Ancient Greek
Page 178b18
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 18.1-3
Not analysed yet
Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. Εἴπερ ἦν, φησίν, αὕτη λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις ἔχει’ (ἔχει γὰρ ψήφους πολλὰς μίαν παρά τινος εἰληφώς), εἰ οὖν λύσις ἦν τούτου τὸ μίαν ἔχειν, ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ τῆς καταφάσεως δοθείσης τῆς ‘ὃ ἔλαβεν ἔχει’ τὸ συναγόμενον δι’ αὐτῆς ψεῦδός ἐστι καὶ λύσιμον, τὸ διὰ τῆς ἀποφάσεως τεθείσης τῆς ‘ὃ οὐκ ἔλαβεν ἔχει’ συμβαῖνον ἀληθὲς ἔσται δηλονότι καὶ ἄλυτον· ἀλλὰ μὴν καὶ ταύτης τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δυναμένης τῆς λύσεως ταύτης καὶ ἐπὶ τοῦ συμβαίνοντος διὰ τῆς παρούσης ἀντιφάσεως λέγεσθαι· ἀδύνατον δὲ τὴν αὐτὴν καὶ μίαν λύσιν ἐπ’ ἀμφοτέρων ἀληθεύειν. ὅτι δὲ καὶ τῆς ἀντιφάσεως τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δῆλον ὧδε· πότερον ὃ ἔλαβέ τις, τοῦτο ἔχει; οὔ· εἶτα ῥητέον· ἀλλὰ μὴν οὗτος ἔλαβε παρ’ αὐτοῦ μίαν ψῆφον καὶ ἔχει αὐτήν· ὃ ἄρα ἔλαβεν ἔχει, καὶ οὐχ ὃ οὐκ ἔλαβεν· ἀλλὰ μὴν ἔχει καὶ ἄλλας, ἃς οὐκ ἔλαβε παρ’ αὐτοῦ, ἐφ’ ὧν ἀληθεύσει τὸ ἔχει ἃ οὐκ ἔλαβεν. οὐκ ἄρα ἐστὶν ἡ εἰρημένη λύσις τοῦ πράγματος ἀλλὰ πρὸς τὸν λέγοντα. λύσις δέ ἐστιν ἥν φησιν ὁ Ἀριστοτέλης ἡ λέγουσα τὸ ὅτι οὐ ταὐτόν ἐστι τὸ ‘ὃ <οὐκ> ἔλαβε’ ‘ὡς οὐκ ἔλαβε’· τούτου γὰρ ληφθέντος γέγονεν ὁ παραλογισμός· δόντος γὰρ τοῦ ἀποκρινομένου τὸ ‘ὃ ἔλαβεν ἔχει’ οὐ συνήγαγε τὸ ‘ὃ οὐκ ἔλαβεν ὅπερ ἐστὶν ἀντίφασις τοῦ ‘ὃ ἔλαβεν ἔχει’, ἀλλὰ τὸ ‘ὡς οὐκ ἔλαβεν ἔχει’, ὅπερ πάλιν ἐστὶν ἀντίφασις τοῦ ‘ὡς ἔλαβεν ἔχει’. ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ ἔλαβεν ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε’, τοῦ δὲ ὡς ἔλαβε τὸ ‘ὠς οὐκ ἔλαβε᾿, λαβὼν δὲ τὸ ‘ὃ ἔλαβεν ἔχει’ συνήγαγε τὸ ‘ὡς οὐκ ἔλαβε’, ἀπόφασιν του ‘ὡς ἔλαβε’, τὸ ‘ὃ ἔλαβε’ καὶ τὸ ‘ὡς ἔλαβεν’ ὡς ταὐτὸν εἰληφὼς καὶ συναγαγὼν τὸν παραλογισμόν· εἰ δὲ ἐκ τοῦ λαβεῖν τὸ ‘ὃ ἔλαβεν ἔχει’ ὡς ταὐτὸν τῷ ‘ὡς ἔλαβε’ γέγονεν ὁ παραλογισμός, δῆλον ἡ λύσις αὐτοῦ ἐστι τὸ μὴ τὰ ὡσαύτως ἢ λεγόμενα ἢ ὄντα ὡσαύ|τως λαβεῖν. ἢ λέγοι ἂν διὰ τοῦ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ‘εἰ γὰρ ἦν ὅπερ ὑμεῖς λέγετε καὶ οὐχ ὅπερ ἐγώ ἐγὼ γάρ φημι μὴ ταὐτὸν εἶναι τὸ <ὃ> ἔλαβε’ τῷ ‘ὡς εἰ οὖν ψεῦδός ἐστιν ὅπερ ἐγώ φημι καὶ οὐ παρὰ τοῦτο γέγονεν ὁ παραλογισμός, δόντος τὸ ἀντικείμενον, ὅπερ ἐστὶ τὸ ταὐτὸν εἶναι τὸ γὰρ λέγειν ὅτι ταὐτόν ἐστι τὸ <ὃ> ἔλαβεν’ τῷ ‘ὡς ἔλαβεν’ ἀντίκειται τῷ μὴ εἶναι), δόντος οὖν τὸ ἀντικείμενον ἀληθὲς ἂν ἦν τὸ συμβαῖνον· νῦν δὲ δοθέντος τοῦ ταὐτὸν εἶναι τὸ <ὃ> ἔλαβε’ τῷ ‘ὡς ἔλαβε’ μᾶλλον τὸ ἐστι ψεῦδος’. ἀλλὰ ῥητέον ἔτι περὶ τοῦ αὐτοῦ διὰ τὸ ἀσαφῶς εἰ παρὰ ταῦτα ἦν τὸ σόφισμα, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ παρὰ ταῦτα ἦν, ψευδῆ ἂν ἦσαν· δι’ ἃ γὰρ τὸ ψεῦδος, ἐκεῖνα ψευδῆ· ὥστε τὰ ἀντικείμενα αὐτοῖς ἀληθῆ εἶναι ἀναγκαῖον· τὰ γὰρ ἀντικείμενα τοῖς ψευδέσι πάντως ἀληθῆ· ἀλλὰ μὴν τὸ ἐξ ἀληθῶν ἀληθὲς καὶ ἄλυτον· νῦν δὲ τὸ ἐκ τῶν ἀντικειμένων ψεῦδος καὶ λύσιμον· οὐκ ἄρα παρὰ ταῦτα τὸ ψεῦδος, οὐδὲ ταῦτά ἐστιν αἴτια τοῦ σοφίσματος. οὐχ οἷόν τε ἦν, φησί, λύειν, εἰ παρὰ ταῦτα ἦν τὸ ψεῦδος, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τίνα τὰ ἄλλα, ἐπήγαγε λέγων οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δὲ ὃ οὔ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· οἷον εἰ ἔστι μέν, ἔστι δὲ οὔ. δι’ ἀμφοτέρων δὲ τὸ αὐτὸ δηλοῦται. εἴη δὲ ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν τὸ ἀντικείμενόν ἐστιν ἀληθές, ἀφαιρεθέντων τῶν ψευδῶν καὶ τεθέντων τῶν ἀληθῶν τὸ συμβαῖνον ἀληθές ἐστι καὶ ἄλυτον, οὕτως καὶ ἐπὶ τῶν προκειμένων, εἰ παρὰ τὰ τεθέντα <τὰ> σοφίσματα ἐγίνετο διὰ τὸ ψευδῆ τεθέντων τῶν ἀντικειμένων καὶ ἀληθῶν καὶ ἀληθῆ ἂν εἴησαν τὰ συμβαίνοντα καὶ ἄλυτα· νῦν δὲ καὶ ψευδῆ καὶ εὔλυτα· οὐκ ἄρα παρὰ τὰ πρώτως τεθέντα, ἃ καὶ λύειν οὗτοι πειρῶνται, ἀλλὰ παρὰ τὰ ἐσχάτως ἐπενηνεγμένα. ἔστι δὴ οὖν τὸ οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δ’ ὃ οὔ ἴσον τῷ ‘οἶον εἰ τὸ μέν ἐστιν ἀληθές, τὸ δὲ ψεῦδος, τεθέντος τοῦ ἀληθοῦς, ὅπερ ‘ὃ’ εἶπεν, ἄλυτον ἂν ἦν’. ταῦτα εἰπὼν ἐπάγει ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται, δυνάμει λέγων ‘ἡ μὲν ὑπ’ ἐκείνων λεγομένη λύσις μοχθηρὰ καὶ ἀδόκιμος, ἡ δὲ ἀληθὴς ὅτι, εἰ μὲν ἀπλῶς δῷ λέγεσθαι, τουτέστιν εἰ μὲν τὰ μὴ ὡσαύτως λεγόμενα ὡσαύτως δῷ λέγεσθαι, συμπεραίνεται, οὐκ ἄν εἴη λύσις. καὶ δεῖ προσυπακούειν τὸ ‘ἣν ἐκεῖνοι μοχθηρῶς λύοντες ἐπάγουσιν, ἀλλὰ λύσις ἔσται ἣν αὐτὸς εἶπον’. τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις πάντων διδομένων ἴσον ἐστὶ τῷ ‘ἐν δὲ τοῖς εἰρημένοις ἐλέγχοις καὶ σοφίσμασι πάντων συγχωρουμένων αὐτοῖς, τοῦ τύπτειν ᾗ μὴ ἔχει χειρί, τοῦ ὁρᾶν ᾧ μὴ ἔχει ὀφθαλμῷ, οὐ συμπεραίνονται οὐδ’ ἔλεγχον οὗτοι συλλογίζονται, ὥστε οὐδὲ οὗτοι καλῶς λύουσιν’.