Ancient Greek
Page 172a23
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 23
Not analysed yet
Ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐδὲ ἐκ τῶν ἰδίων ἀλλ’ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστι. Τὸ προειρημένον κατασκευάζει τὸ ὅτι “καὶ μὴ εἰδώς” τίς ἐστι πειραστικός. στικός. ὥσπερ γὰρ δικάζονταί τινες ἀτέχνως καὶ δίχα τῆς τῶν νόμων γνώσεως καὶ πεῖραν λαμβάνουσιν ἀλλήλων περὶ οὗ δικάζονται, πῶς ἔχουσι πιθανότητα πρὸς τὸ πρᾶγμα, καὶ λόγους ἐκφέρουσι μηδὲ ὄναρ γευσάμενοι ῥητορικῆς, οὕτω καὶ συλλογίζονται· καὶ γὰρ καὶ ὁ μὴ εἰδὼς παρὰ τοῦ μὴ εἰδότος ἐρωτῶν καὶ λαμβάνων συλλογίζεται καίπερ ἀγνοῶν τί ἐστι συλλογισμός. συλλογίζεται οὖν καὶ πεῖραν λαμβάνει ὁ μὴ εἰδὼς [παρὰ] τοῦ ὁμοίως αὐτῷ μὴ εἰδότος· ἐκείνου γὰρ διδόντος συνάγει τι οὗτος ἐκ τῶν δοθέντων· τοῦτο δὲ τρόπον τινὰ συλλογίζεσθαί ἐστιν. εἰσὶ γάρ τινα λίαν ἐναργῶς ἑπόμενά τισιν, ὧν διδομένων μὲν παρὰ τοῦ ἀποκρινομένου λαμβανομένων δὲ παρὰ τοῦ ἐρωτῶντος ἐπάγεταί τι ὕστερον ὡς συμπέρασμα. καὶ ἔξεστι τούτου πίστιν λαβεῖν τῷ προσέχοντι τοῖς πολλοῖς, καὶ μάλιστα τοῖς κοινωνοῦσί τινων καὶ λόγους διδόντων καὶ λαμβανόντων τῆς κοινωνίας. ἔστιν οὖν ὁ πᾶς τοῦ λεγομένου σκοπὸς τοιοῦτος, ὅτι ἔξεστι καὶ τῷ μὴ εἰδότι τὴν ἀντίφασιν (ταύτην γὰρ πρᾶγμα λέγει) ἀπόπειραν λαβεῖν μὴ εἰδότος αὐτήν, ἐπεὶ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν ὡς ἐπιστήμην ἔχων καὶ τῶν οἰκείων τῇ ἐπιστήμῃ, ἀλλ’ ἐκ τῶν κοινῶν καὶ συνήθων τοῖς πᾶσιν, ἃ εἰδώς τις οὐκ οἶδε τὴν τέχνην. ἔστι δὲ καὶ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον· οὐδὲν κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, περὶ οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν, ὥσπερ καὶ οἱ ἐμπειρικοὶ κοὶ τῶν ἰατρῶν. οὐδὲν οὖν κωλύει τὴν τέχνην ἀγνοεῖν, ἀλλ’ ἐνδέχεται καὶ γινώσκειν καὶ ἀγνοεῖν· ὁ δὲ μὴ εἰδὼς τὰ ἑπόμενα ἐξ ἀνάγκης ἀγνοεῖ καὶ τὴν τέχνην. ἔστι δὲ ὁ μὲν τὰ ἑπόμενα θεωρῶν καὶ τὴν τέχνην εἰδὼς ὁ διαλεκτικός· ὁ γὰρ μετὰ τέχνης πειράζων ὁ διαλεκτικός· ὁ δὲ τὴν τέχνην μὲν ἀγνοῶν τὰ δὲ ἑπόμενα εἰδὼς ὁ ἐριστικός.