶ ἀνθρώπῳ οὐ ταὐτόν, ἀλλ’ ἄνθρωπον εἰπόντες λέγομεν Σωκράτη καὶ Πλάτωνα καὶ ὅλως τὸ σύνθετον, ἀνθρώπῳ δὲ τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. τὸ δὲ εἰ μὴ καὶ ἡ ψυχὴ ἄνθρωπος λεχθήσεται θήσεται τοιοῦτον ἄν εἴη· εἰ μέν, φησί, λέγει τις τὴν ψυχὴν ἄνθρωπον καὶ κατηγορεῖται τὸ ἄνθρωπος κατὰ τῆς ψυχῆς, ἐπειδὴ ψυχὴ καὶ τὸ ψυχῇ εἶναι ταὐτὸν σημαίνει, εἴη ἄν καὶ ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι ταὐτόν· εἰ δὲ μή, οὐκ ἔσται. καὶ οὕτω, φησί, τινὶ μὲν τινὶ δ’ οὔ, τουτέστιν εἰ λέγει τις ἄνθρωπον τὴν ψυχήν, ἔσται ταὐτὸν ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ ἄνθρωπον λαμβάνει τὸν σύνθετον ἐκ ψυχῆς καὶ σώματος ἤτοι τὸν ἐξ εἴδους καὶ ὕλης, οὐκ ἔσται ταὐτὸν ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι, ἀλλὰ τινὶ μέν, οἷον ἐπὶ τῆς ψυχῆς, ἔσται; τινὶ δέ, οἷον ἐπὶ τοῦ ἀνθρώπου τοῦ συνθέτου, οὐκ ἔσται. Οὐ φαίνεται δὴ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως. Δείξας ἐν τῷ τέλει τοῦ πρὸ τούτου βιβλίου ὅτι ἡ συλλαβή, ἤτοι αὐτὸ τὸ τῆς συλλαβῆς εἶδος, ἕτερόν ἐστι τῶν στοιχείων, καὶ ὅτι οὔτε στοιχεῖόν ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων, πάλιν τὰ περὶ ἐκείνων διαρθροῖ, λέγων ὅτι ἡ συλλαβή, αὐτὸ τὸ τῆς συλλαβῆς φὴ μί’ εἶδος, οὐκ ἔστιν ἐκ στοιχείων καὶ τῆς συνθέσεως. οὐ γὰρ ὡς τὸ μέλι καὶ τὸ ὕδωρ αὐτὰ καθ’ αὑτὰ ὄντα καὶ συνελθόντα ἀπετέλεσαν τὸ μελίκρατον, οὕτω καὶ ἡ σύνθεσις αὐτὴ καθ’ αὑτὴν οὖσα καὶ τὰ στοιχεῖα συνῆλθον καὶ ἀπετέλεσαν τὴν συλλαβήν. οὔτε δὴ οὖν ἡ συλλαβὴ ἐκ συνθέσεως ἐστι καὶ τῶν στοιχείων οὔτε ἡ οἰκία ἐκ πλίνθων καὶ συνθέσεως, ἀλλὰ τὸ εἶδος τῆς συλλαβῆς ἐστι τὸ ἀποτέλεσμα τὸ ἐκ τοῦ αβ, καὶ τὸ βᾶ ἤτοι ἡ συλλαβὴ οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ τοιαδὶ τῶν στοιχείων σύνθεσις· |οὐ μήν ἐστιν ἡ συλλαβὴ ἐκ τῆς συνθέσεως καὶ τῶν στοιχείων. οὐ γάρ ἐστι, φησίν, ἡ σύνθεσις οὐδ’ ἡ μῖξις ἐκ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις. ὃ δὴ ἀσαφῶς ἡρμήνευται καὶ ἐλλιπῶς· δεῖ γὰρ προσυπακούειν τὸ τινός, τὸ δὲ ἐκ τούτων ἀντὶ τοῦ μετὰ τούτων, ἵν’ ᾖ πλῆρες τοιοῦτον ᾿οὐ γάρ ἐστιν ἡ σύνθεσις οὐδ’ ἡ μῖξίς τινος μετὰ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις.’ καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον. εἰ ἔστιν ἡ σύνθεσις ὕδατος, εἰ τύχοι, καὶ μέλιτος, οὔ συνῆλθεν ἡ μῖξίς τινι τούτων ἢ τῷ ὕδατι ἢ τῷ μέλιτι ἢ καὶ ἀμφοῖν, καὶ ἀπετέλεσαν τὸ μελίκρατον· εἰ μὲν γὰρ ἦν ἡ μῖξις πρᾶγμά τι τῶν δυναμένων καθ’ αὑτὸ εἶναι, εἰκὸς ἦν λέγειν ὅτι μετά τινος τούτων τοῦ τε ὕδατος καὶ τοῦ μέλιτος ἢ μετὰ ἀμφοῖν συνελθοῦσα ἀπετέλεσε τὸ μελίκρατον· ἐπεὶ δὲ οὐκ ἔστιν, οὐ λέγεται τοῦτο, ἀλλὰ τὸ μελίκρατόν ἐστιν αὐτὴ ἡ μῖξις. αὐτὸς δὲ εἰς παράδειγμα καὶ σαφήνειαν τῶν λεγομένων τὸν οὐδὸν παρήγαγε λέγων οἷον εἰ οὐδὸς θέσει, οὐκ ἐκ τοῦ οὐδοῦ ἡ θέσις· τουτέστιν εἰ ἔστιν οὐδὸς ἤτοι εἰ ἔστι τὸ τοὐ οὐδοῦ εἶδος ἡ θέσις καὶ τὸ ὡδὶ κεῖσθαι, οὐκ ἐκ τοῦ οὐδοῦ οὖν] ἡ θέσις, ἀλλὰ μᾶλλον οὖτος ἐξ ἐκείνης· ἡ τοιαδὶ γὰρ θέσις τὸν οὐδὸν εἰδοποιεῖ. οὐδὲ δή, φησίν, ὁ ἄνθρωπός ἐστι τὸ ζῷον καὶ τὸ δίπουν, ἀλλὰ τὸ ἐκ τούτων ἀποτέλεσμα, ὃ παρὰ ταῦτά ἐστιν· ταῦτα μὲν γὰρ ὕλη, τὸ δ’ ἐκ τούτων ὁ ἄνθρωπος. ὅπερ, λέγω δὴ τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείου, τὶ δέ ἐστι τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν ἡ οὐσία ἤτοι τὸ εἶδος, ὃ καὶ κυρίως οὐσίαν λέγουσιν ἐξαιροῦντες τῷ λόγῳ καὶ χωρίζοντες τὴν ὕλην. μήποτε δὲ τὸ ὃ ἐξαιροῦντες τὴν ὕλην λέγουσι περὶ τῶν τὰς ἰδέας λεγόντων εἴρηται, ὅτι ὅπερ εἶδος χωρίζοντες τῆς ὕλης καὶ καθ’ αὑτὸ εἶναι λέγοντες οὐσίαν αὐτό φασιν. εἰ δή, ὡς πολλάκις δέδεικται, τὸ εἶδός ἐστι τὸ αἴτιον τὸ κινοῦν τὴν ὕλην καὶ ποιοῦν ὅπερ ἐστί, δῆλον ὡς εἴ τις ὅλως οὐσίαν λέγοι, οὐδὲν ἄλλ’ ἢ τὸ εἶδός φησιν. Ἀνάγκη δὴ ταύτην ἢ ἀίδιον εἶναι ἢ φθαρτήν. ἐπειδὴ εἶπεν ὅτι τὸ εἶδός ἐστιν αἴτιον τού τὴν ὕλην κινεῖσθαι καὶ ὅπερ ἐστὶ γίγνεσθαι, καὶ εἰ λέγοι τις οὐσίαν, δηλονότι τῷ εἴδει τὸ τῆς οὐσίας ὄνομα μᾶλλον ἂν συνάπτοι, λέγει ὅτι ἀνάγκη ταύτην ἢ ἀίδιον εἶναι ἢ φθαρτὴν ἄνευ τοὐ φθείρεσθαι καὶ γεγονέναι χωρὶς τοῦ γίνεσθαι, τουτέστιν ἄνευ φθορᾶς φθείρεσθαι καὶ ἄνευ γενέσεως εἶναι. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι τὸ εἶδος οὐθεὶς ποιεῖ οὐδὲ γεννᾷ, ἀλλὰ ποιεῖται τοδὶ τὸ |εἶδος οἷον σφαῖρα, καὶ ὅλως τὸ ἐκ τούτων τοῦ τε εἴδους καὶ τῆς ὕλης. ἀλλ’ ὅτι μὲν τὸ εἶδος οὐ γίνεται δῆλον· εἰ δέ γε εἰσὶ χωρισταὶ οὐσίαι καὶ ἰδέαι, οὐδέν πω δῆλον, πλὴν ὅτι ἐπ’ ἐνίων οὐκ ἐνδέχεται ἰδέας εἶναι φανερόν· οὐ γὰρ ἔστιν αὐτοοικία οὐδὲ αὐτοκιβώτιον. ἴσως δέ, φησίν, οὐδὲ οὐσίαι εἰσὶ τὰ ὑπὸ τέχνης γινόμενα εἴδη καὶ ὅλως τὰ μὴ ὑπὸ φύσεως συνεστηκότα, ἀλλὰ μόνην ἄν τις οὐσίαν εἴποι καὶ ἀληθῶς τὴν φύσιν καὶ τὸ εἶδος τὸ ἐν τοῖς φθαρτοῖς, τουτέστι τὸ φυσικὸν εἶδος καὶ ἐν τοῖς καθ’ ἕκαστα καὶ φθαρτοῖς ὄν. εἰ δὲ οὔκ εἰσιν οὐσίαι τὰ τεχνητὰ εἴδη, δῆλον ὡς οὐδέ εἰσιν αὐτῶν ἰδέαι· αἱ ἰδέαι γὰρ τῶν οὐσιῶν εἰσιν. Ὥστε ἡ ἀπορία, ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν, ἔχει τινὰ καιρόν. Δεῖ προσυπακούειν τοῦ ἐξ ὧν εἴπομεν λυθῆναι, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· ὥστε ἡ ἀπορία καιρὸν ἔχει, ἣν οἱ Ἀντισθένειοι ἠπόρουν, λυθῆναι ἐξ ὧν εἴπομεν. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἄλλα ἐστὶ τὰ ὡς εἴδους μέρη καὶ ἄλλα τὰ ὡς ὕλης, ἐκ τούτων λυθήσεται ἡ τῶν Ἀντισθενείων ἀπορία. ἔστι δ’ αὐτῶν ἡ ἀπορία, ὅτι οὐκ ἔστιν ὁρίσασθαι, οὐδ’ ἔστιν ὁρισμός τινος. τοῦτο δὲ κατεσκεύαζον ὡδί. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, ἀλλ’ ἐκ πλειόνων τοῦτο γὰρ εἶπε λόγον μακρόν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λόγος μακρός ἐστιν, ἀλλ’ οὐχ ὡς τὸ ἄνθρωπος ὄνομα), ἐπειδὴ οὖν ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, οὐκ ἔστιν ὁρίσασθαι. λέγουσι δὲ ὅτι, ὅταν εἴπωμεν ζῷον λογικόν, σύνθετόν τι λέγομεν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν τοῦ ζῴου, εἴδους δὲ τοῦ λογικοῦ, καὶ ἔτι προστεθὲν τὸ θνητὸν σύνθετον. εἰ δὲ τοῦτο, τὰ μὲν σύνθετα ἐπεξερχόμεθα καὶ οἱονεὶ ἀριθμοῦμεν πόσα τινὰ τυγχάνει, ζῷον λογικὸν λέγοντες, καὶ πάλιν ζῷον λογικὸν θνητόν, ὁρισμὸν δὲ οὔ φαμεν. λέγει δὴ ὁ Ἀριστοτέλης ὅτι ἡ ἀπορία αὕτη λύεται ἐξ ὧν εἴπομεν· ἐπειδὴ γὰρ δέδεικται ὅτι τὸ ζῷον πεζὸν δίπουν τοῦ εἴδους ἐστὶ μέρη, οὐ τῆς ὕλης, πῶς ἐστι δυνατὸν λέγειν ὅτι τὸ ζῷόν ἐστιν ὕλη τὸ δὲ λογικὸν εἶδος, ἢ πάλιν τὸ ζῷον λογικὸν ὕλη τὸ δὲ θνητὸν εἶδος; εἰ μὲν γὰρ ἦσαν τῆς ὕλης μέρη τὸ ζῷον, τὸ θνητόν. τὸ λογικόν, ἐχρῆν ταῦτα λέγειν, ὅτι τὸ ζῷον καὶ τὸ λογικὸν ὕλη ἐστί, τὸ δὲ θνητὸν εἶδος, καὶ λέγοντες ζῷον θνητὸν λέγουσι τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους· ἐπεὶ δὲ οὔκ εἰσιν ὑλικά, οὐ τὸ σύνθετον λέγουσιν, ἀλλὰ τὰ μέρη τοῦ εἴδους· ὥστε ἔστιν ὁρισμός. οὐκ ἔστιν οὖν, φασίν, ὁρίσασθαι, ἀλλὰ ὁποῖον μέν ἐστιν ἄνθρωπος ἢ βοῦς ἐνδέχεται διδάξαι, ὁρίσασθαι δὲ οὔ· οἷον ὁρίσασθαι μὲν καὶ εἰπεῖν τί ἐστιν ἄργυρος οὐχ οἷόν τε, ὁποῖον δέ, δυνατόν, οἷον ἐρωτηθέντα ὁποῖόν ἐστιν ἄργυρος, εἰπεῖν ὅτι οἷον καττίτερος. ὥστε, φασί, λόγον μὲν ἔστιν εἰπεῖν οὐσίας συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους, εἴδους δὲ ὅρον ἢ ὕλης ἐξ ὧν ἡ σύνθετός ἐστιν οὐσία οὐκ ἔστιν ἀποδοῦναι. εἰπὼν δὲ ὅτι συνθέτου |ἔστιν οὐσίας ἀποδοῦναι ὁρισμόν, προσέθηκε τὸ ἐάν τε αἰσθητῆς ἐάν τε νοητῆς. ἀλλ’ ὅτι μὲν αἱ αἰσθηταὶ οὐσίαι σύνθετοί εἰσι, φανερόν· ὅτι δέ εἰσι καὶ νοηταὶ σύνθετοι, δῆλον· τὰ γὰρ μαθηματικὰ ἐξ ὕλης καὶ εἴδους εἰσίν· ὁ γὰρ νοητὸς κύκλος ἐξ ὕλης μὲν τοῦ διαστήματος, εἴδους δὲ τοῦ τοιουδὶ σχήματος. οὐχ ὡς ἀρεσκόμενος δὲ καὶ τὰ μαθηματικὰ οὐσίας εἶπεν, ἀλλ’ ἴσως καὶ τοῦτο τῶν Ἀντισθενείων λεγόντων εἴρηκεν αὐτὰ οὐσίας. τῆς μὲν οὖν συνθέτου φασὶν οὐσίας, εἴτε αἰσθητή ἐστιν εἴτε νοητή, ἔστιν ὁρισμὸν ἀποδοῦναι, ἐξ ὧν δ’ αὕτη, οὐκ ἔστιν, εἴπερ τὸ ζῷον λογικὸν καὶ ὅλως ὁ ὅρος τὶ κατά τινος σημαίνει, καὶ τὸ μέν ἐστιν εἶδος τὸ δὲ ὕλη. Φανερὸν δὲ καὶ διότι, εἴπερ εἰσὶν οἱ ἀριθμοὶ οὐσίαι, οὕτω εἰσίν. Δείξας ὅτι τὸ εἶδός ἐστιν ἡ κυρίως οὐσία, καὶ εἰπὼν ὅτι εἴπερ ὅλως λέγομεν οὐσίαν, τὸ εἶδος ἂν λέγοιμεν, ἐπειδὴ ὁμοιότητάς τινας ἔχουσιν οἱ ἀριθμοὶ πρός τε τὸ εἶδος καὶ τὴν οὐσίαν, λέγει ὅτι ἐὰν διὰ τὸ ὁμοιότητα ἔχειν τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη λέγωσι τὰ εἴδη ἀριθμοὺς καὶ ἐπὶ τούτῳ καὶ τὰς οὐσίας, ἔχει τινὰ λόγον τὸ ὑπ’ αὐτῶν λεγόμενον, καὶ καλῶς τοῦτο λέγεται· εἰ δ’ ἄλλως πὼς, ὅτι ὁ ἀριθμός ἐστι μονάδων πλῆθος, οὐ καλῶς. καὶ λέγει τὰς ὁμοιότητας τοῦ ἀριθμοῦ καὶ τοῦ ὁρισμοῦ, τοῦ δὲ ὁρισμοῦ λέγων φανερὸν ὅτι καὶ τοὐ ὁριστοῦ λέγει. ὁ ὁρισμός, φησίν, ἀριθμός τίς ἐστιν. ὥσπερ γάρ, φησίν, ὁ ἀριθμὸς εἰς μονάδας ἀδιαιρέτους διαιρεῖται, οὕτω καὶ ὁ ὁρισμὸς διαιρεῖται εἰς ἀδιαίρετα. εἰ γὰρ καὶ διαιρεῖται τὸ ζῷον εἰς τοὺς λόγους τοῦ ἐμψύχου καὶ αἰσθητοῦ, ἀλλ’ οὗν οὐκ ἐπ’ ἄπειρον τοῦτο γενήσεται, ἁλλὰ καταντήσομεν εἴς τι μὴ διαιρούμενον εἰς λόγους. καὶ ὥσπερ ἀπὸ τοὐ ἀριθμοῦ κἄν τοὐλάχιστον ἀφαιρεθῇ ἡ προστεθῇ, οὐκέτι μένει ὁ ἀριθμός ἄν γὰρ ἀπὸ τοῦ ὀκτὼ μονάδα ἢ ἀφέλῃς ἢ προσθῇς, οὐκέτι ὁ ὀκτὼ μένει), οὕτω καὶ ἀπὸ τοῦ ὁρισμοῦ ἢ τοῦ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὁρισμός, ἂν ἀφέλῃς τι ἡ προσθῇς, οὐκέτι μένει τὸ αὐτό. καὶ ὥ,περ δεῖ εἶναί τι τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ δι’ οὗ ἐστιν εἷς, οὕτω καὶ ἐπὶ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι· ὅπερ, φημὶ δὴ τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ ἕν ποιοῦν, τί ποτέ ἐστιν, οὐκ ἔχουσιν εἰπεῖν οἱ οὐσίαν αὐτὸν λέγοντες. ἢ γάρ, φησίν, οὐκ ἔστιν εἷς ἀριθμός, ἀλλ’ οἷον σωρός ἐστιν, ἢ εἴπερ ἔστι, λεκτέον τί τὸ ποιοῦν ἓν ἐκ πολλῶν. ἀλλ’ οὔτε τὸ τὸν ἀριθμὸν ἕνα ποιοῦν ἔχουσι λέγειν τί ποτέ ἐστιν, οὔτε τὸ τὸν ὁρισμόν. καὶ τοῦτο εἰκότως συμβαίνει· τοῦ γὰρ αὐτοῦ λόγου. ἐξ οὗ γὰρ λόγου καὶ αἰτίου συμβαίνει αὐτοῖς μὴ ἔχειν λέγειν τίνι εἷς ὁ ἀριθμός, ἐκ τοῦ αὐτοῦ τούτου καὶ τὸ περὶ τοῦ ὁρισμοῦ προσγίνεται. ἀλλὰ καὶ ὅτι μὲν ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι ἕν ἐστι δῆλον, ἀλλ’ οὐχ ὡς λέγουσί τινες, ὅτι μονάς τίς ἐστιν ἢ στιγμή (μονάδα γὰρ τὸ εἶδος, δυάδα δὲ τὴν ὕλην ὁ Πλάτων ἔλεγεν)· ἀλλ’ ἔστιν ἓν ἐνεργείᾳ καὶ φύσει τις ἑκάστη οὐσία, ἀλλ’ οὐ δυνάμει. καὶ ὥσπερ οὐδ’ ὁ ἀριθμὸς ἔχει τὸ μᾶλλον (οὐθεὶς γάρ ἐστιν [ὁ] ἀριθμὸς ἀριθμοῦ μᾶλλον ἀριθμός) οὐδ’ ἡ κατὰ τὸ εἶδος οὐσία ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐδὲ εἶδος εἴδους μᾶλλον οὐσία, ἀλλ’ εἴπερ ἐστὶ μᾶλλον οὐσία τὸ εἶδος, τῆς κατὰ τὴν ὕλην οὐσίας εἴη ἄν μᾶλλον οὐσία, ἀλλ’ οὐχὶ τῆς κατὰ τὸ εἶδος. ταῦτα εἰπὼν συμπεραίνεται ὅτι περὶ μὲν οὖν γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν, πῶς ἐνδέχεται, ὅτι ἡ σύνθετος γίνεται, τὸ δὲ εἶδος οὐ γίνεται, καὶ περὶ τῆς εἰς τὸν ἀριθμὸν ἀναγωγῆς εἶπε γὰρ προσεχῶς ὅπως χρὴ τοὺς ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνάγειν) ἔστω μέχρι τούτων διωρισμένον· τίνι δὲ ὁ ἀριθμὸς εἷς ἐστι καὶ ὁ ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι, νῦν μὲν οὔ φησιν, ἐρεῖ δὲ πρὸς τῷ τέλει τοῦδε τοῦ βιβλίου, ὅταν λέγῃ “περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρισμοὺς καὶ τοὺς ἀριθμούς” καὶ τὰ ἑξῆς. Περὶ δὲ τῆς ὑλικῆς οὐσίας δεῖ μὴ λανθάνειν ὅτι εἰ καὶ ἐκ τοῦ αὐτοῦ πάντα πρώτου. Συμπερανάμενος τὰ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους λεχθέντα, καὶ εἰπὼν ὅτι περὶ γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν πῶς ἐνδέχεται γίνεσθαι, ὅτι αἱ σύνθετοι γίνονται, τὸ δὲ εἶδος οὐθεὶς ποιεῖ, καὶ τὰ ἑξῆς, λέγει ὅτι δεῖ μὴ λανθάνειν ὡς εἰ καὶ ἐκ τῆς ἀνειδέου ὕλης ὡς πρώτης πάντα γίνεται, καὶ αὕτη ἐστὶν ὡς ἀρχὴ ὑλικὴ τῶν γινομένων, ἢ προσεχέστερον ἐκ τῶν αὐτῶν ὡς πρώτων, λέγων τὰ τέσσαρα στοιχεῖα, εἰ δὴ ἐκ τούτων τὰ γινόμενα ὡς πρώτων γίνονται, ὅμως ἔστι τις ἑκάστου οἰκεία καὶ προσεχὴς ὕλη. ὡς τοῦ ἀνδριάντος χαλκός, οὕτως φλέγματος ὡς πρώτη καὶ προσεχὴς ὕλη τὰ γλυκέα καὶ λιπαρά· ὕλη γὰρ φλέγματος τὸ γλυκὺ καὶ λιπαρόν, χολῆς δὲ τὰ πικρὰ ἡ ἄλλ’ ἄττα. ταῦτα δέ, φησί, τό τε γλυκὺ καὶ λιπαρὸν καὶ πικρόν, ἴσως εἰσὶν ἐκ τοῦ αὐτοῦ ἤιοι τῶν τεσσάρων στοιχείων. τὸ δὲ ἴσως πρόσκειται ἢ διὰ τὴν πρώτην ὕλην ἐξ ἐκείνης γὰρ καὶ τὰ τέσσαρα), ἢ διὰ τὸ μὴ νῦν περὶ αὐτῶν, εἴτε ἐκ τῶν στοιχείων εἰσὶ τὰ γλυκέα καὶ πικρὰ εἴτε μή. προκεῖσθαι λέγειν αὐτῷ. καίτοι δὲ εἰ καὶ ἔστιν ἑκάστου οἰκεία τις ὕλη, ὅμως συμβαίνει πλείους ὕλας εἶναι τοῦ αὐτοῦ, ὅταν ἔστι τῆς ὕλης ὕλη, οἷον εἰ |ἐκ τοῦ γλυκέος ἐστὶ τὸ λιπαρόν, ἐκ δὲ τοῦ λιπαροῦ τὸ φλέγμα, τοῦ φλέγματός εἰσιν ὗλαι δύο, τὸ μὲν λιπαρὸν προσεχής, τὸ δὲ γλυκὺ πορρωτέρα. εἰπὼν δὲ ὅτι γίνεται τὸ φλέγμα ἐκ λιπαροῦ λέγει ὅτι γίνεται καὶ ἐκ χολῆς τῷ ἀναλύεσθαι εἰς τὴν πρώτην ὕλην τὴν χολήν. ἐπειδὴ γὰρ εἰδοπεποιημενέστερός ἐστι χυμὸς ἡ χολὴ τοῦ φλέγματος (τὸ γὰρ φλέγμα ἄπεπτός ἐστι πάντῃ καὶ διὰ τοῦτο πρῶτον τὸ φλέγμα ἐκ τῆς τῶν τροφῶν ἀπεψίας γεννᾶται), ἐκ μὲν οὖν τῶν τεσσάρων στοιχείων γίνεται τὰ γλυκέα καὶ λιπαρά, ἐκ δὲ τούτων τὸ φλέγμα καὶ ἐξ αὑτοῦ χολή· εἰ δὴ ἀναλυθήσεσθαι συμβαίνει τὴν χολὴν εἰς τὰ στοιχεῖα, γενήσεται δηλαδὴ ἐκ ταύτης τὸ φλέγμα, ἐκ δὲ τούτου τὰ στοιχεῖα. διαφέρει