Ancient Greek
Page 177b36
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 36-5
Not analysed yet
Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν. Ὅπερ καὶ κατ’ ἀρχὰς εἶπε, τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι παρὰ τὴν προσῳδίαν οὐ πάνυ ῥᾳδίως παραλογισμοὶ γίνοιντ’ ἄν οὕτε ἐν τοῖς γεγραμμένοις μένοις λόγοις οὔτε ἐν τοῖς λεγομένοις. πλὴν ἐκεῖ ἔλεγεν ὡς “μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον”, ἐν δὲ τοῖς ἐγγράφοις ****οὐδαμῶς, πλὴν εἰ καὶ δοίημέν τινας γίνεσθαι, ὀλίγοι τινὲς εὑρεθήσονται. οἷός ἐστιν ὁ λέγων· ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία; ναί· οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; ναί· ἡ οἰκία ἄρα αποφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα, ἐν μὲν τῇ πρώτῃ προτάσει τὸ οὗ καταλύεις περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος.