Ancient Greek
Page 173b12
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 12-5
Not analysed yet
Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε. Οἱ σοφισταὶ μὴ ἀληθῶς ἐλέγχοντές τινα ἀδολεσχοῦντα |φαίνονται f. 34v πολλάκις ποιοῦντές τινα ἀδολεσχεῖν. πῶς δὲ ποιοῦσιν, αὐτὸς τὴν αἰτίαν τίθησιν. οὐ γὰρ ἐρωτῶσι τὸν ἀποκρινόμενον εἰ οἴεται σημαίνειν τι τὸ διπλάσιον καθ’ αὑτὸ λ¦εχθὲν χωρὶς τοῦ ἡμίσεος ἢ οὐδέν τι καὶ τυχὸν εἰπόντος σημαίνειν τι καθ’ αὑτὸ λεχθὲν τὸ διπλάσιον, οὐ προσερωτῶσιν αὖθις πότερον τὸ αὐτὸ σημαίνει, ὃ καὶ ἐὰν οὕτως ἐρρέθη διπλάσιον ἡμίσεος, ἢ ἕτερον. φαίνεται γοῦν ὁ σοφιστὴς ποιεῖν τινα ἀδολεσχεῖν ὅτι οὐδέν τι τούτων ἐρωτᾷ, ἀλλ’ εὐθὺς ἐπάγει τὸ συμπέρασμα τὸ ῾τὸ διπλάσιον ἡμίσεος ἡμίσεος διπλασίον’. εἰ μὲν οὖν ὁ ἀποκρινόμενος ἠρωτήθη ῾ἆρά γε σημαντική τίς ἐστι φωνὴ τὸ διπλάσιον; ᾿,εἶτα κατέφησε καὶ πάλιν ἠρωτήθη ῾ἆρά γε χωρὶς τοῦ ἡμίσεος λεγόμενον περιλαμβάνει ἐν ἑαυτῷ καὶ τὸ ἥμισυ;’ καὶ πρὸς τοῦτο πάλιν κατέφησε, τότε κυρίως ἀδολεσχῶν ἐλέγχεται· ὡμολόγησε γὰρ ταῦτα. φαίνεται γοῦν ἐλεγχόμενος διὰ τὸ τὸ ὄνομα ταὐτὸν εἶναι τῷ λόγῳ καὶ σημαίνειν τὸ αὐτό, ὅπερ γίνεται, εἰ μηδὲν διαφέρει, ὡς καὶ μικρὸν ἄνωθεν εἴρηκεν “εἰ μηδὲν διαφέρει τὸ ὄνομα ἢ τὸν λόγον εἰπεῖν”. τὴν γοῦν τοιαύτην ἐρώτησιν οἵαν εἰρήκειμεν, τὴν ῾ἆρά γε χωρὶς τοῦ ἡμίσεος λεγόμενον τὸ διπλάσιον περιλαμβάνει ἐν εαυτῷ καὶ τὸ ἥμισυ; ,ἐρωτώμενον οὕτως ἔδει ἀποκριθῆναι, ὡς μέν, ὅταν τὸ διπλάσιον χωρὶς λέγηται, περιλαμβάνει καὶ τὸ ἡμίσεος, οὐ μὴν δὲ καὶ ἐνεργείᾳ. καὶ οὕτως ἀποκριθεὶς οὐκ ἂν ἑάλω ὡς πολλάκις λέγων ταύτα.