δ’ ὅτι ἡ μὲν ἀπὸ τοῦ φλέγματος ὡς πρὸς τὴν χολὴν ὁδὸς γένεσίς ἐστιν ἁπλῆ, φθορὰ δέ τις, ἡ δὲ ἀπὸ τῆς χολῆς πρὸς τὸ φλέγμα φθορὰ καὶ ὅλως ἀνάλυσις ὡς πρὸς τὴν πρώτην ὕλην. ὥστε ἄλλως μὲν γίνεται τὸ φλέγμα ἐκ τοῦ γλυκέος καὶ λιπαροῦ, ἄλλως δὲ ἀπὸ τῆς χολῆς· ἐκ μὲν γὰρ τοῦ γλυκέος καὶ λιπαροῦ ὡς ἀπὸ ὕλης καὶ στερήσεως γίνεται τὸ φλέγμα ὡς εἶδος, ἐκ δὲ τῆς χολῆς ὡς ἀπὸ εἴδους καὶ ἕξεως ὕλη καὶ ὅλως στέρησις. τὸ γὰρ ἐκ τοῦδε τόδε, φησί, διχῶς λέγεται, ἢ ὅτι πρὸ ὁδοῦ ἔσται, πρὸ ὁδοῦ λέγων τὴν ἀπὸ τοῦ χείρονος εἴδους καὶ στερήσει ἀναλογοῦντος ὡς πρὸς τὸ κρεῖττον εἶδος μεταβολήν, ἢ ὅταν ἀναλυθέντος εἰς τὴν ἀρχήν, τουτέστιν ἢ ὅταν τὸ κρεῖττον εἶδος ἀναλύηται εἰς τὸ χεῖρον. καὶ ἔστι πρὸ ὁδοῦ μὲν ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή, ἀνάλυσις δὲ εἰς ἀρχὴν ἀέρος εἰς ὕδωρ. οὐ μόνον δὲ τοῦ ἑνὸς εἴδους συμβαίνει πλείονας ὕλας, ἀλλὰ καὶ ἐκ μιᾶς ὕλης ἕτερα γίνεσθαι εἴδη διὰ τὴν κινοῦσαν ἀρχήν. ἐπειδὴ γὰρ ἐν τῇ τοῦ χαλκέως ἔνεστι ψυχῇ εἴδη πολλά, ἐκ τῆς αὐτῆς ὕλης οἷον τοῦ χαλκοῦ ποιήσει λέβητα ξέστην χύτραν, ἕτερα ὄντα ἅλ’ ἀλλήλων. οὐ πάντων δὲ τῶν ἑτέρων ὄντων ἡ αὐτή ἐστιν ὕλη, ἀλλ’ ἐνίων ἑτέρων ὄντων καὶ ἡ ὕλη ἑτέρα ἐξ ἀνάγκης ἐστίν· ὁ γὰρ πρίων καὶ ἡ κλίνη ἕτερα ὄντα καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑτέραν ἔχουσιν· οὐ γὰρ γενήσεται πρίων ἐκ ξύλου εἰ μὴ ὁμωνύμως, ἀλλ’ ἐκ σιδήρου, οὐδ’ ἔστιν ἐπὶ τῷ τεχνίτῃ ἐξ ἐρίου ἢ ξύλου πρίονα ποιῆσαι. εἰ δ’ ἐνδέχεται, φησί, τὸ αὐτὸ ἐξ ἄλλης καὶ ἄλλης ποιῆσαι, δῆλον, φησίν, ὅτι ἡ τέχνη ἡ αὐτή ἐστιν. εἰ γὰρ ξέστην ἐνδέχεται καὶ ἐκ χαλκοῦ καὶ ἐξ ἀργύρου ποιῆσαι, φανερὸν ὅτι ἡ αὐτὴ τέχνη τοῦτο ποιεῖ· εἰ γὰρ καὶ αἱ ὗλαι ἕτεραί εἰσι καὶ τὰ τὴν ὕλην κινοῦντα, ἤτοι αἱ τέχναι ἢ οἱ τεχνῖται (οὐδὲν γὰρ διαφέρει), καὶ τὰ γεγονότα ἐκ τῶν διαφόρων τεχνῶν καὶ ὑλῶν ἕτερα ἔσται. καὶ ὁ κεραμεὺς γὰρ καὶ ὁ χαλκεὺς ἀμφότεροι χύτραν ποιοῦσιν, ὁ μὲν ἐκ πηλοῦ ὁ δὲ χαλκεὺς ἐκ χαλκοῦ, ἑτέρων οὐσῶν καὶ τῶν τεχνῶν καὶ τῶν ὑλῶν. |ἢ οὔκ εἰσι πάντῃ ἕτεραι αἱ τέχναι, ἀλλ’ ᾗ μὲν ὁ χαλκεὺς ποιεῖ πυράγραν καὶ σκέπαρνον ὁ δὲ κεραμεὺς οὐ ποιεῖ, καὶ οὗτος μὲν ἀμφορέα ὁ δὲ χαλκεὺς οὔ, ἕτεραί εἴσιν, ᾗ δὲ ἀμφότεραι ποιοῦσι χύτραν, ταύτῃ εἰσὶν αἱ αὐταὶ κατὰ μόνον τοῦτο, ὅπερ ἀμφότεραι δύνανται ποιεῖν. ταῦτα εἰπὼν διορίζει καὶ τὰ περὶ τῶν αἰτίων, ὅτι ἐπειδὴ τετραχῶς λέγεται, ὅταν τις ζητῇ τὸ αἴτιον, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας, οὐ τὰς πόρρω δὲ ἀλλὰ τὰς προσεχεῖς· οἷον ζητεῖ τις τίς ἀνθρώπου αἰτία ὡς ὕλη, οὐ χρὴ ἀποδιδόναι ὅτι τὰ τέσσαρα στοιχεῖα, ἀλλ’ ὅτι τὸ καταμήνιον, τὸ δ’ ὡς κινοῦν τὸ σπέρμα· οὐ γάρ ἐστι τὰ τέσσαρα στοιχεῖα τοῦ ἀνθρώπου ἧ ἄνθρωπος στοιχεῖα, ἀλλ’ ἡ σύνθετον σῶμα· ὅταν δὲ ζητῇ τις τὸ ὡς εἶδος αἴτιον τὸ τί ἦν εἶναι ἀποδοτέον. τί δ᾿ ὡς τὸ οὗ ἕνεκα: τὸ τέλος. ἰστέον δὲ ὅτι τὸ οὗ ἕνεκα καὶ τὸ εἶδος ἐπὶ τῶν φυσικῶν ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν τεχνητῶν οὐ τὸ αὐτό. οὐ γὰρ τὸ αὐτό ἐστι τὸ τοῦ κιβωτίου εἶδος καὶ τὸ οὗ ἕνεκα τὸ κιβώτιον γέγονεν, ἀλλ’ εἶδος μέν ἐστι τὸ τοιονδὶ σχῆμα, οὗ δὲ ἕνεκα τὸ φυλάττεσθαι τὰ ἐν αὐτῷ χρήματα. Περὶ μὲν οὖν τὰς φυσικὰς οὐσίας καὶ γεννητὰς ἀνάγκη οὕτω μετιέναι, εἴ τις μέτεισιν ὀρθῶς. εἰπὼν ὅτι ἐπειδὴ τὰ αἴτια τέτταρα, τὰ τέτταρα ἐρωτωμένους δεῖ ἀποδιδόναι, λέγει ὅτι περὶ μὲν τὰς φυσικὰς οὐσίας καὶ γεννητάς, οὐχὶ δὲ καὶ τὰς ἀγεννήτους, ἀνάγκη οὕτω μετιέναι καὶ ἀποδιδόναι τὰ προσεχῆ αἴτια, εἴ τις μέτεισιν ὀρθῶς. ἀλλ’ εἴπερ τὰ αἴτια ἀποδοτέον ἡμῖν ἐστι, δεῖ μὴ ἀγνοεῖν αὐτά· ὃ γάρ τις ἀγνοεῖ, πῶς ἄν καὶ ἀποδώσει; περὶ δὲ τῶν φυσικῶν μὲν ἀιδίων δὲ οὐσιῶν λέγει δὲ τὴν ξύμπασαν τῶν ὀκτὼ σφαιρῶν ἑνάδα) ἄλλος λόγος· ἴσως γὰρ οὐκ ἔχει ὕλην· εἰ γὰρ μὴ ἔχει, οὐδ’ ἄν ἐπ’. αὐτῆς τὸ ὑλικὸν ἀποδοθείη. τὸ δὲ ἔνια πρόσκειται, ὅτι κἄν τὸ κυκλοφορητικὸν σῶμα οὐ συγχωρῇ τις μὴ ἔχειν ὕλην, ἀλλὰ τῆς γε ἐκλείψεως φυσικόν τι οὔσης τί ἄν ἐρεῖ τὴν ὕλην; εἰπὼν δὲ ὅτι ἴσως οὐκ ἔχει ὕλην, λέγει ὅτι ἢ εἰ καὶ ἔχει, ἀλλ’ οὖν οὐ γενητὴν καὶ φθαρτὴν ἀλλὰ μόνον κατὰ τόπον κινητήν. οὐδὲ δὴ τῶν φύσει μέν, μὴ οὐσιῶν δὲ ἀλλὰ παθῶν ἔστιν ὕλη, ἀλλ’ ὑποκείμενον μὲν αὐτοῖς ἔστιν, ὕλη δὲ οὐκ ἔστιν. οὐ γὰρ πᾶν τὸ ὑποκείμενόν τινι ὕλη ἐστὶ τοῦ ᾧ ὑπόκειται· τῆς γὰρ ἐκλείψεως τί ἂν εἴη ὑλικὸν αἴτιον; δῆλον ὡς οὐδέν. ἀλλ’ ἔστι μὲν ἡ σελήνη ὑποκείμενον τῇ ἐκλείψει, ὕλη δὲ αὐτῆς οὐκ ἔστιν. εἰ γὰρ ἦν ἡ σελήνη