Ancient Greek
Page 171a1
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 1.1-4
Not analysed yet
Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι. Δείξας τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἅπαντα τὰ σοφίσματα ἀνάγοντας μὴ καλῶς διαιροῦντας μέμφεται τούτους καὶ ἄλλως λέγων· ὅλως τε ἄτοπόν τι ποιοῦσιν οἱ οὑτωσὶ διαιροῦντες τὰ σοφίσματα περὶ ἐλέγχου διαλεγόμενοι μὴ πρότερον περὶ συλλογισμοῦ διαλαβόντες. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως· ἔδει οὖν ζητῆσαι τί ποτέ ἐστι συλλογισμός, καὶ τούτου εὑρεθέντος εὑρεῖν τί ἐστιν ἔλεγχος, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος ἢ τρισκαίδεκα λέγειν καὶ αὐτοὺς τῶν σοφισμάτων τρόπους, ὥσπερ καὶ ἡμεῖς λέγομεν, ἢ πάντας εἰς τὴν τοῦ ἐλέγχου ἀνάγειν ἄγνοιαν. ὥστε ἐχρῆν πρότερον περὶ συλλογισμοῦ εἰπεῖν· ἔστι γὰρ ὁ σοφιστικὸς ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἂν ᾖ φαινόμενος ἔλεγχος (οὔτω γὰρ συντακτέον τὸ χωρίον), τουτέστιν εἰ φαινόμενος ἔλεγχος καὶ σοφιστικὸς συλλογισμὸς γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης καὶ τοῦ ψεύδους ἢ ἐν τῷ συλλογισμῷ, τουτέστι τῷ συμπεράσματι, εἶναι ἢ ἐν τῇ ἀντιφάσει, τουτέστι τῇ κατ’ ἀντίφασιν ἐρωτήσει (προσκεῖσθαι γὰρ δεῖ ἐν τῇ ἐρωτήσει τὴν ἀντίφασιν· οἷον ἆρ’ σιγῶντα λέγειν ἢ οὔ;) ,ποτὲ δὲ ἐν ἀμφοῖν, καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ἐν μὲν οὖν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπεράσματι τὸ τῆς ἀπάτης αἴτιόν ἐστιν ὡς ἐπὶ τοῦδε· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; οὐδαμῶς· τί δέ, ὅταν ξύλα λέγῃς καὶ λίθους καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σιδήρια λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν. τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς ἀπάτης οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ’ ἐν τῇ ἀντιφάσει, τῇ τῆς ἀντιφάσεως φημι ἐρωτήσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν;’ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἢ οὕτως· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐ δῆτα· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἐκ τῶν πάντων γάρ εἰσιν· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔλαβεν ὁ ἐρωτῶν· ὁ δὲ ἀποκρινόμενος ἐπὶ τοῦ λέγοντος ἔδωκε. καὶ οὗτος μὲν ὁ παραλογισμὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ ἐν τῇ ἀντιφάσει ἔχει τὸ αἴτιον. ὁ δὲ ἃ μὴ ἔχει τις, δοίη ἂν ἐν ἀμφοῖν, καὶ ἐν ἰῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ὅπως δέ, δῆλον ἔσται καὶ τοῦτο θεμένοις τὸ σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὐδαμῶς· τί δέ, ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως; ναί· ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν. ἐνταῦθα καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματί ἐστι τὸ αἴτιον τοῦ ψεύδους. καὶ ἐν μὲν τῷ συμπεράσματι δῆλον· ἔδει γὰρ μὴ συμπεράνασθαι ῾ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν’, ἀλλ’ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἄν ταχέως· τοῦτο γὰρ ἦν ἀκόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν ἀρ’ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει ἢ οὔ; ,ἀλλ’ οὐχὶ ὃ μὴ ἔχει τις, δοίη ἄν;’ . ἐν δὲ τῷ συμπεράσματι μόνῳ ἔχων τὸ ψεῦδος παραλογισμὸς οὗτος· ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ καθήμενος ἄρα βαδίζει. ἐνταῦθα αἱ μὲν προτάσεις ἀληθεῖς, ἐν δὲ τῷ συμπεράσματι γέγονεν ἡ ἀπάτη. ἀλλὰ καὶ ὁ λέγων ‘τὰ ἔπη κύκλος, ὁ κύκλος σχῆμα, τὰ ἔπη σχῆμα᾿ ἐν τῷ συμπερά|σματι μόνῳ ἔχει τὸ αἴτιον, διότι ὁ μέσος ὅρος ὡς πλειόνων δηλωτικὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους, ὅσοις ὁ τοὐ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι. ὁ μὲν οὖν φαινόμενος ἔλεγχος ἢ ἐν τῇ ἀντιφάσει ἢ ἐν τῷ συμπεράσματι ἢ πολλάκις καὶ ἐν ἀμφοῖν τὸ αἴτιον φέρει τοῦ ψεύδους. ὅστις δὲ μηδαμοῦ ἔχει ποισπῦν τὴν ἀπάτην, οὖτος ἀληθής ἐστι συλλογισμός· ἀληθῶν οὐσῶν τῶν προτάσεων ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα ἔσται ἀληθές.