Ancient Greek
Page 168b11
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 11
Not analysed yet
Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. Δεύτερός ἐστιν, ὡς ἐμάθομεν, τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν ὁ παρ’ ἁ τὸ πῇ καὶ ἁπλῶς. ὅτι δὲ καὶ οὗτος παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιάν ἐστι, πᾶσι καταφανές· ἔλεγχος γάρ ἐστιν, ὡς πολλάκις εἴρηται, ὅταν ἐξ ὧν δίδωσιν ὁ ἀποκρινόμενος συμβαίνῃ ἀποφάσκεσθαι ὃ κατέφησεν· ἐπὶ δὲ τούτου οὐχ οὕτως· οὐ γάρ, εἰ τοῦ ἀποκρινομένου διδόντος πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὁ ἐρωτῶν δι’ ὅλου τοῦ σώματος μέλανα εἷναι αὐτὸν ἀποδείκνυσιν, εἰς ἀντίφασιν ἤγαγε τὸν προσδιαλεγόμενον. δῆλα δὲ τὰ λεγόμενα ἐξ ὧν εἴπομεν, ὅτε τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξηγού- μεθα. καὶ πάντες μὲν οὖν, φησίν, οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσονται· φανερώτατοι δὲ μάλιστα πάντων τῶν εἰς αὐτὴν ἀναγομένων οἱ παρὰ τὴν λέξιν, ἔνθεν καὶ οὕτω προσηγορεύ- θησαν, ὡς τῆς λέξεως αἰτίας γινομένης τοῦ παραλογίζεσθαι. τὸ δὲ παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται καθολικῶς λέλεκται. τοιοῦτο δέ ἐστι τὸ διὰ τούτου δηλούμενον, ὅτι πᾶς οἱοσδήποτε παρα- λογισμὸς καὶ πᾶσα φαντασία παραλογισμοῦ παρὰ ἔλλειψίν τινα γίνεται τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἢ λόγου τοῦ συλλογισμοῦ φησι καθ’ ὃν ὁ ἀληθὴς ἔλεγχος γίνεται· ὅταν γὰρ μηδέν τι ἐλλείπῃ τοῦ προειρημένου διορισμοῦ, ἔλεγχος ἀληθὴς γίνεται· ὅταν δέ τι ἐλλείπῃ, φαινόμενος. Οἵ τε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον. Πάνυ σαφῆ εἰσι ταῦτα τοῦ Ἀριστοτέλους τὰ ῥήματα καὶ οὐδέν τι παρανενοημένον ἔχουσι· δηλοῦσι γὰρ ὅτι καὶ οἱ δύο οὗτοι παραλογισμοί, ὅ τε τὸ ἐν ἀρχῇ λαμβάνων καὶ ὁ τὸ ἀναίτιον ὡς αἴτιον τιθείς, δῆλοί εἰσιν ὡς εἰς τὴν τοὐ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἐπειδὴ γὰρ ὁ ἔλεγχος, ὡς πολλάκις εἴρηται, συλλογισμός ἐστιν, ἐν δὲ τῷ συλλογισμῷ οὔτε τὸ ἐν ἀρχῇ κεῖσθαι δεῖ, καὶ τὰ κείμενα δὲ αἴτια χρὴ εἶναι τοῦ συμπεράσματος, ὁ τὸ ἐξ ἀρχῆς αἰτούμενος καὶ τὸ ἀναίτιον ὡς αἴτιον λαμβάνων δῆλον ὡς οὐ συλλογίζεται· εἰ δὲ μὴ συλλο- γίζεται, οὐδὲ ἐλέγχει. εἰσὶ δὲ καὶ οὗτοι τῶν ἐκτὸς τῆς λέξεως παπαὡς λογισμῶν· τέταρτος δὲ ὁ τὸ ἐν ἀρχῇ αἰτούμενος καὶ λαμβάνων, ἕκτος δὲ ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς.