Ancient Greek
Page 175a20
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 20-2
Not analysed yet
Οὐ ταὐτὸ δ’ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν. Νῦν διδάσκει μεγάλην ὠφέλειαν ἐμποιεῖν τὰ γυμνάσια καὶ τὸ πρὸς ἑτέρους διαλέγεσθαι· κ· αὶ γὰρ οὐ ταὐτὸν εἶναι τὸ καθ’ ἑαυτόν τινα λαβόντα λόγον σκοπεῖν καὶ λύειν τὴν τούτου μοχθηρίαν καὶ τὸ ἀπαντᾶν δύνασθαι ταχέως ἐρωτώμενον. καθ’ ἑαυτὸν μὲν γὰρ ἀνέτως καὶ ὡς βούλεται ἐπιχειρεῖ τις· ἡνίκα δὲ ἐρωτᾶται, πολλῆς χρεία τῆς προσοχῆς· πολλάκις γάρ, ἃ οὐκ ἂν συγχωρήσειέ τις ἀπλῶς ἐρωτηθείς, ταῦτα δίδωσι διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως. ὥστε τρόπον τινὰ ἀγνοοῦντα ποιεῖ τὸν ἀποκρινόμενον νον ἡ τοιάδε ἐρώτησις· ὃ γὰρ ἴσμεν, ὅταν μετατεθῇ καὶ τοιώσδε ἐρωτηθῇ, ἀγνοοῦμεν. οἷον γινώσκοντες ὅτι οὐδεὶς τύπτει τοῖς ὀφθαλμοῖς (τίς γὰρ τῷ ὀφθαλμῷ δύναται τύψαι τινά;) ,τοῦτο ἄν ἀγνοήσωμεν ἐκ τῆς τοιαύτης ἐρωτήσεως καὶ συγχωρήσομεν ὅτι τύπτεταί τις τῷ ὀφθαλμῷ ἀλλ’ οὐ τῇ ῥάβδῳ ἢ τῇ μάστιγι· οἷον ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’ · εἰ οὖν οὕτως ἐρωτηθείη ὁ λόγος, συλλογισθείη ἄν ὁ ἀποκρινόμενος καὶ φησὶν ὅτι ναί· τούτου δοθέντος εἰ ἐπάξομεν ‘ἀλλὰ μὴν εἶδες τοῦτον τῷ ὀφθαλμῷ τυπτόμενον’, συναχθήσεται τὸ ‘ἐτύπτετο ἄρα τῷ ὀφθαλμῷ’. ὃ γοῦν ᾔδειμεν, ἐρωτώμενοι δι’ ἄλλου τινὸς τρόπου παρ’ ὃν οἴδαμεν ἀγνοοῦμεν διὰ τὸ ἀγύμναστοι εἶναι. ἔτι δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ γεγυμνάσθαι λίαν ὠφέλιμον, οὕτως ἔχει καὶ ἐπὶ τῶν λόγων. ὥστε πολλάκις οἴδαμεν μὲν τὸ ἐρωτώμενον, ἀγύμναστοι δ’ ὄντες καὶ μὴ δυνάμενοι τάχιον ἀποκρίνεσθαι ἐρχόμεθα ὕστεροι τῶν ἀποκρίσεων, σκοποῦντες βράδιον καὶ ὑπὸ τῶν συντόμους τὰς ἐρωτήσεις ποιουμένων παρατρεπόμενοι.