Ancient Greek
Page 176b11
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 11-2
Not analysed yet
Ἐὰν δ’ ἐπιχειρῇ ὅτι τῷ μέν. Εἴρηται ἐν τοῖς τόποις ὅτι, εἰ τῷ γένει ἐστὶν ἐναντίον, καὶ τῷ τοῦ γένους εἴδει ἀνάγκη εἶναι εἶδος ἐναντίον· τῇ γὰρ ἀρετῇ γένει οὔσῃ καὶ ἐναντίας οὔσης αὐτῇ τῆς κακίας καὶ τῳ τῆς ἀρέτης εἴδει, τῇ ἀνδρείᾳ, ἐστὶν ἐναντία ἡ δειλία. τούτου οὕτως ἔχοντος, εἴ τις ἀληθῶς ἔδειξε τῆς ψυχῆς μὴ εἶναι γένος τὴν ἁρμονίαν διὰ τὸ τῇ μὲν ἁρμονίᾳ εἶναι ἐναντίον τὴν ἀναρμοστίαν, τῇ δὲ ψυχῇ οὐσίᾳ οὔσῃ μὴ εἶναι ἐναντίον τι, ῥητέον, φησίν, ὅτι ἔστι καὶ τῇ ψυχῇ ἐναντίον, ἀλλ’ οὐ κεῖται ὄνομα αὐτῷ, ἔστι δὲ ἀνώνυμον.