Ancient Greek
Page 166b37
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 37.1
Not analysed yet
Οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ κυριως. Δεύτερος οὗτος τρόπος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. γίνονται δὲ καὶ ἐκ τούτου οἱ παραλογισμοί, ὅταν τὰ τῆ, ἤγουν ἡνωμένως καὶ ἅμα κατηγορούμενά τινος, ὡς ἀπλῶς τις, τουτέστιν ἰδίᾳ καὶ χωρὶς κατηγορούμενα λήψαιτο, καὶ τὸ ἀνάπαλιν. τῶν γὰρ κατηγορουμένων ὅσα μὲν κατὰ συμβεβηκὸς τῶν ὑποκειμένων κατηγορεῖται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, οἷον τοῦ ἀνθρώπου τὸ λευκὸν καὶ τὸ μου|σικόν, ταῦτα οὐ δυνατὸν καὶ διῃρημένως καὶ συνημμένως κατηγορεῖσθαι, ἐπεὶ συμβεβήκασιν ἄμφω τῷ αὐτῷ· διὰ τοῦτο οὐδὲ ὁ σκυτεὺς ἀπλῶς ἀγαθός, διότι κατὰ συμβεβηκὸς τὸ ‘ἀγαθός᾿ τοῦ σκυτέως κατηγορεῖται. εἰ δέ γε ἀνεπισφαλῆ τις τὴν κατηγορίαν ποιήσασθαι βούλοιτο, τὰ οὐσιωδῶς κατηγορούμενα τοῦ σκυτέως, τὸ ζῷον καὶ τὸ δίπουν, ταῦτα δὴ ἰδίως κατηγορούμενα καὶ ἅμα κατηγορῆσαι δύναται. ἀλλ’ αὕτη μὲν ἡ χωρὶς γινομένη κατηγορία δυναμένη δὲ καὶ ἅμα λέγεσθαι. ἔστι δέ τις ἑτέρα κατηγορία, ἣ χωρὶς μὲν ἀληθῶς κατηγορηθήσεται, ἅμα δὲ ψευδῶς, ὡς ἐπὶ τοῦ Σίμωνως· κατὰ τούτου γὰρ κατηγορεῖται τὸ μὲν ‘σκυτεύς᾿ κατὰ τέχνην, τὸ δὲ ‘ἀγαθός᾿ κατὰ τὴν διαγωγὴν καὶ τὴν ἐν ἤθεσιν εὐτροπίαν· τοιοῦτος γὰρ ἦν ὁ σκυτεὺς ἐκεῖνος ὁ τῷ Σωκράτει συγγεγονώς, τὴν μὲν σκυτικὴν οὐ πάνυ τι διακριβωσάμενος, τὴν δὲ ἕξιν τῆς ψυχῆς ἀγαθός. τὰ γοῦν ἰδίᾳ τούτου καταγορούμενα, τὸ ‘σκυτεύς᾿ καὶ ‘ἀγαθός᾿, οὐ δύναται καὶ ὁμοῦ κατ’ αὐτοῦ λεχθῆναι· εἰ γὰρ ἅμα κατηγορήσομεν, παραλογισμὸν ποιήσομεν ὡς ψευδόμνοι· οἷον Σίμων σκυτεὺς ἀγαθός, ὁ ἀγαθὸς σκυτεὺς ἀγαθῶν πεδίλων δημιουργός, ὁ Σίμων ἄρα ἀγαθῶν πεδίλων δημιουργός. ἐψεύσμεθα τοίνυν, ὅτι ὁ Σίμων σκυτεὺς μὲν ἦν τὴν τέχνην, ἀγαθὸς δὲ κατὰ τοὺς τρόπους· τὰ γὰρ ἁπλῶς κατηγορούμενα τοῦ σκυτέως ἅμα κατηγορούμενα τὴν ἀπάτην ἐποίησαν. πάλιν πρόκειται ἄνθρωπος τεθνεώς· διτταὶ φέρονται καὶ κατὰ τούτου κατηγορίαι, ἥ τε ‘ἄνθρωπος᾿ καὶ ἡ ‘νεκρός᾿ ἀλλὰ συνημμένως μὲν τὰ δύο ταῦτα ὀνόματα κατηγορῆσαι τοῦ ποκειμένου ἀνθρώπου νεκροῦ ἀνεπισφαλές, οὐ μὴν καὶ διῃρημένως. αὕτη πάλιν ἄλλη τίς ἐστι κατηγορία ἡ κατηγοροῦσα κατά τινός τινα ἅμα μὲν ἀληθῶς χωρὶς δὲ ψευδῶς. καὶ πάλιν κατὰ τῆς λιθίνης χειρὸς ὁμοῦ μὲν κατηγορῆσαι καὶ τὸ λιθίνην καὶ χεῖρα ἀληθές, διῃρημένως δ’ οὔ. ἐκ τῶν κατηγοριῶν οὖν τούτων οἱ παραλογισμοὶ οἱ παρὰ τὸ τῆ καὶ ἁπλῶς γίνονται, ὡς οὐ δεῖ γινομένων τῶν συμπλοκῶν· οὔτε γὰρ πάντα τὰ ἅμα κατηγορούμενα καὶ ἰδίᾳ κατογορεῖται, οὔτε τὰ ἰδίᾳ καὶ ἅμα, ἀλλ’ ἐκεῖνα καὶ ἅμα καὶ ἰδίᾳ κατηγορεῖσθαι δύναται ὅσα οὐσιωδῶς κατηγορεῖταί τινος. ὅτι δὲ ἁπλῶς λέγεται τὰ χωρὶς κατηγορούμενα, πῇ δὲ τὰ ὁμοῦ, καὶ ἐν τῷ Περὶ ἑρμηνείας περὶ τὸ τέλος τοῦ τρίτου τμήματος δέδεικται, ἐν οἷς φησιν “ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται καὶ καθ’ ἑαυτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἀπλῶς ἀληθές ἐστιν εἰπεῖν” λέγει γὰρ “ἁπλῶς” τὰ χωρὶς κατηγορούμενα, “τὶ” δὲ τὰ ὁμοῦ· οἷον ὁ Σίμων σκυτεύς ἐστιν ἀπλῶς, ὁμοίως καὶ τὸ ‘ὁ Σίμων ἀγαθός ἐστιν᾿ τὶ δέ, ὅπερ ταὐτόν ἐστι τῷ ὁμοῦ, τὸ ‘ὁ Σίμων σκυτεὺς ἀγαθός ἐστιν᾿ . ὀνομάζει δὲ τὶ ἢ πῇ τὴν σύνθετον κατηγορίαν, ὅτι καὶ τὸ τὶ μερικόν ἐστι καὶ πᾶσα σύνθεσις μερική, καὶ διότι ἡ σύνθετος κατηγορία μερικώτερόν ἐστι δηλωτικόν· τὸ γὰρ ζῷον λογικὸν καθολικώτερόν ἐστι τοῦ ‘ζῷον λογικὸν θνητόν᾿, ὥσπερ καὶ τὸ ζῷον λογικὸν μερικώτερον τοῦ ζῴου. παρὰ τὸ πῇ οὖν, φησί, καὶ ἀπλῶς εἰσι παραλογισμοί, ὅταν τὸ ἐν μέρει, τουτέστι τὸ ὁμοῦ λεγόμενον, ληφθῇ ὡς ἁπλῶς, τουτέστι χωρὶς δυνάμενον λέγεσθαι. οἷον κατὰ τοῦ Ὁμήρου λέγεται συνημμένως τὸ εἶναι ποιητήν· εἰ γοῦν τις ἰδίᾳ λαβὼν τὸ εἶναι κατηγορήσει τοῦ Ὁμήρου καὶ εἴπῃ ‘Ὅμηρος ἔστι᾿, ψεύδεται· πάλαι γὰρ τέθνηκεν· εἰ δ’ εἴπῃ ‘ὁ Ὅμηρος ποιητής ἐστιν᾿ ἠλήθευκε, τὸ ὁμοῦ λεγόμενον εἰς τὸ ἁπλῶς μὴ λαβών. τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τοῦ δοξαστοῦ τοῦ σοφίσματος ἀγωγή· λέγει γὰρ ὁ σοφιστής· οὐχὶ ὁ τραγέλαφος μὴ ὄν ἐστιν; οὐχὶ ὁ τραγέλαφος δοξαστόν ἐστι; τὸ μὴ ὂν |ἄρα ἔστιν. ὁ f. 15r συλλογισμὸς ἐν τρίτῳ σχήματι. τὸ σόφισμα δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς· οὐ γάρ, εἰ χωρὶς μὲν ὁ τραγέλαφος καὶ μὴ ὂν