Ancient Greek
Page 182b32
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 32-3
Not analysed yet
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα. ‘Οποῖά εἰσι καὶ τὸ τέταρτον καὶ ἕκτον ἐπιχείρημα ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας, δι’ ὧν πειρᾶται [μᾶλλον] κατασκευάζειν ὅτι μᾶλλον ἀντίκειται τῇ καταφάσει ἡ ἀπόφασις ἤπερ ἡ ἐναντία κατάφασις· δριμεῖαν γὰρ ὄντως καὶ οὐ ῥᾳδίαν ἔχουσι τὴν φαντασίαν τῆς παραγωγῆς. ἔτι δὲ καὶ τὰ δεικνύντα ὡς οὐκ ἔστι χρόνος διὰ τὸ μηδὲ τὰ μέρη αὐτοῦ εἶναι, τό τε παρεληλυθὸς καὶ τὸ μέλλον, τὸ δὲ ἐνεστὼς μὴ εἶναι χρόνον καὶ ἄλλα τοιαῦτα.