Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΤΕΤΑΡΤΟΝ ΤΗΣ ΤΗΟΠΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΓΣ ΠΡΑΓΜΑΤΕΙΑΣ
Alexander of Aphrodisias, In Aristotelis topicorum libros octo commentaria ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΤΕΤΑΡΤΟΝ ΤΗΣ ΤΗΟΠΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΓΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.1
Not analysed yet
τὰ γενικὰ προβλήματα, ἐπεὶ μετὰ τὸ συμβεβηκὸς κοινότερον τῶν ἄλλων τὸ γένος. τὸ μὲν γὰρ συμβεβηκὸς κοινότατόν τε καὶ ἁπλούστατον τῶν προβλημάτων· ἐν γὰρ ὑπάρξει μόνῃ τούτῳ τὸ εἶναι· ταῦτα δέ, τὸ γένος καὶ τὸ ἴδιον καὶ ὁ ὁρισμός, ἐν ποιᾷ ὑπάρξει πάντα. οὐ γὰρ αὔταρκες τὸ μόνον ὑπάρχειν πρὸς τὸ ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὅρον ὑπάρχειν, ὥσπερ ἦν αὔταρκες ἐπὶ τοῦ συμβεβηκότος, ἀλλὰ δεῖ καὶ τὸν οἰκεῖον τρόπον τῆς ὑπάρξεως ἑκάστου αὐτῶν ἐν τῇ κατασκευῇ δείκνυσθαι· οἰκειότητα γάρ τινα τὰ οὕτως ὑπάρχειν λεγόμενα πρὸς τὰ ὑποκείμενα ἔχει. ἀλλὰ τὸ μὲν γένος κοινότερον· κατὰ πλειόνων γὰρ τὸ γένος· τὸ δὲ ἴδιον καὶ ὁ ὁρισμὸς οὐ κατὰ πλειόνων καὶ διαφερόντων κατὰ τὸ εἶδός ἐστιν ἀλλὰ προσεχῶν μιᾷ τινι φύσει. ὥστε, ἐπεὶ τὰ κοινὰ τῶν ἰδίων πρῶτα, κοινότερον δὲ τὸ γένος ἐκείνων, εἰκότως πρῶτον τοὺς πρὸς τὰ ἀπὸ τοὐ γένους προβλήματα τόπους παραδίδωσι. συντάσσει δὲ τοῖς ἀπὸ τοὐ γένους προβλήμασι καὶ τὰ ἀπὸ τῶν διαφορῶν, ὡς εἶπε καὶ ἐν τῷ πρώτῳ, διὰ τὸ τὴν διαφορὰν οὖσαν ἐν τῇ οὐσίᾳ τοῦ πράγματος, οὗ ἐστι διαφορά, ὥσπερ καὶ τὸ γένος κοινὴν καὶ αὐτὴν εἶναι καὶ ἐπὶ πλεῖον ὁμοίως τῷ γένει. ὑπάγοιτο δ’ ἂν τοῖς γενικοῖς προβλήμασι καὶ τὰ ἀπὸ τῶν εἰδῶν προβλήματα, εἴ τινα εἴη, ἐπεὶ καὶ τὸ εἶδος κατὰ πλειόνων τε καὶ ἐν τῷ τί ἐστι. Μετὰ δὲ ταῦτα περὶ τῶν πρὸς τὸ γένος καὶ τὸ ἐπισκεπτέον. Μετὰ τοὺς πρὸς τὸ συμβεβηκὸς τόπους δεῖν φησι περὶ τῶν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπισκέψασθαι τόπων. καὶ διὰ τί περὶ τούτων πρῶτον, ὕστερον δὲ περὶ τῶν πρὸς τὸν ὁρισμόν, προσέθηκε τὸ ἔστι δὲ ταῦτα στοιχεῖα τῶν πρὸς τοὺς ὅρους· οἱ γὰρ τόποι, δι’ ὧν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπιχειροῦμεν ἢ κατασκευάζοντες ἢ ἀνασκευάζοντες, στοιχεῖα καἴ ἀρχαί εἰσι τῶν πρὸς τοὺς ὁρισμοὺς ἐπιχειρημάτων. ἐπεὶ γὰρ δεῖ τὸν ὁρισμὸν μὴ μόνον τὸ γένος ἔχειν ἐν αὑτῷ ἀλλὰ καὶ ἴδιον εἶναι τοῦ πράγματος, οἵ τε τῶν γενῶν κατασκευαστικοὶ καὶ τῶν ἰδίων τόποι συντελοῖεν ἂν καὶ πρὸς τὴν τῶν ὁρισμῶν κατασκευήν· ὁ γὰρ δείξας, ὅτι καὶ τὸ ἀποδοθὲν ἐν τῷ λόγῳ γένος καὶ ὁ λόγος ἴδιος τοῦ πράγματος, εἴη ἄν καὶ ὅτι ὁρισμός ἐστιν ὁ ἀποδεδομένος λόγος δεδειχώς. ἀλλὰ καὶ οἱ τῶν γενῶν τε καὶ τῶν ἰδίων ἀνασκευαστικοὶ τόποι καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀνασκευὴν χρήσιμοι· ὁ γὰρ δείξας, ὅτι μὴ γένος τὸ ὡς γένος ἀποδοθὲν ἐν τῷ |λόγῳ, ἀνῄρηκε καὶ τὸ ὁρισμὸν αὐτὸν εἶναι· ὁμοίως καὶ ὁ δείξας ὅτι μὴ ἴδιον. καθ’ ὃ δὴ συμβάλλονται οἱ πρὸς τὸ γένος καὶ τὸ ἴδιον τόποι καὶ πρὸς τὰ ὁρικὰ προβλήματα καί εἰσιν ἀρχαὶ τῆς τε κατασκευῆς τῶν ὁρισμῶν καὶ τῆς ἀνασκευῆς, ἐπειδὴ καὶ τὸ γένος καὶ τὸ ἴδιον στοιχεῖα τῶν ὁρισμῶν δεῖ γὰρ καὶ ταῦτα τὸν ὁρισμὸν ἔχειν), εἰκότως ἄν καὶ οὗτοι στοιχεῖα λέγοιντο τῶν πρὸς τοὺς ὁρισμοὺς τόπων· καὶ ἐπεὶ τὰ στοιχεῖα πρῶτα τούτων ὧν ἐστι στοιχεῖα, εἶεν ἄν καὶ οἱ πρὸς ταῦτα τόποι πρῶτοι οἱ πρὸς τὰ γένη]. αὐτῶν δὲ τούτων πάλιν πρῶτοι οἱ πρὸς τὰ γένη, ἐπειδὴ καὶ τὸ γένος τοῦ ἰδίου κοινότερον, ὡς εἶπον. λέγει δὲ ὀλιγάκις περὶ τῶν ἀπὸ γένους καὶ ἰδίου καὶ ὁρισμοῦ προβλημάτων γίνεσθαι τὸν λόγον τοῖς διαλεκτικοῖς· τὰ γὰρ πλεῖστα τῶν διαλεκτικῶν προβλημάτων περὶ συμβεβηκότος τινὸς τὴν ζήτησ. ιν ἔχει. ζητεῖται γὰρ ἐν τοῖς πλείστοις τῶν διαλεκτικῶν προβλημάτων τὰ τοιαῦτα, οἷον εἰ αἱρετὸν τὸ γαμεῖν ἢ τὸ πολιτεύεσθαι, εἰ ἀγαθὸν ὁ πλοῦτος ἢ ἡ ὑγεία· τὰ δὲ περὶ τῶν γενῶν τε καὶ τῶν ἰδίων καὶ τῶν ὁρισμῶν προβλήματα ἀκριβεστέρας ἢ κατὰ διαλεκτικὴν μεθόδου χρῄζει καὶ ἐπιστημονικωτέρας. Ἐὰν δὴ τεθῇ γένος τινὸς τῶν. Ὁ πρῶτος τῶν πρὸς τὸ γένος τόπων παραδιδόμενος τοιοῦτός ἐστιν· ἐπεὶ τὸ γένος κατὰ πάντων τῶν ὁμοειδῶν ὁμοίως κατηγορεῖται, φησὶ δεῖν, ὅταν ἀποδοθῇ τί τινος ὡς γένος, ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ, τοῦτ’ ἔστι τὰ τῆς αὐτῆς φύσεως καὶ ὑπὸ τὸ αὐτὸ ἀποδεδομένα γένος, ὡς ἐποιοῦμεν καὶ ἐπὶ τοῦ συμβεβηκότος· καὶ γὰρ ἐπὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος προβλημάτων ἠξίου ἐπιβλέπειν ἐπὶ πάντα τὰ τῆς αὐτῆς φύσεως ὄντα. ἀλλ’ ἐπ’ ἐκείνου μὲν ἦν αὔταρκες εἰς κατασκευὴν τοὐ προβλήματος τὸ κἄν ἑνὶ ἐξ αὐτῶν εὑρεῖν ὑπάρχον τὸ τιθέμενον ὡς συμβεβηκός, εἰ μὴ καθόλου τὸ πρόβλημα ἦν καὶ ἀνασκευάζειν πάλιν, εἰ μηδενὶ ὑπῆρχεν]· ἐπὶ δὲ τοῦ γένους, εἰ μὴ πᾶσιν ὑπάρχει τοῖς ὁμοειδέσι τῷ προκειμένῳ τὸ ἀποδεδομένον γένος, οὐχ οἷόν τε γένος αὐτὸ εἶναι, κἄν ὑπάρχῃ τισί. δεικνύοι τις ἄν οὕτως τῆς ἡδονῆς μὴ ὂν γένος τὸ ἀγαθόν, ὅτι μὴ πάσῃ ὑπάρχει· οὐ γὰρ ἀγαθὸν αἱ τῶν ἀκολάστων ἡδοναί. οὕτως καὶ Πλατῶν ἐπεχείρησεν ἐν Φιλήβῳ λαβὼν ‘‘ἥδεσθαι μὲν τὸν ἀκολασταίνοντα, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα, ἥδεσθαι δ’ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν”· οἷς ἐπήνεγκεν ὅτι ἀνόητος ἄν φαίνοιτο ἐνδίκως ὁ ἀνομοίους αὐτὰς οὕτως ἑαυταῖς οὔσας εἰς ἓν γένος συνάγων τὸ ἀγαθόν. οὕτων δεικνύοιτο ἄν καὶ τῆς ἀρετῆς μὴ ὂν γένος ἡ ἐπιστήμη· ἡ μὲν γὰρ ἐπιστήμη τῶν ἀναγκαίων τε καὶ ἀιδίων καὶ μὴ ἐνδεχομένων ἄλλως εἶναι, τῶν δὲ ἀρετῶν τὴν μὲν σοφίαν τοιαύτην εἶναι, τὴν δὲ φρόνησιν καὶ τὰς ἠθικὰς λεγομένας ἀρετὰς περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν συνίατασθαι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν χρήσιμος· οὔπω γάρ, εἰ πᾶσιν ὑπάρχει τοῖς ὁμοειδέσιν, ἀνάγκη αὐτὸ γένος εἶναι· δεῖ γὰρ πρὸς τούτῳ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι αὐτό. Ἔτι εἰ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖται. Ὥσπερ ἐπὶ τοῦ συμβεβηκότος ἔλεγε δεῖν ἐπισκοπεῖν “εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν” ὁ γὰρ λέγων τῷ λευκῷ συμβεβηκέναι τὸ χρῶμα ἢ τὸ λευκὸν κεχρῶσθαι οὐχ ὑγιῶς ἀπεδίδου· τὸ γὰρ ὡς γένος ὑπάρχον συμβεβηκέναι ἔλεγεν), οὕτως καὶ ἐπὶ τοῦ γένους φησὶ δεῖν ἐξετάζειν μὴ τὸ συμβεβηκὸς ὡς γένος ἀποδέδωκεν· δύναται γάρ τι πᾶσι μὲν τοῖς ὁμοειδέσιν ὑπάρχειν, μὴ ὡς γένος δὲ ἀλλ’ ὡς συμβεβηκός. ἔστι δὲ οἰκεῖον τοῦ γένους ὡσπεροῦν καὶ τοῦ εἴδους τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· ἂν δὴ τὸ ἀποδεδομένον μὴ οὕτως κατηγορῆται, δεικνύοιτ’ ἄν ὅτι μή ἐστι γένος. οὕτως δειχθήσεται μήτε τὸ λευκὸν γένος ὂν τῆς χιόνος μήτε ἡ κίνησις ἢ ἡ αὐτοκινησία τῆς ψυχῆς, ὡς δοκεῖ Πλάτωνι· οὔτε γὰρ τῆς χιόνος ἐν τῷ τί ἐστι τὸ λευκόν οὐ γάρ ἐστιν ἡ χιὼν ὅπερ λευκόν), ὁμοίως δὲ οὐδὲ τῆς ψυχῆς ἡ αὐτοκινησία· οὔτε γὰρ ὁ τοῦ λευκοῦ ὁρισμὸς κατὰ τῆς χιόνος ἐν τῷ τί ἐστιν οὔτε ὁ τῆς κινήσεως κατὰ τῆς ψυχῆς. εἰ γὰρ ἡ χιὼν ὅπερ λευκόν, τὸ δὲ λευκὸν ὅπερ χρῶμα, τὸ δὲ χρῶμα ὅπερ ποιότης, ἔσται ἡ χιὼν ὅπερ ποιότης· ὅταν γὰρ ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· καθ’ ὑποκειμένου δὲ τὰ ἐν τῷ τί ἐστι λεγόμενά τινος κατηγορεῖται αὐτῷ. ὁμοίως δὲ καὶ εἰ ἡ ψυχὴ ὅπερ αὐτοκινησία, ἡ δὲ αὐτοκινησία ὅπερ κίνησις, ἡ δὲ κίνησις ἀτελὴς ἐνέργεια, ἔσται ἡ ψυχὴ ἀτελὴς ἐνέργεια. ὅτι δὲ μὴ γένος ἡ αὐτοκινησία τῆς ψυχῆς, δεικνύοιτ’ ἄν καὶ ἐκ τούτου· εἰ ἡ αὐτοκινησία γένος τῆς ψυχῆς, δεῖ αὐτὴν καὶ κατ’ ἄλλων τινῶν ὡς εἰδῶν κατηγορεῖσθαι ἀντιδιῃρημένων τῇ ψυχῇ ὡντινωνοῦν. οὐ μὴν κατὰ τοῦτο νῦν ὅτι μὴ γένος δείκνυσιν, ἀλλ’ ὅτι μὴ ἐν τῷ τί ἐστιν· ἄλλος γὰρ οὗτος τόπος. τὸ δὲ οὔτε ἡ ψυχὴ ὅπερ κινούμενον εἴη ἄν λέγων ἀντὶ τοῦ ‘ὅπερ κινήσις’. Ἕτι τὸ κινούμενον οὐ τί ἐστιν. Ὅτι μὴ γένος ἡ κίνησις τῆς ψυχῆς ἢ ὅλως οὐσίας τινός, καὶ οὕτως δείκνυσιν· [εἰ] τὸ μὲν γένος τί ἐστι σημαίνει, ἡ δὲ κίνησις καὶ ἡ αὐτοκινησία οὐ τί ἐστιν ἡ ψυχὴ σημαίνει, ἀλλὰ τί ποιεῖ ἢ πάσχει· καθ’ ὅσον μὲν γὰρ κινεῖσθαι λέγεται, πάσχει, καθ’ ὅσον δὲ ὑφ’ αὑτῆς, ποιεῖ. δύναται τὸ ἀλλά τι ποιοῦν ἢ πάσχον ἐπὶ τοῦ κινουμένου εἰρηκέναι ὡς τοῦ κινουμένου ἢ ποιοῦντος ἢ πάσχοντος ἐν τῷ κινεῖσθαι. ἔτι κατηγορεῖται μὲν ἡ κίνησις τῶν κινουμένων· εἰ δὲ εἴη ἡ ψυχὴ ὅπερ κίνησις ἢ ὅπερ αὐτοκινησία, οὐκέτ’ ἄν κινοῖτο· οὕτως γὰρ ἂν εἴη κίνησις κινουμένη. πρῶτοω μὲν οὖν εοειξεν ὅτι μὴ ὲν τῳ τι ἐστιν ἄπο του τὸ ὑποκείμενον μὴ λέγεσθαι ὅπερ τοῦτο ὃ ὡς γένος αὐτοῦ κατηγορεῖται, τὸ δεύτερον δὲ ἀπὸ τοῦ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορούμενον τί ἐστι τὸ ὑποκείμενον αὐτῷ σημαίνειν, ταῦτα δὲ μὴ τί ἐστι σημαίνειν τὸ ὑποκείμενον, ἀλλ’ ὁποῖόν τι ἤ τι ποιοῦν ἢ πάσχον. ὁμοίως δεικνύοιτο ἂν ὅτι οὐδὲ τὸ γλυκὺ μέλιτος γένος, οὐδὲ τὸ πικρὸν ἀψινθίου, οὐδὲ ἡδονὴ τοῦ καλοῦ καὶ γὰρ εἰ ἀχώριστον τὸ ἡδὺ τοῦ καλοῦ, ἀλλ’ οὐκ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται. διαφέροι δ’ ἄν οὗτος ὁ τόπος τοῦ πρὸ αὐτοῦ, ὅτι δι’ ἐκείνου μὲν ὲδείκνυτο τὸ ὑποκείμενον μὴ ὂν ὅπερ τὸ κατηγορούμενον, ἐν τούτῳ δὲ ἔμπαλιν τὸ κατηγορούμενον μὴ σημαῖνον τί ἐστι τὸ ὑποκείμενον. Μάλιστα δὲ ἐπὶ τὸν τοῦ συμβεβηκότος ὁρισμὸν εἰ ἐφαρμόττει ἐπὶ τὸ ῥηθὲν γένος. Μάλιστα δεῖν φησιν ἐπὶ τὸν ὁρισμὸν ἐπιβλέπειν τοῦ συμβεβηκό- τος, εἴ τινι ὑπάρχει τῶν ἀποδοθέντων ὡς γενῶν. ἔστι δὲ τοῦ συμβεβηκότος ὁρισμὸς τὸ οἷόν τε ὑπάρχειν τε καὶ μή· εἰ δὴ τῷ λευκῷ, ὃ ὡς γένος ἀπεδόθη τῆς χιόνος, ἢ τῇ αὐτοκινησίᾳ, ὃ τῆς ψυχῆς, ὑπάρχει ὃ τοῦ συμβεβηκότος ἔκειτο λόγος, τὸ οἷόν τε ὑπάρχειν καὶ μή, οὐκ ἄν εἴη οὐδέτερον αὐτῶν γένος. ἐπιζητήσαι δ’ ἄν τις πῶς ἢ τῇ χιόνι τὸ λευκὸν ἢ τῇ ψυχῇ τὸ αὐτοκίνητον οἷόν τε ὑπάρχειν τε καὶ μὴ κατὰ τοὺς ἀεικίνητον τιθεμένους τὴν ψυχήν. ἢ οὐ τούτοις αὐτὰ λέγει οἷά τε ὑπάρχειν τε καὶ μή, ἀλλὰ καθόλου τε κα ἁπλῶς πάσῃ οὐσίᾳ [ὑπάρχει]· εἰ γὰρ τούτοις ὡς εἴδεσι, καὶ ταῖς ἄλλαις ἄν οὐσίαις δέοι αὐτά, αἷς ὑπάρχει, ὡς εἴδεσιν ὑπάρχειν. εἰ δὲ ἔστιν αἷς οἷά τέ ἐστιν ὑπάρχειν τε καὶ μή, οὐκ ὄντα ἐκείνων γένη, οὐδ’ ἄν τούτων εἴη τῶν ἐκείνοις ὄντων ἀνάλογον. ὥσπερ δὲ τὸ λευκὸν ὑπάρχον τισὶν οὐσίαις οἷόν τε καὶ μὴ ὑπάρχειν, οὕτως καὶ αὐτοκινησία τὰ γὰρ ζῷα αὐτοκίνητα ὄντα οὐκ ἀεὶ κινεῖται), ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ μηδὲν τῶν οἵων τέ τισιν ὑπάρχειν τε καὶ μὴ γένος τινῶν οἷς ὑπάρχει εἶναι δύνασθαι, εἰ καί τισιν αὐτῶν οὕτως ὑπάρχει ὡς εἶναι αὐτῶν ἀχώριστον· τὸ γὰρ χρῶμα γένος οὐ τούτων τινὸς οἷς ὑπάρχει, ἀλλὰ ὧν ἐστιν ἐν τῇ οὐσίᾳ. ἢ οὐ χρὴ τοῦ εἰρημένου ἀκούειν ὡς ἐπὶ τούτων τῶν παραδειγμάτων λεγομένου, ἀλλ’ ἐπεὶ δύναταί ποτε καὶ τοιοῦτον καὶ οὕτως ὑπάρχον τινὶ ὡς γένος ἀποδοθῆναι, τὸ τοιοῦτον ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συμβεβηκότος, ὅτι μὴ γένος ἐστίν, ἐλέγχειν δεῖ. καὶ γὰρ τὰ νῦν εἰρημένα ὅτι μή ἐστιν ἐκείνων γένη οἷς ἐνδέχεται ὑπάρχειν αὐτὰ καὶ μή, ἀπὸ τοὐ ὁρισμοῦ τοῦ συμβεβηκότος ἂν δεικνύοιτο· οὔτε γὰρ τοῦ ζῴου τὸ αὐτοκίνητον γένος καίτοι ὄντος αὐτοκινήτου, ὅτι ἔστιν ὅτε μὴ ὑπάρχει αὐτῷ τὸ αὑτὸ κινεῖν, οὔτε τὸ λευκὸν ἐκείνου ᾧ οἷόν τε αὐτὸ καὶ ὑπάρχειν καὶ μή. οὕτως οὐδὲ τὸ αἰσθάνεσθαι ἀνθρώπου γένος· οἷόν τε γὰρ αὐτὸν καὶ αἰσθάνεσθαι καὶ μή· οὐ γὰρ ταὐτὸν τὸ αἰσθητικὸν καὶ 45 τὸ αἰσθανόμενον. Ἔτι μὴ ἐν τῇ αὐτῇ διαιρέσει τὸ γένος τὸ εἶδος. Δεῖ ἐν τῇ αὐτῇ κατηγορίᾳ καὶ τῷ αὐτῷ γένει καὶ τῇ αὐτῇ διαιρέσει εἶναι ἄτε γένος καὶ τὸ εἶδος· τῆς γὰρ αὐτῆς φύσεως δεῖ ἄμφω εἶναι. εἰ δὴ τὸ ἀποδεδομένον γένος τινὸς ὑπ’ ἄλλην κατηγορίαν εἴη καὶ ὑπ’ ἄλλην τὸ εἶδος οὗ ὡς γένος ἀπεδόθη, οὐκ |ἔσται τὸ ἀποδεδομένον γένος· εἰ γὰρ τὸ μὲν οὐσία εἴη, ὡς ἡ χιὼν καὶ ὁ κύκνος, τὸ δὲ ποιόν, ὡς τὸ λευκόν, οὐχ οἷόν τε τὸ λευκὸν εἶναι γένος χιόνος ἢ κύκνου. διὰ ταῦτα δὲ οὐδὲ τῆς ψυχῆς ἡ κίνησις ἂν εἴη γένος, εἴ γε ἡ μὲν ψυχὴ οὐσία, ἡ δὲ κίνησις οὐκ οὐσία ἀλλ’ ἢ πάθος τι καὶ ποιότης ἢ πρός τι ἡ ποσόν. ἀλλ’ οὐδὲ τῆς ἐπιστήμης τὸ ἀγαθὸν ἂν εἴη γένος ἡ τὸ καλόν, εἴ γε τὸ μὲν καλὸν ποιόν, ἡ δὲ ἐπιστήμη τῶν πρός τι. ἐπιζητήσαι δ’ ἄν τις πῶς ἡ ἐπιστήμη γένος ἔσται γεωμετρίας καὶ μουσικῆς καὶ τῶν ἄλλων ἐπιστημῶν, εἴ γε ἡ μὲν ἐπιστήμη πρός τι, ἐκεῖναι δὲ ποιότητες. ἢ οὐδὲν κωλύει τὴν ἐπιστήμην καὶ ποιότητα εἶναι ἕξιν οὖσαν καὶ πρός τι καὶ εἶναι αὐτήν, καθ’ ὃ ποιότης ἐστί, γένος τῶν προειρημένων. ὁμοίως καὶ ἡ ἀρετὴ σωφροσύνης καὶ ὰνδρείας γένος οὐ καθ’ ὃ πρός τι ἀλλὰ καθ’ ὃ ποιότης. καὶ ἴσως ἐπὶ τοῦ πρός τι τοῦτο ἐνδέχεται μόνον τῷ τὸ πρός τι σχέσιν τινῶν σημαίνειν †ἅτινα, ὧν ἡ σχέσις πρός τί ἐστιν, οὐκέτι ἐκεῖνα πρός τι. συμβαίνει γὰρ ὑπὸ δύο πίπτειν γένη κατὰ τοῦτο τὰ πρός τι, ὑπὸ μὲν τὸ πρός τι κατὰ τὴν σχέσιν, ὑπὸ δὲ ἄλλο τι, ὑφ’ ὅ ἐστιν ἐκεῖνα χωρὶς τῆς σχέσεως λαμβανόμενα, κατὰ τὴν αὑτῶν φύσιν. ὂν γάρ τι πρῶτον, ἔπειτα τὴν πρὸς ἄλλο σχέσιν ἔχει· διὸ καὶ ὑπ’ ἐκεῖνο τὸ γένος ἔσται. οὐδὲν δὴ κωλύει καὶ τὸ ἀγαθὸν ὑπὸ τὴν ποιότητα ὂν ἢ τὸ καλὸν γένος εἶναι τῆς ἐπιστήμης, καθ’ ὅσον καὶ ἡ ἐπιστήμη ποιότης καὶ αὐτή. ὡς γὰρ πρός τι οὖσα ἡ ἐπιστήμη γένος ἐστὶ τῶν ὑπ’ αὐτήν, γεωμετρίας καὶ μουσικῆς καὶ τῶν ἄλλων οὐ πρός τι ὄντων, τῷ μὴ κατὰ τὸ πρός τι γένος αὐτῶν εἶναι, οὕτως οὐδὲν κωλύει πάλιν τῆς ἐπιστήμης οὔσης πρός τι γένος εἶναι ἢ τὸ ἀγαθὸν ἢ τὸ καλὸν ὄνια ποιά, οὐ καθ’ ὃ πρός τί ἐστιν ἡ ἐπιστήμη, γενῶν αὐτῆς τούτων λαμβανομένων, ἀλλὰ καθ’ ὃ ποιόν· οὐ γὰρ πρός τι μόνον ἡ ἐπιστήμη. διὸ χρὴ ἐπὶ τῶν ἄλλων γενῶν παραφυλάττειν τοῦτο· οὐ γὰρ οἷόν τέ ἐστι κατ’ ἐκείνας τὰς κατηγορίας ὑπὸ πλείους τὸ αὐτὸ εἷναι. δεικνύοις δ’ ἄν ὁρμώμενος ἀπὸ τοῦ τόπου τούτου ὅτι μηδὲ ἡ σιμότης ῥίς ἐστι κοίλη, εἴ γε ἡ μὲν ῥὶς οὐσία, ἡ δὲ σιμότης οὐκ οὐσία ἀλλὰ ποιότης· πάθος γάρ τι ἡ σιμότης· διὸ εὐλογώτερον αὐτὴν κοιλότητα λέγειν ἐν ῥινί. δεικνύοιτο δ’ ἄν μηδὲ ὁ ψόφος ἢ ἡ φωνὴ ἀὴρ πεπληγώς, εἴ γε ὁ μὲν ἀὴρ οὐσία, ὁ δὲ ψόφος οὐκ οὐσία· πάθος γάρ τι καὶ ποιότης· ἀλλὰ εύλογώτερον λέγειν αὐτὸν πληγὴν ἐν ἀέρι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν μόνον χρήσιμος· εἰ μὲν γὰρ μὴ εἴη ὑπὸ τὴν αὐτὴν διαίρεσιν τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, οὐκ ἄν εἴη γένος τὸ κατηγορούμενον· οὐ μέντοι, εἰ ἄμφω εἴη ἐκ τοῦ αὐτοῦ γένους, ἤδη ἀνάγκη τὸ ἕτερον τοῦ ἑτέρου γένος εἶναι. Πάλιν εἰ ἀνάγκη ἢ ἐνδέχεται τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος. Τί μέν ἐστι μετέχειν, αὐτὸς ἐδήλωσε· τὸ γὰρ ἐπιδέχεσθαι τὸν τοῦ μετέχεσθαι λεγομένου λόγον μετέχειν ἐστὶν αὐτοῦ. τὸ δὲ τιθέμενον ἐν τῷ γένει ἐστὶ τὸ εἶδος, οὗ τὸ ἀποδιδόμενον ὡς γένος ἀποδίδοται. ἐπεὶ τοίνυν κεῖται τὰ μὲν εἴδη τὸν τῶν γενῶν ἐπιδέχεσθαι λόγον, τὰ δὲ γένη τὸν τῶν εἰδῶν οὐκέτι, τὰ μὲν εἴδη μετέχοι ἄν τῶν γενῶν, οὐκέτι δὲ καὶ τὰ γένη τῶν εἰδῶν. οὕτως τοίνυν τούτων ἐχόντων, εἰ τοῦ τεθέντος ὡς ἐν γένει τινὶ τὸ κατηγορηθὲν ὡς γένος αὐτοῦ τὸν λόγον τε καὶ ὁρισμὸν ἢ ἐπιδέχεται ἢ οἷόν τε ἐπιδέχεσθαι, οὐκ ἄν εἴη γένος τὸ εἰλημμένον. οἷον ἄν λέγῃ τις τοῦ ὄντος γένος τὸ] τι εἶναι ἢ τοῦ ἑνός· τὸ γὰρ τούτων τινὸς ἀποδοθὲν ὡς γένος πάντως ἐπιδέξεται τόν τε τοῦ ὄντος λόγον καὶ τὸν τοῦ ἑνός· πᾶν γὰρ τὸ ἐν ὑπάρξει ὂν καὶ ὂν καὶ ἕν ἐστιν. οὕτω δεικνύοις ἂν ὅτι μὴ καλῶς τὸ τὶ οἱ ἀπὸ τῆς Στοάς γένος τοῦ ὄντος τίθενται· εἰ γὰρ τί, δῆλον ὅτι καὶ ὄν· εἰ δὲ ὄν, τὸν τοῦ ὄντος ἀναδέχοιτο ἂν λόγον. ἀλλ’ ἐκεῖνοι νομοθετήσαντες αὑτοῖς τὸ ὂν κατὰ σωμάτων μόνων λέγεσθαι διαφεύγοιεν ἄν τὸ ἠπορημένον· διὰ τοῦτο γὰρ τὸ τὶ γενικώτερον αὐτοῦ φασιν εἶναι, κατηγορούμενον οὐ κατὰ σωμάτων μόνον ἀλλὰ καὶ κατὰ ἀσωμάτων. ἀλλ’ ἐπεὶ γενικώτατον τὸ τί, εἴη ἂν ὑπ’ αὐτὸ καὶ τὸ ἕν· ἀλλ’ ἔστι καὶ τοῦ τινὸς αὐτοῦ τὸ ἓν κατηγορῆσαι· ὥστε οὐ γένος τὸ τὶ τοῦ ἑνός, ἐπιδεχόμενον αὐτοῦ τὸν λόγον. δεικνύοις ἂν οὕτως μηδὲ τοὐ ἀριθμοῦ τὸ πλῆθος γένος ὄν· καὶ γὰρ τὸ πλῆθος ἀριθμός, · καὶ ἐφαρμόζει αὐτῷ ὁ τοῦ ἀριθμοῦ λόγος. εἰ δὲ τοῦτο, οὐ καλῶς οἱ ὁριζόμενοί φασι τὸν ἀριθμὸν πλῆθος μονάδων· καὶ γὰρ αὐτὸ τὸ πλῆθος μονάδες εἰσὶ πολλαί. τοῦ δὲ ὄντος καὶ τοῦ |ἑνὸς εἶπε λόγους καὶ ὁρισμοὺς εἶναι, ἤτοι κοινότερον καὶ ἐνδοξότερον, ἢ ὅτι ἀρέσκει αὐτῷ τῶν οὕτω πολλαχῶς λεγομένων, ὡς λέγεται τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, καὶ ὁρισμοὺς εἶναι (τοιαῦτα δὲ τό τε ὂν καὶ τὸ ἕν), ἢ ὅτι κατὰ τοὺς ἀποδιδόντας τούτων τι ὡς γένος, κατ’ ἐκείνους εἴη ἂν καὶ τούτων γένη. Ἔτι εἰ κατά τινος τὸ ἀποδοθὲν εἶδος ἀληθεύεται, τὸ δὲ γένος μή. Ἐπεὶ τὸ γένος τοῦ οἰκείου εἴδους καθ’ ὑποκειμένου κατηγορεῖται, ἀνάγκη αὐτὸ καὶ ὧν τὸ εἶδος τὸ ὑπ’ αὐτὸ κατηγορεῖται, καὶ τούτων κατηγορεῖσθαι. μέρος γάρ πως τὸ εἶδος τοῦ γένους ἐστί· τὰ δὲ τῶν μερῶν μέρη καὶ τῶν ὅλων ἐστὶ μέρη. ὅταν οὗν τι ὡς γένος τινὸς ἀποδεδομένον ῇ, χρὴ ἐπισκέπτεσθαι καὶ εἰ ὧν τὸ ὑποκείμενον ὡς εἶδος κατηγορεῖται, πάντων καὶ τὸ ὡς γένος ἀποδεδομένον κατηγορεῖτασι· ἂν γὰρ μὴ κατὰ πάντων κατηγορῆται, οὐκ ἔσται γένος τούτου. οὕτω δειχθήσεται τοῦ δοξαστοῦ μὴ ὂν γένος μήτε τὸ ὂν μήτε τὸ ἓν μήτε τὸ ἐπιστητόν, ἐπεὶ τὸ μὲν δοξαστὸν καὶ ἐπὶ τοῦ μὴ ὄντος κατηγορεῖται (δοξάζομεν γὰρ καὶ περὶ τοῦ μὴ ὄντος ὅτι οὐκ ἔστιν, ὡς εἶπε καὶ ἐν τῷ Περὶ ἑρμηνείας “δόξα γὰρ αὐτοῦ ἐστιν, ὅτι οὐκ ενστιν”), οὐ μὴν τὸ ὂν ἢ τὸ ἓν ἢ τὸ ἐπιστητὸν ἔτι κατὰ τοῦ μὴ ὄντος ἀληθεύεται. δεικνύοιτο δ’ ἄν οὐδὲ τῆς ἡδονῆς γένος ὃν τὸ ἀγαθόν, ὅτι ἡ μὲν ἡδονὴ καὶ κατὰ τῆς τῶν ἀκολάστων· ἀληθεύεται, τὸ δὲ ἀγαθὸν οὔ. ἀλλ’ οὐδὲ ἡ ἐπιστήμη γένος ἄν εἴη τῆς ἀρετῆς, ὅτι ἡ μὲν ἀρετὴ καὶ κατὰ τῶν ἐδεχομένων ἄλλως ἔχειν (περὶ γὰρ τὰ τοιοῦτα ἡ ἠθικὴ ἀρετή), ἐπιστήμη δὲ κατ’ οὐδενὸς τῶν ἐνδεχομένων ἄλλως ἔχειν ὰληθεύεται. ἔστι δὲ ὁ τόπος ἀνασκευαστικὸς καὶ αὐτός. Πἀλιν εἰ μηδενὸςτῶν εἰδῶν ἐνδέχεται μετέχειν. Ἐπεὶ τὰ γένη διαιρεῖται εἰς τὰ προσεχῆ εἴδη, διαιρεῖται δὲ καὶ τὰ ὑπὸ τὸ γένος εἴδη πάλιν καὶ αὐτὰ ὄντα γένη τινῶν (οὐδὲν γὰρ κωλύει εἴδη τινῶν ὄντα ἄλλων πάλιν αὐτὰ εἶναι γένη, ὡς ἔχει τὸ ὄρνεον, μὴ εἰς γένη ἀλλ’ εἰς ετῃο τοῦτ’ ἔστι τὸν κόρακα καὶ τὰ ὅμοια, διαιρούμενον, ταῦτα δὲ πάλιν εἰς τὰ ἄτομα πάντα), δῆλον ὅτι τὰ ὑπὸ τὸ γένος ὄντα μὴ κατὰ τὴν ἓν καὶ τὸ ὂν πρώτην διαίρεσιν ἀλλ᾿ ὑπό τι τῶν τοῦ γένους εἰδῶν ἀναγκαῖον τῶν εἰδῶν τινος μετέχειν καὶ ἀναδέχεσθαι τὸν τῶν εἰδῶν λόγον τῶν ὄντων ὑπὸ τὸ γένος τὸ ἀποδεδομένον. τὰ μὲν γὰρ προσεχῆ τοῖς γένεσιν εἴδη μόνων τῶν γενῶν μετέχει καὶ τὸν τούτων μόνων ἐπιδέχεται λόγον· τὰ δὲ μὴ προσεχῆ ἀλλὰ πλέον ἀφεστῶτα πρῶτον εἴδους τινὸς τῶν ὑπὸ τὸ γένος ὄντων ἀγαγκαῖον αὐτὰ ἐπιδέχεσθαι λόγον, εἰ μέλλοι γένος αὐτῶν τὸ ἀποδοθὲν εἶναι. ἂν δή τι ώς γένος τινὸς ἀποδοθῇ, ζητητέον εἰ τοῦτο, οὖ τὸ γένος ἀπεδόθη, μήτε κατὰ τὴν πρώτην διαίρεςίν ἐστι τοῦ ἀποδεδομένου γένους μήτε τινὸς τῶν εἰδῶν ἀυτοῦ μετέχει· ἂν γὰρ οὕτως ἔχῃ, ἀδύνατον αὐτοῦ γένος εἷναι τὸ ἀποδεδομένον. οὗον εἰ λέγοι τις τὴν ἡδονὴν ἐν γένει εἷναι τῇ κινήσει, ἐπεὶ μὴ κατὰ τὴν πρώτην διαίρεσιν τῆς κινήσεώς ἐστιν ἡ ἡδονή (διαιρεῖται γὰρ προσεχῶς ἡ κίνησις εἴς τε τὴν κατὰ τόπον καὶ εἰς τὴν κατὰ ποςὸν καὶ εἰς τὴν κατὰ ποιότητα καὶ εἰς τὴν κατ᾿ οὐσίαν, ἀλλ᾿ οὐκ εἰς ἡδονήν), δεῖ τὴν ἡδονήν, εἰ ἔστιν ὑπὸ τὸ γένος, τὴν κίνησιν, τούτων τινὸς μετέχειν τῶν εἰδῶν τῆς κινήσεως καὶ εἶναι ἢ ὑπὸ τὴν κατὰ τόπον μεταβολὴν ἢ ὑπὸ τὴν κατὰ ποςὸν ἢ ὑπὸ τὴν κατὰ ποιότητα ἢ ὑπὸ τὴν κατ᾿ οὐσίαν· κείσθωσαν γὰρ νῦν καὶ ἡ γένεσις, καὶ ἡ φθορὰ κινήσεις εἰναι. ἄν δὴ ὑπὸ μηδεμίαν τούτων ᾗ, οὐδ᾿ ἂν ὑπὸ τὴν κίνησιν ὡς ὑπὸ γένος εἴη. κοινότερον δὲ νῦν εἴδη τῆς κινήσεως λέγοιτ᾿ ἂν τὰ εἰρημένα· οὐ γὰρ γένος ἡ κίνησις, ἀλλὰ τῶν πολλαχῶς λεγομένων. ἀλλὰ μὴν ἡ ἡδονὴ οὔτε φορά ἐστιν οὐδὲ ἐπιδέχεται τὸν τῆς τοιαύτης κινήσεως λόγον. οὔτε αὔξησις ἤ μείωσις, οὔτε ἀλλοίωσις, οὔτε γένεσις ἢ φθορά· οὐδὲ κίνησις ἄρα. ὅτι μὲν γὰρ οὐκ ἔστι φθορὰ οὐδὲ αὔξησις ἢ μείωσις, πρόδηλον. ἀλλ᾿ οὐδὲ γένεσις ἢ φθορά· οὐ γὰρ κατ᾿ οὐσίαν ἐστὶ μεταβολή. ἀλλ᾿ οὐδὲ οὕτως γένεσις, ὡς λέγεται ἡ ἀναπλήρωσις· οὐ ταὺτὸν γοῦν τό τε ἡδόμενον καὶ τὸ ἀναπληρούμενον· ἡ μὲν γὰρ ἀναπλήρωσις σωμάτων ἐστίν, ἡ ἡδονὴν δὲ τῆς ψυχῆς. ἔτι οὐδὲ πᾶσα ἐπὶ ἀναπληρώσει· αἱ μὲν γὰρ ἐπὶ ἀναπληρώσει προλυπηθεῖσιν ἐπιγίνονται, οὐ πᾶσα δὲ ἡδονὴ προλυπηθέντων. ἀλλ᾿ οὐδὲ ἀλλοίωςίς ἐστιν ἡ ἡδονὴ κατὰ πάθος οὗσα μεταβολή, ὡς ἂν δόξαιαιεν· οὐ γάρ, εἰ πάθος, ἤδη καὶ κατὰ πάθος μεταβολή. οὐ γὰρ ταὐτόν· ἡ γοῦν λευκότης πάθος ὂν οὐκ ἔστιν ἀλλοίωσις, ἀλλ’ |ἡ λεύκανσις· οὐ ταὐτὸν δὲ λευκότης καὶ λεύκανσις· ὁμοίως δὲ οὐδὲ ἡ θερμότης ἀλλοίωσις, ἀλλὰ ἡ θέρμανσις· αὕτη γάρ ἐστιν ἡ μεταβολή. οὕτω τοίνυν οὐδ’ ἡ ἡδονὴ ἀλλοίωσις, ἐπεὶ πάθος· οὐ γὰρ τὸ πάθος ἀλλοίωσις· ἀλλὰ κατὰ πάθος τὴν ἡδονὴν εἴη τις ἄν ἀλλοίωσις, εἴπερ ἄρα, μεταβολὴ εἰς ἡδονὴν. οὖσα, ἀλλ’ οὐχ ἡδονὴ ἡ μεταβολή. οὐδὲ τῶν ἀτόμων. Eἰπὼν ὅτι μὴ εἶδος ἡ ἡδονὴ τῆς κινήσεως, προσέθηκεν ὅτι ἀλλ’ οὐδὲ τῶν ἀτόμων τι τῶν· ὑπὸ τὴν κίνησιν ἡ ἡδονή· ὑπὸ γὰρ τὰ εἴδη τῆς κινήσεως τὰ ἄτομα τὰ ἐν αὐτῇ. εἰπὼν δὲ οὐδὲ τῶν ἀτόμων, ἐκ παραλλήλου εἶπε τὸ οὐδὲ τῶν ὑπὸ τὸ εἶδος τῆς κινήσεως ὄντων· πάντα γὰρ τὰ ἐν κινήσει ἄτομα. οεικνυοιτ ἂν μηοε τῆς ψύχης ὁ ἀοιθ- μὸς γένος ὤν· οὔτε γὰρ ὑπὸ τὴν πρώτην διαίρεσιν τοῦ ἀριθμοῦ ἡ ψυχή πρώτη γὰρ ἀριθμοῦ διαίρεσις τὸ περιττὸν καὶ τὸ ἄρτιον, ἀλλ’ οὐ ψυχὴ ἢ περιττὸν ἢ ἄρτιον), οὐδὲ τούτων τινὸς ἡ ψυχὴ μετέχει· οὕτε γὰρ τὸν τοῦ περιττοῦ οὔτε τὸν τοῦ ἀρτίου λόγον ἐπιδέχεται. ἀλλ’ οὐδὲ τὸ σημεῖον ἢ τὸ νῦν ποσά, τῷ μήτε συνεχές τι αὐτῶν εἶναι μήτε διωρισμένον, εἰς ἃ πρῶτα ἡ τοῦ ποσοῦ διαίρεσις. οὕτως οὐδὲ τοῦ θεοῦ γένος ἄν εἴη τὸ ζῷον, εἰ ὁ θεὸς μήτε πεζόν ἐστι ζῷον μήτε πτηνὸν μήτε ἔνυδρον. Ἔτι εἰ ἐπὶ πλέον λέγεται τοῦ γένους τὸ ἐν τῷ γένει τεθέν. Ὅτι τὸ γένος ἐπὶ πλέον τοῦ εἴδους λέγεται, γνώριμον· ἂν δὴ τὸ ἀποδοθὲν εἴδους τινὸς γένος ἐπ’ ἔλαττον λέγηται τοῦ εἴδους, δῆλον ὣς ἀδύνατον αὐτὸ ἐκείνου, οὗ ἐπ’ ἔλαττον κατηγορεῖται, γένος εἶναι. οὕτως δεικνύοις ἂν μὴ δυνάμενον τὸ ζῷον τοῦ ἐμψύχου γένος εἶναι· ἐπὶ πλέον γὰρ τὸ ἔμψυχον τοῦ ζῴου, εἴ γε τὸ ἔμψυχον καὶ κατὰ φυτῶν, ἃ οὐκ έστιν αἰσθητικά, ἀλλ’ οὐδὲ τὸ ὂν τοῦ δοξαστοῦ, εἴ γε τὸ δοξαστὸν καὶ κατὰ τοῦ μὴ ὄντος. δοκεῖ δὲ ὁ τόπος οὗτος ὁ αὐτὸς εἶναι τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ “ἕτι εἰ κατά τινος τὸ ἀποδοθὲν εἶδος ἀληθεύεται, τὸ δὲ γένος μή”, καὶ μάλιστα, ἐπεὶ καὶ τῷ αὐτῷ παραδείγματι ἐπ’ ἀμφοτέρων κέχρηται. οὐ μὴν ἀλλ’ εἴη ἄν τις αὐτῶν διαφορά. ἐπὶ μὲν γὰρ τοῦ πρώτου ῥηθέντος τόπου οὐ τῷ ἐπὶ πλέον λέγεσθαι τὸ εἶδος τοῦ γένους ἀνῃρεῖτο τὸ γένος, ἀλλὰ τῷ μὴ ἐφ’ ὧν τὸ εἶδος, καὶ τὸ γένος. δύναται δὲ ἐπὶ πλειόνων μὲν λέγεσθαι τὸ ἀποδοθέν τινος ὡς γένος, μὴ μέντοι πάντων κατηγορεῖσθαι καθ’ ὧν καὶ τὸ εἶδος, ἀλλὰ κατ’ ἄλλων τινῶν. τὸ γοῦν συνεχὲς ποσὸν ἐπὶ πλειόνων μὲν κατηγορεῖται τοῦ ποσοῦ τοῦ μὴ ἐξ ἐχόντων θέσιν συγκειμένου· τὸ μὲν γὰρ συνεχὲς κατὰ πέντε, γραμμῆς, ἐπιφανείας, σώματος, τόπου, χρόνου· τὸ δὲ μὴ ἐξ ἐχόντων θέσιν κατὰ τριῶν, ἀριθμοῦ γὰρ καὶ χρόνου καὶ λόγου. οὐ μήν, ὧν τὸ μὴ ἐξ ἐχόντων θέσιν κατηγορεῖται, καὶ τὸ συνεχὲς πάντων· οὔτε γὰρ τοῦ ἀριθμοῦ οὔτε τοῦ λόγου. διὸ οὐχ οιον τε τὸ συνεχὲς αὐτοῦ γένος εἶναι. τὸ δὲ νυν ἀναίρεσιν ποιεῖται τοὺ γένους τῷ ἐπὶ πλέον αὐτοῦ λέγεσθαι τὸ ὡς εἶδος λαμβανόμενον, ὡς τὸ ἔμψυχον τοῦ ζῴου. διὸ καὶ οἰκειότερον ἄν εἴη τούτῳ τῷ τόπῳ μᾶλλον τὸ τοῦ ὄντος καὶ τοῦ δοξαστοῦ παράδειγμα· ἐπὶ πλέον γὰρ τὸ δοξαστόν, εἴ γε καὶ κατὰ τῶν ὄντων πάντων καὶ τῶν μὴ ὄντων. εἰ δὲ μὴ πάντα τὰ ὄντα δοξαστά, ἐκείνου ἄν εἴη τοῦ τόπου τὸ παράδειγμα οἰκεῖον. Πἀλιν εἰ ἐπὶ ἴσων. Καὶ ὁ ἑξῆς δὲ οὗτος τόπος γνώριμος. εἰ γὰρ ἐπὶ ἴσων ἀμφότερα κατηγοροῖτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ ὡς εἶδος ληφθέν, ἀδύνατον γένος τὸ ἀποδοθὲν εἶναι· δεῖ γὰρ ἐπὶ πλέον τὸ γένος εἶναι ὡς περιληπτικόν. διὰ τοῦτο οὔτε τὸ ὂν τοῦ ἑνὸς οὔτε τὸ ἓν τοὐ ὄντος οἷόν τε γένος εἶναι· ἑκάτερον γὰρ αὐτῶν τῷ πᾶσι τοῖς οὖσι παρέπεσθαι ἐπ’ ἴσων κατηγορεῖται. ὁμοίως δεικνύοιτ’ ἄν ὅτι μήτε ἡ ἀρχὴ τοῦ πρώτου μήτε τὸ πρῶτον τῆς ἀρχῆς γένος, εἰ ἥ τε ἀρχὴ καὶ πρῶτον καὶ τὸ πρῶτον ἀρχή. οὕτως τὸ ζῷον τοῦ αἰσθητικοῦ· καὶ γὰρ ταῦτα ἐπ’ ἴσης. οὐ μόνον δὲ τὸ γένος τοῦ εἴδους ἐπὶ πλέον ἀλλὰ καὶ τῆς διαφορᾶς, ὥς φησιν· εὐλόγως· τέμνεται γὰρ τὰ γένη ὑπὸ τῶν διαφορῶν, καὶ ὑπὸ ἑκάστης διαφορᾶς εἶδός τι περι- γράφεται. διὸ καὶ εἶπε στοιχεῖον εἶναι καὶ ἀρχὴν τῶν τοιούτων τόπων τὸ ἐπὶ πλέον ὀφείλειν λέγεσθαι τὸ γ· ένος τοῦ εἴδους καὶ τῆς διαφορᾶς. Ὁρᾶν δὲ καὶ εἴ τινος τῶν ἀδιαφόρων τῷ εἴδει μή ἐστι τὸ εἰρημένον γένος μὴ δόξαι ἄν. Ὁ τόπος εἰ τὸ ἀποδοθέν τινος ὡς γένος τῶν ὁμοειδῶν αὐτῷ ἀδιαφόρων |κατ’ εἶδος εἰ] μὴ εἴη γένος, οὐδ’ ἂν. τούτου, οὗ ἀπεδόθη ὡς γένος, εἴη γένος· πάντα γὰρ τὰ ἀδιάφορα κατ’ εἶδος ἀλλήλοις ὑπὸ ταὐτὸν γένος. οἷον εἴ τις τὸ μέλαν τοῦ Αἰθίοπος γένος λέγοι, ἐπεὶ ἀδιάφοροι κατ’ εἶδος οἱ Αἰθίοπες ἄνθρωποι τοῖς Γαλάταις, διότι καὶ πάντες ἄνθρωποι ἀλλήλοις, μὴ κατηγορεῖται δὲ τῶν Γαλατῶν τὸ μέλαν, οὐδ’ ἄν τῶν Αἰθιόπων ὡς γένος κατηγοροῖτο. δεῖ δ’ ἐν ἀτόμοις εἴδεσι ζητεῖν τὸ εἰρημένον εἰ ἔστιν· ἐπεὶ ἐπί γε τῶν ὡς γενῶν εἰδῶν οὐδὲν κωλύει τινὸς τῶν ὑπὸ τὸ εἶδος γένος τι ληφθῆναι μὴ πάντων ὂν τῶν ὁμοειδῶν αὐτῷ γένος. · τὰ γὰρ πτηνὰ ζῷα ὁμοειδῆ μὲν πάντα ἀλλήλοις, καθ’ ὃ πτηνά· γένος μέντοι τὸ σχιζόπτερον ἀετοῦ ἐστιν, οὐ πάντων ὂν τῶν πτηνῶν γένος. ἡ εἰ γένος ἀετοῦ ἀπεδόθη δεῖ τῷ ἀετῷ, καθ’ ὃ ἀετός, ζητεῖν τι ὁμοειδές, οὐ καθ’ ὃ πτηνόν· εἰ μὲν γὰρ ἐπὶ πτηνῶν ἀπεδόθη, ἐπὶ πτηνῶν ἔδει ζητεῖν, εἰ δὲ ἀετοῦ, ἐπὶ ἀετῶν. εἴη δ’ ἄν οὗτος ὁ τόπος ὑπὸ τὸν πρῶτον τῶν εἰρημένων ἐν τούτῳ τῷ βιβλίῳ, δι’ οὗ ἠξίου “ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ” τοῦ ζῴου] οὗ γένος ἀπεδόθη· ἄν γάρ τινι αὐτῶν μὴ ὑπάρχῃ, οὐδ’ ἄν τούτου γένος εἴη· εἰ γάρ τις ἡδονὴ μὴ ἀγαθόν, οὐδ’ ἄν τινος ἡδονῆς τὸ ἀγαθὸν εἴη γένος. ἢ ἐκεῖ μὲν ἁπλῶς ἀποδοθέντος τοῦ γένους ὡς πᾶσιν ὑπάρχοντος ἠξίου ἐπὶ τὰ ὁμοειδῆ βλέπειν, εἴ τινι ἐξ αὐτῶν μὴ ὑπάρχει· ἐνταῦθα δέ, εἰ καὶ ἀφορίσας τινὰ τῶν ἐκ τοὐ αὐτοῦ εἴδους καὶ χωρίσας ἐκείνων γένος λέγοι τοῦτο τὸ ἀποδεδομένον, ἀξιοῖ δείξαντας καὶ τἆλλα, καθ ὧν οὐ κατηγορεῖται τὸ ἀποδοθὲν γένος, ὁμοειδῆ τοῖς ὧν ἀποδέδωκε τὸ γένος, οὕτως τὸ γένος ἀναιρεῖν. οὕτως γὰρ ὅτι μὴ τῶν ἀτόμων γραμμῶν ἐστι γένος τὸ ἀδιαίρετον δεικνύοιτ’ ἄν, οὐχ ὡς ἀποδοθέντος μὲν πασῶν τῶν γραμμῶν γένους τοῦ ἀδιαιρέτου, οὐκ ἐφαρμόζοντος δὲ αὐτοῦ πάσαις, ἀλλ’ ὅτι ὧν ἀπέδωκε γένος αὐτό, αὗται ὁμοειδεῖς εἰσι ταῖς διαιρεταῖς· πᾶσα γὰρ γραμμὴ πάσῃ ὁμοειδής· πασῶν δὲ οὐχ οἷόν τε τὸ ἀδιαίρετον κατηγορεῖν. ἀνασκευάζειν μὲν οὖν οὕτως ἔστι· κατασκευάζειν δὲ δείξαντας ἑνός τινος τῶν ὁμοειδῶν τὸ ἀποδεδομένον γένος. εἰ γὰρ ἑνός, ἀνάγκη καὶ πάντων· εἰ γὰρ τοῦ Γαλάτου ἀνθρώπου γένος, εἴη ἄν καὶ πάντων, ἐπεὶ πάντες ἄνθρωποι ἀδιάφοροι κατ’ εἶδος ἀλλήλοις. Σκοπεῖν δὲ καῖέ τι ἄλλο γένος ἐστὶ τοῦ ἀποδοθέντος εἴδους. Ἐπεὶ μὴ δοκεῖ δύνασθαι τοῦ αὐτοῦ γένη δύο εἶναι, εἰ μὴ εἴη τὸ ἕτερον αὐτῶν ὑπὸ τὸ ἕτερον διὰ τοῦτο γὰρ τοῦ ἀετοῦ καὶ τὸ ὄρνεον καὶ τὸ ζῷον γένη, ὅτι τὸ ὄρνεον ὑπὸ τὸ ζῷόν ἐστι), φησὶ δεῖν, ὅταν τι ὡς γένος τινὸς ἀποδοθῇ, ζητεῖν εἴ τι τοῦ αὐτοῦ γένος ἄλλο ἐστὶν ὁμολογούμενον, καὶ ἂν τὸ ἀποδεδομένον αὐτοῦ γένος μήτε περιέχῃ τὸ ὁμολογούμενον αὐτοῦ γένος μήτε περιέχηται ὑπ’ αὐτοῦ, ἀναιρεῖν καὶ ἀποδεικνύναι ὅτι μὴ γένος τὸ ἀποδοθέν. οἷον εἰ λέγοι τις τῆς δικαιοσύνης γένος τὴν ἐπιστήμην, ἐπεὶ ὁμολογουμένως ἡ ἀρετὴ αὐτῆς ἐστι γένος καὶ οὔτε ἡ ἀρετὴ ὑπὸ τὴν ἐπιστήμην ἐστίν οὐ γὰρ πᾶσα ἀρετὴ ἐπιστήμη) οὗτε ἡ ἐπιστήμη ὑπὸ τὴν ἀρετήν ἡ γὰρ γεωμετρία ἐπιστήμη οὖσα οὐκ ἔστιν ἀρετή), οὐκ ἄν εἴη τῆς δικαιοσύνης ὀρθῶς γένος ἀποδοθὲν ἡ ἐπιστήμη. πρὸς τοῦτο ἔνστασιν φέρει· δοκεῖ γὰρ ἡ φρόνησις καὶ ἐπιστήμη καὶ ἀρετὴ εἶναι καὶ ὑπ’ ἀμφότερα τὰ γένη, καίτοι ἐκείνων οὐκ ὄντων ὑπ’ ἄλληλα. πρὸς ἣν ἔνστασιν πρῶτον μὲν λέγει ὅτι μὴ ὁμολογούμενόν ἐστι τὸ τὴν φρόνησιν ἐπιστήμην εἶναι· εἰ γάρ ἐστι περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οὐκ ἄν εἴη ἐπιστήμη ἡ φρόνησις. εἶτά φησιν ὅτι, εἰ καὶ συγχωρηθείη εἶναί τι ἐν δύο γένεσι μὴ οὖσιν ὑπ’ ἄλληλα καὶ γὰρ εἰ μὴ ἡ φρόνησις ἀρετὴ οὖσα συγχωρεῖται ἐπιστήμη εἶναι, ἀλλ’ ἥ γε σοφία ὑπ’ ἄμφω ἐστί· καὶ γὰρ καὶ ἀρετὴ καὶ ἐπιστήμη ἐστίν, ἃ οὐκ ἔστιν ὑπ’ ἄλληλα. δοκεῖ δὲ καὶ ὁ ἄνθρωπος καὶ ὑπὸ τὸ ζῷον λογικὸν γένος εἶναι καὶ ὑπὸ τὸ πεζὸν ζῷον, καὶ οὐδέτερον ὑπ’ οὐδέτερόν ἐστιν, εἴ γε λογικοὶ καὶ οἱ θεοί· οὐ γὰρ ὑπὸ τὸ πεζὸν οἱ θεοί. εἰ δὲ μὴ ὑπό τι τούτων οἱ θεοί, ἢ ὑπὸ τὸ πεζὸν ἢ ὑπὸ τὸ πτηνὸν ἢ ὑπὸ τὸ ἔνυδρον, οὐδ’ ἄν ὑπὸ τὸ ζῷον εἶεν. καὶ εἴη ἄν ἁρμόζον τὸ παράδειγμα τοῦτο τῷ πρὸ ὀλίγου εἰρημένῳ τόπῳ τῷ “καὶ πάλιν εἰ μηδενὸς τῶν εἰδῶν ἐνδέχεται μετέχειν τὸ τεθὲν ἐν τῷ γένει”, ὡς καὶ ἡμεῖς παρεθέμεθα), καὶ ἐπὶ τούτων δή φησι δεῖν, εἰ καὶ μὴ ὑπ’ ἄλληλά ἐστι τὰ γένη, ἐν οἷς ἐστί τι κοινὸν ἀμφοτέροις, ἀλλ’ ἄμφω γε τὰ γένη ὑπό τι ἓν κοινὸν εἶναι, ὥσπερ καὶ ἡ ἀρετὴ καὶ ἡ ἐπιστήμη ἔχουσιν· οὐκ ἔστι μὲν γὰρ ὑπ’ ἄλληλα, ὑπὸ κοινὸν μέντοι γένος ἐστὶν ἄμφω, τὴν γὰρ ἕξιν καὶ διάθεσιν, |ὃ ποιότητός ἐστιν εἶδος. ἄν δὴ μήτε ὑπ’ ἄλληλα ἡ τὰ γένη μήτε ἀμφότερα ὑπό τι ἓν κοινόν, ἀδύνατον τοῦ προκειμένου ἀμφότερα εἶναι γένη. τούτῳ τῷ τόπῳ χρώμενος ἂν δεικνύοις ὅτι μήτε ἡ μονὰς ποσὸν μήτε οὐσία· καίτοι δοκεῖ, καθ’ ὃ μέν ἐστι ποσοῦ ὄντος τοῦ ἀριθμοῦ αὐξητική, ποσὸν εἶναι, εἴ γε πᾶν τὸ αὐξόμενον ὁμογενεῖ αὔξεται, ᾗ δὲ ἓν ὂν τῷ ἀριθμῷ δεκτικόν ἐστι τῶν ἐναν τίων, ταύτῃ οὐσία· ἐν γὰρ τῇ αὐτῇ τριάδι ἡ μέση μονὰς καὶ πέρας ἐστὶ τῆς πρώτης δυάδος καὶ ἀρχὴ τῆς δευτέρας. ἀλλ’ ἐπεὶ μήτε ἡ οὐσία ὑπὸ τὸ ποσὸν μήτε τὸ ποσὸν ὑπὸ τὴν οὐσίαν μήτε ἀμφότερα, ἡ οὐσία καὶ τὸ ποσόν, ὑπὸ ταὐτὸν γένος, οὐκ ἄν ἐν ἀμφοτέροις εἴη τοῖς γένεσιν ἡ μονάς. οὕτως δεικνύοι τις ἄν μηδὲ τὴν ἐπιστήμην καὶ ὑπὸ τὸ ποιὸν οὖσαν καὶ τὸ πρός τι. ἡ λύοιτο ἄν τοῦτο τῷ εἰρῆσθαι ὅτι κατ’ ἄλλο καὶ ἄλλο. Σκοπεῖν δὲ δεῖ καὶ τὸ γένος τοῦ ἀποδοθέντος γένους. Ὁ τόπος σαφής· ἐπεὶ γὰρ τό τινος γένος καὶ τῶν ὑπ’ ἐκεῖνο τὸ εἶδος [ἤτοι γένος] πάντων ἐν τῷ τί ἐστι κατηγορεῖται τὸ γὰρ τοῦ ὀρνέου γένος πάντων καὶ τῶν ὑπὸ τὸ ὄρνεον εἰδῶν τε καὶ ἀτόμων, οὐ μόνον τοῦ ὀρνέου), κατηγορεῖται κατὰ τοῦ τεθέντος ἐν τῷ γένει αὐτό τε καὶ τὰ τούτου πάλιν γένη, ἀλλὰ καὶ ἐν τῷ τί ἐστι. κἄν που διαφωνῇ καί τι τῶν κατηγορου- μένων τοῦ ἀποδοθέντος γένους μηκέτι καὶ κατὰ τοῦ τεθέντος ἐν τῷ γένει τούτῳ κατηγορῆται ἐν τῷ τί ἐστιν, οὐ ῥητέον γένος αὐτοῦ εἶναι τὸ ἀποδοθέν. οὕτως δειχθήσεται τῆς αἰδοῦς οὐκ ὂν γένος ἡ ἀρετή· τῆς γὰρ ἀρετῆς γένος ἡ ἕξις οὖσα οὐ κατηγορεῖται τῆς αἰδοῦς· οὐ γὰρ ἕξις ἡ αἰπρὸ δὼς ἀλλὰ πάθος. ἀλλ’ οὐδὲ τῆς ἐγκρατείας ἡ ἀρετή, ἐπεὶ ἡ βελτίστη ἕξις οὐ κατηγορεῖται αὐτῃς· οὐ γὰρ βελτίστη ἕξις ἡ ἐν φαύλαις ἐπιθυμίαις, κατὰ δὲ πάσης ἀρετῆς ἡ βελτίστη ἕξις ἐν τῷ τί ἐστιν· οὐ γὰρ μόνον ἕξις ἡ ἀρετὴ ἀλλὰ καὶ βελτίστη, ἐπεὶ ἕξις γε καὶ ἡ κακία. ἀλλ’ οὐδὲ τῆς χιόνος τὸ λευκόν, ὅτι μηδὲ ἡ ποιότης, ὅ ἐστι γένος τοῦ λευκοῦ· οὐδὲ τὸ γλυκὺ μέλιτος, ὅτι μηδὲ ὁ χυμός. τοῦτο μὲν οὖν ὑγιὲς τὸ τὰ τοῦ ἀποδοθέντος γένους γένη πάντως ὀφείλειν ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τοῦ ὑπὸ τὸ γένος. οὐ μὴν ἀντιστρέφει· οὐ γάρ, εἴ τι τῶν ἐπάνω ἐν τῷ τί ἐστί τινος κατηγορεῖται, ἤδη καὶ πάντα τὰ ὑπ’ αὐτὸ ἐν τῷ τί ἐστι τοῦ αὐτοῦ κατηγορηθήσεται. τῷ γὰρ τὰ ἐναντία ὑπὸ ταὐτὸ εἶναι γένος τῶν ἐναντίων κατηγορηθήσεται ἓν ἐν τῷ τί ἐστι, οὐ μὴν καὶ τὰ ἐναντία ἄμφω ὧν γένος ἐκεῖνο. εἰ γὰρ καὶ τοῦ λευκοῦ τὸ μὲν χρῶμα ἐν τῷ τί ἐστι κατηγορεῖται, οὐ μὴν καὶ τὸ μέλαν· καίτοι καὶ κατὰ τοῦ μέλανος τὸ χρῶμα· γένος γὰρ οὐδὲν ἧττον κἀκείνου. ὁμοίως καὶ ἀδικίας ἡ μὲν ἕξις κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ ἀρετὴ οὖσα ὑπὸ τὴν ἕξιν, ὅτι ἡ κακία. Πάλιν εἰ μετέχει τὸ γένος τοῦ εἴδους, ἢ αὐτὸ ἢ ἐπάνω τι γενῶν. Δείκνυσι διὰ τούτου ὅτι, εἰ εἴη τὸ γένος τὸ ἀποδοθὲν ἤ τι τῶν τοῦ ἀποδοθέντος ὡς γένους γενῶν μετέχον τοῦ ὡς εἴδους τεθέντος καὶ ἐπιδέχεται αὐτοῦ τὸν λόγον, ἀδύνατον τὸ ἀποδοθὲν αὐτοῦ γένος εἶναι τῷ μηδὲν τῶν ἐπάνω τὸν · τῶν ὑπ’ αὐτὰ λόγον ἀναδέχεσθαι. οὐ γὰρ οἷόν τε τὸν ἀετὸν γένος τοῦ ζῴου λέγειν, ὅτι μὴ μόνον ὁ ἀετὸς τοῦ ζῴου μετέχει ἀλλά καὶ τὰ γένη αὐτοῦ, τό τε ζῷον πτηνὸν καὶ τὸ ὄρνεον. φθάνει δὲ τὸν τόπον τοῦτον προειρηκέναι δι’ ὧν εἶπε “πάλιν εἰ ἀνάγκη ἢ ἐνδέχεται τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος”. πρόσκειται δὲ ἐν τούτῳ τὸ ‘κἂν τῶν ἐπαναβεβηκότων τι τοῦ ἀποδοθέντος ὡς γένους’. δοκεῖ δὲ καὶ ἔξωθεν παρεμβεβλῆσθαι ὁ τόπος οὗτος· τὰ γὰρ ἐπιφερόμενα ἀκόλουθά ἐστι τῷ πρὸ τούτου εἰρημένῳ τόπῳ τῷ “σκοπεῖν δὲ καὶ τὸ γένος τοῦ ἀποδοθέντος γένους”. εἰπὼν γὰρ δι’ ἐκείνου τὴν ἀνασκευὴν τοῦ γένους, πῶς ἄν γένοιτο λαμβανομένων τῶν τοῦ ἀποδοθέντος γένους γενῶν, ἑξῆς ἐπιφέρει δεικνὺς πῶς οἶόν τε δι᾿ αὐτῶν τούτων πάλιν κατασκευάζειν ὅτι τὸ ἀποδοθέν ἐστι γένος. Ἀνασκευάζοντι μὲν οὗν καθάπερ εἴρηται χρηστέον. Πάνυ ἐντέχνως δείκνυσι τὴν τοῦ γένους κατασκευὴν ἔμπαλιν τῇ ἀνασκευῇ γινομένην τῇ προειρημένῃ πρὸ τοῦ τελευταίου κειμένου τόπου. ἡ μὲν γὰρ ἀνασκευὴ ἦν· εἴ τι τῶν τοῦ ἀποδοθέντος ὡς γένους ἐν τῷ τί ἐστι κατηγορουμένων μὴ κατηγοροῖτο καὶ κατὰ τοῦ ἐν γένει τεθέντος αὐτῷ, οὐκ ἂν εἴη τὸ ἀποδοθὲν γένος αὐτοῦ. ἡ δὲ κατασκευὴ ἡ νῦν λεγομένη· εἰ τὸ ἀποδοθὲν γένος τινὸς κατηγοροῖτο μὲν αὐτοῦ, ζητοῖτο δὲ εἴ ὡς γένος καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται, |ζητητέον εἴ τι τῶν τοῦ κατηγορουμένου ἐν τῷ τί ἐστι κατηγορουμένων, τοῦτ’ ἔστιν εἴ τι γένος ὂν αὐτοῦ κατηγορεῖται ἐν τῷ τί ἐστι κατὰ τοῦ ὑποκειμένου αὐτῷ· ἂν γὰρ οὕτως τι κατηγορούμενον αὐτοῦ εὑρεθῇ, καὶ τὸ ἀποδεδομένον αὐτοῦ ὡς γένος ἐν τῷ τί ἐστι κατηγορηθήσεται. οὗ γὰρ κατηγορούμενον ἐν τῷ τί ἐστί <τι> κατηγορεῖται κατά τινος ὑποκειμένου αὐτῷ ἐν τῷ τί ἐστιν, ἀνάγκη καὶ αὐτὸ τοῦτο ἐν τῷ τί ἐστιν ἐκείνου τοῦ ὑποκειμένου αὐτῷ κατηγορεῖσθαι. ἂν γὰρ ἕν τι ἢ τῶν ἐπάνω τε καὶ γενῶν τοῦ ἀποδοθέντος ὡς γένους ἢ τῶν ὑπ’ αὐτὸ καὶ εἰδῶν αὐτοῦ κατηγορούμενον δειχθῇ τινος ἐν τῷ τί ἐστιν, ἀνάγκη καὶ τὰ· ἄλλα πάντα πρὸς ἄλληλα οὕτως ἔχειν ὡς τὰ μὲν γένη εἶναι τὰ δὲ εἴδη καὶ ἐν τῷ τί ἐστι τοῦ αὐτοῦ κατηγορεῖσθαι, δῆλον ὅτι ἄν ὅλως ᾖ κατηγορούμενά τε καὶ ἀληθευόμενα κατ’· αὐτοῦ· ὃ ἐδήλωσε καὶ αὐτὸς πάλιν διὰ τοῦ προσθεῖναι τὸ ὧνπερ κατηγορεῖται. καὶ ὅτι τοῦτο οὕτως ἔχει, δι’ ἐπαγωγῆς φησι δεῖν δεικνύναι· οὐδαμοῦ γὰρ διαφωνοῦν εὑρεθήσεται. οὕτως δεικνύοιτ’ ἄν τῆς ἀρετῆς γένος ἡ διάθεσις· κατηγορεῖται μὲν γὰρ αὐτῆς· ὅτι δὲ καὶ ἐν τῷ τί ἐστι, δῆλον ἐκ τοῦ τὴν ποιότητα γένος οὖσαν τῆς διαθέσεως καὶ ἐν τῷ τί ἐστιν αὐτῆς κατηγορουμένην κατηγορεῖσθαι καὶ τῆς ἀρετῆς ἐν τῷ τί ἐστιν· ἡ γὰρ ἀρετὴ ποιότης. καὶ τὸ ὄρνεον τοῦ ἀετοῦ γένος, ὅτι τὸ τοῦ ὀρνέου γένος, τὸ ζῷον, ἐν τῷ τί ἐστι τοῦ ἀετοῦ κατηγορεῖται. Εἰ δὲ τὸ ἁπλῶς ὑπάρχειν ἀμφισβητεῖται. Δείξας, εἰ ὑπάρχειν μὲν ὁμολογοῖτο τὸ ἀποδοθὲν ὡς γένος τινός, ἀμφισβητοῖτο δὲ εἰ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται, πῶς οἷόν τε δεῖξαι ὅτι καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται, δείκνυσιν, εἰ καὶ αὐτὸ τοῦτο ἀμφισβητοῖτο τὸ ὑπάρχειν τὸ ἀποδοθὲν γένος, πῶς δυνησόμεθα αὐτὸ δεῖξαι ὑπάρχον τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον. εἰ γὰρ εἴη τοῦ κατηγορεῖσθαι τεθέντος ὡς γένους ἐν τῷ τί ἐστί <τι> κατηγορούμενον, φησὶ δεῖν ζητεῖν εἰ μὴ ἄλλο τι τῶν εἰδῶν τῶν ὑπὸ τὸ γένος τὸ ἀνωτέρω ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορούμενον ὑπάρχει τε καὶ κατηγορεῖται αὐτοῦ. εἰ γὰρ μηδὲν ἄλλο τῶν ἐκείνου τοῦ γένους εἰδῶν ὑπάρχοι αὐτῷ, τὸ ἀποδοθὲν ἄν ὡς γένος ὑπάρχοι τε αὐτῷ καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγοροῖτο, ἐπειδὴ δέδεικται ὅτι τὸ ὑπὸ τὸ γένος ὂν ἀνάγκη τινὸς τῶν εἰδῶν αὐτοῦ μετέεχειν, εἰ μὴ εἴη τῶν ἐκ τῆς πρώτης διαιρέσεως τοῦ γένους. ὥστε καὶ τὸ προκείμενον, εἰ δοίημέν τινος μετέχειν τῶν εἰδῶν τοῦ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορουμένου, ἐπειδή ἐστιν ὑπὸ τὸ κοινὸν γένος, οὐδενὸς δὲ ἄλλου μετέχει, τούτου ἄν μετέχοι τοῦ ἀποδοθέντος αὐτοῦ ὡς γένους, καὶ εἴη ἄν αὐτοῦ γένος τοῦτο. οἷον εἰ τῆς βαδίσεως γένος ἀπέδωκε τὴν φορὰν καὶ εἴη ζητούμενον εἰ κατηγορεῖται ὅλως ἡ φορὰ τῆς βαδίσεως, ἄν τὸ γένος λαβόντες· τῆς φορᾶς τοῦτο δέ ἐστιν ἡ κίνησις) εὕρωμεν καὶ τὴν κίνησιν ἐν τῷ τί ἐστι τῆς βαδίσεως κατηγορουμένην, καὶ ἐπὶ τούτοις λαβόντες τὰ ἄλλα εἴδη τῆς κινήσεως τὰ ἀντιδιαιρούμενα τῇ φορᾷ δείξωμεν ὅτι μηδὲν αὐτῶν ὑπάρχει τῇ βαδίσει (οὔτε γὰρ ἡ ἀλλοίωσις οὔτε ἡ αὔξησις οὔτε ἡ μείωσις οὔτε ἡ γένεσις οὔτε ἡ φθορὰ ὑπάρχει αὐτῇ), δεδειχότες ἄν εἴημεν ὅτι ἡ φορὰ ὑπάρχει τε αὐτῇ καὶ ἐν τῷ τί ἐστιν αὐτῆς κατηγορεῖται καὶ ἔστιν αὐτῆς γένος. καὶ ἔχοι ἄν ὁ λόγος οὕτως· ἡ βάδισις, ἐπεί ἐστι κίνησις, εἴη ἄν ἤτοι αὔξησις ἢ μείωσις ἢ ἀλλοίωσις ἢ γένεσις ἢ φθορὰ ἢ φορά· οὐκ ἔστι δὲ οὔτε αὔξησις οὔτε μείωσις οὔτε ἀλλοίωσις οὔτε γένεσις οὔτε φθορά· φορὰ ἄρα ἐστίν. εἰ γὰρ μὴ φορά, οὐδὲ κίνησις· τὸ γὰρ ἐν γένει τινὶ ὂν ἀνάγκη τινὸς μετέχειν αὐτοῦ τῶν εἰδῶν· ἔστι δὲ κίνησις· φορὰ ἄρα. ἁπλούστερον δὲ χρὴ πάλιν ἀκούειν τῆς τε κινήσεως ὡς γένους καὶ τῶν ὑπ’ αὐτὴν ὡς εἰδῶν. δεικνύοιτο δ’ ἂν οὕτως ἡ δικαιοσύνη ἀρετή, ἐπειδὴ ἡ ἕξις μὲν ἡ προαιρετικὴ αὐτῆς ἐν τῷ τί ἐστι κατηγορεῖται, οὖσα δὲ ἕξις προαιρετικὴ οὐκ ἔστι κακία, ἕξεως δὲ εἴδη ἀρετή τε καὶ κακία. καὶ ὁ τρία δὲ περιττὸς ἀριθμός ἐπεὶ ἀριθμὸς ὢν οὐκ ἔστιν ἄρτιος. ἔτι ἡ ψυχὴ εἶδος, ἐπεὶ οὐσία οὖσα οὐκ ἔστιν ὕλη. Πάλιν ἐφ᾿ ἐφ’ ὧν τὸ εἶδος τὸ τεθὲν ὡς γένος κατηγοῤεῖται. Δείξας ἀπὸ τῶν τοῦ ὡς γένους ἀποδοθέντος γενῶν πῶς ἂν ἢ ἀνασκευάζοιτο ἢ κατασκευάζοιτο τὸ γένος εἶναι τοῦ προκειμένου τὸ ἀποδοθέν, νῦν ἔμπαλιν ἀπὸ τοῦ ὡς εἴδους ἀποδοθέντος παραδίδωσι τόπους, δι’ ὧν καὶ ἀνασκευάζειν καὶ κατασκευάζειν δυνησόμεθα τὸ ἀποδοθὲν αὐτοῦ γένος. εἰ γὰρ |τὸ εἶδος τὸ ὡς ἐν γένει τινὶ τεθὲν αὐτὸ εἴη τινῶν γένος, χρὴ ἐπιβλέπειν εἰ ὧν τοῦτο γένος ἐστί, τούτων καὶ τὸ ἀποδοθὲν αὐτοῦ γένος. εἰ γὰρ ἢ αὐτὸ τὸ γένος τὸ ἀποδοθὲν μὴ κατηγορεῖται ἢ] προδήλως τῶν εἰδῶν ἢ] ἐν τῷ τί ἐστι τῶν τοῦ ὑποκειμένου αὐτῷ ὡς εἴδους ἢ τῶν γενῶν τι τῶν τούτου, δῆλον ὅτι οὐκ ἄν εἴη τὸ ἀποδοθὲν γένος. εἰ γὰρ ἦν γένος τοῦ προκειμένου, φανερὸν ὡς καὶ αὐτὸ καὶ τὰ τούτου γένη πάντα ἂν ἐν τῷ τί ἐστι τῶν τῷ εἴδει ὑποκειμένων κατηγορεῖτο ὥσπερ καὶ τὸ ὡς εἶδος κείμενον· πάντα γὰρ τὰ γενικώτερα τῶν ἐσχάτων καὶ ὑπ’ αὐτὰ ἐν τῷ τί ἐστι κατηγορεῖται. πρὸς μὲν οὖν ἀνασκευὴν χρήσιμον εὑρεθὲν τὸ ὡς γένος ἀποδοθὲν μὴ κατηγορούμενον τῶν ὑπὸ τὸ ἀποδοθὲν εἶδος εἰδῶν ἐν τῷ τί ἐστιν ἢ αὐτὸ ἢ τῶν τούτου γενῶν τι. εἰ γὰρ τῶν ὑπὸ τὴν ἀρετὴν εἰδῶν μὴ κατηγορεῖται ἡ ἐπιστήμη, οὐκ ἄν εἴη γένος τῆς ἀρετῆς, οἷον ἢ ἀνδρείας ἢ σωφροσύνης ἤ τινος ἄλλης ἀρετῆς. πρὸς δὲ κατασκευὴν χρήσιμον εὑρεθὲν τὸ ἀποδοθὲν γένος ἐν τῷ τί ἐστι κατηγορούμενον τῶν ὑπὸ τὸ κείμενον εἶδος εἰδῶν. εἰ γὰρ καὶ τὸ ὡς εἶδος κείμενον εἴη αὐτῶν ἐν τῷ τί ἐστί· κατηγορούμενον καὶ τὸ ἀποδοθὲν ὡς γένος τοῦ εἴδους τούτου, δῆλον ὡς ἐκεῖνα ὑπὸ δύο γένη ἔσται, ἃ δεήσει ὑπ’ ἄλληλα εἶναι· ὅταν γάρ τι ᾖ ἐν πλείοσι γένεσιν, ἐκεῖνα ἐδείχθη ὑπ’ ἄλληλα ὄνια. εἰ δὴ καὶ τὰ δύο γένη τῶν αὐτῶν ὄντα δεῖ ὑπ’ ἄλληλα εἶναι καὶ οὐκ ἔστιν ὑπὸ τὸ εἶδος τὸ ἀποδοθὲν αὐτοῦ γένος, λείπεται τοῦτο ἐκείνου γένος εἶναι· εἰ δὲ τοῦτο οὕτως, εἴη ἂν αὐτοῦ γένος τὸ ἀποδεδομένον. οἷον εἰ εἴη ἀποδεδομένον τοῦ ὀρνέου τὸ πτηνὸν ζῷον γένος καὶ εἰ ἔστι ζητοῖτο, ἐπεὶ τὸ ὄρνεον γένος ἐστὶ τοῦ τε κόρακος <καὶ τοὐ ἀετοῦ> καὶ τῶν ἄλλων τῶν τούτοις ἀντιδιαιρουμένων καὶ τούτων ἐν τῷ τί ἐστι καὶ τὸ πτηνὸν ζῷον κατηγορεῖται ὥσπερ καὶ τὸ ὄρνεον, δῆλον <ὡς> καὶ τὸ πτηνὸν ζῷον γένος ἄν εἴη τοῦ ἀετοῦ· ἔστι δὲ αὐτοῦ γένος καὶ τὸ ὄρνεον· δεῖ ἄρα τούτων, τοῦ τε ὀρνέου καὶ τοῦ ζῴου πτηνοῦ, ἐπεὶ τοῦ αὐτοῦ γένη ἐστί, τὸ ἕτερον ὑπὸ τὸ ἕτερον εἶναι. οὐκ ἔστι δὲ τὸ ζῷον πτηνὸν ὑπὸ τὸ ὄρνεον· ἐπὶ πλέον γάρ ἐστιν αὐτοῦ· λείπεται ἄρα τὸ ὄρνεον ὑπὸ τὸ ζῷον πτηνὸν ὡς ὑπὸ τὸ γένος εἶναι. ὁ μὲν οὖν ἀνασκευαστικὸς ἐπὶ τῶν προειρημένων τόπος δόξει ὁ αὐτὸς εἶναι τῷ πρώτῳ πάντων μᾶλλον εἰρημένῳ, δι’ οὗ ἠξίου ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ τῷ ὡς εἴδει τινὸς γένους τεθέντι, εἴ τινος αὐτῶν τὸ ἀποδοθὲν γένος μὴ κατηγορεῖται. προσκείμενος δὲ αὐτῷ ὁ κατασκευαστικὸς ἄλλον αὐτὸν ἐποίησεν. Σκοπεῖν δὲ καὶ τοὺς λόγους τῶν γενῶν. Δείξας δὲ τὸ προκείμενον ἀπὸ τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἢ μὴ κατηγορεῖσθαι, ἐπεὶ τὰ γένη τῶν εἰδῶν οὐ μόνον ἐν τῷ τί ἐστι κατηγορεῖται ἀλλὰ καὶ συνωνύμως, δεῖν φησι καὶ τοὺς λόγους λαμβάνειν τοῦ τε ὡς εἴδους ἀποδοθέντος καὶ τοῦ ὡς γένους, κἄν μὲν φαίνωνται κατὰ τῶν τοῦ ἀποδοθέντος ὡς εἴδους εἰδῶν ἀμφότεροι οἱ λόγοι κατηγορούμενοι, ὅ τε τοῦ εἴδους καὶ ὁ τοῦ ὡς γένους ἀποδοθέντος, ἔτι δὲ καὶ οἱ τῶν τοῦ ἀποδοθέντος ὡς γένους γενῶν καὶ αὐτοί, περαίνεσθαι ὑπολαμβάνειν καὶ δείκνυσθαι τὸ προκείμενον γένος ὅν, εἰ δέ που ἀντιπίπτοι, ἀνασκευάζεσθαι. ἄν μὲν γὰρ ὥσπερ ὁ τοῦ ὀρνέου λόγος κατηγορεῖται τοῦ ἀετοῦ, οὕτως καὶ ὁ τοῦ ζῴου πτηνοῦ καὶ ὁ τοῦ ζῴου, ὃ ὡς γένος ἐστὶ τοῦ ζῴου πτηνοῦ, εἴη ἄν δεικνύμενον τὸ ζῷον πτηνὸν γένος ὂν τοῦ ὀρνέου. εἰ δὲ ὁ τοῦ ζῴου πτηνοῦ λόγος μὴ ἐφαρμόζοι τῷ ἀετῷ ἢ ὁ τοῦ ζῴου, οὐδ’ ἄν τὸ ζῷον πτηνὸν γένος εἴη τοῦ ὀρνέου. οὕτως ἄν δεικνύοιτο ὁ ἀριθμὸς οὐκ γένος τῆς ψυχῆς, ὅτι οὐδεμιᾷ ψυχῇ λόγος ὁ τοῦ ἀριθμοῦ ἐφαρμόζει· οὐδεμία γὰρ ψυχὴ πλῆθός ἐστιν ἐκ μονάδων συγκείμενον· ὁ μέντοι τῆς ψυχῆς λόγος, ὅς τις ἄν ἡ, ἑκάστῃ τῶν ψυχῶν ἐφαρμόζει. τῆς δέ γε ἀλλοιώσεως δεικνύοιτο ἄν γένος ἡ κίνησις, ὅτι ὁ λόγος αὐτῆς ἐφαρμόζει πᾶσι τοῖς ὑπὸ τὴν ἀλλοίωσιν· καὶ γὰρ κατὰ τοῦ λευκαίνεσθαι καὶ κατὰ τοῦ μελαίνεσθαι ὁ τῆς κινήσεως κατηγορεῖται λόγος, ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων ἀλλοιωσεων. Πάλιν εἰ τὴν διαφορὰν ὡς γένος ἀπέδωκεν. Ὀ τὴν διαφορὰν τὴν εἰδοποιόν τινος ὡς γένος αὐτοῦ λαμβάνων ἁμαρτάνει· τὸ μὲν γὰρ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ποιόν τί ἐστι τὸ ὑποκείμενον ἀλλ’ οὐ τί ἐστι σημαίνει. οὕτως ἁμαρτάνει ὁ τοῦ θεοῦ γένος τὸ ἀθάνατον ἀποδιδούς· διαφορὰ γάρ ἐστι ζῴου διαιρετικὴ τὸ ἀθάνατον, εἰδοποιὸς τοῦ θεοῦ· τῶν γὰρ ζῴων τὰ μὲν θνητὰ τὰ δὲ ἀθάνατα. δείξας δὲ ὅτι διαφορά, ὡς ἑπόμενον τούτῳ λαμβάνει τὸ ῾ἡ δὲ διαφορὰ οὐ γένος’· οὐδεμία γὰρ διαφορά, ὡς εἶπε, γένος ἐστίν. ὅτι δ’ οὕτως ἔχει, ἔδειξε διὰ τοῦ τὴν διαφορὰν μὴ τί ἐστι σημαίνειν ἀλλὰ μᾶλλον ποιόν. τὸ δὲ μᾶλλον προσέθηκεν, ὅτι μή ἐστιν ἁπλῶς ποιὸν ἡ διαφορά· ἡ γὰρ ἐν οὐσίᾳ διαφορὰ περὶ οὐσίαν μὲν τὸ ποιὸν ἀφορίζει, οὐ μὴν ποιόν ἐστιν ἀλλὰ οὐσία. λέγοι δ’ ἄν διαφορὰν ποιὸν τὴν χωρὶς τοὐ ὑποκειμένου καὶ τῆς ὕλης λαμβανομένην. διὰ ταῦτα οὐδὲ τοῦ ἀνθρώπου τὸ θνητὸν ἔσται γένος. διὰ ταῦτα οὐδὲ τὸ περιττὸν τριάδος· διαφορὰ γὰρ ἀριθμοῦ. Καὶ εἰ τὴν διαφορὰν ὡς εἶδος εἰς τὸ γένος ἔθηκεν. Ὁμοίως ἁμαρτάνει, φησί, καὶ ὁ τὴν διαφορὰν ὡς εἶδος ἐν τῷ γένει τιθεὶς οὗ ἐστι διαιρετικὴ ἡ διαφορά. οἷον ὁ λέγων τὸ περιττὸν ἀριθμὸν εἶναι· οὐ γὰρ εἶδος ἀριθμοῦ τὸ περιττὸν καθ’ αὑτὸ ἀλλὰ διαφορά· εἶδος γὰρ οὐ τὸ περιττὸν καθ’ αὑτό, ἀλλὰ τὸ περιττὸν μετὰ τοῦ ἀριθμοῦ συντεθέν. ἡ δὲ διαφορὰ οὐ μετέχει τοῦ γένους, τοῦτ’ ἔστιν οὐκ ἐπιδέχεται τὸν τοῦ γένους λόγον· τὸ γάρ τινος ἐπιδεχόμενον λόγον ἢ εἶδός ἐστιν αὐτοῦ ἢ ἄτομον· ἡ δὲ διαφορὰ οὐδέτερον τούτων. οὕτως οὔτε τοῦ ἀθα· νάτου τὸ ζῷον κατηγορηθήσεται ὡς γένος οὔτε τοῦ ἀρτίου ὁ ἀριθμὸς οὔτε τῆς κατὰ μῆκος ἐπιδόσεως ἡ αὔξησις· διαφορὰ γὰρ αὐξήσεως ἡ κατὰ μῆκος ἐπίδοσις. αἴτιον δὲ τοὐ τὸ γένος μὴ κατηγορεῖσθαι τῆς διαφορᾶς ἐπὶ τῆς συσιας, ὅτι τὸ μὲν γένος συναμφοτερον τί ἐστιν, ἡ δὲ διαφορὰ χωρὶς του γένους λαμβανομένη οὐ συναμφότερον. εἰ οὗν μὴ μετέχει τοῦ γένους ἡ διαφορά, τοῦτ’ ἔστιν εἰ μὴ ἐπιδέχεται τὸν λόγον αὐτοῦ, οὐδ’ ἄν εἶδος αὐτοῦ εἴη. τὸ δὲ ὥστε οὐδὲ τὸ περιττὸν εἶδος ἂν εἴη ἀλλὰ διαφορά, ἐπειδὴ οὐ μετέχει τοῦ γένους, δοκεῖ μοι ἔμπαλιν εἰρῆσθαι· οὐ γὰρ διότι οὐ μετέχει, διὰ τοῦτο διαφορά, ἀλλ’ ὅτι διαφορά, διὰ τοῦτο οὐδὲ μετέχει τοῦ γένους· γνωριμώτερον γὰρ τὸ διαφορὰν αὐτὸ εἶναι ἡ τὸ μὴ μετέχειν τοῦ ἀριθμοῦ· ἔτι καὶ αὐτὸς ὡς ὁμολογούμενον τὸ διαφορὰν αὐτὸ εἶναι λαβὼν προσέθηκε τὸ οὐ δοκεῖ δὲ μετέχειν ἡ διαφορὰ τοῦ γένους. Ἔτι εἰ τὸ γένος εἰς τὸ εἶδος ἔθηκε. Πρόδηλος ἡ ἁμαρτία τοῦ τὸ γένος ὑποτάσσοντος τῷ εἴδει καὶ κατηγοροῦντος αὐτοῦ τὸ εἶδος ὡς γένος· τὸ γὰρ ἐπ’ ἔλαττον λεγόμενον γένος ἀποδίδωσι τοῦ ἐπὶ πλέον ὄντος. . οὕτως ἁμαρτάνει ὁ τῆς συνάψεως γένος τὴν συνοχὴν ἀποδιδούς· εἶδος γὰρ τῆς συνάψεως ἡ συνοχή. οὐ γὰρ πᾶν τὸ συναπτόμενον συνέχεται· συνάπτεται γὰρ καὶ τὰ ἁπτόμενα μόνον, οὐ μὴν καὶ συνέχεται· πάν μέντοι τὸ συνεχόμενον συνάπτεται· ὥστε ἐπὶ πλέον τὸ συνάπτεσθαι τοῦ συνέχεσθαι. ἀλλὰ καὶ ὁ τῆς μίξεως τὴν κρᾶσιν γένος λέγων τὸ γένος ὑποτίθησι τῷ εἴδει· ἐπὶ πλέον γὰρ ἡ μῖξις τῆς κράσεως. εἰ μὲν γάρ τι κέκραται, καὶ μέμικται τοῦτο, οὐ μὴν πᾶν τὸ μεμιγμένον καὶ κέκραται· ἡ γὰρ τῶν ξηρῶν μῖξις οὐκ ἔστι κρᾶσις. ἀλλὰ καὶ ὁ τῆς κατὰ τόπον κινήσεως γένος λέγων τὴν φορὰν τὸ γένος ἐν τῷ εἴδει τίθησιν. ποιεῖ δὲ τοῦτο καὶ Πλατῶν· ὁριζόμενος γὰρ τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτήν φησιν εἶναι· ἀλλ’ ἡ φορά ἐστι τῶν ἀψύχων τε καὶ ἀκουσίως ἀμειβομένων τόπον ἐκ τόπου. εἶπε δὲ τὸ ἀκουσίως ἀντὶ τοῦ ‘οὐχ ἑκουσίως’· ****μὲν κινεῖται, οὐ μὴν καὶ ἀκουσίως. εἰ οὖν τινά ἐστιν οὐχ ἑκουσίως κατὰ τόπον μεταβάλλοντα, ἔστι δέ τινα καὶ ἑκουσίως τοῦτο ποιοῦντα, ὡς τὰ βαδίζοντα, εἴη ἄν ἐπὶ πλέον ἡ κατὰ τόπον κίνησις· οὐ πᾶσα γὰρ κατὰ τόπον κίνησις φορά. συμβαίνει μὲν οὖν τοὺς τοῦτο ποιοῦντας τὸ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου γένος λέγειν. οὐ μὴν ἀλλὰ διαφέροι ἄν οὗτος ὁ τόπος ἐκείνου, ὅτι τὸ εἶδος αὐτοῦ <τοῦ> οὗ εἶδός ἐστι γένος ἀποδιδόμενον δείκνυσιν, ὃ πλέον ἐστὶ τοῦ ἐπ’ ἔλαττον λέγεσθαι. Πλάτωνος δὲ ἐμνημόνευσεν ὑπὲρ τοῦ ἐνδοξότερον ποιῆσαι τὸν τόπον καὶ τὸ χρήσιμον ἐνδείξασθαι αὐτοῦ, ὡς καὶ ἐνδόξων τινῶν κατὰ τοῦτο εὐθύνεσθαι δυναμένων, ὡσανεὶ καὶ αὐτοῦ· καὶ γὰρ αὐτὸς ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς εἰπὼν ἀνώνυμον εἶναι τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτὴν ὀνομάζει. Πάλιν εἰ τὴν διαφορὰν εἰς τὸ εἶδος ἔθηκεν. Ὥδπερ ὁ τὸ γένος εἰς τὸ εἶδος τιθεὶς ἁμαρτάνει τὸ γὰρ ἐπὶ πλέον ὂν ὑποτίθησι τῷ ἐπ’ ἔλαττον |ὄντι), οὕτως ἁμαρτάνει καὶ ὁ τῆς διαφορᾶς ἀποδιδοὺς γένος τὸ εἶδος ἢ ὅλως κατηγορῶν αὐτῆς τὸ εἶδος τὸ ὑπ’ αὐτῆς εἰδοποιούμενον· κατὰ γὰρ τοῦτο καὶ εὐθύνει τὴν ἁμαρτίαν. δέδεικται μὲν γὰρ ὅτι μηδὲ ὅλως τῆς διαφορᾶς τι ὡς γένος κατηγορεῖται τούτων ὧν ἐστι διαφορά, εἴ γε πᾶν τὸ ὑποκείμενον γένει ἢ εἶδος ἢ ἄτομόν ἐστιν, ὧν οὐδέτερόν ἐστιν ἡ διαφορὰ τοῦ τεμνομένου ὑπ’ αὐτῆς γένους. πολὺ δὲ ἀτοπώτερον τὸ κατηγορεῖν αὐτῆς τὸ εἶδος τὸ ὑπ’ αὐτῆς εἰδοποιούμενον· ὁ γὰρ τοῦτο ποιῶν ἁμαρτάνει, καθ’ ὃ τὸ ἐπὶ πλέον λεγόμενον ὑποτάσσει τῷ ἐπ’ ἔλαττον λεγομένῳ· ἐπὶ πλέον γὰρ ἡ διαφορὰ τοῦ εἴδους, κἂν λαμβάνηται ἡ διαφορὰ ὡς ἡ συναμφότερος. οὕτως ἁμαρτάνει ὁ τοῦ ἀθανάτου. κατηγορῶν τὸν θεόν διαφορὰ μὲν γὰρ τὸ ἀθάνατον, εἶδος δὲ ὁ θεός, καὶ ἐπὶ πλέον τὸ ἀθάνατον, εἴ γε μὴ πᾶν τὸ ἀθάνατον θεός) καὶ ὁ τοῦ λογικοῦ τὸν ἄνθρωπον. Συμβήσεται γὰρ ἐπὶ ἴσον ἢ ἐπὶ πλέον τὸ εἶδος λέγεσθαι. Εἶπεν οὐχ ὅτι τὸ γένος ἐπ’ ἴσης ποτὲ λέγεται τῷ εἴδει, ἀλλ’ ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ἀληθῶς ἢ ἐπ’ ἴσης ἐστὶν αὐτῷ ἢ ἐπὶ πλέον. εἰ οὖν καὶ τὸ εἶδος τῆς διαφορᾶς τις κατηγορεῖ, λέγοι ἄν ἢ ἐπ’ ἴσης ἢ ἐπὶ πλέον εἶναι τὸ εἶδος τῆς διαφορᾶς. ἔχει δὲ οὐχ οὕτως· ἡ γὰρ διαφορὰ ἢ ἐπ’ ἴσης ἐστὶ τῷ εἴδει οὗ κατηγορεῖται, ὅταν ἡ ἰδίως καὶ προσεχῶς εἰδοποιοῦσα τὸ εἶδος ληφθῇ, ὡς τὸ πεζὸν εἰδοποιὸς οὖσα διαφορὰ τοῦ πεζοῦ ζῴου εἶδος γὰρ τοῦτο τοῦ ζῴου) ἐπ’ ἴσης ἐστὶν αὐτῷ, ἢ ἐπὶ πλέον, ὡς τοῦ ἀνθρώπου τὸ δίπουν ἢ τὸ λογικόν. εἴη δ’ ἂν ἐπ’ ἴσης τῷ ἀνθρώπῳ τὸ ἐπιστήμης δεκτικόν, ὂν διαφορὰ καὶ τοῦτο. ἔτι εἰ τῆς διαφορᾶς τὸ εἶδος κατηγορεῖται, τοῦ δὲ εἴδους τὸ γένος, καὶ τῆς διαφορᾶς ἂν τὸ γένος ἐν τῷ τί ἐστι κατηγοροῖτο· δέδεικται δὲ τοῦτο ἀδύνατον ὂν τῷ μὴ μετέχειν τοῦ γένους τὴν οιαφοραν. ἔοικε δὲ νυν τὴν διαφορὰν ὡς τὸ συναμφότερον λαμβάνειν. Ἔτι εἰ γένος εἰς τὴν διαφορὰν. Φανερῶς ἁμαρτάνει καὶ ὁ τοῦ γένους τὴν διαφορὰν κατηγορῶν· ἐπ’ ἔλαττόν τε γὰρ ἡ διαφορὰ τοῦ γένους, καὶ ἔτι οὐδὲ τὸ γένος τῆς διαφοράς τὴν ἀρχὴν ἐν τῷ τί ἐστι κατηγορεῖται καίτοι οὔσης ὑπ’ αὐτό· εἰ δὲ τοῦτο, πολὺ ἄν ἔτ’ ἔλαττον ἡ διαφορὰ τοῦ γένους. ἀντέστρεψε δὲ ἀμφοτέρους τοὺς τόπους τοὺς πρώτους ἀποδοθέντας, τόν τε ἐν ᾧ ἡ διαφορὰ τοῦ εἴδους ὡς γένος ἀπεδίδοτο (ὁ γὰρ τὴν διαφορὰν ἐν τῷ εἴδει τιθεὶς ἀντέστραπται ἐκείνῳ) καὶ τὸν ἐν ᾧ τὸ γένος τῆς διαφορᾶς ὡς εἴδους τις κατηγορεῖ· ὁ γὰρ τὸ γένος εἰς τὴν διαφορὰν τιθείς, περὶ οὗ νῦν λέγει, ἀντεστραμμένος ἐκείνῳ. οὕτως ἁμαρτάνει ὁ τοῦ χρώματος κατηγορῶν τὸ συγκριτικόν· τὸ μὲν γὰρ χρῶμα γένος, τὸ δὲ συγκριτικὸν διαφορὰ χρώματος· τῶν γὰρ χρωμάτων τὰ μὲν συγκριτικά, ὡς τὰ μέλανα, τὰ δὲ διακριτικά, ὡς τὰ λευκά. ὁμοίως ἁμαρτάνει καὶ ὁ τοῦ ἀριθμοῦ τὸ περιττὸν κατηγορῶν· διαφορὰ γὰρ ἀριθμοῦ γένους ὄντος τὸ περιττόν. Καὶ εἷτό γένος ὡς διαφορὰν εἶπε. Πρόδηλος καὶ αὕτη ἁμα· ρτία, εἴ τις τὸ γένος τινὸς διαφορὰν αὐτοῦ λέγοι. οὕτως ἁμαρτάνοι ἄν ὁ λέγων κράσεως τὴν μῖξιν διαφοράν· ἔστι γὰρ ἡ μὲν κρᾶσις εἶδος, γένος δὲ αὐτῆς ἡ μῖξις, ὡς εἴρηται καὶ πρὸ ὀλίγου. ὁμοίως καὶ ὁ λέγων τῆς φορᾶς διαφορὰν εἶναι τὴν κατὰ τόπον μεταβολήν· τὸ γὰρ ἐπὶ πλέον τινὸς λεγόμενον καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον ὡς διαιροῦν αὐτὸ λαμβάνουσιν. ἐπιζητήσειε δ’ ἄν τις τίνι διαφέρει τοῦ τὸ γένος εἰς τὸ εἶδος θεῖναι τὸ τὸ γένος ὡς διαφορὰν τοῦ εἴδους ἀποδοῦναι· ὅσον γὰρ ἐπὶ τοῖς παραδείγμασι τὸ γένος ὡς εἶδος εἴληπται τοῦ ἰδίου εἴδους. ἢ διαφέροι ἄν, εἰ εἴη προστιθέμενον τὸ τῆς διαφορᾶς ὄνομα τῷ γένει, ὡς μὴ λέγειν τὴν μίξιν κρᾶσιν ἀλλὰ τὴν μῖξιν διαφορὰν τῆς κράσεως. τοιοῦτον δόξειεν ἂν ἁμάρτημα εἶναι καὶ τὸ ἀποδοῦναι τὸν πηλὸν γῆν ὑγρῷ φυραθεῖσαν· τὸ γὰρ φύραμα οὐ διαφορὰ τοῦ πηλοῦ ἀλλὰ γένος. ὁμοίως καὶ ὁ λέγων τοῦ ὀρνέου διαφορὰν τὸ πτηνὸν ζῷον. πάντα μέντοι φησὶ τὰ τοιαῦτα δεῖν ἐπισκοπεῖν διὰ τῶν αὐτῶν. καὶ τίνα ἐστὶ δι’ ὧν χρὴ ἐπισκοπεῖν τε αὐτὰ καὶ ἐλέγχειν, κοινῶς λέγει· τῷ τε γὰρ ἐπὶ πλέον λέγεσθαι τὸ γένος τῆς διαφορᾶς δεῖ χρῆσθαι καὶ τῷ μὴ ἐπιδέχεσθαι τὸν τοῦ γένους λόγον τὴν διαφοράν. Οὕτω δὲ ἀποδοθέντος οὐδέτερον τῶν εἰρημένων συμβαίνειν. οὕτως, εἴ τις τοῦ γένους τὴν διαφορὰν γένος ἀποδοίη, ὡς ὁ τὸ χρῶμα συγκριτικὸν ὄγεως λέγων· ἐπ’ ἔλαττόν τε γὰρ ῥηθήσεται τὸ γένος τῆς διαφορᾶς, καὶ ἔτι ἐπιδέξεται τὸν λόγον αὐτῆς. ἀλλὰ |καὶ ὁ τὸ γένος ὡς διαφορὰν ἀποδιδούς, ὡς νῦν λέγεται. ἐπ’ ἔλαττον ποιεῖ τὸ γένος τῆς διαφορᾶς. εἰ γὰρ γένος μὲν νῦν ἡ κρᾶσις, διαφορὰ δὲ ἡ μῖξις αὐτῆς εἴληπται, ἐπεὶ ἡ κρᾶσις ἐπ’ ἔλαττόν ἐστι τῆς μίξεως, ἔσται τὸ γένος ἐπ’ ἔλαττον τῆς διαφορᾶς· ἔτι ἐπεὶ ἡ μῖξις ἐν τῷ τί ἐστι τῆς κράσεως κατηγορεῖται, μεθέξει τὸ γένος τῆς διαφοράς. τοιοῦτόν ἐστι τὸ εἰρημένον νῦν, οὐ τῷ τὴν διαφορὰν μὴ μετέχειν τοῦ γένους, ὃ πρότερον ἐρρήθη, ἀλλὰ τῷ τὸ γένος τῆς διαφορᾶς· τοῦτο γάρ ἐστι σημαινόμενον ὑπὸ τοῦ καὶ μὴ μετέχειν τῆς διαφορᾶς, ὃ ἴσον ἄν εἴη τῷ ‘καὶ μὴ ἐν τῷ τί ἐστι τὴν διαφορὰν κατηγορεῖσθαι τοῦ γένους’. καὶ οἱ ἄλλοι δὲ οἱ προειρημένοι τόποι περὶ τῶν διαφορῶν τε καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν τῶν οὐ δεόντως ἐπαλλασσομένων τούτων τισὶ προσχρώμενοι δεικνύουσιν· ἢ γὰρ τῷ τὸ ἐπ’ ἔλαττον λεγόμενον ἐπὶ πλέον λαμβάνεσθαι ἡ τῷ τὸ μὴ μετέχον τινὸς ὡς μετέχον τίθεσθαι. ὥστε ἐπικοινωνοῦσιν ἀλλήλοις κατὰ τὰ αὐτά. Πἀλιν εἰ μηδεμία διαφορὰ κατηγορεῖται τῶν τοῦ κατὰ τοῦ ἀποδοθέντος εἴδους. Ἐπεὶ ἐκ τοῦ γένους διαιρουμένου κατὰ τὰς διαφορὰς ἡ τῶν εἰδῶν αὐτοῦ γένεσις, δῆλον ὡς πᾶν εἶδος γένους τινὸς ἔχει καὶ διαφορὰν τινὰ ἢ τινὰς τῶν τοῦ γένους κατηγορουμένας αὐτοῦ· διὰ τοῦτο γὰρ καὶ ὁ τῶν εἰδῶν ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν. οἷον τοὺ ἀνθρώπου τὸ ζῷον γένος· διὰ τοῦτο καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ζῴου οὖσαι διαφοραὶ κατηγοροῦνται αὐτοῦ. ὅσαι γὰρ τοῦ κατηγορουμένου κατηγορουμένου ὡς εἶπεν ἐν Κατηγορίαις, “τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται”· αἱ γὰρ τοῦ γένους διαφοραὶ ἐν τοῖς ὑποκειμένοις αὐτῷ πᾶσιν, ἄλλαι ἐν ἄλλοις δῆλον ὅτι, καθ’ ἃς εἰδοποιεῖται ἕκαστον τῶν ὑπ’ αὐτό. ὅταν οὖν τι γένος ἀποδοθῇ τινος, ζητητέον τίνες τῶν τοῦ ἀποδοθέντος γένους διαιρετικῶν διαφορῶν κατηγοροῦνται τοῦ ὡς εἴδους τεθέντος· ἄν γὰρ μηδεμία τοῦ γένους διαφορὰ κατηγορῆται αὐτοῦ, οὐδ’ ἄν γένος αὐτοῦ τὸ ἀποδεδομένον εἴη. οὕτως πάλιν δειχθήσεται τῆς ψυχῆς μὴ ὢν ὁ ἀριθμὸς γένος· οὐδεμία γὰρ τῶν τοῦ ἀριθμοῦ διαφορῶν κατηγορεῖται τῆς ψυχῆς. διαφοραὶ μὲν γὰρ τοῦ ἀριθμοῦ τὸ περιττὸν καὶ τὸ ἄρτιον· οὐδέτερον δὲ τούτων κατὰ ψυχῆς. δεικνύοι τις ἂν ἐνδόξως ὅτι μηδὲ ὁ κόσμος ζῷον ἢ τῶν ἄστρων τι, ὅτι μηδεμία τῶν τοῦ ζῴου διαφορῶν κατηγορεῖται αὐτῶν· πᾶν γὰρ ζῷον ἢ πτηνὸν ἡ ἔνυδρον ἢ χερσαῖον, οὐδὲν δὲ τούτων κατ’ ἐκείνων. ἢ ἄλλη διαφορὰ τοῦ ἐν γενέσει ζῴου καὶ τοῦ αἰσθητικοῦ· ὁμωνύμως γὰρ τὰ θεῖα τούτοις ζῷα· ἄνη γὰρ ἡ ἐκείνων ζωή. ἡ δεῖξις οὗν ὅτι μὴ ἐν τοῖς ζῴοις τούτοις. δεικνύοιτ’ ἂν ὅτι μηδὲ ὁ χρόνος κίνησις, ἐπεὶ διαφοραὶ μὲν κινήσεως τάχος καὶ βραδυτής, οὐδετέρα δὲ κατὰ χρόνου. ἀλλ’ οὐδὲ κατὰ ἡδονῆς· ὥστε οὐδὲ ἡδονὴ κίνησις. ὁμοίως οὐδὲ ἡ μονὰς ποσόν, ἐπεὶ μήτε συνεχὲς μήτε διωρισμένον. εἴη δ’ ἂν ὁ τόπος καὶ κατασκευαστικός· ἂν γάρ τινες φαίνωνται τοῦ ἀποδοθέντος γένους διαφοραὶ κατηγορούμεναι τοῦ ὑποκειμένου, δεικνύοιτ’ ἂν εἶδος αὐτοῦ. οὐ χρὴ δὲ ἀκούειν τοῦ κατηγορεῖσθαι τοῦ εἴδους τὴν διαφορὰν ὡς ἐν τῷ τί ἐστι λέγοντος αὐτοῦ· ἔδειξε γὰρ ὅτι οὔτε ἡ διαφορὰ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινων τῶν ὑπὸ τὸ γένος, ὅταν καθ’ αὐτὴν λαμβάνηται, οὔτε τι τῶν ὑπὸ τὸ γένος ἢ τὸ γένος αὐτῆς τῆς διαφορας. Ἔτι εἰ πρότερον φύσει τὸ εἶδος καὶ συναναιρεῖ γένος. Σαφὴς δὲ καὶ οὗτος ὁ τόπος. γνώριμον γὰρ ὅτι τὰ γένη τῶν εἰδῶν πρότερα τῇ φύσει· συναναιρεῖ μέν γὰρ *****αὐτὸ μὴ συναναιρούμενον δὲ οὐκ ἄν αὐτοῦ εἶδος εἴη. οὕτως οὕτε τῆς μίξεως ἡ κρᾶσις γένος, οὔτε τῆς κατὰ τόπον μεταβολὴς ἡ φορά, οὔτε τῆς συνάψεως ἡ συνέχεια, οὔτε τῆς πληγῆς ὁ ψόφος. ἀναιρουμένης μὲν γὰρ τῆς κατὰ τόπον μεταβολῆς ἀναιρεῖται καὶ ἡ φορά· τῇ δὲ φορᾶ οὐ συναναιρεῖται ἡ κατὰ τόπον μεταβολή· ἡ γὰρ βάδισις κατὰ τόπον οὖσα μεταβολὴ οὐκ ἔστι φορά, ὡς εἶπεν. ἔστι δὲ δυνάμει ὁ αὐτὸς οὗτος τόπος τῷ ‘εἰ τὸ γένος τις εἰς τὸ εἶδος θείη’· διαφέρει δὲ τῷ τρόπῳ τῆς ἀνασκευῆς. ἔστι δὲ μόνον ἀνασκευαστικὸς ὁ τόπος, οὐκέτι δὲ καὶ κατασκευαστικός· οὐ γάρ, εἴ τί τινος πρότερον τῇ φύσει, ἤδη καὶ γένος αὐτοῦ· ἡ γοῦν οὐσία προτέρα τῶν ἄλλων γενῶν τῇ φύσει καὶ οὐκ ἔστι γένος αὐτῶν, καὶ ἡ μονὰς παντὸς ἀριθμοῦ πρώτη οὖσα οὐκέτι ἐστὶν αὐτοῦ γένος, καὶ ἡ θρεπτικὴ ψυχὴ τῶν ἄλλων πρώτη μέν, οὐ μὴν καὶ γένος. Ἔτι εἰ ἐνδέχεται ἀπολιπεῖν |τὸ εἰρημένον γένος ἢ τὴν διαφόραν. Ἐπεὶ καὶ τὸ γένος καὶ ἡ διαφορὰ ἡ οἰκεία ἑκάστου ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ διὰ τοῦτο γὰρ καὶ ὁ ὁρισμὸς ἐκ τούτων), τὰ δὲ ἐν τῇ οὐσίᾳ ἑκάστου ἀχώριστα, <δεῖν> φησιν, εἰ γένος τι ἀποδοθείη ἢ διαφορά, ζητεῖν εἰ ἐνδέχεται αὐτοῦ χωρισθῆναι καὶ χωρὶς αὐτοῦ εἶναι τοῦτο οὗ ἀπεδόθη τὸ γένος ἢ ἡ διαφορά. οὕτως, εἰ τῆς ψυχῆς τὸ κινεῖσθαι χωριστόν, οὐκ ἄν αὐτῆς οὔτε γένος εἴη οὔτε διαφορά, ὡς οἴονται οἱ λέγοντες αὐτὴν οὐσίαν αὐτοκίνητον· ἐνδέχεται γὰρ αὐτὴν καὶ χωρὶς τοῦ κινεῖσθαι εἶναι, ἐπεὶ κατὰ συμβεβηκὸς κινεῖται· τοῦ γὰρ σώματος μεταβαίνοντος, ἐν ᾧ ἐστιν· ὅταν <δ᾿> ἠρεμῇ τὸ σῶμα, δῆλον ὅτι οὐδ’ ἂν ἡ ψυχὴ κινοῖτο. πάλιν, εἰ ἔστι τις δόξα μήτε ἀληθὴς μήτε ψευδής, οὐκ ἄν εἴη διαφορὰ δόξης τὸ ἀληθὲς ἢ ψεῦδος· δοκεῖ δὲ ἡ τῶν μελλόντων δόξα τοιαύτη εἶναι τῷ μηδέτερον αὐτῶν ἀφωρισμένως ἔχειν. ἀλλ’ οὐδὲ σώματός ἐστι διαφορὰ τὸ κοῦφον ἢ βαρύ, ἐπεὶ ἐνδέχεται σῶμα εἶναι καὶ μηδέτερον τούτων ἔχον. ἢ τὰ ὕστερα παραδείγματα οὐ τοῦ ἀπολείπειν ἐστὶν ἀλλὰ τοῦ μὴ ἐπὶ πάντων κατηγορεῖσθαι. Σκοπεῖν δὲ καὶ τὸ ἐν τῷ γένει κείμενον εἰ τινος εναντιου τῳ γενει. Éπεὶ ἀδύνατόν ἐστιν ἅμα τι τοὺς τοῦ ἐναντίου ἐπιδέχεσθαι λόγους, ἔστι δὲ καὶ τὸ γένος ἀχώριστον ἐκείνου οὗ ἐστι γένος, δεῖν φησιν, ὅταν ἀποδοθῇ τι ὡς γένος τινός, ἐπισκοπεῖν εἰ τὸ ὑποκείμενον ὡς εἶδος καὶ τοῦ ἐναντίου τῷ ἀποδοθέντι γένει ἐστὶν ἐπιδεκτικόν. εἰ γὰρ τοῦτο, οὐκ ἂν εἴη τὸ ἀποδοθὲν γένος αὐτοῦ· ἅμα γὰρ ἂν τὰ ἐναντία ἐπιδέχοιτο οὕτως τῷ, εἰ τὸ ἐναντίον τῷ κειμένῳ αὐτοῦ γένει ἐπιδέχεταί ποτε, καὶ τὸ γένος αὐτοῦ ἐπιδέχεσθαι, ἐπεὶ ἀχώριστον τὸ γένος τοῦ εἴδους. οὕτω δειχθήσεται τὸ ἀναγκαῖον μὴ ὂν ἐν γένει τῷ δυνατῷ, ἐπεὶ τὸ ἀναγκαῖον ἐπιδεκτικόν ἐστι καὶ τοῦ ἀδυνάτου, ὃ ἐναντίον ἐστὶ τῷ δυνατῷ· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι ἀδύνατον εἶναι. ἀλλ’ οὐδὲ ἡ γένεσις ἐν συγκρίσει, ἐπεὶ γίνεταί τις καὶ ἐκ διακρίσεως, <ὡς> ἡ ἐκ τῶν παχυτέρων σωμάτων εἰς τὰ μεταβολή. ἀλλ’ οὐδὲ ὁ ἔρως ἐν τῷ φιλεῖν, ἐπεὶ καὶ μισοῦσί ποτε οἱ ερωντες. Ἔτι εἴ τινος κοινωνεῖ τὸ εἶδος, ὃ ἀδύνατον ὑπάρχειν τοῖς ὑπὸ τὸ γένος. Εἰ οὗ μετέχει, φησί, τὸ εἶδος, ἀδύνατον ὑπάρχειν τοῦτο τῶν ὑπὸ τὸ ἀποδοθὲν γένος τινί, οὐδ’ ἄν γένος εἴη αὐτοῦ· πάντων γὰρ περιεκτικὸν τὸ γένος τῶν ἐν τοῖς εἴδεσιν ὄντων. οὕτως οὐκ ἂν τῆς ψυχῆς γένος ὁ ἀριθμὲς εἴη, ὅτι ἡ μὲν ψυχὴ ζωῆς κοινωνεῖ, οὐδεὶς δὲ ἀριθμὸς ζωῆς ἐπιδεκτικός. ἀλλ’ οὐδὲ τῆς ἀρετῆς ἡ ἐπιστήμη, εἴ γε ἡ μὲν ἀρετὴ πράξεως μετέχει (αἱ γὰρ ἀρεταὶ πρακτικαί), ἐπιστήμη δὲ οὐδεμία. ἀλλ’ οὐδὲ ἡ ἀρετὴ διὰ τὸ τὴν ἐγκράτειαν μετέχειν φαύλων ἐπιθυμιῶν, ἀρετὴν δὲ μηδεμίαν. οὐχ ἡγητέον δὲ διαβολὴν εἶναι τοῦ τόπου τὸ λαβόντα τὸ ἴδιόν τινος τῶν ὑπὸ τὸ γένος δεικνύναι τοῦτο ὅτι μηδενὶ ἄλλῳ τῶν ὑπὸ τὸ γένος ὑπάρχει· τὸ γὰρ γελαστικὸν οὐδενὶ ἄλλῳ τῶν ὑπὸ τὸ ζῷον, ἀλλ’ οὐ διὰ τοῦτο ἄνθρωπος οὐκ ἔστιν ὑπὸ τὸ ζῷον. ὁ γὰρ τόπος ἀξιοῖ καθόλου ἐπιβλέπειν εἰ μὴ φύσει ἔχει τῶν ἐν τῷ ἀποδοθέντι γένει τι ὄντων κοινωνεῖν τοιούτου τινός, ὃ μὴ οἷόν τε εἶναι ἐν τοῖς ὑπὸ τὸ γένος τῷ ἀλλότριον εἶναι τοῦ γένους πᾶν τὸ τοιοῦτον· τὸ γὰρ τοῖς ὑπὸ τὸ ἴσον ἐστὶ τῷ ‘παντὶ τῷ γένει καὶ πᾶσι τοῖς ὑπὸ τὸ γένος’. Σκεπτέον δὲ καὶ εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει. Κεῖται ὅτι τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται καὶ ἐπιδέχεται τὰ εἴδη τὸν τῶν γενῶν λόγον. ἄν οὖν τὸ ἀποδοθέν τινος ὡς γένος ὁμώνυμον ᾖ καὶ μὴ ἔχῃ τινὰ λόγον, ὃς κατηγορηθήσεται κατὰ τοῦ ὡς ἐν εἴδει αὐτῷ τεθέντος, ἀλλὰ μόνον ὀνόματος αὐτῷ κοινωνῇ οὐ γένος ἔσται τὸ ἀποδεδο- μένον. στοιχείοις δὲ χρησόμεθα πρὸς τὴν γνῶσιν τοῦ ὁμώνυμα αὐτὰ εἶναι τοῖς εἰρημένοις, φησί, πρὸς τὴν ὁμωνυμίαν, ἤτοι λέγων τοῖς ἐν τῷ ὁρισμῷ τοὐ ὁμωνύμου λεγομένοις, ἢ μᾶλλον τοῖς ἐν τῷ πρώτῳ παραδεδομένοις τόποις πρὸς τὴν τῶν ὁμωνύμων εὕρεσίν τε καὶ γνῶσιν. τὸν γὰρ λέγοντα τῆς λευκῆς φωνῆς τὸ λευκὸν εἶναι γένος ἐλέγξει τις δείξας τὸ λευκὸν ὁμωνύμως λεγόμενον καὶ μὴ ἔχον ἕνα λόγον· ἄλλο γὰρ τὸ ἐν χρώματι τοῦ ἐν φωνῇ. λήψεται δὲ καὶ εὑρήσει αὐτὸ ὁμώνυμον ἀπό τε τοῦ ἐναντίου, ἐπεὶ καὶ τὸ ἐναντίον αὐτῷ, τὸ μέλαν, ὁμώνυμον, ἀλλὰ καὶ ἀπὸ τοῦ δεῖξαι ὅτι τοῦ μὲν λευκοῦ καὶ μέλανος τῶν ἐν χρώμασίν ἐστί τινα μεταξύ, τῶν δὲ ἐν φωνῇ οὔ. ὁμοίως δὲ ἄν δεικνύοι καὶ ἀπὸ τῶν ἄλλων τόπων, οὗς παρέδωκε πρὸς τὴν εὕρεσιν τῶν ὁμωνύμων, εἰ ὁμώνυμον τὸ εἶδος τῷ ὡς γένει ἀποδοθέντι, ὃ ἴσον ἐστὶ τῷ ‘σκεπτέον εἰ ὁμωνύμως |αὐτοῦ κατηγορεῖται καὶ μὴ συνωνύμως’. ὅτι γὰρ τὸ εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει εἴρηκεν ἀντὶ τοῦ ἱεῖ ὁμωνύμως αὐτοῦ κατηγορεῖται’, δῆλον ἐξ οὗ ἐπήνεγκεν εἰπὼν συνώνυμον γὰρ τὸ γένος καὶ τὸ εἶδος. οὕτως δεικνύοιτ’ ἄν ὅτι τοὐ ἐν μελῳδίᾳ χρώματος καλουμένου οὐκ ἔστι γένος τὸ χρῶμα· ὁμώνυμον γὰρ αὐτῷ. πῶς οὖν οὐκ, ἐρεῖ τις, τὸ μέλαν χρῶμα τοῦ μέλανος, ᾧ γράφομεν, γένος; ἢ κατ’ ἄλλο αὐτοῦ γένος, οὐ καθ’ ὃ ὁμώνυμον· οὐ γὰρ συνώνυμον, ἀλλὰ συνωνύμως τὸ γένος κατηγορεῖται. Ἐπεὶ δὲ παντὸς γένους εἴδη πλείω. Καθαίρεινεἷται ἡμῖν γένος εἶναι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον". ἀνάγκη οὖν, εἴ τι γένος ἐστί, πλείω αὐτὸ εἴδη ἔχειν. εἰ οὖν τοῦ ἀποδοθέντος ὡς γένους μὴ ἐνδέχεται ἄλλο τι εἶδος εἶναι, δῆλον ὅτι μὴ γένος τὸ ἀποδοθέν. οὕτω δειχθήσεται τῆς γραμμῆς μὴ ὂν τὸ μῆκος γένος, ὡς οἱ λέγοντες αὐτὴν μῆκος ἀπλατές· οὐδὲν γὰρ ἄλλο μῆκος παρὰ τὴν γραμμήν· ἡ γὰρ ἐπιφάνεια μῆκος μὲν ἔχει, οὐκ ἔστι δὲ μῆκος ἀλλ’ ἐκ μήκους καὶ πλάτους. Σκοπεῖν δὲ καὶ εἰ τὸ κατὰ μεταφορὰν λεγόμενον ὡς γένος ἀποδέδωκεν. Δεῖν φησιν ἐπισκοπεῖν εἰ τὸ ἀποδοθέν τινος ὡς γένος τῶν μεταφορικῶς λεγομένων ἐστὶ κατ’ αὐτοῦ· εἰ γὰρ εἴη οὕτως λεγόμενον ἐπ’ αὐτοῦ, οὐκ ἂν εἴη γένος. ἐπεὶ γὰρ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ κατὰ μεταφορὰν λεγόμενον οὐχ οἷόν τέ τί ἐστι τὸ καθ’ οὗ κατηγορεῖται δηλῶσαι, οὐκ ἄν εἴη γένος τι κατὰ μεταφορὰν λεγόμενον. οὔτε γὰρ ****κατὰ τῆς ὑπωρείας οἱ πόδες ἐν τῷ τί ἐστι. διὸ δεικνύοιτ’ ἄν ὅτι οὔτε τῆς σωφροσύνης γένος ἡ συμφωνία (μεταφορικῶς γὰρ ἐπὶ σωφροσύνης ἡ κυρίως γὰρ ἡ συμφωνία ἐν φθόγγοις) οὔτε ἀγροικίας σκληρότης, ὥς τινες ὁριζόμενοι αὐτὴν λέγουσι σκληρότητα ἤθους· ἡ γὰρ σκληρότης κυρίως ἐπὶ σωμάτων· πάθος γὰρ σώματος. ἁμαρτάνουσι δὲ οἱ τὴν σωφροσύνην συμφωνίαν λέγοντες, καὶ ὅτι μὴ ἐκ τῆς αὐτῆς διαιρέσεως τε καὶ κατηγορίας τὸ εἶδος καὶ τὸ γένος λαμβάνουσιν· ἡ μὲν γὰρ σωφροσύνη ποιοτης· ἕξις γὰρ· ἡ οε συμφωνία πρὸς τι· τινων γὰρ. Ἔτι ἐὰν ᾖ ἐναντίον τινὶ τὸ εἶδος, σκοπεῖν. ἔστι δὲ πλεοναχῶς ἡ σκέψις. Δεῖν φησι σκοπεῖν εἰ τὸ ὡς εἶδος κείμενον ἐναντίον τινί ἐστιν· εἰ γὰρ εἴη τινὶ ἐναντίον τὸ τιθέμενον ὡς εἶδός τινος, πλείους ἔστιν ἀφορμὰς τόπων λαβεῖν. εἷς μὲν γὰρ τόπος ἀπὸ τῶν ἐναντίων ἀνασκευαστικός, εἰ μὴ εἴη τὸ ἐναντίον τῷ ἐν τῷ γένει τιθεμένῳ καὶ αὐτὸ ὑπὸ τὸ αὐτὸ γένος, μὴ ὄντος τῷ ὡς γένει τιθεμένῳ ἐναντίου τινός. ἀνάγκη γάρ, ἄν τὸ ἕτερον τῶν ἐναντίων ὑπό τι γένος ᾖ ᾧ μηδέν ἐστιν ἐναντίον, καὶ τὸ ἕτερον τῶν ἐναντίων ὑπὸ ταὐτὸ εἶναι γένος· τὰ γὰρ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἢ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη. γένος μὲν οὖν οὐκ ἄν εἴη τὸ κείμενον ἐν γένει· ἀλλ’ οὐδὲ ἐν ἐναντίῳ γένει, εἰ μὴ γένος εἴη τῷ ἀποδοθέντι γένει ἐναντίον· λείπεται ἄρα καὶ τὸ ἐναντίον τῷ τεθέντι ὡς εἴδει ἐν τῷ αὐτῷ εἶναι γένει. ἄν οὖν ἐκεῖνο μὴ ᾖ, οὐδ’ ἄν τοῦτο εἴη· ἐν ᾧ γὰρ τὸ λευκόν, ἐν τούτῳ καὶ τὸ μέλαν· ἐν γὰρ χρώματι ἀμφότερα, ἐπεὶ τῷ χρώματι μηδέν ἐστιν ἐναντίον. ὁμοίως, ἐπεὶ τὸ περιττὸν ἐν ἀριθμῷ, ἐναντίον <ὂν> καὶ τὸ ἄρτιον ἐν ἀριθμῷ. διὰ τούτου δεικνύοι τις ὅν μὴ οὖσαν τὴν φιλίαν ὑπὸ γένος τὴν ὁμοήθειαν, ὅτι ἡ ἔχθρα ἐναντίον οὖσα αὐτῇ οὔτε ὑπὸ τὴν ὁμοήθειάν ἐστιν οὔτε ὑπὸ τὴν ἐναντίαν τῇ ὁμοηθείᾳ. δεύτερος τόπος· ἄν ᾖ τι καὶ τῷ γένει τῷ λαμβανομένῳ ἐναντίον, σκοπεῖν χρὴ εἰ τὸ ἐναντίον τῷ λαμβανομένῳ ὡς εἴδει ὑπὸ τὸ ἐναντίον τῷ ὡς γένει λαμβανομένῳ ἐστί. δεῖ γὰρ τὰ ἐναντία ὑπὸ ταὐτὸν μὲν εἶναι γένος, εἰ μηδὲν τῷ γένει εἴη ἐναντίον, ὑπὸ τὰ ἐναντία δέ, ἐὰν ᾖ καὶ τῷ γένει τι ἐναντίον· οὐ γὰρ ἔτι οἷόν τε ἐναντίωσιν ἐχόντων τῶν γενῶν τὰ ἐναντία ἀλλήλοις ὑπὸ ταὐτὸν εἶναι γένος. οὕτως ἡ δικαιοσύνη ἐν ἀρετῇ ἐστιν ὡς ἐν γένει, ἐπεὶ καὶ ἡ ἀδικία οὖσα ἐναντία αὐτῇ ἐν κακίᾳ ἐστίν, ἥ ἐστιν ἐναντία τῇ ἀρετῇ. οὕτως δεικνύοις ἄν ὅτι ἡ ἀδικία οὐκ ἔστιν εὐβουλία, ὡς ᾤετο Θρασύμαχος, ὅτι τὸ ἐναντίον τῆς ἀδικίας, τοῦτο δέ ἐστιν ἡ δικαιοσύνη, οὔτε ὑπὸ τὴν εὐβουλίαν οὔτε ὑπὸ τὸ ἐναντίον τῇ εὐβουλίᾳ, τὴν κακοβουλίαν. ἀλλὰ καὶ ὅτι ἡ ἀκρασία οὐκ ἔστι κακία, δεικνύοιτ’ ἄν, ὅτι τὸ ἐναντίον αὐτῇ, ἡ ἐγκράτεια, μήτε ὑπὸ τὴν κακίαν ἐστὶ μήτε ὑπὸ τὸ ἐναντίον τῇ κακίᾳ, τὴν ἀρετήν· οὐ γὰρ ἀρετὴ ἡ ἐγκράτεια διὰ τὰς μοχθηρὰς ἐπιθυμίας. ἀλλ’ οὐδὲ ἡ ἀρετὴ ἐπιστήμη, ὅτι μηδὲ ἡ κακία ἄγνοια. Πάλιν εἰ ὅλως ἐν μηδενὶ γένει τὸ τῷ εἴδει ἐναντίον ἀλλ’ αὐτὸ γένος. Ἄλλον τόπον παραδίδωσιν ἀπὸ τοῦ ἐπισκέπτεσθαι εἰ τῷ ἀποδο|θέντι εἴδει ἐστί τι· ἐναντίον· εἰ γὰρ τὸ τῷ ἀποδοθέντι εἴδει ἐναντίον ἐν μηδενὶ γένει ἐστίν, οὐδ’ ἂν τὸ ἐναντίον αὐτῷ τὸ εἶδός τινος γένους εἰλημμένον ἐν γένει τῷ τιθεμένῳ εἴη. ὧν γὰρ ἐναντίων τὸ ἕτερον ὑπὸ μηδέν ἐστι γένος, τούτων ἀνάγκη καὶ τὸ ἕτερον ὑπὸ μηδὲν εἶναι γένος ἐπεὶ τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἡ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη ἐστίν, ὡς ἐν Κατηγορίαις εἴρηται. ἐπεὶ οὖν τὸ ἀγαθὸν μή ἐστιν ἐν γένει τινί, ἀλλ’ αὐτό ἐστι γένος, οὐδ’ ἂν τὸ κακὸν ἐν γένει τινὶ εἴη. ἔθος δὲ αὐτῷ καὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν γένη λέγειν καίτοι ὁμωνύμως λεγόμενα, ὡς ἐν Ἠθικοῖς ἔδειξεν. εἴη δ’ ἄν παραδείγματα τῶν ὡς γενῶν ἐναντίων καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν· ταῦτα γὰρ ἐναντία ὄντα [εἴ γε] οὔτε ταὐτόν ἐστι γένος οὔτε ὑπὸ ἐναντία γένη· οὐδὲ γὰρ ὅλως ὑπό τι γένος ἐστί τι αὐτῶν, ἀλλ’ αὐτὰ γένη ἐστὶν ἐν τοῖς πρώτοις δέκα. ἐντεῦθεν ὁρμωμένους ἔστιν ἀντιστρέψαντας δεικνύναι ὅτι μὴ ἐναντίον ἡ στέρησις τῷ εἴδει· εἰ γὰρ τὸ μὲν εἶδος ἐν τῇ οὐσία, ἡ δὲ στέρησις ἐν οὐδενὶ γένει (τὸ γὰρ ἁπλῶς μὴ ὂν οὐχ οἷόν τε ἐν γένει τινὶ εἶναι), οὐδ’ ἂν ἐναντίον τῷ εἴδει, διότι μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, ὑφ’ ἣν τὸ εἶδος ἦν. Ἔτι εἰ ἐναντίον τινὶ καὶ τὸ γένος καὶ τὸ εἶδος. Εἰ καὶ τῷ εἴδει ἐστί τι ἐναντίον καὶ τ· ῷ ἀποδεδομένῳ αὐτοῦ γένει, δεῖν φησι ζητεῖν πάλιν εἰ ὁμοίως τά τε ἔτῃ ἀλλήλοις ἐναντία καὶ τὰ γένη. τὸ δὲ ὁμοίως ἐστίν, εἰ ἀμφότερα τῶν ἀμέσων ἐστὶν ἐναντίων ἢ ἀμφότερα τῶν ἐμμέσων· εἰ γὰρ τῶν μέν ἐστί τι μέσον τῶν δὲ μηδέν, οὐ δόξει τὰ ἀποδοθέντα εἴδη ὑπὸ τὰ ἀποδεδομένα εἶναι γένη. δοκεῖ γὰρ ἔνδοξον εἶναι τὸ ὁμοίως ἐπ’ ἀμφοῖν ἔχειν, ὡς ἔχει ἐπὶ δικαιοσύνης καὶ ἀδικίας καὶ ἀρετῆς καὶ κακίας· ἑκατέρα γὰρ ἡ ἐναντίωσις ἔμμεσος. εἰ γὰρ τῶν μὲν γενῶν ἔσται τι ἀνὰ μέσον τῶν δὲ ὑπὸ ταῦτα εἰδῶν μηκέτι, τίνων κατηγορηθήεσται τὸ τῶν γενῶν ἀνὰ μέσον; δεῖ γὰρ αὐτό, εἰ ἔστι, κατηγορεῖσθαί τινων· οὐ γὰρ δὴ ἄτομόν τί ἐστιν· ἀλλὰ μὴν τῶν ἐναντίων εἰδῶν οὐδενὸς κατηγορηθήσεται· τὰ γὰρ ἐναντία γένη κατ’ ἐκείνων. εἰ δὲ τῶν μὲν εἰδῶν ἔσται τι ἀνὰ μέσον, μηκέτι δὲ καὶ τῶν γενῶν, ὑπὸ τί ἔσται γένος τὸ τῶν ἐναντίων εἰδῶν ἀνὰ μέσον; οὐ γὰρ ὑπό τι τῶν ἐναντίων γενῶν· τὰ γὰρ ἐναντία εἴδη ὑπὸ ταῦτα. ἔνστασιν πρὸς τὸν τόπον ὡς πιθανὸν μόνον οὐκέτι δὲ καὶ ἀληθῆ ἐπιφέρει τὸ ὑγείας μὲν καὶ νόσου μηδὲν εἶναι μεταξύ, ἀγαθοῦ δὲ καὶ κακοῦ ἐναντίων ὄντων γενῶν, ὑφ’ ἃ ἥ τε ὑγεία καὶ ἡ νόσος, εἶναί τινα μεταξύ [αὐτῶν]· τὸ γὰρ οὔτε ἀγαθὸν οὔτε κακὸν μεταξὺ δεῖ δὲ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ἀκούειν τῶν σωματικῶν ἀλλὰ μὴ τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ τούτων ἐστί τινα ἔμμεσα· καὶ γὰρ εὐεξία καὶ καχεξία σωματικὰ ὄντα, τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν, ἔμμεσά ἐστι (μέσον γὰρ αὐτῶν τὸ ὑγιαίνειν), καὶ αἶσχος καὶ κάλλος, καὶ ἰσχὺς καὶ ἀσθέ- νεῖα. ἢ ταῦτα οὐ γένη τῶν προκειμένων, οὐδὲ κατὰ ἀπόφασιν τῶν ἄκρων τὰ μέσα ὡς τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. Ἔτι εἰ ἔστι μέν τι ἀμφοῖν ἀνὰ μέσον. Δεῖν φησι καὶ τοῦτό πως ἐπιζητεῖν, εἰ ἀμφοτέρων, καὶ τῶν ἐναντίων γενῶν καὶ τῶν ἐναντίων εἰδῶν, ἔστι τινὰ ἐν μέσῳ καὶ εἰ ὁμοίως ἐστὶν αὐτῶν· εἰ γὰρ μὴ ὁμοίως ἀλλὰ τῶν μὲν κατὰ ἀπόφασιν τῶν ἄκρων τῶν δὲ καταφάσει δηλουμένων, οὐκ ἄν εἴη τὰ ἕτερα ὡς ἐν γένεσι τοῖς ἑτέροις. δοκεῖ γὰρ ἔνδοξον εἶναι τὸ ὁμοίως ἐπ’ ἀμφοῖν ἔχειν τὰ μέσα, ὡς ἔχει ἐπὶ ἀρετῆς καὶ κακίας καὶ δικαιοσύνης καὶ ἀδικίας· ἀμφότεραι γὰρ αἱ ἐναντιώσεις ἀποφάσει τῶν ἄκρων τὰ μέσα ἔχουσι δηλούμενα. ἔχοι δ’ ἄν καὶ τοῦτο ἔνστασιν· δόξης γὰρ καὶ ἀδοξίας τὸ μεταξὺ καταφάσει δηλοῦται· τοιοῦτος γὰρ ὁ μέσος, ὡς προείρηται· “μέσος θέλω ἐν πόλει εἶναι”· καὶ τὸ μέσως βλέπειν μεταξύ ἐστι τοῦ ἀμβλυωπεῖν καὶ ὀξυωπεῖν καὶ καταφάσει δηλοῦται· ὁμοίως καὶ τὸ μετρίως ἀκούειν μεταξὺ ὀξυηκοίας καὶ ἀμβλυηκοίας· ἀγαθοῦ δὲ καὶ κακοῦ, ὑφ’ ἃ ταῦτα ὡς γένη, κατὰ ἀπόφασιν. Ἔτι ὅταν μὴ ᾖ τι ἐναντίον τῷ γένει. Εἶπεν ὅτι, ἄν τῷ μὲν εἴδει ᾖ τι ἐναντίον τῷ δὲ γένει μηκέτι, δεῖ καὶ τὸ ἐναντίον τῷ τεθέντι εἴδει ἐν τῷ αὐτῷ εἶναι γένει. προστίθησι δὲ τούτω ὅτι οὐ μόνον τὰ ἐναντία ὑπὸ ταὐτὸν δεῖ γένος εἶναι, εἰ μηδὲν τῷ γένει εἴη ἐναντίον, ἀλλὰ καὶ τὸ ἀνὰ μέσον αὐτῶν, εἰ εἴη τι αὐτῶν ἀνὰ μέσον· ἐν ᾧ γὰρ γένει τὰ ἄκρα, τοῦτ’ ἔστι τὰ ἐναντία, ἐν τούτῳ καὶ τὸ ἀνὰ μέσον αὐτῶν, εἴ γε τὸ ἀνὰ μέσον μίξει τῶν ἐναντίων. οὕτως ὑφ᾿ ὃ γένος τὸ λευκὸν καὶ τὸ μέλαν, ὑπὸ τὸ αὐτὸ καὶ τὰ ἔμμεσα αὐτῶν χρώματα· πάντων γὰρ αὐτῶν γένος τὸ χρῶμα. ὁμοίως ὁ χυμὸς γένος ὢν ἐναντίων ὄντων τοῦ τε γλυκέος καὶ τοῦ πικροῦ καὶ τῶν μεταξὺ αὐτῶν |πάντων ἐστὶ γένος. οὕτω δεικνύοιτ’ ἄν τοῦ κυρτοῦ μὴ ὂν γένος τὸ περιφερές· εἰ γὰρ τὸ μὲν κυρτὸν καὶ τὸ κοῖλον ἐναντία ὄντα ὑπὸ τὸ περι- φερές, τὸ δὲ μεταξὺ τοῦ τε κυρτοῦ καὶ τοῦ κοίλου, ὅπερ εἴη ἄν ἢ τὸ εὐθὺ ἢ ἕλιξ, μηκέτι ὑπὸ τὸ περιφερές, οὐδ’ ἄν ἐκείνων γένος εἴη τὸ περιφερές. ἔνστασιν δὲ φέρει καὶ πρὸς τὸν τόπον τοῦτον· ἐπὶ γὰρ τῶν ἠθικῶν ἀρετῶν αἱ μὲν ὑπερβολαὶ καὶ αἱ ἔνδειαι ἐναντίαι οὖσαι ἀλλήλαις ὑπὸ τὴν κακίαν εἰσίν, αἱ δὲ ἀρεταὶ μέσαι αὐτῶν οὖσαι ὑπ’ ἄλλο γένος εἰσίν· ὑπὸ γὰρ τὴν ἀρετήν. ἢ ὅτι συμβέβηκε ταύταις οὐ μόνον μέσαις εἶναι ἀλλὰ καὶ ἐναντίαις ἑκατέρων τῶν ἄκρων· ἐπὶ γοῦν τοῦ μεγάλου καὶ τοῦ μικροῦ, ὄντος τοῦ μὲν ἐν ὑπερβολῇ τοῦ δὲ ἐν ἐνδείᾳ, καὶ τὸ μεταξὺ αὐτῶν, τὸ ἴσον, ὑπὸ ταὐτὸ γένος· ἀλλὰ κἂν κατὰ χρῶμά τι ἢ κατὰ χυμὸν ἢ ἄλλο τι τῶν τοιούτων ληφθῇ ὑπερβάλλον τε καὶ ἐνδέον, καὶ τὸ μεταξὺ αὐτῶν ὑπὸ ταὐτὸ γένος. ἔτι κυρίως μέσον ὂν τὸ κατὰ μῖξιν τῶν ἄκρων τοιοῦτον ὂν καὶ ἀναγκαῖον ὑπὸ ταὐτὸ εἶναι γένος τοῖς ἄκροις. ἡ δὲ ἀρετὴ οὐχ οὕτω τῶν κακιῶν μέση. ὁμωνύμως γὰρ τὸ μέσον λέγεται· λέγεται γὰρ καὶ ἐν κύκλῳ μέσον τὸ κέντρον· ἀλλὰ καὶ ἐν ὅροις μέσος ὁ τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος ἢ ὅλως ὁ δὶς λαμβανόμενος ἐν ταῖς τῶν προτάσεων συμπλοκαῖς. ἔτι δὲ ὑπετέθη ὅταν μηδὲν ᾖ τῷ γένει ἐναντίον· τῇ δὲ κακίᾳ γένει οὔσῃ τῆς ἐνδείας καὶ τῆς ὑπερβολῆς ἐναντίον ἀρετή. Σκοπεῖν δὲ καὶ εἰ τὸ μὲν γένος ἐναντίον τινί, τὸ δὲ εἶδος μηδενὶ. Καὶ οὗτος ὁ τόπος ἔτι ἐκ τῶν ἐναντίων. ἀξιοῖ δὲ δι’ αὐτοῦ ἐπισκοπεῖν εἰ τῷ μὲν ὡς γένει τιθεμένῳ ἐστί τι ἐναντίον, τῷ δὲ εἴδει μή· οὐ γὰρ ἂν γένος εἴη τὸ ἀποδεδομένον τοῦ μηδὲν ἔχοντος αὑτῷ ἐναντίον εἴδους. τὰ γὰρ ἐναντία γένη εἰδῶν εἰσιν ἐναντίων ἀλλήλοις, οἷον ἀρετὴ καὶ κακία ἐναντία καὶ δικαιοσύνη καὶ ἀδικία· οὐ μὴν ἔμπαλιν τῷ τὰ ἐναντία δύνασθαι ὑπὸ ταὐτὸ εἶναι γένος. οὕτως, ἐπεὶ ἁρμονίᾳ μὲν ἀναρμοστία ἐναντίον, ψυχῇ δὲ οὐδέν ἐστιν ἐναντίον, οὐκ ἔστιν ἡ ψυχὴ ἁρμονία, ὡς Πλατῶν ἐπεχείρησεν ἐν τῷ Φαίδωνι. οὕτως δεικνύοι τις ἂν μὴ οὖσαν γέ- νος τὴν ἀρχὴν τοῦ στοιχείου, εἴ γε τῇ μὲν ἀρχῇ ἐναντίον τὸ τέλος, τῷ δὲ στοιχείῳ οὐδέν ἐστιν ἐναντίον. · ἀλλ’ οὐδὲ τοῦ τόπου τὸ κενὸν γένος, εἴ γε τῷ μὲν κενῷ ἐναντίον τὸ πλῆρες, τόπῳ δὲ οὐδὲν ἐναντίον. ἀλλ’ οὐδὲ ὁ χρόνος κίνησις, εἴ γε κινήσει μὲν ἠρεμία ἐναντίον, χρόνῳ δὲ οὐδέν. ἀλλὰ καὶ εἰ τῷ μὲν ἀφθάρτῳ τὸ φθαρτὸν ἐναντίον, θεῷ δὲ μηδέν, οὐκ ἂν εἴη γένος τοῦ θεοῦ τὸ ἄφθαρτον. ἔνστασιν πρὸς τὸν τόπον ὄντα ἔνδοξον φέρει αὐτὸς ἐπὶ ὑγείας καὶ νόσου. ἁπλῶς μὲν γὰρ ὑγεία νόσῳ ἐναντία· τῶν δὲ ὑπὸ τὴν νόσον ἢ ὑπὸ τὴν ὑγείαν λαμβανομένων οὐδὲν οὐδενί ἐστιν ἐναντίον· ὁ γὰρ πυρετὸς νόσος ὢν καὶ ἡ περιπνευμονία καὶ ἡ ὀφθαλμία οὐδὲν ἐναντίον ἔχει. ἢ ἔστιν ἐπὶ τούτων ἐναντιότης ἀνώνυμος· ἡ γὰρ καθ’ ἕκαστον τούτων ὑγεία. Ἀναιροῦντι μὲν οὖν τοσαυταχῶς ἐπισκεπτέον. Παραδοὺς πλείους τόπους ἀπὸ τῶν ἐναντίων (εἰσὶ γὰρ οὓς ἔπειτα πάντας μέν φησι τούτους ἀνασκευαστικοὺς εἶναι, τρεῖς δὲ ἐξ αὐτῶν μόνους εἶναι καὶ πρὸς κατασκευὴν χρησίμους, οὓς καὶ ἐκτίθεται. ὅ τε γὰρ πρῶτος τῶν ῥηθέντων ὁ ἀξιῶν, εἰ μή ἐστί τι τῷ τεθέντι γένει ἐναντίον, τῷ δὲ εἴδει, ἄμφω τὰ ἐναντία ὑπὸ ταὐτὸν εἶναι γένος. τούτου γὰρ κειμένου, εἰ δειχθείη ὅτι τῷ λαμβανομένῳ γένει μηδέν ἐστιν ἐναντίον καὶ ἔστι τὸ τοῦ ζητουμένου εἴδους ἐναντίον ἐν γένει τούτῳ, εἴη ἄν δεδειγμένον ὅτι καὶ τοῦ ζητουμένου τὸ αὐτὸ τοῦτο γένος ἐστίν· εἰ γὰρ τὸ ἐναντίον ἐν τούτῳ, δῆλον ὅτι καὶ τοῦτο. οἷον ἐπεὶ τὰ πολλὰ τοῖς ὀλίγοις ἐναντία, καὶ ἔστι τῶν πολλῶν γένος τὸ πλῆθος, καὶ οὐδὲν τῷ πλήθει ἐναντίον, καὶ τῶν ὀλίγων ἂν τὸ πλῆθος εἴη γένος. δεύτερον πρὸς κατασκευὴν ἀπὸ τῶν ἐναντίων τῶν προειρημένων τόπον εἶναι χρήσιμον ἐκτίθεται τὸν ἀπὸ τῶν μέσων· εἰ γὰρ τὸ ἀνὰ μέσον τινῶν ἐναντίων ἐν τῷδέ τινι γένει, καὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει ἔσται. δεῖ δὲ δῆλον ὅτι τὰ ἀνὰ μέσον κυρίως λαμβάνειν· ταῦτα δέ ἐστι τὰ κατὰ μῖξιν γινόμενα τῶν ἐναντίων. ἐν ᾧ γὰρ ἡ σομφὴ φωνὴ γένει, ἐν ἐκείνῳ καὶ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα, καὶ ἐν ᾧ τὸ φαιόν, ἐν ἐκείνῳ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν· οὐκέτι δὲ ἐν ᾧ ἡ ἀνδρεία, ἐν τούτῳ καὶ ἡ θρασύτης καὶ ἡ δειλία, ὅτι οὐχ οὕτως αἱ ἀρεταὶ μέσαι |τῶν κακιῶν ὡς κατὰ μῖξιν αὐτῶν εἶναι. τρίτον ἐκτίθεται τόπον τῶν πρὸς κατασκευήν· ὅταν καὶ τῷ ὡς εἴδει λαμβανομένῳ ᾖ τι ἐναντίον καὶ τῷ ὡς γένει ἐστίν· εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, καὶ τὸ ζητούμενον ἐν τῷ ἐκείνου ἐναντίῳ. ζητουμένου γὰρ εἰ γένος τῆς νόσου ἡ ἀσυμμετρία, δείξαντες ὅτι τῆς ὑγείας, ἥτις ἐστὶν ἐναντία τῇ νόσῳ, ἡ συμμετρία γένος οὖσα ἐναντία τῇ ἀσυμμετρίᾳ, εἴημεν ἄν δεδειχότες ὅτι καὶ ἡ νόσος ἐν ἀσυμμετρίᾳ. Πάλιν ἐπὶ τῶν πτώσεων καὶ ἐπὶ τῶν συστοίχων. Ὥσπερ ἐπὶ τῶν ἀπὸ συμβεβηκότος προβλημάτων τόπους τινὰς παραδέδωκεν ἀνασκευαστικοὺς καὶ κατασκευαστικοὺς ἀπὸ τῶν πτώσεων καὶ ἀπὸ τῶν συστοίχων, οὕτω καὶ πρὸς τὰ ἀπὸ τοῦ γένους προβλήματα ἀπὸ τῶν αὐτῶν τούτων παραδίδωσί τινας τόπους· κοινοὶ γὰρ καὶ ἐπικαιρότατοι πρὸς πάντα οἱ ἀπὸ τῶν συστοίχων τόποι. ἄν γάρ τινος γένος ἀποδοθῇ, δεῖ ὁρᾶν εἰ καὶ τὰ σύστοιχα τῷ γένει τῶν συστοίχων τῷ εἴδει γένη εἶναι δύναται· καὶ ἄν μὲν ᾖ, κατασκευασθήσεται, ἄν δὲ μὴ ᾖ, ἀνασκευασθήσεται. εἰ γὰρ ὁμοίως ἀκολουθεῖ τὸ κείμενον γένος τῷ τεθέντι εἴδει καὶ ἡ πτῶσις ἡ τοῦ γένους τῇ τοῦ εἴδους πτώσει, εἴη ἄν τὸ ἀποδοθὲν γένος κατεσκευασμένον ὅτι ἐστὶ γένος. οἷον πτῶσίς ἐστι τῆς μὲν μεγαλοψυχίας τὸ μεγαλοψύχως, τῆς δὲ ἀπαθείας τὸ ἀπαθῶς· εἰ οὖν τὸ μεγαλοψύχως ἀπαθῶς, καὶ ἡ μεγαλοψυχία ἀπάθεια· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. πάλιν ἀνασκευάζοιμεν ἂν ἀπὸ τῶν πτώσεων οὕτως· ἔστω προκείμενον δεῖξαι ὅτι μὴ γένος τῆς εὐφυίας ἡ ταχυτής· ληψόμεθα ἀπὸ τῶν πτώσεων συνεχὲς τοιοῦτον· εἰ ἡ εὐφυία ταχυτής, καὶ τὸ εὐφυῶς ταχέως· οὐκ ἔστι δὲ τὸ εὐφυῶς ταχέως· καλῶς γὰρ μᾶλλόν ἐστιν, ἀλλ’ οὐ ταχέως· οὐδ’ ἄρα ἡ εὐφυΐα ταχυτής. πάλιν εἰ ἡ ἀγροικία ἀπαιδευσία, καὶ τὸ ἀγροίκως ἀπαιδεύτως· οὐκ ἔστι δὲ τὸ ἀγροίκως ἀπαιδεύτως, ἀλλ’ ἀπείρως μᾶλλον· οὐδ’ ἡ ἀγροικία ἄρα ἀπαιδευσία. καὶ εἰ ἡ ἡδονὴ ἀγαθόν, καὶ τὸ ἡδέως ἀγαθῶς· οὐκ ἔστι δὲ τὸ ἡδέως ἀγαθῶς· ἔστι γὰρ ἡδέως πάσχοντα αἰσχρῶς πάσχειν καὶ κακῶς· οὐδ’ ἄρα ἡ ἡδονὴ ἀγαθόν. καὶ οὕτω μὲν ἀπὸ τῶν πτώσεων. ἀπὸ δὲ τῶν συφτοίχων πάλιν κατασκευάσομεν οὕτως· σύστοιχα λέγεται ἀλλήπτῶσις, λοις τὰ οὕτω λεγόμενα, ἀνδρεία, ἀνδρεῖος, ἀνδρείως, ἀνδρεῖον· καὶ γὰρ ἡ τὸ ἀνδρείως, ἐν τοῖς συστοίχοις ἐστίν· διὸ οἱ ἀπὸ τῶν συστοίχων τόποι περιέχουσι καὶ τοὺς ἀπὸ τῶν πτώσεων, καὶ αὐτὸς τοῖς παραδείγ- μσιν ὁμοῦ κατὰ πάντων ἐχρήσατο· ὁμοίως σύστοιχα δικαιοσύνη, δίκαιος, δικαίως, δίκαιον· ληψόμεθα οὖν, θέλοντες δεῖξαι ὅτι ἡ δικαιοσύνη ὑπὸ γένος τὴν ἀρετήν, τὰ σύστοιχα αὐτῇ •οἷον εἰ τὸ δίκαιον ἐνάρετον καὶ τὸ δικαίως ἐναρέτως καὶ ὁ δίκαιος ἐνάρετος, καὶ ἡ δικαιοσύνη ἀρετή · τὰ ἡγούμενα δέ· καὶ τὸ λῆγον ἄρα. οὕτω μὲν κατασκευάσοuι ὲν. ἀνασκευάσομεν δέ, ὅτι μὴ ὑπὸ τὸ ὠφέλιμον ἡ ἡδονή, οὕτως· εἰ ἡ ἡδονὴ ὠφέψον, καὶ τὸ ἡδέως ὠφελίμως καὶ τὸ ἡδὺ ὠφέλιμον· οὐκ ἔστι δὲ τὸ ἡδὺ ὠφέλιμον· οὐδ’ ἄρα ἡ ἡδονὴ ὠφέλιμον. ἢ ἐφ’ οὗ ἂν φανερώτερον ἀντιπίπτῃ τῶν συστοίχων, ἐκεῖνο ληψόμεθα καὶ δείξομεν δι’ αὐτοῦ ὅτι μηδὲ ἡ ἡδονὴ ὠφέλιμον· ὁμοίως γὰρ ἔχειν πάντα τὰ σύστοιχα κατὰ τὴν ἀκολουθίαν δεῖ. εἰ δὲ μὴ ὠφέλιμον ἡ ἡδονή, ὸἡλον ὅτι οὐδ’ ἂν ἐν γένει αὐτῷ εἴη. πάλιν σύστοιχα ἀλλήλοις δικαιοσύνη, δίκαιον, δίκαιος, δικαίως καὶ ἐπιστήμη, ἐπιστῆμον, ἐπιστήμων, ἐπιστημόνως· ἐὰν τῆς δικαιοσύνης ἡ ἐπιστήμη γένος ᾖ, δεῖ καὶ τὸ δίκαιον ὑπὸ τὸ ἐπιστῆμον εἶναι καὶ τὸν δίκαιον ὑπὸ τὸν ἐπιστήμονα καὶ τὸ δικαίως ὕπο τὸ ἐπιστημόνως. Πἀλιν ἐπὶ τῶν ὁμοίως ἐχόντων πρὸς ἄλληλα. 0μοιος καὶ οὗτος ὁ τόπος τῷ ἀπὸ τῶν συστοίχων· εἰ γάρ τινα ὁμοίως ἔχει πρὸς ἄλληλα, ἂν τὸ ἕτερον τῶν ὁμοίως ἐχόντων τοῦ ἑτέρου γένος ᾖ, καὶ τὸ ἕτερον ἔσται τοῦἑτέρου γένος. οἷον ἐπεὶ τὸ ἡδὺ ὁμοίως ἔχει πρὸςτὴν ἡδονὴν καὶτὸ ὠφέλιμον πρὸςτὸἀγαθόν, ὡςἔστιτὸἡὸὺ τῆς ἡδονῆς πὀ ητικόν, οὕτω καὶ τὸ ὠφέλιμον τοῦ ἀγαθοῦ ἄν εἴη. ἡ ἐναλλάξ, εἰ τῆς ἡδονῆς γένος τὸ ἀγαθόν, ἔσται καὶ τοῦ ἡδέος γένος τὸ ὠφέλιμον. ἔστι δὲ τὸ εἰρημένον καὶ δι’ ἀναλογίας λαβεῖν. εἰ γάρ, ὡς τὸ ἀγαθὸν πρὸς τὸ ὠφέλιμον, οὕτως ἡ ἡδονὴ πρὸς τὸ ἡδύ, καὶ ἐναλλάξ, ὡς̣ τὸ ἡγούμενον [τὸ ἀγαθὸν] πρὸς τὸ ἡγούμενον [τὴν ἡδονήν], οὕτως τὸ ἑπόμενον [τὸ ὠφέλιμον] πρὸς τὸ ἑπόμενον [τὸ ἡδύ]· ὥστε ὡς τὸ ἀγαθὸν πρὸς τὴν ἡδονήν, οὕτως τὸ ὠφέλιμον πρὸς τὸ ἡ|δύ· εἰ οὖν τὸ ἀγαθὸν γένος τῆς ἡδονῆς, καὶ τὸ ὐφέλιμον γένος ἄν εἴη τοῦ ἡδέος. αὐτὸς μέντοι τῇ μὲν ἀναλογίᾳ οὐκ ἐχρήσατο, παραμυθίαν δὲ τοῦ δεικνυμένου ἐκόμισεν· ὅτι γὰρ ἔσται καὶ τὸ ὠφέλιμον γένος τοῦ ἡδέος, παρεμυθήσατο εἰπὼν δῆλον γὰρ ὅτι ἀγαθοῦ ἄν εἴη ποιητικόν, ἐπειδὴ ἡ ἡδονὴ ἀγαθόν. εἰγὰρ ἡ ἡδονὴ ἀγαθόν ἐστι, τὸ ποιητικὸν αὐτῆς (τοῦτο δὲ ἦν τὸ ἡδύ) ἀγαθοῦ ἄν τινος εἴη ποιητικόν· πᾶν δὲ τὸ ἀγαθοῦ ποιητικὸν ὠφέλιμον καὶ ἐν γένει τῷ ὠφελίμῳ. ἔστι δὲ καὶ κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς ὁ τόπος. εἰ γὰρ ἡ ἡδονὴ μὴ ἐν γένει τῷ ἀγαθῷ, οὐδ' ἄν τὸ ἡδὺ ἐν γένει τῷ ὠφελίμῳ εἴη. καὶ εἰ ὡς τὸ γυνάζεσθαι πρὸς ὑγείαν οὕτως τὸ μανθάνειν πρὸς ἐπιστήμην, μή ἐστι δὲ τὸ γυμνάζεσθαι ὑπὸ τὸ μανθάνειν, οὐδ' ἄν τὸ ὑγιαίνειν ὑπὸ τὸ ἐπίστασθαι εἴη. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν γενέσεων καὶ τῶν φθορῶν. *****τόπους παραδίδωσιν. εἰ γὰρ ἡ γένεσίς τινος ὡς ὑπὸ γένος εἴη τὴν ἄλλου τινὸς γένεσιν, καὶ τὸ γινόμενον ὑπ' αὐτοῦ ἔσται ὡς ὑπὸ γένος τὸ ὑπὸς τοῦ ποιητικοῦ γένους γινόμενον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν φθορῶν. ἀπὸ μὲν οὖν τῆς γενέσεως <οὕτως>· εἰ τὸ οἰκοδομεῖν ἐνεργεῖν καὶ ὑπὸ τὴν ἐνέργειαν, καὶ τὸ ᾠκοδομηκέναι ἐνηργηκέναι καὶ ὑπὸ τοῦτο· καὶ εἰ τὸ μανθάνειν ἀναμαιμνήσκεσθαί ἐστιν καὶ ὑπὸ γένος τὸ ἀναμιμνήσκεσθαι, καὶ τὸ μεμαθηκέναι ὑπὸ τὸ ἀναμεμνῆσθαι ἄν εἴη, ὡς ᾤετο Πλάτων λέγων τὰς μαθήσεις ἀναμνήσεις. λαμβάνει δὲ καὶ τὸ οἰκοδομεὶν καὶ τὸ μανθάνειν ὡς οὔσας γενέσεις, τὸ μὲν τοῦ οἰκοδομουμένου τὸ δὲ τοῦ μανθανομένου. ἔστι δὲ κυρίως ἡ μὲν οἰκοδέμησις τοῦ οἰκοδομουμένου, ἡ δὲ μάθησις τοῦ μανθανομένου. καὶ εἴη ἂν τοιοῦτον τὸ λεγόμενον· εἰ τοῦ οἰκοδομέῖν γένος τὸ ἐνεργεῖν, καὶ τοῦ ᾠκοδομηκέναι τὸ ἐνηργηκέναι· καὶ εἰ τῆς μαθήσεως ἡ ἀνάμνησις, καὶ τοῦ μεμαθηκέναι τὸ ἀναμεμνῆσθαι. ἔοικε δὲ τὰ παραδείγματα, οἷς κέχρηται, ἁρμόζειν καὶ τοῖς ἀπὸ τῶν συστοίχων τόποις· σύστοιχον γὰρ τὸ οἰκοδομεῖν τῷ ῷκοδομηκέναι καὶ τὸ ἐνεργεῖν τῷ ἐνηργηκέναι. εἴη δ’ ἄν τοῦ λεγομένου καὶ τὰ τοιαῦτα παραδείγματα· εἰ ἡ τῆς δικαιοσύνης γένεσις οὐκ ἔστι μάθησις, οὐδ’ ἂν ἡ δικαιοσύνη ἐπι- σιήμη εἴη· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. οὕτω δ’ ἄν δεικνύοι τις ὅτι μηδὲ τῆς αἰσθήσεως ἡ ἐπ̣ιστήμη γένος· εἰ γὰρ τῆς μὲν αἰσθήσεως ἡ γένεσις φύσει, τῆς δὲ ἐπιστήμης οὐ φύσει (μαθήσει γάρ), οὐκ ἄν ἡ αἴ- σθησις ἐπιστήμη εἴη. δῆλον δὲ ὅτι καὶ κατασκευαστικὸς ὁ τόπος· εἰ γὰρ ἡ τῆς γεωμετρίας γένεσις μάθησις, καὶ ἡ γεωμετρία ἂν ἐπιστήμη εἴη. ὁ δὲ ἀπὸτῆςφθορἄςτόποςτοιοῦτος· εἰ τὸ διαλύεσθαι φθείρεσθαι, καὶ τὸ διαλελύσθαι ἐφθάρθαι καὶ ἡ διάλυσις φθορά· ὁμοίως γὰρ ἔχει τὸ διαλύεσθαι πρὸς τὸ διαλελύσθαι καὶ τὸ φθείρεσθαι πρὸς τὸ ἐφθάρθαι· ὥστε, εἰ τὸ ἕτερον τοῦ ἑτέρου γένος, καὶ τὸ ἕτερον τοῦ ἑτέρου ἄν εἴη. Καὶ ἐπὶ τῶν γεννητικῶν δὲ καὶ φθαρτικῶν ὡσαύτως. ‘0μοίως φησὶν ὡς ἀπὸ τῶν γενέσεων τε καὶ φθορῶν οὕτως εἶναι καὶ ἀπὸ τῶν γεννητικῶν τε καὶ φθαρτικῶν ἐπιχειρεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν δυνάμεων καὶ τῶν χρήσεων καὶ ὅλωςἀπὸ τῶν καθ’ ὁποιανοῦν ὁμοιότητα. ὅμοιαι γὰρ αἰ ἀπὸ πάντων τῶν τοιούτων ἐπιχειρήσεις, οὐ κατὰ ταὐτὸν δέ· γένεσις μὲν γὰρ ἡ τοιάδε ‘μεταβολή γεννητικὸν δὲ τὸ τῆς τοιᾶσδε μετα- βολῆς αἴτιον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ φθορᾶς τε καὶ φθαρτικοῦ. λέγοι δ’ ἄν ὁμοιότητα-πάντα τὰ τοιαῦτα πρὸς ἄλληλα ἔχειν καὶ κατὰ ἀναλογίαν· ὡς γὰρ τὸ γίνεσθαι πρὸς τὸ γεγονέναι, οὕτω τὸ ποιεῖν πρὸς τὸ πεποιη- κέναι, καὶ ὡς τὸ φθείρεσθαι πρὸς τὸ ἐφθάρθαι, οὕτως τὸ διαλύεσθαι πρὸς τὸ διαλελύσθαι, καὶ ὡς τὸ φθαρτικὸν πρὸς τὸ φθείρεσθαι, οὕτω τὸ διαλυτικὸν πρὸς τὸ διαλύεσθαι· ὥστε, ἄν τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ᾖ, καὶ τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ἔσται. ἀλλὰ καὶ ἡ δύναμις πρὸς τὸ δύνασθαι ὁμοίως ἔχει, ὡς καὶ· ἡ διάθεσις πρὸς τὸ διακεῖσθαι· ὥστε, εἰ ἡ δύναμις διάθεσις τῷ γένει, ἔσται καὶ τὸ δύνασθαι διακεῖσθαι. πάλιν ὡς ἡ χρῆσις πρὸς τὸ κεχρῆσθαι, καὶ ἡ ἐνέργεια πρὸς τὸ ἐνηργηκέναι· ****. πάντα δὲ ταῦτα τῷ ἐφ’ ἕν τι τὴν ἀναφορὰν ἔχειν ὅμοια· καὶ γὰρ τὸ γεννητικὸν ἐπὶ τὸ γιγνόμενον καὶ ἡ γένεσις ἐπὶ τὸ γεγονὸς καὶ ἡ φθορὰ ἐπὶ τὸ ἐφθαρμένον καὶ ἡ δύναμις ἐπὶ τὸ δυνάμενον· καὶ ἡ χρῆσις δὲ καὶ ἕκαστον τῶν τοιούτων πρὸς ἕν τι τὴν σχέσιν ἔχει. διὸ καὶ ἐπὶ πάντων ὁμοία τε ἡ δεῖξις καὶ δι’ ἀλλήλων· κατὰ γὰρ τὴν αὐτὴν πτῶσιν πάντα ἀλλήλοις ἐξενεχθήσεται. εἰ γὰρ τὸ φθαρτικὸν διαλυτικόν, καὶ τὸ φθείρεσθαι διαλύεσθαι καὶ ἡ φθορὰ διάλυσις· ὁμοίως, εἰ τὸ γεννητικὸν ποιητικόν, καὶ τὸ γίνεσθαι ποιεῖσθαι, καὶ ἡ γένεσις ποίησις· καίει μηδέν τι τούτων, οὐδὲ τὰ ἄλλα. ἐοίκασι δὲ πάντες οὗτοι οἱ τόποι τοῖς ἀπὸ τῶν συστοίχων, ὡς προεῖπον. Καὶ εἴ τινος ἡ χρῆσις ἐνέργεια. Εἰ τὸ τῷ λόγῳ χρῆσθαι ἐνεργεῖν ἐστι καὶ ὑπὸ τὴν ἐνέργειαν ὡς γένος, καὶ τὸ κεχρῆσθαι τῷ λόγῳ εἴη ἄν ὑπὸ τὸ ἐνηργηκέναι ὡς γένος. ὁμοίως, εἰ ἡ χρῆσις ἡ τῆς ἀρετῆς <ἐνέργεια ἢ τὸ χρῆσθαι ἀρετῇ> καὶ τὸ κεχρῆσθαι ἀρετῇ ἐνηργηκέναι. Ἐὰν δὲ στέρησις ἡ τὸ ἀντικείμενον τῷ εἴδει, διχῶς ἔστιν ἀνελεῖν. Παραδοὺς πρότερον τόπους ἀπὸ τῶν ἐναντίων (τῷ γὰρ ἐναντίον εἶναι τῷ εἴδει ἡ τῷ γένει ἀνασκευὴ καὶ κατασκευὴ ἐγίνετο), νῦν καὶ ἀπὸ τῶν ἄλλων ἀντικειμένων παραδίδωσι, καὶ πρῶτόν γε ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν. καὶ δύο φησὶν εἶναι τόπους ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων ἀνασκευαστικούς, ὧν πρῶτον παραδίδωσι τὸν ἀπὸ τῶν <τῷ> γένει τινὶ ὡς εἴδει· εἰ τὸ ἀντικείμενον στέρησις εἴη καὶ ἡ στέρησις ὑπὸ ταὐτὸν γένος, ὑφ’ ὃ ἐτίθετο καὶ ἡ ἕξις αὐτῆς ὡς προσεχὲς γένος, οὐκ ἄν εἴη γένος τῆς ἕξεως τὸ ἀποδοθέν· ἡ γὰρ στέρησις ἢ καθόλου ἐν οὐδενὶ γένει τῷ αὐτῷ ὡς καὶ ἡ ἕξις ἢ οὐ πάντως γε καὶ προσεχεῖ. εἰ γὰρ ἡ ὄψις ἐστὶν ἐν ἐσχάτῳ καὶ προσεχεῖ γένει τῇ αἰσθήσει, ἀδύνατον τὴν τυ- φλότητα στέρησιν οὖσαν αὐτῆς ἐν αἰσθήσει εἶναι· καὶ εἰ ἡ τυφλότης ἐν προσεχεῖ γένει τῇ ἀναισθησίᾳ, ἀδύνατον τὴν ὄψιν ἐν ἀναισθησίᾳ εἶναι. οὕτω δείξομεν ὅτι τῆς ἀγνοίας οὐκ ἔστι γένος ἡ ἕξις· τῆς γὰρ γνώσεως ἡ ὀξὶς γένος, ἧς ἡ ἄγνοια στέρησις. ἐν μέντοι μὴ προσεχεῖ γένει τῷ αὐτῷ δύναται καὶ ἡ ἕξις καὶ ἡ στέρησις εἶναι. οὕτω δεικνύοιτ’ ἄν μὴ οὖσα ἡ κακία στέρησις τῆς ἀρετῆς, ἐπεὶ ἀμφοτέρων αὐτῶν προσεχὴς ἡ ἕξις. Δεύτερον δ’, εἰ καὶ τῷ γένει καὶ τῷ εἴδει ἀντίκειται στέρησις. Ὁ δεύτερος δὲ τόπος, ὃν ἀπὸ τῶν στερήσεων ἀνασκευαστικὸν παραδίδωσι, τοιοῦτος ἄν εἴη· εἰ καὶ τῷ τιθεμένῳ γένει στέρησίς τις ἀντικειμένη εἴη καὶ τῷ εἴδει, μὴ εἴη δὲ ἡ τῷ εἴδει στέρησις ἀντικειμένη ὑπὸ τὴν [ἐν] τῷ γένει στέρησιν ἀντικειμένην, οὐδ’ ἄν τὸ προκείμενον αὐτοῦ γένος εἴη· δοκεῖ γάρ, εἰ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ, καὶ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ εἶναι, ὡς καὶ ἐπὶ τῶν ἐναντίων. οὕτως ἡ ὄψις ἐν αἰσθήσει, ἐπεὶ καὶ ἡ τυφλότης ἐν ἀναισθησίᾳ· οὐκέτι δὲ ἡ ὄψις ἐν ἐπιστήμῃ, ἐπεὶ μηδὲ ἡ τυφλότης ἐν ἀγνοίᾳ, ἥτις ἐστὶ τῆς ἐπιστήμης