Ancient Greek
Page 166b28
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 28.1
Not analysed yet
Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν. Ὁ πρῶτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρ’ ἁ τὸ συμβεβηκός· γίνεται δὲ οὗτος, ὅταν τις ἀξιοῖ πᾶν τὸ προσὸν τῷ κατηγορουμένῳ ὑπάρχειν καὶ τῷ ὑποκειμένῳ, ὅπερ οὐκ ἀναγκαῖόν ἐστι. παρὰ γοῦν τὸ τὰ συμβεβηκότα τῷ κατηγορουμένῳ λαμβάνειν τὸν σοφιστὴν καὶ λέγειν κατὰ τοῦ ὑποκειμένου μὴ ὀφείλοντα λέγεσθαι ὁ παραλογισμὸς γίνεται. ὅταν οὖν, φησί, τὶς ἀξιοῖ ὁμοίως ὑπάρχειν τι τῷ πράγματι καὶ τῷ συμβεβηκότι, πρᾶγμα μὲν λέγων τὸ σύνθετον καὶ ὑποκείμενον, συμβεβηκὸς δὲ ἁπλῶς πᾶν κατηγορούμενον, κἄν τε τῶν οὐσιωδῶς καὶ καθ’ αὑτὸ ὑπαρχόντων τῷ καθ’ οὗ κατηγορεῖταί ἐστι κἄν τε καὶ μή. φησὶ γοῦν ὡς οὐκ ἀναγκαῖόν ἐστιν, ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ, καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβαίνειν. οἷον τί φημι; κατηγορεῖται τὸ λευκὸν κατὰ τοῦ Σωκράτους· ὑπάρχει δὲ τῷ λευκῷ καὶ τὸ χρῶμα διακριτικὸν ὄψεως· εἴ τις οὖν ἀξιοῖ καὶ τῷ Σωκράτει ὑπάρχειν τὸ χρῶμα διακριτικὸν ὄψεως λέγων οὕτως ‘ὁ Σωκράτης λευκός, τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, ὁ Σωκράτης ἄρα χρῶμα διακριτικὸν ὄψεως᾿, ποιεῖται παρὰ τὸ συμβεβηκὸς τὸν παραλογισμόν. οὐ γὰρ τὸ τῷ συμβεβηκότι ὑπάρχον καὶ τῷ ὑποκειμένῳ ἀνάγκη ὑπάρχειν, ὅτι οὐδὲ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρὶς ὂν τοῦ ᾧ συμβέβηκε καὶ πρὸς αὐτὸ συγκρινόμενον καὶ μετὰ τοῦ ᾧ συμβέβηκε, πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον μόνον. οἷον εἴ τις εἴπῃ ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἕτερος ἀνθρώπου᾿, λέγεται δὴ τὸ σόφισμα παρὰ τὸ συμβεβηκός, ὅτι οὐ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκεν. ὥσπερ γὰρ καὶ ἐπὶ τοῦ ἄνωθεν εἰρημένου ἡμῖν παραδείγματος ὁ σοφιστὴς λέγων ‘ὁ Σωκράτης λευκόν, τὸ λευκὸν χρῶμα, ὁ Σωκράτης ἄρα χρῶμα᾿ ἐν μὲν τῇ προτάσει τῇ ‘ὁ Σωκράτης λευκός᾿ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ὁμοῦ ὡς ἕν τι λαμβάνει, ἐν δὲ τῆ ‘τὸ λευκὸν χρῶμα᾿ τὸ συμβεβηκὸς μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορίσκος ἄνθρωπος᾿ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον, ἐν δὲ τῇ ‘ἄνθρωπος ἕτερος Κορίσκου᾿ τὸν ἀκατάτακτον ἄνθρωπον τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε τῷ ἁπλῷ καὶ ἀκατατάκτῳ ἀνθρώπῳ τῷ καθόλου, ταῦτα ἀνάγκη καὶ τῷ συγκατατεγμένῳ καὶ συνθέτῳ ὑπάρχειν. τῷ μὲν γὰρ ἁπλῷ συμβέβηκε τὸ ἑτέρῳ εἶναι Κορίσκου· οὐκ ἀνάγκη τοίνυν τοῦτο καὶ κατὰ τοῦ Κορίσκου κατηγορεῖσθαι, ὅτι μηδὲ καθ’ αὑτὸ πρόσεστι τῷ ἀπλῶς ἀνθρώπῳ. ὅσα μὲν γὰρ οὐσιωδῶς ὑπάρχει τούτῳ, ταῦτα δηλονότι καὶ τῷ Κορίσκῳ ὑπάρξει· ὅσα δὲ μὴ οὐσιωδῶς καὶ καθ’ αὑτὸ ἀλλ’ ὡς συμβεβηκότα ὡς ἐν ὑποκει- μένῳ αὐτῷ τὸ εἶναι ἔχει, οὐκ ἀνάγκη καὶ τῷ Κορίσκῳ ταῦτα ὑπάρχειν. οἷον τῷ βροτῷ τῷ κατηγορουμένῳ πολλὰ συμβέβηκε, τὸ δισύλλαβον εἶναι, τὸ ἕτερον Κορίσκου, τὸ εἶδος ζῴου, τὸ ἔμψυχον, τὸ αἰσθητικόν· οὐκ ἀνάγκη οὖν ταῦτα πάντα, ἐπειδὴ τῷ κατηγορουμένῳ συμβέβηκε, καὶ καθ’ οὗ κατηγορεῖται ὑπάρχειν· οὐ γὰρ ‘‘ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται”, ὡς