Ancient Greek
Page 178b8
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 8.1
Not analysed yet
Ὁμοῖοι δὲ οἱ τοιοίδε πάντες. ἆρ’ ᾗ μὴ ἔχει χειρί. Τὸ τῆς λέξεως ἀκόλουθον τοιοῦτον· ἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; ἢ ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν; τὰ δὲ μεταξὺ λύσεις εἰσίν, ἅς τινες ἐπῆγον λύοντες τὰ σοφίσματα, ἃς οὐκ ἀποδέχεται ὁ Ἀριστοτέλης. συνεπεραίνετο δὲ τὰ σοφίσματα ἐπὶ τοῦ ἔχοντος δύο χεῖρας καὶ δύο ὀφθαλμοὺς καὶ ψηφίσματα πλείω ἑνὸς οὕτως· ἆρ’ ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει μίαν χεῖρα μόνον ἀλλὰ δύο, τύπτει δὲ τῇ μιᾷ· ᾗ ἄρα χειρὶ οὐκ ἔχει τύπτει· μὴ ἔχων γὰρ μίαν μόνον τύπτει τῇ μιᾷ μόνον. ἡ λύσις ὅτι οὐ τύπτει ᾗ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· μὴ ἔχων γὰρ μίαν μόνην τύπτει τῇ μιᾷ μόνῃ. πάλιν ἆρ’ ᾧ μὴ ἔχει τις ὀφθαλμῷ ἴδοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει ἕνα μόνον ὀφθαλμὸν καὶ βλέπει τῷ ἑνί. καὶ τοῦτο οὐ ψεῦδος· ἐνδέχεται γὰρ τὸν ἕνα λήμην ἔχοντα μὴ βλέπειν, τὸν δὲ ἕνα ὑγιῆ ὄντα βλέπειν. πάλιν ἆρ’ ἐνδέχεται ὃ μὴ ἔλαβέ τις ἔχειν; οὔ· ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρ’ ἁ τοῦδε (μίαν γὰρ τούτου δόντος μίαν καὶ οὗτος ἔλαβε), λαβὼν δὲ μίαν οὐκ ἔχει μίαν· σὺν αὐτῇ γὰρ καὶ ἑτέρας ἔχει· ὃ ἄρα οὐκ ἔλαβεν ἔχει. ἡ λύσις ὅτι καὶ ὃ ἔλαβεν ἔχει, πρὸς τούτῳ δὲ ἔχει καὶ ἄλλα. λύουσι μὲν οὖν τινες λέγοντες ὅτι καὶ ὀφθαλμὸν ἕνα καὶ χεῖρα μίαν ἔχει· ἐπειδὴ γὰρ τῇ μὲν μιᾷ τύπτει καὶ τῷ ἑνὶ ὁρᾷ, πρὸς τὰς τοιαύτας ἐνεργείας, οἷον τὸ ὁρᾶν καὶ τύπτειν, καὶ ἕνα ὀφθαλμὸν ἔχει καὶ μίαν χεῖρα· οἷς γὰρ χρῆται ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν ἣν νῦν ἐνεργεῖ. τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων εἶπε διὰ τὸν τὰς πλείους μιᾶς ψήφους ἔχοντα. ἀλλὰ καὶ ψῆφον, φασίν, ἐκ τῆς λήψεως μίαν ἔχει· ἕνα γὰρ λαβὼν ἐκ τοῦδε καὶ ἕνα ἔχει παρὰ τοῦδε. ἐν δὲ τῇ λέξει τῇ οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβε τὸ λεγόμενόν ἐστιν, ὅτι λαβὼν ἕνα καὶ ἕνα ἐκ τοῦ λαβεῖν ἔχει. τὸ δὲ ἐδίδου μίαν μόνον οὗτος ψῆφον κατασκευαστικόν ἐστι τοῦ ‘ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρὰ τοῦδε οὐκ ἔχει μίαν’· εἰ γάρ, φασί, μίαν μόνην ὅδε ἐδίδου, καὶ μίαν ὁ λαβὼν ἐλάμβανεν. τὸ δὲ διὰ τοῦ οἱ δ’ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες τοιοῦτόν ἐστι· τῶν λυόντων τὰ προρρηθέντα σοφίσματα οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται οἱ δὲ πρὸς τὴν πρότασιν. οἷον ἐρῶτῶσιν οἱ σοφισταί· ἆρ’ εἰκὸς τύπτειν τινὰ ᾗ μὴ ἔχει χειρί; οὔ· ὁδὲ δὲ μὴ ἔχων μίαν χεῖρα ἀλλὰ δύο ἔτυψε τῇ μιᾷ· ἔτυψε λοιπὸν ᾗ οὐκ ἔχει χειρί· οὐδὲ γὰρ εἶχεν ἐκείνην μόνην. οἱ μὲν οὖν εὐθὺς ἐνίστανται πρὸς τὸ συμπέρασμα μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν. ἄλλοι δὲ ἐνίστανται πρὸς τὴν πρότασιν καὶ ἀληθῆ ταύτην εἶναί φασιν. ἔστω γοῦν, φησίν, ἐπειδὴ ψεῦδος τὸ μὴ τύπτειν, ἀληθὲς τὸ τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, ὃ βούλονται οἱ σοφισταὶ συνάγειν ὡς ἄτοπον καὶ ἀδύνατον. εἰ γοῦν ἀληθές, οὐδὲ λύσιμον ἔσται· ἀλλὰ μὴν λύσει ὑποπίπτει· ἐροῦμεν γὰρ πρὸς τὸν σοφιστὴν ὅτι ὁ ἀποκρινόμενος δέδωκε τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, οὐχὶ τῆς μὴ οὔσης ὅλως ἀλλὰ τῆς λαιᾶς· τύπτειν γὰρ ἔφησε μετὰ τῆς δεξιᾶς, ἣν οὐκ ἔχει λαιάν, ἢ τῆς τοῦ Σωκράτους χειρός. τὸ δὲ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ἴσον ἐστὶ τῷ ἱεῖ γὰρ αἱ ἀληθεῖς καὶ τοῦ πράγματος αὗται ἦσαν λύσεις, εἴ τις δοίη τὸ ἀντικείμενον, οὐκ ἂν λυθεῖεν τὰ σοφίσματα’· τὰ γὰρ ἀντικείμενα τοῖς κειμένοις ἀληθῆ ἔσται, ὥστε καὶ τὰ διὰ τῶν κειμένων συναγόμενα. πῶς δὲ ἡ αὐτὴ λύσις ἔσται τῶν ἀντικειμένων; εἰ γὰρ τις ‘ἆρα ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν;’ ,ὁ δὲ ἀποκρινόμενος εἴποι ναί, εἶτα ἐπάξει ὁ ἐρωτῶν ‘ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης οὐκ ἔχει τὴν τοῦ Σωκράτους χεῖρα καὶ τύπτει· ὁ Ἀλκιβιάδης ἄρα τύπτει τῇ τοῦ Σωκράτους χειρὶ ἣν οὐκ ἔχει’, τοῦτο πῶς ἂν λυθείη διὰ τῆς παρ’ ἐκείνων λύσεως; εἰ οὖν αὕτη, φησίν, ἡ λύσις τοῦ πράγματος ἦν καὶ οὐ πρὸς τὸν ἄνθρωπον, δόντα τὸ ἀντικείμενον |οὐχ οἷόν τε ἦν λύειν· τὸ γὰρ ἀντικείμενον τῷ δοθέντι, εἰ παρὰ τοῦτο ἦν τὸ ψεῦδος, ἀληθὲς ἐξ ἀνάγκης ἔσται· τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει παρ’ ὃ τὸ ψεῦδος ἀληθές ἐστιν· ἀλλὰ μὴν καὶ τοῦ ἀντικειμένου δοθέντος λύσις γίνεται· οὐκ ἄρα παρὰ τοῦτο τὸ ψεῦδος ἢ μᾶλλον ὁ ἔλεγχος γίνεται. ὅτι δὲ καὶ τοῦ ἀντικειμένου δοθέντος τοῦ δύνασθαι τύπτειν ᾗ μὴ ἔχει χειρί, λύσις γίνεται, φανερόν· φήσαντες γὰρ ὅτι παρὰ τὸ μὴ τὰ αὐτὰ ὡσαύτως λέγεσθαι λύσομεν· δόντος γὰρ ἐκείνου τύπτειν μὴ ᾗ οὐκ ἔχει χειρί, ἀλλὰ [ᾗ] ὡς οὐκ ἔχει, σὺ τοῦ ‘ᾗ μὴ ἔχει’ συνάγεις. ἀλλὰ κἀν εἴποιμεν ὅτι τῆ δεξιᾷ τύπτει, ἣν οὐκ ἔχει λαιάν, καὶ οὕτω λύσομεν· ἡ γὰρ δεξιὰ χεὶρ οὐκ ἔστι λαιά. ὥστε ὁ δοὺς τύπτειν ᾗ μὴ ἔχει χειρὶ οὐ τῇ ἀλλοτρίᾳ τύπτειν, ἣν ὅλως οὐκ ἔχει, δέδωκεν, ἀλλὰ ἐκείνῃ τύπτειν ἔφησεν ἣν ὡδὶ μὲν ἔχει, ὡδὶ δὲ οὐκ ἔχει· ὅλως μὲν γὰρ ἔχει· τὸ γὰρ μέρος αὑτοῦ ἔχει· ὡδὶ δὲ οὐκ ἔχει· λαιὰν γὰρ τὴν δεξιὰν οὐκ ἔχει. λύσομεν οὖν οὕτω τὸ σόφισμα. λυθήσεται γὰρ καὶ ἄλλως· τύπτοι γὰρ ἄν τίς τινα καὶ τῆ μὴ ἑαυτοῦ χειρί, ὥσπερ εἴ τις τὴν τοῦ πατρὸς χεῖρα κρατῶν τύπτει τὸν πατέρα αὑτοῦ μετ’ αὐτῆς τῆς πατρικῆς χειρός. πλείους οὖν αἱ κακίαι τοῦ λόγου. πλὴν οὐχὶ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ἀλλ’ ἡ παρ’ ἣν τὸ ψεδδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης γράφει· τοῦτο δὲ ψεῦδος. ἐνταῦθα οὐ διὰ τὸ τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος, κἄν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. τὰ δὲ εἰρημένα σοφίσματα παρὰ μόνα τὰ ἐσχάτως ῥηθέντα ἔχει τὴν μοχθηρίαν· τὰ δὲ ἐσχάτως ῥηθέντα ἦσαν τὸ ‘ὅδε δὲ οὐκ ἔχει μίαν μόνην χεῖρα, τύπτει δὲ τῇ μιᾷ’ καὶ τὸ ‘ὅδε μὲν οὐκ ἔχει ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα μόνον’ καὶ τὸ ‘ὅδε μὲν ἔχων δέκα ἀστραγάλους καὶ ἀποβαλὼν τὸν ἕνα οὐκ ἔχει δέκα’ καὶ τὰ λοιπά. ὁ οὖν ταῦτα ἐμφανίσας λύει, ἀλλ’ οὐχὶ ὁ λέγων ὅτι τὸ δύνασθαι πολλαχῶς καὶ ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν καὶ τὰ τούτοις ὅμοια.