Ancient Greek
Page 176a27
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 27-2
Not analysed yet
Έπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον. Έπειδή, φησί, δῆλόν ἐστι τί τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, τότε δὲ οἰόμεθα τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τὸν ἐρωτῶντα, ὅταν ᾖ σύν- ἐγγὺς καὶ ταὐτὸν τὸ ἐρώτημα τῷ προβλήματι, λέγει ἐπὶ τῶν τοιούτων εὐθὺς ἀναιρεῖν ἔνια τῶν ἐρωτημάτων καὶ μηδ’ ὅλως συγχωρεῖν λέγοντος τοῦ ἀποκρινομένου τῷ ἐρωτῶντι τὸ ἐν ἀρχῇ αἰτεῖσθαι· ἐγγὺς γάρ εἰσι καὶ ταὐτὰ τὰ ἐρωτώμενα τῷ προκειμένῳ προβλήματι. οἷον εἰ προκειμένου συμπερανθῆναι τὴν ἡδονὴν ἀγαθὸν ἔροιτο ‘ἆρά γε ἡ χαρὰ ἀγαθόν;’ ,οὐ δοτέον, ἀλλὰ ῥητέον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖ. ἔτι ὅταν τις ἀξιοῖ τι συμπέρασμα ψευδές τε καὶ ἄδοξον, ὃ ἐξ ἀνάγκης ἐκ ψευδῶν συνήχθη προτάσεων (τὸ γὰρ ψευδὲς ἀεὶ ἐκ ψευδῶν), τοῦτο καὶ ἐπὶ τῶν προτάσεων ῥητέον, ὅτι ψευδεῖς ἢ ἄδοξοι αἱ προτάσεις αἱ τὸ τοιοῦτον συναγαγοῦσαι συμπέρασμα. τὰ γὰρ συμπεράσματα, ἅπερ αὐτὸς συμβαίνοντα εἶπε, τῆς αὐτῆς εἰσι θέσεως θέσεις δὲ λέγει νῦν τὰς προτάσεις)· ὁποῖαι γάρ εἰσιν αἱ προτάσεις, τάσεις, τοιαῦτα καὶ τὰ συμπεράσματα. ὥστε εἴπερ ἄδοξον τὸ συμπέρασμα, ῥητέον ὅτι καὶ αἱ προτάσεις ἄδοξοι.