ὕλη τῆς ἐκλείψεως, εἶδος δὲ ἡ ἔκλειψις, μὴ οὔσης τῆς ἐκλείψεως οὐδὲ σελήνη ὅν ἦν· τῶν γὰρ εἰδῶν μὴ ὄντων οὐδὲ τὰ κατ’ αὐτὰ πράγματά |ἐστιν. ἀλλὰ μὴν ἐκλείψεως μὴ οὔσης σελήνη ἔστιν, ὥστε δηλονότι οὔτε ἔκλειψίς ἐστιν εἶδος τῆς σελήνης, οὔθ’ αὕτη ὕλη τῆς ἐκλείψεως· ἀλλ’ ὑλικὸν μὲν αἴτιον τῆς ἐκλείψεως οὐκ ἔστιν, οὐδὲ δὴ τὸ οὗ ἕνεκα, καὶ διὰ τοῦτο οὐ πειρατέον ἀποδοῦναι, ποιητικὸν δ’ ἐστὶν ἡ γῆ ἡ φθείρουσα τὸ φῶς. τὸ δ᾿ ὡς εἶδος αἴτιον τῆς ἐκλείψεως ἐστι μὲν ὁ λόγος, ἀλλ’ ἄδηλος, ἄν μὴ μετὰ τῆς αἰτίας ᾖ· οἷον εἰ λέγοι τις ὅτι ἔκλειψίς ἐστι στέρησις φωτός, ἄδηλόν ἐστιν εἰ οὗτός ἐστιν ὁ λόγος καὶ τὸ εἶδος τῆς ἐκλείψεως· καὶ γὰρ καὶ τὸ σκότος στέρησις φωτός ἐστιν, ἀλλ’ οὐκ ἔστιν ἔκλειψις. εἰ δὲ λέγει ὅτι στέρησίς ἐστιν ἡ ἔκλειψις φωτὸς ὑπὸ γῆς ἐν μέσῳ γενομένης, οὗτός ἐστιν ὁ λόγος τῆς ἐκλείψεως σὺν τῷ αἰτίῳ. ὕπνου δὲ πάλιν ἄδηλόν ἐστι τί τὸ πρῶτον πάσχον, ὥστε ἀποδοῦναι λόγον αὐτοῦ, ἀλλ’ ἐρεῖ τις ὡς τὸ ζῷόν ἐστι πρῶτον τὸ πάσχον. ἀλλ’ εἰπάτω καὶ τοῦτο τὸ ζῷον κατὰ τί καί τί παθὸν ὑπνώττει, ἢ τί τῶν ἐν αὐτῷ τὸ πρῶτον πεπονθὸς ὕπνωσε; πρότερον γὰρ ἄλλο τι παθὸν τὸ ζῷον ὑπνώττει. πότερον οὖν τοῦτο καρδία ἐστίν, ὡς αὐτὸς οὗτός φησιν, ἡ ἐγκέφαλος, ὡς ὁ Πλάτων’; οὗτος μὲν γὰρ ἀρχὴν τῶν ζῴων τὴν καρδίαν λέγων φησὶν ὅτι ὥσπερ ἐπὶ τοῦ κόσμου αἱ ἀναχθεῖσαι ἀτμίδες καὶ ψυχθεῖσαι εἰς ὕδωρ συνίστανται καὶ πάλιν κατέρχονται, οὕτω καὶ ἐπὶ τῶν ζῴων τῶν ἐκ τοῦ πέττειν ἀνιουσῶν εἰς τὸν ἐγκέφαλον ἀτμίδων, ἐπειδήπερ φύσει τυγχάνει ὢν ψυχρὸς ὁ ἐγκέφαλος, ψυχοομένων ὑπ’ ἐκείνου κατέρχεσθαι καὶ ἐπιπίπτειν τῇ καρδίᾳ, καὶ σβεννυμένου τοῦ ἐν αὐτῇ οὐ παντελῶς δὲ θερμοῦ ὑπνώττειν τὸ ζῷον, μέχρις ἄν διαλυθεῖσι πάλιν ἀναχθῶσι, καὶ οὕτως δὴ ἀνίσταται τὸ ζῷον. ἄδηλον οὖν, φησίν, ἐστὶν ἐπὶ τοῦ ὕπνου τί τὸ πρῶτον πάσχον καὶ ὑπὸ τίνος, καὶ τί τὸ πάθος τὸ ἐκείνου, τουτέστι τί ἐστι τὸ τοῦ πάσχοντος πάθος καὶ μὴ τοῦ ὅλου ζῴου; ὅτι ἀκινησία τοιαδί, δυνάμει λέγων ὡς εἴ τις ὁρισμὸν ἀποδοῦναι τοῦ ὕπνου βούλεται, μὴ λεγέτω ὅτι ὕπνος ἐστὶν ἀκινησία τῶν τοῦ ζῴου αἰσθήσεων· τοῦτο γὰρ κατὰ τῆς ὅλης τοὐ ὅλου ζῴου ἠρεμίας εἴρηται καὶ ὅλῳ τῶ ζῴῳ ἐφαρμόττει ἀλλ’ οὐ τῷ ὕπνῳ· δεῖ δὲ τὸν τοῦ ὕπνου ὁρισμὸν μόνῳ τῷ ὕπνῳ ἐφαρμόττειν. μήποτε δὲ τὸ ἀκινησία τοιαδὶ ἐπὶ τοῦ ὕπνου εἴρηται, ἵνα ᾖ λέγων ὅτι δεῖ τὸ τοῦ ὕπνου πάθος ἀποδιδόναι, ὅτι ὕπνος ἐστὶν ἀκινησία τοιαδί. καὶ αὕτη τῷ τί πάσχειν τὸ πρῶτον; τουτέστι καὶ αὕτη ἡ ἀκινησία δηλούτω καὶ ἐν τῷ τί πάσχειν τὸ πρῶτον ὁ ὕπνος γίνεται, ἤτοι δηλούτω καὶ τί πρῶτον πεπονθὸς ὁ ὕπνος γέγονε, πότερον ἡ καρδία ἢ ἄλλο τι. |ταῦτα εἰπὼν πάλιν διορίζει σαφέστερον τίνων ἔστιν ὕλη καὶ τίνων οὐκ ἔστι, λέγων ἐπειδὴ δ’ ἔνια ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὔκ εἰσιν, ὡς αἱ στιγμαὶ καὶ αἱ ἁφαὶ καὶ ὅλως τὰ εἴδη· τὸ γὰρ εἶδος ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν γίνεται, ὡς ἔδειξεν ἐν τῷ H τῆς Φυσικῆς ἀκροάσεως. καὶ κατασκευάζει αὐτὸ τοῦτο τὸ μὴ γίνεσθαι τὸ εἶδος λέγων οὐ γὰρ τὸ λευκὸν γίνεται ἀλλὰ τὸ λευκὸν ξύλον, τουτέστι τὸ ξύλον λευκαίνεται, τὸ δὲ λευκὸν ἐν ἀτόμῳ νῦν ἐπιγίνεται. ἐπεὶ τοίνυν ἔνια ἄνευ γενέσεως εἰσί τε καὶ αὖ πάλιν οὔκ εἰσι, πᾶν δὲ τὸ γινόμενον ἔκ τινος γίνεται καὶ τὶ γίνεται, λευκόν φημι ἢ ἄνθρωπος, οὐ πάντα ἄν τἀναντία γίνοιντο ἐξ ἀλλήλων· ἀλλ’ ἑτέρως ὁ λευκὸς ἄνθρωπος ἐκ τοῦ μέλανος γίνεται ἀνθρώπου καὶ ἑτέρως τὸ λευκὸν ἐκ μέλανος· ὁ μὲν γὰρ λευκὸς ἄνθρωπος ὡς ἐξ ὕλης τοῦ μέλανος γίνεται ἀνθρώπου, τὸ δὲ λευκὸν ἐκ τοὐ μέλανος ὡς τόδε μετὰ τόδε, ὥσπερ δεῖπνον μετὰ τὸ ἄριστον. οὐδ’ ἔστι παντὸς ὕλη, ἀλλ’ ὅσων γένεσίς ἐστι καὶ μεταβολὴ εἰς ἄλληλα τούτων ἔστιν ὕλη, ὅσα δ’ ἄνευ τοῦ μεταβάλλειν ἔστι καὶ οὐκ ἔστι, ὡς ἁφαί, τούτων οὐκ ἔστιν ὕλη. ἔχει δ’ ἀπορίαν πῶς πρὸς τὰ ἐναντία ἡ ὕλη ἑκάστου ἔχει. ἐπειδὴ ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, ἔστι δὲ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἆρα, φησί, καὶ δυνάμει νοσῶδές ἐστι, καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ τοῦ μὲν καθ’ ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τουτέστι τῆς μὲν ὑγιείας ἐστὶ τὸ σῶμα ὕλη ὡς ἕξεως καὶ εἴδους, τῆς δὲ νόσου ὡς στερήσεως καὶ φθορᾶς τῆς παρὰ φύσιν· ὁμοίως καὶ τὸ ὕδωρ τοῦ μὲν οἴνου ὡς εἴδους ἐστὶν ὕλη τοῦ δὲ ὄξους ὡς στερήσεως. ἀπορία δέ τίς ἐστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους. καὶ ἄλλην τινὰ ἀπορίαν ἐκτίθεται λέγουσαν, διὰ τί οὐχ ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους καὶ ἔστι δυνάμει ὄξος ὁ οἶνος γίνεται γὰρ ἐξ οἴνου ὄξος), καὶ ὁ ζῶν δὲ διὰ τί οὐκ ἔστι δυνάμει νεκρός, καὶ ἔστιν ὕλη ὁ ζῶν τοῦ νεκροῦ; καὶ λύει λέγων ἢ οὔ, ἀλλὰ κατὰ συμβεβηκὸς αἰ φθοραί. καὶ εἴη ἄν λέγων ὅτι οὔτε ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους οὔθ’ ὁ ζῶν τοῦ νεκροῦ, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθοραί λέγων φθορὰς τὰ χείρονα εἴδη, ἃ τῆς πρὸς αὐτὰ ὁδοῦ ὕλην ἔχουσι τὰ κρείττονα τῶν εἰδῶν)· ἡ γὰρ τοῦ ζῴου ὕλη κατὰ φθορὰν καὶ στέρησίν ἐστιν ὕλη καὶ δύναμις τοῦ νεκροῦ, ἀλλ’ οὐχὶ τὸ ζῷον. τοῦ λέγεσθαι γὰρ ὕλην τὸ ζῷον τοῦ νεκροῦ αἰτία ἐστὶν ἡ ἐν αὐτῷ ὕλη. ἐπεὶ γὰρ ἡ τοῦ ζῴου ὕλη δύναται καὶ νεκροῦ γενέσθαι ὅλη, διὰ τοῦτο λέγεται τὸ ζῷον κατὰ συμβεβηκὸς ὕλη τοῦ νεκροῦ. ὡσαύΤως δὲ καὶ ἐπὶ τοῦ οἴνου· διότι γὰρ τὸ ὕδωρ, ὅπερ ἐστὶν ὕλη τοῦ οἴνου, δύναται καὶ τοῦ ὄξους εἶναι ὕλη, λέγομεν κατὰ συμβεβηκὸς τὸν οἶνον ὕλην τοῦ ὄξους. ὥσπερ γὰρ ἐξ ἡμέρας νὺξ γίνεται καὶ οὐ δήπου ἐστὶν ἡ ἡμέρα ὕλη τῆς νυκτός, οὕτω καὶ ἐκ ζῴου νεκρὸς καὶ ἐξ οἴνου ὄξος. εἰ δέ, φησίν, ἐκ νεκροῦ δεῖ ζῷον γενέσθαι, εἰς τὰ τέσσαρα στοιχεῖα πρότερον ἀναλυθήσεται ὁ νεκρὸς καὶ οὕτως ἐξ αὐτῶν γενήσεται ζῷον, καὶ τὸ ὄξος εἰς τὴν τοῦ οἴνου ὕλην, τὸ ὕδωρ, καὶ οὕτως οἶνον. Περὶ δὲ τῆς ἀπορίας τῆς εἴρη μένῃς περί τε τοὺς ὁρισμους καὶ περὶ τοὺς ἀριθμούς, τί τὸ αἴτιον τοῦ ἓν εἶναι; Καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας περὶ τούτου καὶ τὴν λύσιν μὴ ἐπενεγκών, καὶ ἐν τούτῳ πάλιν ταύτης μνησθεὶς καὶ ὁμοίως τὴν λύσιν ὑπερθέμενος, νῦν λύει τὴν δὶς ζητηθεῖσαν ζήτησιν καὶ τῆς λύσεως μὴ τετυχηκυῖαν. ἦν δὲ ἡ ἀπορία ὅτι ἐπειδὴ ἐκ πλειόνων οἱ ὁρισμοὶ τυγχάνουσι, τί ποτέ ἐστι τὸ ταῦτα ἑνοῦν καὶ ποιοῦν ἕν; τί γάρ ἐστι τὸ τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἓν ποιοῦν, εἰκότως ἄν τις ζητήσειε. πάντων γάρ, φησίν, ὅσα πλείω μέρη ἔχει καὶ μὴ ἔστι τὸ πᾶν οἷον σωρός, ἀλλὰ συνεχές τε καὶ ἕτερον τὸ ὅλον παρὰ τὰ μόρια τὸ γὰρ ὅλον ἕτερόν ἐστιν ἑκάστου τῶν ἐν αὐτῷ μερῶν ἢ μορίων), ἔστι τι αἴτιον τοῦ ἓν εἶναι· τοῦτο γὰρ ἐλλείπει τῇ λέξει. ὥσπερ γὰρ ἐν τοῖς σώμασι τοῖς μέν ἐστιν ἁφὴ τοῦ ἓν εἶναι αἰτία, τοῖς δὲ γλισχρότης ἡ γλισχρότης γάρ ἐστιν αἰτία τοῦ ἓν εἶναι τὸν ἰξὸν καὶ μὴ διαπίπτειν μηδὲ διαχέεσθαι ὡς γῆ καὶ τὸ ὕδωρ), οὕτω καὶ ὁ ὁρισμὸς ἐπειδὴ εἷς ἐστιν οὐ συνδέσμῳ, ὥσπερ ἡ Ἰλιάς, ἀλλὰ διὰ τὸ ἑνός τινος εἶναι εἷς ἐστι, τί δή ποτέ ἐστι τὸ ποιοῦν ἓν τὸν ὁρισμὸν καὶ τὸ οὗ ἐστιν ὁ ὁρισμός, καὶ οὐκ ἔστι πολλὰ τὸ ζῷον πεζὸν δίπουν; ἄλλως τε καὶ εἰ ἔστιν, ὥσπερ φασὶν οἱ τάς ἰδέας λέγοντες, αὐτοζῷον καὶ αὐτοδίπουν, τί τὸ ἑνοῦν αὐτὰ καὶ ποιοῦν ἕν; αὐτὸς δὲ εἰπὼν ὅτι ἄλλως τε καὶ εἰ ἔστιν αὐτό τι ζῷον καὶ αὐτοδίπουν επήγαγε διὰ τί τὰρ οὐκ ἐκεῖνα αὐτοάνθρωπός ἐστι καὶ τὰ ἑξῆς. καὶ εἴη ἄν τὸ λεγόμενον κατὰ συγχώρησιν ἐρωτώμενον, ὡς εἰ ἔλεγεν ‘ἀλλ’ εἴπερ οὐκ ἔχουσιν εἰπεῖν τίν ἐστι τὸ αὐτοζῷον καὶ αὐτοδίπουν, διὰ τί οὐκ ἔσται αὐτὰ αὐτοάνθρωπος καὶ οὕτως ἔσονται οἱ τῇδ’ ἄνθρωποι κατὰ μέθεξιν οὐκ ἀνθρώπου οὐδενός; τουτέστι καὶ ἔσονται κατὰ μέθεξιν οὐκ ἀπὸ τοῦ αὐτοανθρώπου· κεχώρισθον γὰρ ἀλλήλοιν τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν. εἰ γὰρ ἡνωμένω ἐτυγχανέτην τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, ἦν ἄν αὐτοῖν ἀποτέλεσμα ὁ αὐτοάνθρωπος, καὶ οὕτω συνέβαινεν εἶναι τοὺς τῇδε ἀνθρώπους κατὰ μέθεξιν τοῦ αὐτοανθρώπου. ἐπεὶ δὲ κεχώρισθον, ὑπόκεινται δὲ συνιστάνειν καὶ οὕτω τὸν αὐτοάνθρωπον, ἔσονται οἱ ἄνθρωποι οὐ κατὰ μέθεξιν ἀνθρώπου οὐδενός, ἀλλὰ δυοῖν, ζῴου καὶ δίποδος, καὶ ἔσται ὁ ἄνθρωπος οὐχ ἓν ἀλλὰ πλείω, ζῷον καὶ δίπουν. τί οὖν ἐστι τὸ ἑνοῦν αὐτά; οὕτω δὴ τὸν λόγον οἶμαι συγχωρῶν, ἐρωτήσας λέγει φανερὸν εἶναι ὅτι οὐκ ἐνδέχεται λῦσαι τὴν ἀπορίαν, ἐξ ὧν εἰώθασιν ὁρίζεσθαι καὶ μετιέναι τὰ περὶ τοὺς ὁρισμούς, μεθέξεις τινὰς καὶ ἄλλ’ ἄττα λέγοντες. εἰ δ’ ἔστιν, ὅπερ λέγομεν, πάντα ἐξ ὕλης καὶ εἴδους, καὶ τὸ μέν ἐστι δυνάμει καὶ ὕλη, τὸ δὲ ἐνεργείᾳ καὶ εἶδος, δόξειεν ἄν οὐδεμίαν ἀπορίαν ἔχειν τὸ ζητούμενον. τίς γὰρ ἄν ἀπορήσειεν ὅτι διὰ τί ὁ χαλκὸς καὶ τὸ ἐν αὐτῷ τῆς σφαίρας εἶδος ἕν ἐστιν; εἰ μὲν γὰρ ἐτύγχανεν ὂν τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ χωρίς, καθάπερ οἱ τὰς ἰδέας πρεσβεύοντες τυγχάνουσι λέγοντες, καὶ ἡ ὕλη ὡσαύτως, τότε ἄν