Ancient Greek
Page 171a12
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 12-4
Not analysed yet
Ἀλλὰ δὴ ὅθεν ὁ λόγος ἦλθεν. Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, καὶ δείκνυσι μὴ ἕτερον εἶναι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν συλλογίζεσθαι ἀλλ’, ὡς δέδεικται, ταὐτόν. καὶ φησὶν ἐρωτῶν πότερον οἱ ἐν τοῖς μαθήμασι σοφιστικοὶ λόγοι καὶ ἀπατητικοί, μαθήματα λέγων ἀριθμητικήν, γεωμετρίαν καὶ τὰ συγγενῆ ταύταις, πότερον οἱ ἐν τοῖς μαθήμασι πρὸς τὴν διάνοιάν εἰσι, τουτέστι κατὰ <τὴν> διάνοιάν εἰσι τοῦ ἐρωτωμένου; καὶ ἐρωτήσας λέγων ἢ οὔ, δηλῶν διὰ τούτου ὅτι οὐ κατὰ τὴν ἐκείνου διάνοιαν, ὡς ἴσου ὄντος τοῦ ἢ οὔ τῷ ῾ἢ δηλονότι παρὰ τὴν διάνοιάν εἰσι τοῦ ἀποκρινομένου῾. εἰ γὰρ ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν τὸ τοῦ τριγώνου ὄνομα, τό τε σκαληνὸν καὶ τὸ ἰσοσκελές, καὶ ἐρωτηθεὶς ῾ἆρα παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν;’ ἔδωκεν, ὅτι ἴσαι ἀλλήλαις ἐπὶ τοῦ ἰσοσκελοῦς, ὁ δὲ σοφιστὴς ἐλέγχει αὐτόν, ἆρα κατὰ τὴν διάνοιαν διείλεκται οὗτος τοῦ ἐρωτωμένου; καὶ ἐπάγει τὴν λύσιν λέγων ἢ οὔ· οὐ γὰρ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν, εἴπερ ὁ μὲν ἀποκρινόμενος, εἰ οὕτως ἔτυχε, τὸ σχῆμα ἢ τὸν κύνα δέδωκεν ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἐπιπέδου σχήματος, ἐκεῖνος δ’ ἐπὶ τὸν ἀστρῷον μετήνεγκεν ἢ τὰ ἔπη. δῆλον ἄρα ὡς πρὸς τὸ ὄνομα διείλεκται καὶ οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν. ἰστέον δέ ὅτι ἐφ’ ἑκάστης τῶν αὐτοῦ ἐρωτήσεων τὸ ἢ οὕ ὡς ἀπόκρισίς ἐστι καὶ οἱονεὶ ἀπόφασις καὶ ἀπάρνησις ἀντὶ τοῦ ῾φανερὸν ὅτι οὐκ ἔστι πρὸς τὴν διάνοιαν᾿.