εἶναι λέγεται καὶ δοξαστόν, ἤδη καὶ ἔστιν· οὐ γὰρ ταὐτόν ἐστι τὸ εἶναί τι καὶ ἁπλῶς εἶναι. καὶ γάρ, ὡς μικρὸν ἄνωθεν εἴρηται, καὶ ὁ Ὅμηρός ἐστί τι, οἷον ποιητής, ἀλλ’ οὐχὶ καὶ ἁπλῶς ἔστιν· οὐ γὰρ ἔστιν ὁ Ὅμηρος. ἐπάγει δὲ καὶ ἕτερον παραλογισμὸν τὸν τὸ ὂν μὴ ὂν εἶναι λέγοντα. ἔστι δὲ καὶ οὗτος παρὰ τὸ πῇ καὶ ἀπλῶς· τὸ γὰρ τὶ μὴ ὂν καὶ ἁπλῶς φησιν εἶναι μὴ ὄν. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· οὐχὶ τὸ ὂν ἕτερόν ἐστιν ἀνθρώπου; οὐχὶ καὶ ἵππου καὶ βοὸς καὶ οὐρανοῦ καὶ γῆς καὶ ἀπλῶς πάντων τῶν ὄντων; ναί· τὸ ἕτερον τῶν ὄντων μὴ ὄν· τὸ ὂν ἄρα μὴ ὄν. λύει οὖν τοὺς τοιούτους παραλογισμοὺς διὰ τοῦ ἐπαγομένου· οὐ γάρ, εἰ μή ἐστι τὸ ὂν τὶ ὄν, οἷον ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, καὶ ἁπλῶς μὴ ὄν ἐστιν. καὶ πόθεν γοῦν ἡ ἀπάτη γίνεται; φήσειέ τις. διαλυόμενος δὲ καὶ τοῦτο λέγει φαίνεσθαι ἔλεγχον διὰ τὸ δοκεῖν ἢ μηδὲν ἢ μικρὸν διαφέρειν τὸ εἶναί τι τὸ ὒ εἶναι ἀπλῶς· τὸ γὰρ τὶ προσκείμενον μηδέν τι πλέον δηλοῦν οἰόμεθα τοῦ εἶναι. τὸ δ’ αὐτὸ γίνεσθαι καὶ ἐπὶ τοῦ μὴ εἶναί τι καὶ ἐπὶ τοῦ μὴ εἶναι· τὸ γὰρ μὴ ὄν τι καὶ ἀπλῶς μὴ ὂν οἰόμεθα. τοῦτο δ’ οὐκ ἔστιν· οὐ γάρ, εἰ μὴ τόδε τί ἐστι, καὶ ἀπλῶς οὐκ ἔστιν. ὁμοίως δέ, φησί, τούτοις ὁ παραλογισμὸς γίνεται, ὅταν τὸ πῇ λεγόμενον ὡς ἀπλῶς τις λαβὼν εἰς ἀντίφασιν περιαγάγῃ. οἷον εἴ τις ἔροιτο· τὸν τὰ δίκαια λέγοντα χρὴ καταδικάζειν ἢ τὸν τὰ ἄδικα; τί δέ, ὅταν ὑβρισθείς τις καὶ τυφθεὶς καὶ χρημάτων ἀφαίρεσιν ὑπομείνας εἶτα προσελθὼν τῷ δικαστῇ καὶ ἐλεεινολογούμενος λέγῃ ἃ πέπονθεν, οὐχὶ τὰ ἄδικα λέγει; δεῖ ἄρα τὸν τοιοῦτον καταδικάζειν. παρὰ τὸ πῇ οὗτος ὁ παραλογιμός· οὐ γάρ, εἰ πῇ ἄδικα, λέγει καὶ ἀπλῶς ἄδικα. τοιοῦτον καὶ τὸ περὶ τοῦ Αἰθίοπος· τὸ γὰρ πῇ λευκὸν εἶναι, οἷον κατὰ τοὺς ὀδόντας, λαβὼν λέγει καὶ ἀπλῶς εἶναι λευκόν. ἐπεὶ δέ ποτε οἱ ἐρωτώμενοι παρὰ τῶν σοφιστῶν στενοχωροῦνται περὶ τὴν ἀπόκρισιν, λέγει πῶς καὶ τοῦτο γίνεται. φησὶ γὰρ ὅτι ἐπὶ τινῶν μὲν οὐ λανθάνει ὁ παραλογιζόμενος, ὅταν τὸ πῇ λεγόμενον ὡς ἀπλῶς λεγόμενον λαμβάνῃ, ὡς ἐπὶ τοῦ Αἰθίοπος· ἐπὶ τὶ γὰρ ὄντος λευκοῦ ὡς ἀπλῶς ὄντος λευκοῦ ἔλαβε, καὶ οὕτω