ἐν ταῖς Κατηγορίαις ἐμάθομεν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν αὐτοῦ |εἰδῶν ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι· τὰ δὴ οὕτω συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἢ μᾶλλον τὸ ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ κατηγορεῖται τοιοῦτόν ἐστιν· συμβέβηκε τῷ Σωκράτει ἀνθρώπῳ εἶναι· ἐπεὶ οὖν τῷ αὐτῷ πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα, ὅσα πᾶσι τοῖς κατηγορουμένοις ἕπεται (τοῦτο γὰρ λείπει), καὶ τῷ ἕπεσθαι· τοῦτο γὰρ εἶπε καθ’ οὗ κατηγορεῖται· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ, ταῦτα καὶ τῷ Σωκράτει ὑπάρχει· οὕτε γὰρ ὁ Σωκράτης διαφορά ἐστιν, ἐπειδὴ τὸ λογικὸν τὸ κατὰ τοῦ Σωκράτους λεγόμενον, οὔτε δισύλλαβον, διότι καὶ τὸ ζῷον δισύλλαβον. ὡσαύτως δὲ οὐχί, εἰ ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον εἶναι Κορίσκου ὑπάρξει, ὅτι τῷ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου κτὰ συμβεβηκός ἐστιν. εἰ δὲ τὸν ἄνθρωπον συμβεβηκέναι τῷ Σωκράτει εἴπομεν, καταχρηστικώτερον τοῦτο λέλεκται ἀντὶ τοῦ ὑπάρχειν καὶ καταγορεῖσθαι αὐτοῦ· ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ τῶν πρός τι διδασκαλίᾳ κατὰ συμβεβηκὸς τὸν Σωκράτην ἄνθρωπον εἶναί φησιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι. κατὰ δὲ τὴν λέξιν εἰ μὲν τὸ ὁ Κορίσκος ἕτερον ἀνθρώπου ὡς ἴσον ληφθείη τῷ ‘ὁ ἄνθρωπος ἕτερον Κορίσκου᾿ σύνηθες δέ ἐστι τῷ Ἀριστοτέλει τοῦτο ποιεῖν καὶ πολλαῖς τοιαύταις ἑρμηνείαις χρῆσθαι), σαφές ἐστι τὸ λεγόμενον. καὶ εἴη ἂν ἡ μείζων πρότασις τοῦ παραλογισμοῦ αὕτη, τὸ δὲ ἔστι γὰρ ἄνθρωπος ἡ ἐλάττων, ὡς γίνεσθαι τὸν συλλογισμὸν ἐν πρώτῳ σχήματι οὕτως· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα αὐτὸς ἑαυτοῦ ἕτερος. εἰ δὲ μὴ οὕτω τὸ χωρίον μεταληφθὲν ἑρμηνευθείη, ἀλλ’ ὥσπερ κεῖται ἐν τῷ ἐδαφίῳ γεγραμμένον ληφθείη, δύο συλλογισμοὺς ἐντεῦθεν μανθάνομεν, παριστῶντος τοῦ μὲν ἑνὸς τὸν Κορίσκον οὐκ ἄνθρωπον, τοῦ δὲ ἑτέρου τὸν Κορίσκον ἕτερον ἀνθρώπου. λέγοι δ’ ἄν καὶ ἑκατέρου μόνας τὰς ἥττους προτάσεις. καὶ ἔστι τὸ μὲν ὁ Κορίσκος ἕτερος ἀνθρώπου πρότασις τοῦ τοιούτου συλλογισμοῦ· ὁ Κορίσκος ἕτερος ἀνθρώπου· τὸ δὲ ἕτερον ἀνθρώπου οὐκ ἄνθρωπος· ὁ Κορίσκος ἄρα οὐκ ἄνθρωπος. τὸ δὲ ἔστι γὰρ ἄνθρωπος τοῦ ἑτέρου συλλογισμοῦ ἥττων πράτασις. ἔστι δὲ καὶ αὐτὸς τοιοῦτος· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος ἀνθρώπου. ὅμοιον τούτοις καὶ τὸ ἐφεξῆς παράδειγμα, πλὴν ἐν τούτῳ καὶ ἀμφότεραι αἱ προτάσεις ἐλήφθησαν· ἡ μὲν γὰρ εἰ Σωκράτους ἕτερος ἡ μείζων ἐστίν, ἡ δὲ ὁ δὲ Σωκράτης ἄνθρωπος ἡ ἐλάττων. καὶ ἔστι τοιοῦτον· ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος Σωκράτους. τὸ δὲ λέγειν ἕτερον ἀνθρώπου ὡμολογηκέναι ταὐτόν ἐστι τῷ ‘ἕτερον Σωκράτους᾿ ὁ γὰρ Σωκράτης ἄνθρωπος. προστίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ πόθεν συμβαίνει τὸν Σωκράτην ἕτερον ἑαυτοῦ εἶναι· διὰ γὰρ τὸ συμβεβηκέναι, φησίν, οὗ ἕτερον ἔφησεν, εἶναι τοῦτον ἄνθρωπον. ὃ τοιοῦτον ἔχει τὸν νοῦν· ἐπειδή, φησί, συμβέβηκε τοῦτον, δηλαδὴ τὸν Σωκράτην, ἄνθρωπον εἶναι, οὗ δὴ Σωκράτους ἐν τῇ μείζονι προτάσει ἕτερον εἶναι τὸν ἄνθρωπον εἶπε, τὸν καθόλου δηλονότι.