Ancient Greek
Page 166b1
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 1.1-2
Not analysed yet
Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς δια- λεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον. Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ τὴν προσῳδίαν ἐστίν, ὅστις ἐν μὲν τοῖς διαλεκτικοῖς λόγοις τοῖς μὴ γεγραμμένοις ἀλλὰ λεγομένοις οὐ ῥᾳδίως γίνεται, ἐν δὲ τοῖς γεγραμμένοις δύναται γενέσθαι. ὀνομάζεται δὲ παρὰ τὴν προσῳδίαν, ὅτι ὁ τόνος, πρὸς ὃν ᾄδομεν καὶ τοὺς λόγους ποιούμεθα, ποιεῖ τὸν παραλογισμόν, νῦν μὲν οὕτως ἄλλοτε δ’ ἄλως ἢ καὶ ἀλλαχοῦ τιθέμενος. οἷον τί φημι; ἐν μὲν ὁμιλίᾳ καὶ διαλέξει οὐκ ἀπατήσει ποτὲ ὁ λέγων “ἑταίρα ἑταίρα χρυσία εἰ φοροίη, δημοσία ἔστω” εἴληπται γὰρ ὁ λέγων παροξυτόνως τὸν λόγον ἐξενεγκὼν ἢ τυχὸν καὶ προπαροξυτόνως, καὶ οὐκ ἂν σοφίσαιτό ποτε τὸν ἠκροαμένον νῦν μὲν παροξυτόνως λέγων νῦν δὲ εἰς προπαροξύτονα μεταλαμβάνων· ἅπαξ γὰρ εἰρηκὼς ἐσήμανε τὸ ἑαυτοῦ βούλημα. εἰ δὲ ἐν γραφῇ εἴη κείμενον τὸ δημόσια οὐδένα τόνον ἔχον, τότε δῆτα καὶ τὸν παραλογισμὸν <ἄν> ἀποτέκοι. εἴρηκε δὲ τὸ οὐ ῥᾳδίως γίνεσθαι λόγον ἐν τοῖς ἄνευ γραφῆς, διότι ἔστιν ὅτε καὶ ἐν αὐτοῖς οὗτος ἀποτελεῖται, ὥσπερ ὅταν τις εἴπῃ· ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία; ναί· τὸ δὲ ‘οὐ καταλύεις᾿ τοῦ ‘καταλύεις᾿ ἀπόφασις; ναί· ἡ οἰκία ἄρα ἀπόφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα ἐν μὲν τῇ πρώτῃ προτάσει τοῦ ‘οὗ καταλύεις᾿ περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος. πάλιν· ἆρ’ ἕστηκεν ὄρος; τί δέ, τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικὸν οὐχ ὅρος; ἕστηκεν ἄρα τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικόν. παρὰ τὴν προσῳδίαν καὶ τοῦτο. παράδειγμα δὲ ἐπιφέρει τοῦ παρὰ τὴν προσῳδίαν, ὅπερ ἐν ποιήμασιν ἔφη μάλιστα γίνεσθαι παρὰ τοῦ ‘Ομήρου. κεῖται δὲ ἐν τῷ ψ΄ τῆς Ἰλιάδος, ἔνθα καὶ ἐπὶ τῷ Πατρόκλῳ ὁ ἱππικὸς ἀγὼν ἐτετέλεστο· πεποίηται δὲ τῷ ποιητῇ ὁ Νέστωρ τῷ παιδὶ Ἀντιλόχῳ τὰ περὶ τῆς ἱππικῆς ὑποτιθέμενος καὶ περὶ τοῦ τόπου διαλεγόμενος ἔνθα ἔμελλεν ἀγωνίζεσθαι μετὰ τῶν λοιπῶν ἡνιόχων. μετὰ δὲ τῶν ἄλλων φησὶ καὶ τὰ περὶ τῆς νύσσης οὕτως ἔχοντα· σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει. ἕστηκε ξύλον αὖον, ὅσον τ’ ὄργυι’, ὑπὲρ αἴης, ἡ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ· λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ ἱππόδρομος ἀμφίς. Τινὲς οὖν ἐκάκιζον τὸν Ὅμηρον περισπωμένως τὸ (??)