διαλεξάμενος ὁ σοφιστὴς οἴεται συλλογιστικῶς περᾶναι τὸ τὸν Αἰθίοπα εἶναι λευκὸν καὶ οὐ λευκόν. ἐπὶ τινῶν μὲν οὖν, φησίν, οὐ λανθάνει· ἐπὶ τινῶν δὲ λανθάνει πολλάκις, ἐφ’ ὅσων πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ ἀπλῶς ἀκολουθεῖν. τοιοῦτον γάρ ἐστι τὸ κἂν δόξειεν ἀκολουθεῖν ἀντὶ τοῦ ‘πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ τὸ ἀπλῶς ἀκολουθεῖν᾿, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμ ἐπιορκεῖν καὶ εὐορκεῖν; οὐ δῆτα· τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὔωρκησεν; ἐνδέχεται ἄρα τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν. ἐν πρώτῳ σχήματι τὸ τοιοῦτον σόφισμά ἐστι. παρὰ δὲ τὸ πῇ ὁ παραλογισμός ἐστιν· οὐ γὰρ ὁ κατὰ τὶ μὲν εὐορκῶν καὶ ἁπλῶς εὐορκεῖ· καὶ λανθάνει ὅτι οὐχ ἀπλῶς εὐορκεῖ ἀλλὰ πῇ. ἐπί τε οὖν τούτων λανθάνει τὸ ἁπλῶς καὶ πῇ, καὶ δοκεῖ καὶ τὸ πῇ καὶ ἁπλῶς λέγεσθαι καὶ ἐπ’ ἐκείνων ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ καλεῖν· οἷον τὴν ἀνδρείαν λέγομεν καλὸν διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν, κακὸν δὲ διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τὰς σφαγάς· ποτέρως οὖν χρὴ καλεῖν αὐτήν, καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν. καὶ ἐπὶ τῶν τοιούτων τοίνυν λανθάνει πολλάκις ἐν ὅσοις ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα, ὡς εἴρηται ἐπὶ τῆς ἀνδρείας· ὁμοίως γάρ ἐστιν ἐν αὐτῇ τὸ καλὸν καὶ τὸ κακόν. ἀλλὰ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ· τούτου γὰρ τὸ μὲν ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ τοιοῦτον. οὐκ ἐπὶ τούτων δὲ μόνων γίνεται σαφὲς τὸ λεγόμενον, ἀλλὰ καὶ ἀφ’ οὗ φησιν αὐτὸς ἀλλαχοῦ ὑποδείγματος· ὅταν γάρ τι μέγεθος εἴη τῷ μὲν |πλάτει δίπηχυ τῷ δὲ μήκει τετράπηχυ, f. 15 ν ἔπειτα ἐρωτῴμεθα πότερον τοδὶ τὸ μέγεθος δίπηχύ ἐστιν ἢ οὔ, ἐπὶ τοῦ τοιούτου γοῦν οὐ ῥᾴδιον εἰπεῖν ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀναγκαζόμεθα ἢ ἄμφω δοῦναι καὶ εἰπεῖν καὶ δίπηχυ καὶ τετράπηχυ, καὶ οὐ διαλεκτικῶς ἀποκρινόμεθα· καὶ τὸ ναὶ γάρ φαμεν καὶ τὸ οὔ· ἢ γοῦν καὶ ἄμφω ἐπὶ τοῦ τοιούτου δοκεῖ διδόναι ἢ μηδέτερον.