Ancient Greek
Page 172a21
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 21-2
Not analysed yet
῾Η δ’ αὐτὴ καὶ πειραστική. Εἰπὼν τὴν διαλεκτικὴν περὶ πολλὰ καταγίνεσθαι, νῦν φησιν ὅτι ἡ αὐτὴ δέ ἐστι I τῇ διαλεκτικῇ καὶ ἡ πειραστική· περὶ πολλὰ γὰρ καὶ αὕτη καταγίνεται. πειραστικὴν δὲ ἐνταῦθα λέγει οὐχὶ τὴν ἐν τοῖς μαθήμασι γινομένην (αὕτη γὰρ ἐν μόνοις τούτοις ἐστίν) ἀλλά τινα ἄλλην καὶ ἐν μαθήμασι καὶ ἐν ταῖς ἄλλαις τέχναις εὑρισκομένην καὶ τὸ προσωπεῖον τῆς διαλεκτικῆς ὑποδυομένην καὶ ἐπιχειροῦσαν περὶ παντὸς τοῦ προτεθέντος, ὡς καὶ ἡ διαλεκτική, πλὴν οὐκ ἐπιστημόνως καὶ αὕτη ἐπιχειρεῖ, ὡς ἡ ἐν τοῖς μαθήμασι πειραστική, ἀλλὰ φαινομένως τε καὶ τὸ ὅλον ὡς ἔτυχε. καὶ ὅτι τοιαύτη ἐστί, φησίν, ἡ πειραστική, πρόδηλον ἐξ ὧν ἐπάγει· οὐ γὰρ ἡ πειραστική, φησί, περὶ ἕν τι καταγίνεται, ὡς ἡ γεωμετρία, ἀλλὰ τοιαύτη ἐστὶν ἣν ἄν ἔχοι καὶ μὴ εἰδώς τις, ὅπερ τοιοῦτόν ἐστι· πολλάκις τινὲς ἀλλήλους πειράζοντες ἐρωτῶσιν, ὁ ἀδικηθεὶς τὸν ἀδικήσαντα, ῾δέδωκά σοι τόδε ἢ οὔ; ἐποίησας τοῦτο ἡ οὔ;’ · ἰδοὺ οὖν ἐνταῦθα μὴ εἰδώς τις τὴν ἀντίφασιν διὰ ταύτης πειράζει.