Ancient Greek
Page 166b10
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 10.1
Not analysed yet
Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸν. Ὁ ἕκτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντές εἰσι παραλογισμοί· οὕτως δὲ λέγεται, ὅτι ἡ ποιὰ σχέσις τοῦ σχηματισμοῦ τῆς λέξεως αἰτία γίνεται τοῦ παραλογισμοῦ, καὶ ὅτι τὸ σχῆμα ταὐτὸν ὂν τοῖς μὴ ταὐτοῖς κατὰ τὴν φύσιν ταὐτὰ ταῦτα φαίνεσθαι ποιεῖ. οἷον τί φημι; τὸ παθητικὸν διὰ τὸ ὁμοιόσχημον εἶναι τῷ ἐνεργητικῷ ὡς ἐνεργητικὸν λαμβάνει ὁ σοφιστὴς καὶ παραλογίζεται, ὡς ἐπὶ τοῦδε· πότερον τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; ναί· τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν διδάσκειν ἐστί; ναί· τὸ ἄρα μανθάνειν διδάσκειν ἐστί. παρὰ τὸ σχῆμα οὖν τῆς λέξεως λέγεται, ὅτι ἐσχημάτισται τὸ παθητικὸν εἰς τὸ ἐνεργητικὸν καὶ τὸ ἐνεργητικὸν εἰς τὸ παθητικόν, καὶ διότι τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δηλοῖ καὶ ἀμφότερα· παρίστησι γὰρ καὶ ἐνέργειαν τοῦ διδάσκοντος, ὁμοίως δὲ καὶ πάθος τοῦ διδασκομένου ἢ μᾶλλον εἰπεῖν γένεσιν, καθὼς ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ φησί· τὴν γὰρ τοῦ μαθητοῦ τελείωσιν γινομένην παρὰ τοῦ διδασκάλου οὐ πάθος εἶναί φησιν ἀλλὰ γένεσιν μᾶλλον· εἰ δέ τις αἱροῖτο καὶ πάθος κατονομάζειν, οὐχ ἀπλῶς ἄν εἴη πάθος ἀλλὰ τελειωτικόν). κατὰ γοῦν τὸ ἐσχηματίσθαι κατ’ ἐνέργειαν τὸν λόγον γίνεται ἡ ἀπάτη καὶ τὸ μὴ ταὐτόν, ἤγουν τὸ παθητικόν, μὴ ὂν ὅμοιον τῷ ἐνεργητι |κῷ ὡσαύτως αὐτῷ f. 13r ἑρμηνεύεσθαι, ἢ τὸ ἀνάπαλιν· συμβαίνει γὰρ τὸν σοφιστὴν ἀπατᾶν τὸν προσδιαλεγόμενον, καὶ ὅταν τὸ ἐνεργητικὸν μὴ ὂν ἴσον τῷ παθητικῷ ὡς παθητικὸν λέγηται. τὰ δὲ σοφίσματα ὧν αὐτὸς μνημονεύει τοιαῦτά εἰσιν· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ καὶ τὸ θῆλυ ἄρρεν. ἢ πάλιν τὸ μεταξύ, ἤγουν τὸ οὐδέτερον τοῦτο γάρ ἐστι τὸ μεταξὺ θήλεος καὶ ἄρρενος), ὡς θάτερον τούτων ἑρμηνεύεται, ἢ ὡς ἄρρεν ἢ ὡς θῆλυ. ἔστι δὲ καὶ ἡ τοῦ τοιούτου σοφίσματος ἀγωγὴ τοιαύτη· οὐχὶ ὁ λίθος ἄρρην; οὐχὶ ὁ Καλλίας ἄρρην; ὁ λίθος ἄρα Καλλίας. ἰδοὺ γοῦν τὸ οὐδέτερον, ἤγουν ὁ λίθος, διὰ τὸ σχῆμα τῆς λέξεως, ἤγουν τὸ ἀρσενικῶς ἐκφωνεῖσθαι, ἄρρεν δοκεῖ. τὸ δὲ ὅτι τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιὸν οὕτως ἠρωτᾶτο· οὐχὶ τὸ ποιὸν οὐδέτερον; οὐχὶ τὸ ποσὸν οὐδέτερον; τὸ ποιὸν ἄρα καὶ τὸ ποσὸν ταὐτόν. ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, διακείμενον τὸ πάσχον λέγων. συλλογίζονται δὲ τὸ ποιοῦν ὡς πάσχον καὶ τὸ πάσχον ὡς ποιοῦν οὕτως· οὐχὶ τὸ ‘τύπτεται᾿ ῥῆμά ἐστιν; οὐχὶ τὸ ‘μέμφεται᾿ ῥῆμά ἐστι; τὸ ‘μέμφεται’ ἄρα καὶ τὸ ‘τύπτεται᾿ ταὐτόν· τὸ ἐνεργεῖν ἄρα καὶ τὸ πάσχειν ταὐτόν· τὸ γὰρ ‘μέμφεται’ ἐνεργητικὸν ὂν ὡς ταὐτὸν ὂν τῷ ‘τύπτεται᾿ συνάγουσι. καὶ τἆλλα δέ, φησίν, ὡς διῄρηται, τουτέστι καὶ τὰς ἄλλας κατηγορίας, ἃς ἐν ταῖς Κατηγορίαις ἐδίδαξε, δύναται ὁ σοφιζόμενος ἐν παραλογισμῷ παραλαμβάνειν καὶ τὸ ποιὸν ὡς πρός τι δεικνύναι καὶ τὸ ποσὸν ὡς πρός τι καὶ τὸ πρός τι ὡς ποιὸν καὶ τὸ ποιεῖν πάσχειν. τίθησι δὲ καὶ τούτου παράδειγμα τοιοῦτον· οὐχὶ τὸ ὑγιαίνειν ἀπαρέμφατον; οὐχὶ τὸ τέμνειν ἀπαρέμφατον; τὸ ὑγιαίνειν ἄρα καὶ τὸ τέμνειν ταὐτόν· ἀλλὰ τὸ μὲν ὑγιαίνειν πάσχειν τί ἐστιν, εἴπερ ἡ ὑγεία διάθεσις σώματος ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν τούτου γάρ ἐστι δηλωτικὸν τὸ καίτοι τὸ μὲν ποιόν τι καὶ διακείμενόν πὼς δηλοῖ), τὸ δὲ τέμνειν καὶ οἰκοδομεῖν ποιεῖν· τούτου γὰρ πάλιν ἐστὶ δηλωτικὸν τὸ τὸ δὲ ποιεῖν τι. ἠρώτα δὲ καὶ τοιοῦτον λόγον ὁ Εὐθύδημος· “πότερον ὁρῶσι καὶ οἱ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα ἱμάτια; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα’’· ὁρᾷ ἄρα τὰ ἱμάτια. οὐχ ὅσα γοῦν ἐνεργητικῶς λέγεται, ἐνεργειῶν εἰσι δηλωτικά· τὸ γὰρ ὁρᾶν ἐνταῦθα, εἰ καὶ ἐνεργητικόν ἐστιν, ἀλλ’ ἀντὶ τοῦ ὁρᾶσθαι δέδωκεν· ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ βλέπειν, καὶ συνήγαγεν ὅτι δύναται βλέπειν τὰ ἱμάτια. τὸ δὲ ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν ἴσον ἐστὶ τῷ ‘ἔστι γὰρ ἀπὸ τῶν σημαινόντων ἐνέργειαν τὸ μὴ ὂν λαμβάνειν ὡς ἐνεργείας ὂν σημαντικόν᾿, ὡς ἐπὶ τοῦ μανθάνειν καὶ τοῦ ὁρᾶν εἴρηται. καὶ οἱ μὲν παρὰ τὴν λέξιν τρόποι τῶν σοφισμάτων τοσοῦτοί εἰσιν, ἀντὶ τοὐ ἕξ, καὶ τοιοῦτοι, οἷον καθ’ ἕκαστον αὐτῶν εἶναι ἔφημεν.