Ancient Greek
Page 174b8
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 8-2
Not analysed yet
Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι. Τὸ μὲν κατάλληλον τῆς λέξεως τοιοῦτόν ἐστι· σφόδρα δὲ καὶ μάλιστα πολλάκις δοκεῖν ποιεῖ ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· μάλιστα φαντασίαν ἀποτελεῖ ἐλέγχου, ὅταν μὴ συλλογισαμένου τοῦ ἐρωτῶντος μὴ ἐν ἐρωτήσει τὸ τελευταῖον, ἤγουν τὸ συμπέρασμα, ἐξάγηται ἀλλ’ ἀποφαντικῶν ἐπάγηται· τοῦτο γάρ ἐστι τὸ συμπεραντικῶς. ἀλλὰ διὰ τί οὐκ εἶπε μὴ ἐν ἐρωτήσει τὸ συμπέρασμα ἀλλὰ τὸ τελευταῖον; ἢ ὅτι συμπέρασμα κυρίως λέγεται τὸ συλλογιστικῶς καὶ κατὰ μέθοδον συλλογιστικὴν συναγόμενον. τὸ δὲ μὴ οὕτω πῶς ἂν συμπέρασμα ῥηθείη; τὸ γὰρ λέγον ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν, τοῦτο τελευταῖον μὲν ῥηθήσεται ὡς ὕστερον ἐπαχθέν, συμπέρασμα δὲ οὔ. δεῖ οὖν, φησί, συμπεραντικῶς ἐπάγειν ‘οὐκ ἄρα πολλὰ τὸ ὄν, οὐκ ἄρα πεπερασμένον τὸ ὄν’· φαίνεται γὰρ ὅτι ὡς ἀποδείξας καὶ θαρρῶν τῇ ἀποδείξει οὕτως ἐπάγεις, ὅτι καὶ ἐν τῇ κυρίως ἀποδείξει οὕτως ἐπήγετο τὸ συμπέρασμα ‘οὐκ ἄρα σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ’. εἰ δὲ ἐν ἐρωτήσει ἐπάξεις ‘πότερον οὐ δοκεῖ σοι ἐκ τούτων ὅτι οὐκ ἔστι πολλὰ τὸ ὂν ἀλλ’ ἕν;’ ,δοκεῖς ὅτι μὴ ἀποδείξας μηδὲ θαρρῶν τῇ ἀποδείξει ἐρωτᾷς· ὁ γὰρ ἀποδεδειχὼς οὐκ ἐρωτᾷ. ἄλλως τε εἰ κατ’ ἐρώτησιν προαχθείη, ἐνσταίη σταίη ἴσως ὁ ἀποκρινόμενος λέγων μὴ καλῶς αὐτὸν συνάξαι τὸν ἐρωτῶντα, καὶ ἀπαιτήσει ὅθεν συνῆκται.