Ancient Greek
Page 177b20
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 20-5
Not analysed yet
Ἄρα ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι σὺ γέγονας; Τὸ σόφισμα τοιοῦτον· ἆρα γέγονας σύ; ναί· τί δέ, ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας; ναί· γέγονας ἄρα νῦν. ἄλλο γὰρ σημαίνει διαιρούμενον τὸ νῦν ἀπὸ τοῦ εἰπεῖν καὶ ἄλλο συντιθέμενον. εἰ δέ τις ἐρωτᾷ τὸν λόγον ἐπὶ τῆς νῦν γενομένης ἐκλείψεως, ἔσται παρὰ τὴν διαίρεσιν· οἷον ἆρα νῦν γέγονεν ἔκλειψις;