ἦν ὡς ἀληθῶς ἄπορον τί τὸ ἑνοῦν τὰ κεχωρισμένα καὶ καθ’ αὑτὰ ὄντα· ἐπειδὴ δὲ οὐκ ἔστι καθ’ αὑτὸ ἐν ὑποστάσει ὄν, ἀλλὰ τῆς ὕλης οἷον τοῦ χαλκοῦ ὡδὶ ὑπὸ τοῦ τεχνίτου κινουμένου ἀχρόνως ἐπιγίνεται, τίνα τοῦτο ἀπορίαν ἔχει, ὅτι τί τὸ ἑνῶσαν αὐτὰ καὶ ποιῆσαν ἕν; ἡ γὰρ ἀπορία, φησίν, αὕτη ἐστὶν ἡ αὐτὴ κἄν εἰ ὅρος εἴη ἱματίου ὁ στρογγύλος χαλκός καὶ εἴη ἄν λέγων ὅτι εἴ τις τῇ χαλκῇ σφαίρᾳ θεῖτο ὄνομα ἱμάτιον, εἶτα ὁριζόμενος λέγοι ὅτι ἱμάτιόν ἐστι στρογγύλος χαλκός· δύναται γὰρ εἷναι τὸ ἱμάτιον ὄνομα δηλωτικὸν τοῦ στρογγύλου χαλκοῦ, ὥσπερ καὶ τὸ ἄνθρωπος ὄνομα τοὐ ζῴου πεζοῦ δίποδος), ἡ οὖν ἀπορία ἡ ζητοῦσα, ὅτι τί ἐστι τὸ ποιοῦν τὸ ζῷον πεζὸν δίπουν ἕν, ἡ αὐτή ἐστι τῇ λεγούσῃ ὅτι τί ἐστι τὸ ποιῆσαν ἓν τὸν στρογγύλον χαλκόν, καὶ οὐ φαίνεται ἔχουσα δυσχερές τι, ἐπειδὴ τὸ μέν ἐστιν ὕλη, τὸ ζῷον πεζόν, τὸ δ’ εἶδος, τὸ δίπουν, καὶ ὁ μὲν χαλκὸς ὕλη, εἶδος δὲ τὸ στρογγύλον. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴτιον παρὰ τὸ ποιῆσαν ἤτοι τὸ ποιητικὸν αἴτιον ἐν ὅσως ἐστὶ γένεσις. τὸ δὴ ἓν] ποιῆσαν τὴν δυνάμει οὖσαν ὕλην τόδε τι ἐνεργείᾳ γενέσθαι ὃ ἦν δυνάμει, οἷον τὸν χαλκὸν δυνάμει ὄντα σφαῖραν ἐνεργείᾳ γενέσθαι σφαῖραν, ὁ τεχνίτης ἐστὶ καὶ οὐδὲν ἕτερον. ἀλλὰ καὶ τὴν δυνάμει οὖσαν ὕλην ζῷον οὐδὲν ἴσμεν ἕτερον αὐτὴν ποιῆσαν ἐνεργείᾳ ζῷον ἢ τὴν φύσιν τοιωσδὶ πλάσασαν αὐτὴν καὶ ἀλλοιώσασαν. εἰ δ’ ἦν τὸ εἶδος καθ’ αὑτό, πῶς ἂν τοῦτο μετὰ τῆς ὕλης ἥνωσεν, ἀδιανόητον παντελῶς. εἰπὼν δὲ ὅτι οὐδὲν γάρ ἐστιν ἕτερον τοῦ τὴν δυνάμει σφαῖραν ἐνεργείᾳ εἶναι σφαῖραν, ἐπήγαγεν ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι ἑκατέρῳ, ἑκάτερον λέγων τὸν ἄνθρωπον καὶ τὴν σφαῖραν· προσεχῶς γὰρ περὶ τούτοιν ἔλεγεν. ἔστι δὲ ὃ λέγει ᾿ἀλλ᾿ ἑκατέρῳ τὸ τί ἦν εἶναι τοῦτ’ ἦν, τουτέστι τῷ μὲν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ ζῷον πεζὸν δίπουν ἐστί, τῇ δὲ σφαίρᾳ τὸ σχῆμα |τοιονδί. ᾿ἢ οὖν τοῦτο λέγει διὰ τοῦ ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι ἑκατέρῳ, ἢ λέγοι ἄν ὅτι ἑκατέρῳ ἡ ἐνέργεια τὸ τί ἦν εἶναί ἐστιν· ἡ ἐνέργεια γὰρ τῆς ὕλης, ἥπερ ἐστὶ δυνάμει σφαῖρα, τὸ τί ἦν εἶναι σφαίρᾳ ἐστίν, καὶ ἡ τῆς δυνάμει ὁμοίως ὕλης ζῴου ἐνέργεια τὸ τί ἦν εἶναι ζῴῳ ἐστίν. ἀλλ’ εἰ καὶ ἡ ἐνέργεια τῆς ὅλης τὸ τί ἦν εἶναί ἐστιν, οὐ χρὴ λανθάνειν ὅτι τῶν ὑλῶν ἡ μέν ἐστι νοητὴ ἡ δὲ αἰσθητή· ἐπειδὴ γὰρ καὶ τὰ γένη ὕλῃ ἀναλογεῖ, τὸ μὲν ζῷόν ἐστι νοητὴ ὕλη καὶ ὕλη τοὐ εἴδους, αἱ δὲ σάρκες καὶ τὰ ὀστᾶ αἰσθητή· καὶ πάλιν τὸ μὲν σχῆμα νοητή, ὁ δὲ χαλκὸς αἰσθητή. ἀλλὰ τὸ μὲν σχῆμα τοῦ λόγου καὶ τοῦ εἴδους, ὁ δὲ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ τὰ νεῦρα ὁ μὲν τοῦ συνθέτου ἐκ χαλκοῦ καὶ τοῦ τοιουδὶ σχήματος, τὰ δὲ πάλιν καὶ αὐτὰ τοῦ συνθέτου ἀνθρώπου. Ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν. Μνησθεὶς πάλιν τῆς ὕλης, καὶ τοῦτο οὐ παρέργως ἀλλ’ ἵνα τὰ περὶ τῶν δέκα γενικωτάτων γενῶν διορίσῃ, καὶ εἰπὼν ὅτι ἔστι δέ τις ὅλη ἡ μὲν νοητὴ ἡ δὲ αἰσθητή, λέγει ὅτι ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ἕκαστόν ἐστιν ὅπερ ἕν τι καὶ ἁπλῶς ἓν καὶ κυρίως ἓν ὥσπερ καὶ ὄν. τὰ μὲν γὰρ ἄλλα τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν ἑαυτῶν συνέχειαν λέγεται ἕν, τὰ δὲ μὴ ἔχοντα ὕλην μήτε αἰσθητὴν μήτε νοητὴν εὐθὺς ἀπλῶς ἕν εἰσιν. εἰ μὲν γὰρ εἶχον ὕλην, ἦσαν ἂν ἓν ὡς τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν συνέχειαν· ἐπεὶ δὲ οὐκ ἐν ὕλῃ τυγχάνει ὄντα ἀλλ’ ἀμοιρεῖ καὶ γεγύμνωται αὐτῆς, εἰσὶν ἁπλῶς καὶ κυρίως ἕν. τίνα δέ ἐστι τὰ μήτε αἰσθητὴν μήτε νοητὴν ἔχοντα ὕλην λέγει, τὸ τό ’δε λέγων τὸ τόδε τὴν οὐσίαν), τὸ ποιόν, τὸ ποσόν. ἀλλ’ ὅτι μὲν αὐτοῖς οὐκ ἔστι νοητὴ ὅλη, δῆλον· ἐπειδὴ γὰρ νοητὴν ὕλην τὰ γένη φαμέν, τούτων δ’ οὐδέν ἐστι γένος γενικώτατα γάρ εἰσι γένη καὶ οὐκ ἔστι τις ὑπεραναβεβηκυῖα ταῦτα φύσις), δῆλον ὅτι οὐκ ἔστιν αὐτοῖς ὕλη νοητή. ἀλλὰ μὴν οὐδὲ αἰσθητή· ἡ γὰρ αἰσθητὴ ὕλη συνθέτων ἐστὶν ὕλη καὶ αἰσθητῶν, ἀλλ’ οὐχὶ τῶν ἁπλῶν καὶ νοητῶν, ταῦτα δὲ τὸ τόδε καὶ τὸ ποσὸν καὶ τὰ λοιπὰ καὶ ἁπλᾶ ἐστι καὶ νοητά. καίτοι δὲ τοιαῦτα ὄντα οὔκ εἰσι χωριστὰ οἷον αὐτοουσία ἢ αὐτοποιὸν ἢ αὐτοποσόν, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς καὶ καθ’ ἕκαστα. καὶ μή τις λεγέτω ὅτι ἐπειδὴ ἐν τοῖς καθ’ ἕκαστα ἔστιν, ἔχει ὕλην αὐτά· ἡ μὲν γὰρ οὐσία ἥδε ἔχει ὕλην καὶ ὑποκείμενον τόδε, ἡ δ’ ἀπλῶς οὐσία οὐδαμῶς· εὑρίσκεται γὰρ καὶ ἐν τοῖς