Ancient Greek
Page 175a17
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 17-4
Not analysed yet
Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον. Φανερόν, φησίν, ἐστὶν ἐξ ὧν εἰρήκαμεν πρότερον καὶ διείλομεν τὰ δεκατρία σοφίσματα, πῶς δεῖ ἀπαντᾶν πρὸς τοὺς ἐλέγχους· εἰ γὰρ εἴπομεν ἱκανῶς, ὅπως γίνονται ταῦτα καὶ διὰ ποίαν αἰτίαν, καὶ διείλομεν τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας (πλεονεξία γὰρ ὄντως ἐστὶ τὸ τὰ ὁμώνυμα ἀναγκάζειν τὸν ἀποκρινόμενον ὁμολογῆσαι), φανερὸν καὶ ὅπως δεῖ ἀποκρίνεσθαι.