Ancient Greek
Page 181a15
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 15
Not analysed yet
Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ. Τοὺς παρὰ τὸ ἐν ἀρχῇ, φησίν, αἰτεῖσθαι καὶ λαμβάνειν, ἄν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχὴ λαμβάνει (οὐ γὰρ ἀεὶ δῆλον, ὅταν μὴ αὐτόθεν αὐτὸ λαμβάνῃ· καὶ εἴρηται πότε ἐστὶ δῆλον καὶ πότε ἄδηλον ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν), ἄν δή, φησί, δῆλον ᾖ, οὐ δοτέον, ῥητέον δὲ ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖς. οὔτε |οὖν οὕτω διδόναι δεῖ, οὔθ’ ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές. εἴη f. 56r δ’ ἄν λέγων· ὅταν σὺ ὁ ἀποκρινόμενος τἀληθὲς δῷς, ὁ δὲ ἐρωτῶν ἔνδοξον ἐρωτᾷ συντελοῦν αὐτῷ πρὸς τὸ δεῖξαι τὸ ἐναντίον τῆς σῆς ἀληθοῦς θέσεως (οὐδὲν γὰρ κωλύει διά τινων ἐνδόξων δεῖξαι τὸ μὴ ζῷον, οἷον τὸ βιβλίον, ἢ ἄλλο τι τοιοῦτον ζῷον), τὸ δὴ τοιοῦτον, εἰ καὶ ἔνδοξον, φησίν, ἐστίν, ὅμως οὐ δοτέον. ἢ εἴη ἄν λέγων διὰ τοῦ οὔθ' ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές, ὅτι κἄν δοκῇ μὲν μὴ λαμβάνειν τὸ ἐν ἀρχῇ, τῇ δὲ ἀληθείᾳ τὸ ἐν ἀρχῇ αἰτῆται, οὐ δοτέον λέγοντα τἀληθές, τουτέστιν ἀλλὰ ῥητέον πρὸς αὐτὸν τἀληθές. ἔστι δὲ τὸ ἀληθὲς ὃ δεῖ πρὸς τὸν ἐρωτῶντα λέγειν, ὅτι φαίνῃ μὲν μὴ τὸ ἐν ἀρχῇ λαμβάνων, τῇ δὲ ἀληθείᾳ ὃ ἔδει συμπεράνασθαι αἰτεῖς. ὅτι δὲ δύναταί τις τὸ ἐν ἀρχῇ λαμβάνειν, μὴ δοκεῖν δὲ λαμβάνειν, ὅταν ἀντ’ ὀνόματος ὄνομα ἢ λόγον καὶ ἀντὶ λόγου ὄνομα λάβῃ, εἴρηται, καθάπερ εἶπον, ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς τοπικοῖς. εἰ μὲν οὖν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖται, οὕτως ἀποκρίνεσθαι χρή. εἰ δὲ λανθάνει διὰ τὸ μοχθηρῶς ἐρωτᾶσθαι τοὺς τοιούτους λόγους, μετατρεπτέον τὴν ἁμαρτίαν εἰς τὸν ἐρωτῶντα λέγοντας αὐτὸν μὴ διειλέχθαι, μὴ διαλεχθεὶς δὲ δῆλον ὡς οὐδὲ ἤλεγξεν· γάρ ἐστιν, ὅταν συλλογισάμενος τὸ ἀντικείμενον δείξῃ μήτε τὸ ἐν ἀρχῇ αἰτήσας μήτε πρός τι μήτε πρὸς ἄλλο καὶ ὅσα ἄλλα περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. εἶτα, φησί, ῥητέον δεδόσθαι οὐχ ὡς χρησομένῳ τῷ δοθέντι σοι ὡς προτάσει, ἀλλὰ δέδοται ὡς πρόβλημα, ἵνα πρὸς τοῦτο συλλογιῇ, τουτέστιν ἵνα λαβὼν πρότασιν συλλογισάμενος δείξῃς τὸ ἐναντίον· σὺ δὲ ὡς προτάσει χρησάμενος συνελογίσω τὸ συμπερανθέν. εἰ γὰρ ἐδόθη αὐτῷ ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, αὐτὸς δὲ διὰ τούτου συνελογίσατο τὴν τῶν κιναίδων ἡδονὴν ἀγαθόν, χρὴ λέγειν ἡμᾶς μὴ ὡς πρότασιν δοῦναι τὸ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι ἀλλ’ ὡς πρόβλημα. καὶ ὅλως, φησί, δεῖ τοὺς ἀποκρινομένους τὸ ἐναντίον ποιεῖν τῶν παρεξελέγχων· ἐκεῖ γὰρ τεθέντων τινῶν τινῶν καὶ ἐπαχθέντος τοῦ συμπεράσματος συγχωρεῖν μέν φασιν οὕτως ἔχειν, οὐ μὴν τοῦτο ἐβουλόμεθα δειχθῆναι ἀλλὰ δι’ αὐτοῦ ὡς διὰ προτάσεως ἄλλο τι· τοῦτο οὖν λαβὼν δεῖξον δι’ αὐτοῦ ἄλλο τι.