ἀσωμάτοις καὶ ὅλως ἀύλοις. ἀλλ’ ὅπερ μὲν ἐρεῖν διὰ τούτων βούλεται, οἶμαι, ταῦτά ἐστιν. τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε· ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ὅπερ ἐν τι εἶναι ἕκαστόν ἐστιν, ὥσπερ καὶ οπερ οντι, το τοοε, το ποιον, το ποσον· ειτα το ουχ ως εν γενει τῷ ὄντι καὶ τῷ ἑνί, εἶθ᾿ οὕτως, διὸ οὐκ ἔστιν ἐν τοῖς ὁρισμοῖς οὔτε τὸ ὂν οὔτε τὸ ἓν καὶ τὰ ἑξῆς ἕως τοῦ εὐθὺς γὰρ ἕκαστόν ἐστιν ὄν τι καὶ εν τι, καὶ οὕτως τὸ οὐδ᾿ ὡς χωριστῶν ὄντων παρὰ τὰ καθ’ ἕκαστα. λέγει δὲ ὅτι εἰ καὶ ὅπερ ὄν τι καὶ ὅπερ ἕν τι ἐστὶ τὸ τόδε, τὸ |ποσόν, τὸ ποιόν, ἀλλ’ οὖν οὐκ ἔστι γένος αὐτῶν οὔτε τὸ ὂν οὔτε τὸ ἕν· γενικώτατα γάρ εἰσι γένη, κατηγορεῖται δ’ αὐτῶν, ὡς πολλάκις εἴρηται. τὸ ὂν καὶ τὸ ἓν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. καὶ διὰ τὸ μηδὲ εἶναι αὐτῶν γένος τὸ ὃν καὶ τὸ ἐν, οὐδὲ λαμβάνεται ἐν τοῖς ὁρισμοῖς αὐτῶν, ὁρισμοὺς λέγων τὰς ὑπογραφάς· οἱ γὰρ ὁρισμοὶ ἐκ γενῶν καὶ διαφορῶν εἰσι, τούτων δ’ οὐκ ἔστι γένη. εἰ δὴ τοῦτο, οὐδὲ ὁρισμοὶ αὐτῶν εἰσιν, καὶ ἔστι τοῦ τόδε καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν εὐθὺς τὸ τί ἦν εἶναι τὸ ὅν τι εἶναι καὶ ὄν τι· καὶ διὰ τοῦτο, λέγω δὴ διὰ τὸ εἶναι αὐτοῖς τὸ τί ἦν εἶναι τὸ ὅπερ ἕν τι καὶ ὅπερ ὄν τι. οὐδ’ ἔστιν ἕτερόν τι αἴτιον οὐδενὶ τούτων τοῦ ἓν εἷναι καὶ ὄν· εἰ μὲν γὰρ ἦν γένος ἡ τὸ ὂν ἢ τὸ ἓν τοῦ τόδε καὶ τοῦ ποσοῦ, ὥσπερ ἀνθρώπου τὸ ζῷον, ἦν ἄν οὕτως αἴτιόν τι τοῦ ἓν εἶναι αὐτὰ καὶ ὄν. ἐπεὶ δ’ εὐθὺς ὅπερ ὄν τί εἰσι καὶ ὅπερ ἕν, οὐκ ἔστιν οὐδὲν οὐδέπω αἴτιον τοῦ ἓν εἶναι αὐτὰ ἢ ὄν. ἀλλ’ εἰ καὶ τοιαῦτά ἐστιν ἥ τε οὐσία καὶ τὸ ποιὸν καὶ τὸ ποσόν, ὅμως οὔκ εἰσι χωριστὰ τῶν καθ’ ἕκαστα ἀλλ’ ἐν αὐτοῖς. ταῦτα δὲ εἰπὼν πάλιν ἐπανατρέχει ἐπὶ τὰ πρότερα, λέγων διὰ ταύτην δὲ τὴν ἀπορίαν, τὴν ζητοῦσαν τί ποιέ ἐστιν αἴτιον τοῦ ἓν εἶναι τὸ ζῷον πεζὸν δίπουν, οἱ μὲν μέθεξίν φασιν, ὥσπερ ὁ Πλάτων’ μεθέξει τῶν ἰδεῶν εἶναι τὰ τῇδε, τί δὲ τὸ αἴτιον τῆς μεθέξεως ἐστι, καὶ ὅλως τί τὸ μετέχειν καὶ ὅπως τοῦτο δυνατὸν συμβαίνειν, ἀποροῦσι καὶ οὐκ ἔχουσιν εἰπεῖν. οἱ δέ φασι συνουσίαν ψυχῆς, ὥσπερ Λυκόφρων ὁ σοφιστὴς τὴν ἐπιστήμην λέγων συνουσίαν τοῦ ἐπίστασθαι καὶ ψυχῆς. κάλλιον δ’ ἄν καὶ σαφέστερον ἦν, εἰ οὕτω πὼς εἶχεν ἡ γραφὴ ᾿τὴν ἐπιστήμην τοὐ ἐπίστασθαι συνουσίαν καὶ ψυχῆς.’ ἐρωτώμενος γὰρ ὁ Λυκόφρων, τί τὸ αἴτιον τοῦ τὴν ἐπιστήμην καὶ τὴν ψυχὴν ἓν εἶναι, ἔλεγεν ὅτι ἡ συνουσία. οἱ δὲ τὸ ζῆν ἔλεγον ὥς ἐστι σύνδεσμος ψυχῆς ἐν τῷ σώματι. καίτοι, φησί, τοῦτο ἁρμόσει ἐπὶ πάντων λέγειν. εἰ γάρ μέ τις ἔροιτο, τί τὸ αἴτιον τοῦ ἐπιφάνειαν καὶ λευκὸν ἓν εἶναι, ἕτοιμον εἰπεῖν ὅτι σύνδεσμος λευκοῦ καὶ σώματος, καὶ τὸ ὑγιαίνειν ὅτι σύνδεσμος ἢ συνουσία ἢ σύνθεσις ψυχῆς καὶ ὑγιείας. τοῦτο δὲ γελοῖον. ἡ μὲν γὰρ σύνθεσις ἐπ’ ἐκείνων λέγεται τῶν χωρὶς καθ’ αὑτὰ ἐνεργείᾳ ὄντων, εἶτα συντεθέντων, ὥσπερ ἐπὶ τοῦ μελικράτου, ἡ δὲ ὑγίεια καθ’ αὑτὴν μὴ οὖσα καὶ χωρὶς πῶς μετὰ ψυχῆς συνετέθη; ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὸ χαλκοῦν τρίγωνον σύνθεσίς ἐστι χαλκοῦ καὶ τριγώνου εὔηθες. οὐ γὰρ ἦν καθ’ αὑτὸ τὸ τρίγωνον καὶ συνετέθη μετὰ τοῦ χαλκοῦ ἀλλὰ τοῦ χαλκοῦ τῶ· · . κινουμένου γίνεται τὸ τρίγωνον. αἴτιον δέ, φησίν, αὐτοῖς τοῦ ταῦτα λέγειν, ὅτι ζητοῦντες τί τὸ αἴτιον τοῦ τὸν χαλκὸν τὸν δυνάμει ὄντα τρίγωνον ποιῆσαι αὐτὸν ἐνεργείᾳ τρίγωνον, καὶ μὴ δυνάμενοι λόγον ἑνοποιὸν ἤτοι αἰτίαν καὶ διαφορὰν ἀποδοῦναι τοῦ πῶς ἕν εἰσι, ταῦτα ἔλεγον· εἰ |γὰρ ἠδυνήθησαν εὑρεῖν καὶ ἀποδοῦναι λόγον καὶ αἰτίαν ἑνοποιόν, τουτέστι τὸ ἑνοῦν τὸ δυνάμει ἤτοι τὴν ὕλην καὶ τὴν ἐνέργειαν, τουτέστι τὸ εἶδος, οὐκ ἂν εἰς τοιαῦτα ἐξετράπησαν. ὥσπερ δὲ πολλάκις εἴρηται ὅτι ἡ ὕλη ἡ ἐσχάτη αὕτη δ’ ἐστὶν ἡ προσεχής· νῦν γὰρ ἐσχάτην αὐτὴν εἶπε) καὶ τὸ εἶδος ἕν ἐστιν· ὥστε τοῦ ταῦτα ἓν εἶ ’ναι οὐκ ἄλλο τι τὸ αἴτιον ἢ τὸ κινοῦν τὴν ὕλην ἐκ δυνάμεως εἰς ἐνέργειαν. ὅσα δέ, ὥσπερ εἴρηται, μὴ ἔχει ὕλην, πάντα ἁπλῶς καὶ κυρίως ὅπερ ἕν τί εἰσι καὶ ὅπερ ὄν. καὶ ὅρα δὴ τὸ διδασκαλικὸν καὶ δαιμόνιον τοῦδε τοῦ ἀνδρός, ὅπως ἐκ τῶν ὑστέρων (οὐ γὰρ ἄλλως ἐνῆν τοῦτο ποιῆσαι) καὶ ἡμῖν γνωρίμων ἐπὶ τὸν πολυτίμητον πατέρα καὶ ποιητὴν πάντων θεὸν ἀγαγεῖν ἡμᾶς μεθοδεύει, καὶ δεῖξαι ὅτι ὡς ὁ χαλκεὺς αἴτιός ἐστι τοῦ τὸν χαλκὸν καὶ τὴν σφαῖραν ἓν εἶναι, οὕτως καὶ ἡ ἑνοποιὸς αὐτοῦ καὶ δημιουργικὴ δύναμις πάντων τῶν ὄντων αἰτία ἐστὶ τοῦ ἔχειν ὥσπερ ἔχει.