Ancient Greek
Page 166a14
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 14
Not analysed yet
Εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν. Εἴρηκε μὲν ἐκ τῶν δέκα καὶ τριῶν τρόπων, καθ’ οὓς γίνονται οἱ παραλογισμοί, μόνους τοὺς δύο, τόν τε παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν παρὰ τὴν ἀμφιβολίαν. πρὸ δὲ τοῦ καὶ τοὺς ἑξῆς ἐκθεῖναι, κατὰ ποίους καὶ πόσους τρόπους ἥ τε ὁμωνυμία καὶ ἡ ἀμφιβολία γίνεται, διδάσκει, καὶ φησὶ τρεῖς εἶναι καθ’ οὓς γίνονται οἱ κατὰ ταύτας παραλογισμοί. καὶ εἷς μέν ἐστιν, ὅταν ὁ λόγος ἢ τὸ ὄνομα κυρίως σημαίνῃ πλείω· ὃ γίνεται καὶ ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς. καὶ ἐπὶ μὲν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὸ ὄνομα πλείω σημαίνει ὡς ἐπὶ τῶν ὁμωνύμων, ὡς ἀετὸς καὶ κύων καὶ κόραξ καὶ κλεῖς· ἐπὶ δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν, ὡς εἴρηκε, πλείω σημαίνει ὁ λόγος. ἐπεὶ γὰρ ὁ λόγος σύνθεσίς ἐστιν ὀνομάτων ῥητέον δὲ καὶ νῦν, ὡς πολλάκις εἴπομεν, ὀνόματα καὶ τὰ ῥήματα), τὸ διττὸν ἢ ἔν τισι τούτων τῶν ὀνομάτων ἐστὶν ἢ ἐν αὐτῷ τῷ λόγῳ· ἐν γὰρ τῷ ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ καὶ ὃ γινώσκει, τοῦτο γινώσκει ἐν τῷ λόγῳ εὑρίσκεται τὸ διττόν. δεύτερος δὲ τρόπος, καθ’ ὃν πάλιν οἱ παρὰ ἀμφότερα παραλογισμοὶ γίνονται, ὅταν εἰώθαμεν οὕτως ὀνομάζειν αὐτὰ ἐκεῖνα τὰ ὀνομαζόμενα. εἰωθότων γὰρ ἡμῶν λέγειν σιγῶντα καὶ τὸν σιγῶντα ἄνθρωπον καὶ τὰ σιγώμενα εὑρίσκει χώραν ὁ παραλογισμὸς καὶ ἀπατᾷ τὸν ἀκούοντα· εἰ δὲ σιγῶντα μόνως ἐλέγομεν τὸν σιγῶντα ἄνθρωπων, ὁμοίως δὲ καὶ τὰ σιγώμενα μόνως σιγώμενα ἐλέγομεν, οὐ μὴν ἐπετίθεμεν τούτοις ποτὲ καὶ τὸ σιγῶντα, οὐκ ἄν ἐγίνετο ὁ παραλογισμός. οὐ μόνον δὲ καὶ οὗτος ὁ τρόπος τοὺς παρὰ τὴν ἀμφιβολίαν ἀποτίκτει παραλογισμοὺς ἀλλὰ καὶ τοὺς παρὰ τὴν ὁμωνυμίαν. εἰώθαμεν γὰρ λέγειν κύνα καὶ τὸν ἀστρῷον καὶ τὸν χερσαῖον· εἰ γοῦν μὴ τῷ αὐτῷ ὀνόματι τὸν ἀστέρα καὶ τὸ χερσαῖον ζῷον καλεῖν εἰώθαμεν, οὐκ ἄν ποτε ἡμᾶς ἠπατήκει τὸ ὄνομα ἐφ’ ἑνὶ μόνῳ κείμενον. τρίτον τρόπον φησὶ τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν σοφισμάτων, ὅταν αὐτὰ μὲν καθ’ αὑτὰ τὰ ὀνόματα ἁπλᾶ τυγχάνῃ, συντεθέντα δὲ διττόν τινα ἐκφαίνωσι νοῦν. τά τε γὰρ γράμματα κεχωρισμένως τεθέντα οὐδὲν ἡμῖν διττὸν ἀποτίκτουσιν, ὁμοίως δὲ καὶ τὸ ἐπίσταται· συμπλακέντα δὲ καὶ συνηνωμένως ἐκφωνηθέντα διττὰ ἀποκυίσκουσι τὰ νοήματα.