καὶ λέγοντες ἄτοπόν τι αὐτὸν εἰρηκέναι διὰ τούτου, ὡς λέγοντα δῆθεν ὅτι τοῦ ξύλου ἐκείνου τοῦ ἐξανέχοντος, ὃ δρύινον ἢ πεύκινον ὀνομάζει, τὶ μὲν κατασήπεται, τὶ δὲ οὐ κατασήπεται· εἰ γὰρ μὴ καὶ τοῦτο ἐδήλωσεν ἐναργῶς, τὸ ‘τὶ δὲ οὐ κατασήπεται᾿ λέγουσιν ἄντικρυς δηλοῦσθαι διὰ τοῦ εἰρημένου τοῦ “οὗ τὸ μὲν καταπύθεται”, ὡς τινὸς μὲν ἐκ τῆς πεύκης τοῦ δένδρου σηπομένου τοῖς ὀμβρίοις ὕδασι τινὸς δὲ μὴ σηπομένου. τινὲς μὲν οὖν ἐκάκιζον τὸν Ὅμηρον, ὡς εἶπον, ἀτόπως τόδε εἰρηκότα. ἐπιδιορθοῦται δὲ τούτους ἐν τῷ Περὶ ποιητικῆς], ὡς αὐτὸς Ἀριστοτέλης ἐν τῇ ‘Pητορικῇ φησιν, Ἱππίας ὁ Θάσιος μὴ περισπωμένως ἀναγινώσκων τὸ ου ἀλλ’ ἀποφατικῶς, ὅπερ αὐτὸς ὀξύτερον εἴρηκεν, ἵνα ᾖ τὸ λεγόμενον ὡς ἡ πεύκη τὸ δένδρον οὐ καταπύθεται ὄμβρῳ. λέγει δὲ Θεόφραὄρος στος τὸ φυτὸν τῆς πεύκης ὀμβρίοις ὕδασι καὶ πηγαίοις μὴ σήπεσθαι, θαλαττίοις δὲ μάλιστα. ἀλλὰ τοιοῦτον μὲν |τὸ ἓν παράδειγμα. τὸ δὲ ἕτερον τὸ ἐπαγόμενον τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅ φησι τὸν Δία εἰπεῖν, τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, οὐδαμοῦ κεῖται ἐν τῇ Ἰλιάδι· τὰ μὲν γὰρ περὶ τοῦ ὀνείρου ἐν τῇ ἀρχῇ τοῦ βῆτά ἐστιν, οὐδ’ ὅλως δ’ εὑρήσει τις τοῦτο πρὸς ἔπος ἐκεῖ κείμενον. καὶ ἔοικε τὸν μὲν νοῦν ἐκεῖθεν λαβεῖν, αὐτὸς δὲ πλάσασθαι τὸ τοῦ στίχου τεμάχιον τὰ ἔπη τάδε μεταβαλών· θωρῆξαί ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. Τοιαῦτα μὲν τὰ ῥητά. αὐτὸς δὲ καὶ οἴκοθεν βουλόμενος ποιῆσαι τοῦ παρὰ προσῳδίαν παράδειγμα ὡς ἐκ τοῦ ‘Ομήρου τοῦτο ἐπήγαγε. φασὶν οὖν τινες ὅτι εἰς τὸ δέ οἱ ἐστὶν ὁ παραλογισμὸς καὶ ἡ ἁμαρτία τοῦ Ομήρου· ἐκεῖνος μὲν γὰρ οὕτως ἔγραψε, δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, τουτέστι φησὶν ὁ Ζεὺς τῷ ὀνείρῳ ὡς ἀπελθὼν ἀπάγγειλον τῷ Ἀγαμέμνονι ὡς οἱ θεοὶ πάντες ἐψηφίσαντο τὸ σοὶ τὴν νίκην διδόναι. εἰσὶν οὖν τὰ ῥήματα τοῦ Δῖός πρὸς τὸν ὄνειρον ὅτι βὰς ταῦτα εἰπὲ τῷ Ἀγαμέμνονι, ὅτι δίδομεν αὐτῷ πάντες οἱ θεοὶ τὴν νίκην. φασὶν οὖν οἱ ταῦτα λέγοντες ὡς ἐνταῦθα ἁμαρτάνει ὁ ποιητὴς εἰσάγων τὸν Δία λέγοντα ταῦτα τῷ ὀνείρῳ καὶ τρόπον τινὰ ψευδόμενον, ὅπερ οὐκ ἔστι θεοῦ. οἱ γοῦν ἐπιδιορθούμενοι τοῦτόν φασιν ὡς οὐ τῷ Ἀγαμέμνονι ὁ Ζεὺς ἔλεγε τὸ εὖχος δοθῆναι ἀλλὰ τῷ ὀνείρῳ κατὰ τοῦ Ἀγαμέμνονος· ἀναγινώσκουσι δὲ οὕτως, δίδομεν δὲ οἷ ἀντὶ τοῦ ‘σοί᾿, τῷ ὀνείρῳ. ἔστι δὲ καὶ τοῦτο ψεῦδος· ὁ γὰρ αὐτὸς νοῦς ἐστι, κἄν ὁ τόνος ἀναβιβασθείη, κἄν περισπασθείη ἡ ἀντωνυμία ἡ ‘οἷ᾿ ποῦ γοῦν ἐστιν ἡ ἁμαρτία; ἢ οὐκ εἰς τὸ δέ οἱ ἀλλ’ εἰς τὸ δίδομεν· ἐπειδὴ γὰρ ἴδιόν ἐστι τῆς Δωρικῆς διαλέκτου τὸ ἀντὶ τοῦ διδόναι λέγειν διδόμεναι καὶ ἀντὶ τοῦ εἶναι τὸ ἔμμεναι, τῆς αὐτῆς δὲ καὶ τὸ ἀποκόπτειν πολλάκις τὸ (??)τῆς ἀπαρεμφάτου ἐγκλίσεως, τοῦτο ἐνταῦθα εὑρίσκεται. εἰ γοῦν τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι ἀναγνῷ τις τὸν τόνον θεὶς εἰς τὸ δι’, τὸν Δία ποιεῖ ψευδόμενον ὡς ὑπισχνούμενον διδόναι τὴν νίκην καὶ μὴ εἰς ἔργον ἐξάγοντα τὴν ὑπόσχεσιν. εἰ δὲ εἰς τὸ δο τὸν τόνον θεὶς ἀναγνῷ τὸ ἑξῆς, καὶ τὸν Δία τοῦ ψεύδεσθαι ἀπολύσει καὶ τῷ ‘Ομήρῳ περιποιήσεται τὸ ἀνέγκλητον, ὡς τοῦ Δῖός λέγοντος τῷ ὀνείρῳ καὶ ἐπιτάττοντος διδόμεναι αὐτὸν τὸν ὄνειρον τὸ εὖχος τῷ Ἀγαμέμνονι καὶ μὴ αὐτοῦ τοῦ Δῖός· καὶ γοῦν ὁ ὄνειρος ὑπισχνεῖται τῷ Ἀγαμέμνονι τὸ εὖχος καὶ ψεύδεται καὶ οὐχ ὁ Ζεὺς αὐτός.