Ancient Greek
Page 173b17
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 17-3
Not analysed yet
Σολοικισμὸς δὲ οἷον μέν ἐστιν, εἴρηται πρότερον. Καὶ περὶ τοῦ παρὰ τοῖς σοφισταῖς σπουδαζομένου σολοικισμοῦ νῦν διδάσκει, καὶ φησὶν ὅτι τί μέν ἐστιν ὁ σολοικισμός, εἰρήκειν καὶ περὶ αὐτοῦ κατ’ ἀρχὰς εἰπὼν “σολοικίζειν ἐστὶ τὸ ποιῆσαι τὸν ἀποκρινόμενον τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου”. γίνεται δὲ κατὰ τρεῖς τρόπους. καὶ πρῶτον μέν, ὅταν ἀληθῶς τις σολοικίζῃ λέγων Λάχης Λάχου. δεύτερον δέ ἐστι μὴ ποιεῖν, φαίνεσθαι δὲ ποιεῖν, ὡς οἱ σοφισταὶ ἐπιχειροῦσι λέγοντες ῾ἆρα ὃ σὺ φῄς εἶναι, ἔστι; φῄς δὲ λίθον εἶναι᾿, εἶτα ἐπάγουσιν ῾ἔστιν ἄρα λίθον᾿. τὸ τοιοῦτον σολοικισμὸς μὲν εἶναι δοκεῖ, κυρίως δὲ οὐκ ἔστιν· ἔδει γὰρ οὕτως ἐπαγαγεῖν τοὺς σοφιστὰς ῾ἔστιν ἄρα λίθον εἶναι᾿. ἐνίοτε δὲ ποιῶν τις σολοικισμὸν οὐ δοκεῖ ποιεῖν, ὡς ὁ Πρωταγόρας· οὗτος γὰρ τὸν μῆνιν καὶ τὸν πήληκα ἔλεγε, καὶ ποιῶν σολοικισμὸν οὐκ ἐνόμιζε σολοικίζειν, τοῖς δ’ ἄλλοις ἐφαίνετο. ὥστ’ ἐκείνῳ μὲν ἐφαίνετο σολοικίζειν ὁ λέγων τὴν μῆνιν καὶ τὴν πήληκα, τοῖς δὲ πολλοῖς οὔ· ὁ δὲ λέγων οὐλόμενον μῆνιν φαίνεται μὲν τοῖς ἄλλοις σολοικίζειν, ἀλλὰ τῷ Πρωταγόρᾳ οὐ σολοικίζειν ἐδόκει. τοὺς τρεῖς τοίνυν τούτους τρόπους, καθ’ οὓς σολοικίζει τις, εἰπὼν φησὶ δῆλον ὅτι κἀν τέχνῃ τις δύναται τοῦτο ποιεῖν, τοῦτο διὰ τούτου λέγων, ὅτι καὶ ἐν συλλογισμῷ τις δύναται σολοικίζειν ἢ ἀληθῶς ἢ φαινομένως· τέχνην γὰρ τὸν συλλογισμὸν ὠνόμασεν ὡς ἐν τέχνῃ καὶ μεθόδῳ ἐσκεμμένον καὶ μὴ ὡς ἔτυχε προαγόμενον. ὅτι δὲ καὶ ἐν συλλογισμῷ τις φαινομένως σολοικίζειν τὸν ἀποκρινόμενον δείκνυσιν, ἐφεξῆς διδάσκει· πολλοὶ γάρ, φησί, τῶν λόγων μὴ συλλογιζόμενοι τὸν κυρίως σολοικισμὸν φαίνονται τοῦτον συλλογίζεσθαι.