Ancient Greek
Page 175b28
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 28-2
Not analysed yet
Οὐ μὴν ἀλλ’ ἐπειδὴ ἄδηλος μέν ἐστι. Νῦν διδάσκει ὅτι δεῖ τὸν ἀποκρινόμενον ἐρωτώμενόν τι ὁμώνυμον διαίρεσιν αὐτοῦ ποιεῖσθαι καὶ ἐρωτᾶν ἐφ’ οὗ τῶν σημαινομένων ἐρωτᾷ τοῦτο ὁ ἐρωτῶν· εἰ γὰρ μὴ οὕτως ποιήσει, ἄδηλός ἐστι, κἄν τε ἐλήλεγκται, κἄν τε οὔ. οὐκοῦν ἐπειδὴ ἄδηλός ἐστιν εἰ ἐλέγχεται ὁ μὴ διαίρεσιν τοῦ ὁμωνύμου ἢ ἀμφιβόλου λόγου ποιούμενος, δέδοται δὲ τῷ ἀποκρινομένῳ τὸ διελεῖν, εἰ μὴ οὗτος, ὁ ἀποκρινόμενός [ὄ] φημι, διορίζει τὸ ἐρωτώμενον, ἤγουν μὴ διαιρεῖ ἀλλ’ ἀπλῶς λαμβάνει, ἁμαρτάνει καὶ αὐτὸς ἑαυτῷ τοῦ φαινομένως ἐλέγχεσθαι αἴτιός ἐστι. συμβαίνει δ’ ἐντεῦθεν, καὶ εἰ μὴ αὐτὸς ἐλήλεγκται, τόν γε λόγον αὐτοῦ ἐληλέγχθαι· οἷον εἰ ἐρωτηθείη τις ‘ἆρά γε ὁ κύων καύματα ποιεῖ;’ ,εἶτα ὁ ἀποκρινόμενος εἴπῃ ναὶ πρὸς τὸν ἀστρῷον |ἀποβλέψας, μὴ διέληται δὲ τὰ τοῦ κυνὸς σημαινόμενα, f. 41r αὐτὸς μὲν δοκεῖ μὴ ἐλέγχεσθαι ὡς τὸν ἀστρῷον δοὺς καύματα ποιεῖν, ἡ δὲ διάλεξις αὐτοῦ καὶ ἀπόκρισις οὐκ ἄν τοῦτο ἐκφύγῃ ἅτε μὴ διελοῦσα. συμβαίνει δέ, φησί, πολλάκις συνορῶντα τὸν ἐρωτώμενον καὶ εἰδότα, ὅτι ὁμώνυμός ἐστιν ἢ ἀμφίβολος ὁ λόγος ὁ ἐρωτώμενος, μὴ ποιεῖσθαι διαίρεσιν τοῦ ἐρωτωμένου ὀκνοῦντα πρὸς τοῦτο καὶ ἀναδυόμενον, ἵνα μὴ δόξῃ δύσκολος εἶναι ἅτε συνεχῆ ποιούμενος τὴν διαίρεσιν· ἐπεὶ γὰρ οἱ σοφισταὶ σταὶ κατ’ ἐνδελεχισμὸν ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα τὰ ἐρωτήματα, εὐλαβεῖται ὁ ἀποκρινόμενος, ἵνα μὴ δόξῃ δυσχερής, εἰ ἅπαντα ἐπιχειροίη διαιρεῖν. εἶτα οἰομένων τῶν ἀποκρινομένων μηδὲν ἄτοπον ἐντεῦθεν συμβῆναι, βῆναι, εἰ χωρὶς διαιρέσεως δώσουσι τὸ ἐρωτώμενον, ἀπαντήσει τι πολλάκις παράδοξον. ὥστε φυλακτέον τῷ ἀποκρινομένῳ τοιαύτην ποιεῖσθαι ἀπόκρισιν, καὶ ἐπεὶ ἐφεῖται αὐτῷ διαιρεῖν τὰ ἐρωτώμενα, μὴ ὀκνητέον πρὸς τοῦτο.