στέρησις. ἀνασκευάζειν μὲν οὖν ἀπὸ τῶν στερήσεων ἔστι διχῶς, κατασκευάζειν δὲ μοναχῶς· εἰ γὰρ τὸ ἀντικείμενον ἔσται ἐν τῷ ἀντικειμένῳ, καὶ τὸ ἀντικείμενον ἔσται ἐν τῷ ἀντικειμένῳ· εἰ ἡ ἀκοὴ ἐν αἰσθήσει, καὶ ἡ κωφότης ἐν ἀναισθησίᾳ. Πἀλιν ἐπὶ τῶν ἀποφάσεων σκοπεῖν ἀνάπαλιν, καθάπερ ἐπὶ τοῦ συμβεβηκότος ἐλέγετο. Μετελήλυθεν ἐπὶ τὰ κατ’ ἀντίφασιν ἀντικείμενα, καὶ δείκνυσι πῶς καὶ ἀπὸ τῆς ἀντιθέσεως τῆς κατὰ ἀντίφασιν κατασκευάζειν τὸ γένος δυνησόμεθα. ἀνάπαλιν δέ. φησί, δεῖ λαμβάνειν ἐπὶ τῶν τόπων τῶν κατ’ ἀντίφασιν ἀντικειμένων, ὡς ἤδη εἴρηται, ὅτε περὶ τοῦ συμβεβηκότος ἐλέγετο. παραδιδοὺς γὰρ τόπον πρὸς τὸ συμβεβηκὸς ἀπὸ τῆς ἀντιφάσεως ἐν τῷ δευτέρῳ κατασκευαστικὸν οὕτως εἶπεν· “ἐπεὶ δέ εἰσιν αἱ ἀντιθέσεις τέσσαρες, σκοπεῖν ἐκ μὲν τῶν ἀντιτάσεων ἀνάπαλιν ἐκ τῆς ἀκολουθήσεως καὶ ἀναι- ροῦντα καὶ κατασκευάζοντα”. τούτου οὖν ἡμάς ὑπομιμνήσκει. πῶς δὲ ἀνάπαλιν, αὐτὸς ἔδειξε διὰ τοῦ παραδείγματος. εἰ γὰρ εἴη κείμενον τὸ ἡδὺ ὅπερ ἀγαθόν, τοῦτ’ ἔστιν ἐν γένει τῷ ἀγαθῷ, δεῖ ἀνάπαλιν ἀπὸ τῆς ἀποφάσεως τοῦ ἀγαθοῦ, ὃ ὡς γένος ἀπεδόθη, ἀρχόμενον τὴν τοῦ ἡδέος ἀπόφασιν ἐπιφέρειν αὐτῷ· εἰ γὰρ τὸ ἡδὺ ὅπερ ἀγαθόν, τὸ μὴ ἀγαθὸν οὐχ ἡδὺ δεῖ εἶναι. οὗ τὴν αἰτίαν ἀπέδωκεν εἰπὼν ἀδύνατον γάρ, εἴπερ τὸ ἀγαθὸν γένος τοῦ ἡδέος, τὶ μὴ ἀγαθὸν ἡδὺ εἶναι· εἰ γὰρ εἴη τι μὴ ἀγαθὸν ἡδύ, οὐκέτ’ ἄν πᾶν τὸ ἡδὺ ὑπὸ τὸ ἀγαθὸν εἴη· οὕτω δ’ ἄν οὐδὲ γένος αὐτοῦ ἔτι τὸ ἀγαθὸν εἴη. ἔστι δ’ οὐκ ἀληθὲς τὸ μὴ ἀγαθὸν μὴ ἡδὺ εἷναι· ἔστι γάρ τι μὴ ἀγαθὸν ἡδύ· οὐδ’ ἄν τοῦ ἡδέος γένος τὸ ἀγαθὸν εἴη. οὕτω δείξεις ὅτι, εἰ τοῦ ἀγαθοῦ γένος τὸ ἐπαινετόν, τὸ μὴ ἐπαινετὸν οὐκ ἀγαθόν· ἔστι δέ τινα οὐκ ἐπαινετὰ μὲν ἀγαθὰ δέ, ὡς ὑγεία, ἰσχύς, πλοῦτος. ἀνασκευάζοντες μὲν οὖν ἀρξόμεθα ἀπὸ τούτου οὗ βουλόμεθα· εἰ γὰρ ἡ ἡδονὴ ὅπερ ἀγαθόν, |τὸ μὴ ἀγαθὸν οὐχ ἡδύ· οὐ τὸ δεύτερον δέ· οὐ γὰρ ἀληθὲς τὸ μὴ ἀγαθὸν μὴ εἶναι ἡδύ· οὐδὲ τὸ πρῶτον ἄρα· τοῦτο δὲ ἦν [οὐδὲ] τὸ τῆς ἡδονῆς τὸ ἀγαθὸν εἶναι γένος. κατασκευάζοντες δὲ ἀπὸ τοῦ ἀντεστραμμένου τῷ δεικνυμένῳ. εἰ γὰρ ἡ μὴ ἀρετὴ οὐκ ἀνδρεία, ἡ ἀνδρεία ἀρετή· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. διὸ ἡ μὲν ἀνασκευὴ κατὰ τὸν δεύτερον ἀναπόδεικτον ἔσται, ἡ δὲ κατασκευὴ κατὰ τὸν πρῶτον. ἔνδοξον μὲν οὖν τὸ τῆς κατασκευῆς, οὐ μὴν καὶ ἀναγκαῖον· οὐ γάρ, εἰ ἀληθὲς ὅτι τὸ μὴ λευκὸν οὐ κύκνος, ἤδη διὰ τοῦτο τοῦ κύκνου τὸ λευκὸν γένος. διὸ ἐπὶ τοῦ συμβεβηκότος ἀληθέστερος ὁ τόπος ἡ ἔπι του γένους. Ἐὰν δὲ ᾖ πρός τὸ εἶδος. Ἐπὶ τὰ κατὰ τὸ πρὸς τι ἀντικείμενα τῶν ἀντικειμένων μετελήλυθε, καὶ παραδίδωσιν ἀπὸ τούτου τόπους πλείονας. πρῶτον μὲν τοῦτον· ἄν τὸ ὡς εἶδος τιθέμενον ἐν γένει τινὶ πρός τι ᾖ, δεῖ καὶ τὸ γένος πρός τι εἶναι, ὥστε, ὅν τὸ μὲν ἀποδιδόμενον γένος μὴ ᾖ πρός τι τὸ δὲ εἶδος πρός τι, οὐκ ἔσται τὸ τιθέμενον αὐτοῦ γένος εἶναι γένος· τῶν γὰρ πρός τι δοκεῖ καὶ τὰ γένη πρός τι εἶναι. τὸ γοῦν διπλάσιον πρός τι ὂν ὑπὸ τὸ πολλὰ· πλάσιόν ἐστι καὶ αὐτὸ πρός τι ὄν, καὶ ἡ ἐπιστήμη πρός τι οὖσα ὑπὸ τὴν ὑπόληψίν ἐστι καὶ αὐτὴν ὑπὸ τὸ πρός τι οὖσαν· τοὐ μέντοι ἴσου τὸ ποσὸν οὐ γένος, ὅτι τὸ μὲν ἴσον πρός τι, τὸ δὲ ποσὸν οὐ πρός τι. λέγει δὲ ὅτι, εἰ μὲν τὸ εἶδος πρός τι, καὶ τὸ γένος δεῖ πρός τι εἶναι, εἰ δὲ τὸ γένος πρός τι, οὐκ ἀνάγκη καὶ τὸ εἶδος πρός τι εἶναι· ἡ γὰρ ἐπιστήμη πρός τι οὖσα γένος ἐστὶ γραμματικῆς, γεωμετρίας, μουσικῆς, ὧν οὐδεμία πρός τι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν μόνον χρήσιμος· . οὐ γάρ, εἰ ἀμφότερα τὰ λαμβανόμενα πρός τι, τὸ ἕτερον τοῦ ἑτέρου γένος <δεῖ> εἶναι, ὡς καὶ <ἐπ᾿> ἐπιστήμης διπλασίου. ἔνστασιν δὲ ἐκόμισε καὶ πρὸς τὸν ἀξιοῦντα τόπον, εἰ τὸ εἶδος πρός τι, καὶ τὸ γένος εἶναι τῶν πρός τι ὡς οὐχ ὑγιῆ· τὴν γὰρ ἀρετὴν πρός τι οὖσαν ὑπὸ τὸ καλὸν καὶ τὸ ἀγαθὸν ὡς γένη εἶναι, ὧν οὐδέτερον ὑπὸ τὸ πρός τι. καὶ ἡ ἀρετὴ οὖν μᾶλλον ὑπὸ τὸ ποιὸν ἢ ὑπὸ τὸ πρός τι. λέγοι δ’ ἄν τις μηδὲ γένη εἶναι τῆς ἀρετῆς τὰ εἰρημένα· οὔτε γὰρ τὸ ἀγαθὸν γένος, εἴ γε ὁμώνυμον, οὔτε τὸ καλὸν τῆς ἀρετῆς γένος· πρώτη γὰρ ἡ ἀρετὴ τῶν καθ’ αὑτὴν ἐνεργειῶν, τούτων δὲ τὸ καλὸν κατηγορεῖσθαι δοκεῖ μόνων. Πἀλιν εἰ μὴ πρὸς ταὐτὸ λέγεται εἶδος. Δεύτερον τόπον ἀπὸ τού πρός τι ἀνασκευαστικὸν παραδίδωσιν ἡμῖν τοιοῦτον· πρὸς ὃ τὸ εἶδος λέγεται καθ’ αὑτό, πρὸς τοῦτο δεῖ καὶ κατὰ τὸ γένος αὐτὸ λέγεσθαι. οἷον ἐπεὶ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ καθ’ αὑτό (ἡμίσεος γάρ), κατὰ τὸ γένος πρὸς τὸ αὐτὸ λέγεται· τὸ γὰρ διπλάσιον ἡμίσεος λέγεται πολλαπλάσιον, ἐπεὶ τὸ διπλάσιον πολλαπλάσιον. τοῦτο γὰρ τὸ λεγόμενόν ἐστιν, <οὐχ> ὡς ἄν ἐκ τῆς λέξεως δόξαι, τὸ ‘ὡς διπλάσιον ἡμίσεος, οὕτω καὶ τὸ πολλαπλάσιον ἡμίσεος’. ἂν δή τι λεγόμενον πρός τι μὴ πρός τὸ αὐτὸ τοῦτο καὶ κατὰ τὸ ἀποδεδομένον αὐτοῦ γένος δύνηται λέγεσθαι, οὐκ ἄν εἴη γένος αὐτοῦ τὸ ἀποδεδομένον. οὕτω δειχθήσεται τῆς ὁράσεως μὴ ὃν γένος ἡ δύναμις, ἐπεὶ ἡ ὅρασις καθ’ αὑτὴν μὲν ὁρατοῦ λέγεται οὐκέτι δὲ κατὰ τὴν δύναμιν· οὐ γὰρ λέγεται ἡ ὅρασις δύναμις ὁρατοῦ. οὕτω τῆς ὁράσεως δειχθήσεται μηδὲ ἡ ἕξις γένος, ἐπεὶ ἡ μὲν ὅρασις ὁρατοῦ ὅρασις, οὐκέτι δὲ ἡ ὅρασις ἕξις ὁρατοῦ λέγεταί. Προστίθησι δὲ τῷ προειρηuένῳ καὶ τὸ δεῖν μὴ μόνον κατὰ τὸ γένος πρὸς τὸ αὐτὸλέγεσθαιὰλλὰ καὶ κατὰ πάντα τὰ τοῦ γένους γένη· τὸ γοῦν διπλάσιον οὐ μόνον διπλάσιον ἡμίσεος λέγεται οὐδὲ μόνον πολλαπλάσιον ἡμίσεος. ἀλλὰ καὶ ὑπερέχον, ὃ γένος ἐστὶ τοῦ πολλαπλασίου, καὶ μεῖζον, ὃ ἔτι γενικώτερον. οὐκ αὔταρκες οὖν πρὸς τὸ δειχθῆναι τῆς ὁράσεως γένος τὴν ἐπιστήμην τὸ λέγεσθαι τὴν ὅρασιν ἐπιστήμην ὁρατοῦ· εἰ γὰρ διάθεσις οὐ λέγεται, ὃ γένος ἐπὶ τῆς ἐπιστήμης, οὐκ ἄν αὐτῆς ἡ ἐπιστήμη γένος εἴη. ἔνστασιν φέρει πρὸς τὸν τόπον ὡς οὐκ ἀληθῆ καθόλου ὅτι ἡ ἐπιστήμη καθ’ αὑτὴν μὲν ἐπιστητοῦ λέγεται, οὐκέτι μέντοι κατὰ τὸ γένος τοῦ αὐτοῦ λέγεται· ἔστι μὲν γὰρ αὐτῆς γένος ἡ ἕξις καὶ ταύτης διάθεσις, οὐ λέγεται μέντοι ἡ ἐπιστήμη οὔτε ἕξις ἐπιστητοῦ οὔτε διάθεσις, ἀλλὰ ψυχῆς ἕξις καὶ ψυχῆς διάθεσις ἡ ἐπιστήμη. ἢ διττὸν ἡ ἕξις καὶ ἡ διάθεσις· ἕξις γὰρ καὶ διάθεσις λέγεται κ̣αὶ τοῦ ἔχοντος αὐτὰ ὡς ψυχῆς καὶ τῶν [ὑπ’ αὐτὰ] ἐχομένων ὑπ’ αὐτῶν. Πάλιν εἰὡσαύτως λέγεται τὸ γένος καὶ τὸ εἶδος κτὰ ταςπτώσεις. Καὶ οὗτος ὁ τόπος ἀπὸ τοῦ πρός τι. ἐπεὶ γὰρ δοκεῖ τὸ γένος καὶ τὸ εἶὸος τῶν πρός τι ὁμοίως κατὰ τὰς πτώσεις λέγεσθαι (ἄν τε γὰρ τὸ εἶδος τινός. καὶ τὸ γένος τινός· οἷον τὸ διπλάσιον τινός, πολλοστημορίου γάρ, καὶ τὸ ὑπερέχον ὁμοίως τινός, ὑπερεχομένου γάρ, καὶ τὸ μεῖζον, ἐλάττονος γάρ· ὁμοίως ἡ ἐπιστήμη τινὸς καὶ ἡ ἕξις καὶ ἡ διάθεσις καὶ ἡ ὑπόληψις τινός· καὶ πάλιν εἰ τινί, καὶ τἆλλα ὁμοίως· ὡς γὰρ τὸ ἐπιστητὸν τινί, τῇ γὰρ ἐπιστήμη, οὕτω καὶ τὸ ἑκτὸν τῇ ἕξει καὶ τὸ ὑποληπτὸν τῇ ὑπολήψει), ἂν δὴ μὴ ὁμοίως κατὰ τὴν τῶσιν λέγηται τό τε ὡς εἶδος ἀποδοθὲν καὶ τὸ ὡς γένος, οὐκ ἔσται τὸ ἀποδεδομένον γένος. διό, ἄν τεθῇ τοῦ φίλου γένος ἡ βούλησις, προσχρώμενοι τῷ προειρημένῳ δείξομεν ὅτι μή ἐστι τοῦ φίλου ἡ βούλησις γένος· οὐ γὰρ κατὰ τὰς αὐτὰς πτώσεις λέγεται πρὸς ἕτερον ἥ τε βούλησις καὶ ὁ φος· ἡ μὲν γὰρ βούλησις πρὸς γενικὴν λέγεται (τινὸς γὰρ ἡ βούλησις, τοῦ γὰρ βουλητου), ὁ δὲ φίλος πρὸς δοτικὴν λέγεται. ὁμοίως δειχθήσεται μηδὲ τῆς αὐξήσεως γένος οὖσα ἡ πρόσθεσις, ἐπεὶ ἡ μὲν αὔξησις τινός, τοῦ γὰρ αὐξανομένου, ἡ δὲ πρόσθεσις οὐ τινὸς ἀλλὰ τινί, τῷ γὰρ προστιθεμένῳ. ἐνίσταται πρὸς τὸν τόπον ὡς οὐχ ὑγιῆ· οὐ γὰρ ἐπὶ πάντων τῶν πρός τι πρὸς ὁμοίας πτώσεις τό τε γένος καὶ τὸ εἶδος ἀποδίδοται· τὸ μὲν γὰρ ἐναντίον τινί, ἐναντίῳ γάρ, καὶ τὸ διάφορον ὁμοίως, διαφέροντι γάρ, τὸ δὲ ἕτερον, γένος ὂν ἀμφοῖν, τινὸς ἀλλ’ οὐ τινί· τὸ γὰρ ἕτερον ἑτέρου ἕτερον. Πάλιν εἰ ὀμοίως τὰ πρός τι κατὰ τὰς πτώσεις λεγόμενα μὴ ὁμοίως ἀντιστρέφει. Καὶ οὗτος ὁ τόπος ἐκ τῶν πρός τι. ἐπεὶ γὰρ πάντα δοκεῖ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι, ἄν μὴ πρὸς ὁμοίας πτώσεις πάλιν τὰ ἀντιστρεφοντα ἀντιστρέφῃ, οὐ γένος έσται τὸ ὡς γένος αποδεδομενον· γὰρ αὐτὸ καὶ τὸ ὡς εἶδος τεθὲν αὐτοῦ πρὸς ὁμοίας πτώσεις πρὸς ἄλληλα λέγηται, οὐδέπω γένος τὸ ἀποδοθέν, ἄν μὴ καὶ <τὰ> ἀντιστρέφοντα τῷ τε γένει ἀποδοθέντι καὶ τῷ ὡς εἴδει πρὸς ὁμοίας πάλιν πτώσεις λέγηται. πολλάκις μὲν οὖν ἀμφότερα ὁμοίως πρὸς τὰς πτώσεις ἀποδίδοται· τό τε γὰρ διπλάσιον τινὸς καὶ τὸ πολλαπλάσιον, ἀλλὰ [καὶ τὸ καὶ τὸ μεῖζον· καὶ τὰ ἀντιστρέφοντα δὲ αὐτοῖς πρὸς τὰς αὐτάς· τό τε γὰρ ἔλαττον τινὸς ἔλαττον, [καὶ τὸ ὑπερεχόμενον τινὸς καὶ τὸ πολλοστημόριον κατὰ ταὐτὰ τινός· ὁμοίως καὶ τὸ ἥμισυ. ἐπὶ δὲ ἐνίων πρὸς ἄλλην μὲν πτῶσιν τὸ γένος καὶ τὸ εἶδος, πρὸς ἄλλην δὲ τὰ ἀντιστρέφοντα αὐτοῖς, πλὴν πρὸς τὴν αὐτὴν ἀλλήλοις, ὡς <ἐπ᾿> ἐπιστήμης καὶ ὑπολήψεως· ἥ τε γὰρ ἐπιστήμη τινός, ἐπιστητοῦ γάρ, καὶ τὸ γένος αὐτῆς, ἡ ὑπόληψις, καὶ αὕτη τινός, εἴ γε ὑποληπτοῦ· τὰ δὲ ἀντιστρέφοντα αὐτοῖς πρὸς ἄλλας πτώσεις ἀντιστρέφει καὶ οὐ καθ’ ἃς ταῦτα, οὐ μὴν ἀλλὰ ἀλλήλοις τὰς αὐτάς· τό τε γὰρ ἐπιστητόν, ὃ πρὸς τὴν ἐπιστήμην ἀντι- στρέφει, πρὸς τὴν δοτικὴν πτῶσιν ἀντιστρέφει (ἐπιστήμῃ γὰρ καὶ τὸ ὑποληπτὸν πρὸς τὴν ὑπόληψιν ἀντιστρέφον ὁμοίως καὶ αὐτὸ οὐ τινός ἐστιν ὑποληπτὸν ἀλλὰ τινί, τῇ ὑπολήψει. ὅταν οὖν μὴ ὁμοίως ἔχῃ τὰ ἀντιστρέφοντα, ἀναιρεθήσεται τὸ τεθὲν ὡς γένος. ἄν γάρ τις θῇ τοῦ μείζονος γένος τὸ ὑπερέχον, ἐπεὶ τὰ ἀντιστρέφοντα αὐτοῖς οὐ πρὸς ὁμοίας λέγεται πτώσεις (τὸ μὲν γὰρ ἔλαττον τινός, μείζονος γάρ, τὸ ὑπερεχόμενον τινί, ὑπερέχοντι γάρ), ἀναιροῖτ’ ἄν τὸ εἶναι τὸ ὑπερέχον γένος τοῦ μείζονος. ὁ μέντοι Στράτων προστίθησί τινα τῷ τόπῳ τούτῳ καὶ ἄλλον· εἰ αὐτὰ μὲν πρὸς ὁμοίας πτώσεις λέγοιτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ εῖδος, τῶν δὲ πρὸς ἃ ταῦτα λέγεται τὸ μὲν ἀντιστρέφοι τὸ δὲ μή, οὔ φησι τὸ τεθὲν ἔσεσθαι γένος. καὶ παραδείγματι χρῆται τοῦ τόπου τῇ τε ἐλλείψει καὶ τῇ ἐνδείᾳ· εἰ γάρ τις γένος τῆς ἐλλείψεως τὴν ἔνδειαν λέγει, ἐπεὶ ἑκάτερον μὲν αὐτῶν πρὸς τὴν αὐτὴν ἀποδίδοται πτῶσιν (ἥ τε γὰρ ἔλλειψις τινός, τῆς ὑπεροχῆς γάρ, καὶ ἡ ἔνδεια ὁμοίως τινός, τοῦ γὰρ ἱκανοῦ), οὐκέτι δὲ ἀμφότερα, πρὸς ἃ ἑκάτερον αὐτῶν λέγεται, ἀντιστρέφει (ἡ μὲν γὰρ ὑπεροχὴ καὶ αὐτὴ τινός, γάρ· τὸ δὲ ἱκανὸν οὐκέτι ἀντιστρέφει· οὐ γὰρ λέγεται τὸ ἱκανὸν ἐνδείας ἱκανόν), ὥστε οὐκ ἄν εἴη ἡ ἔνδεια τῆς ἐλλείψεως γένος. ἀλλ’ οὗτος μὲν καινο|τομῆσαι βουληθεὶς ὀλίγον ἀναιρεῖ μεῖζόν τι· τὸ γὰρ πάντα <τὰ> πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι κινεῖ. αἴτιον δὲ αὐτῷ τῆς πλάνης τὸ μὴ δεόντως λαβεῖν τὴν ἔνδειαν πρὸς τὸ ἱκανὸν λέγεσθαι· καὶ γὰρ ἡ ἔνδεια ἐνδέοντός ἐστιν ἔνδεια καὶ πρὸς τοῦτο λέγεται πρός τι. Πάλιν εἰ μὴ πρὸς ἴσα τὸ γένος καὶ τὸ εἶδος λέγεται. Ἐπεὶ τῶν πρός τι τὰ μὲν πρὸς ἓν λέγεται τὰ δὲ πρὸς πλείω, πρὸς ἓν μὲν τὸ διπλάσιον, πρὸς γὰρ ἥμισυ μόνον, καὶ τὸ πολλαπλάσιον (καὶ γὰρ τοῦτο πρὸς ἕν, πρὸς γὰρ τὸ πολλοστημόριον), πρὸς πλείω δὲ τὸ ὑπερέχον (καὶ γὰρ τινὸς τὸ ὑπερέχον ὑπερέχει καὶ τινί), ἄν οὖν μὴ πρὸς τὸ γένος καὶ τὸ εἶδος λέγηται, ἀλλὰ τὸ μὲν πρὸς πλείω τὸ δὲ πρὸς ἕν, οὐκ ἔσται γένος τὸ ἀποδοθέν. δοκεῖ γὰρ πρὸς ἴσα τὸ γένος καὶ τὸ εἶδος λέγεσθαι, ὡς ἐπὶ δωρεᾶς καὶ δόσεως· ἑκάτερον γὰρ αὐτῶν καὶ τινὶ καὶ τινός· διὸ οὐκ <ἂν> ἀναιροῖτο τὸ τὴν δόσιν γένος τῆς δωρεᾶς εἶναι· καὶ λέγεται ἡ δωρεὰ δόσις ἀναπόδοτος. ἐὰν μὲν οὗν μὴ πρὸς ἴσα λέγωνται, ἀνασκευάσομεν τὸ ἀποδοθὲν γένος τῷ τόπῳ τούτῳ προσχρώμενοι. οἷον ἄν τεθῇ τῆς ὀργῆς γένος ἡ ὄρεξις, ἐπεὶ ἡ μὲν ὄρεξις πρὸς ἓν λέγεται (τινὸς γάρ), ἡ δὲ ὀργὴ καὶ τινὸς καὶ τινί, οὐκ ἄν εἴη γένος τῆς ὀργῆς ἡ ὄρεξις. ὁμοίως δείξομεν ὅτι τοῦ ἐπαίνου μή ἐστιν ὁ λόγος· ὁ μὲν γὰρ λόγος τινὸς μόνον, ὁ δὲ ἔπαινος τινός τε καὶ ἐπὶ τινί. μήποτε δέ, ὡς καὶ αὐτὸς λέγει, ὁ τόπος οὐκ ἔστιν ἀληθὴς ἀλλὰ πιθανὸς μόνον. ἔστι γὰρ ὁμολογουμένως ὄντα. γένη τινῶν, ἃ οὐ πρὸς ἴσα αὐτοῖς λέγεται, ὥσπερ ἔχει ἡ ὑπεροχὴ καὶ τὸ πολλαπλάσιόν τε καὶ τὸ διπλάσιον· ταῦτα μὲν γὰρ πρὸς ἕν, ἡ δὲ ὑπεροχὴ γένος αὐτῶν οὖσα πρὸς δύο λέγεται· καὶ γὰρ τινὸς καὶ τινί. καὶ ἡ μὲν μίμησις τινὸς μόνον, γένος οὖσα τοῦ ζήλου, ὁ δὲ ζῆλος τινός τε καὶ ἐπὶ τινί. ἀλλὰ καὶ ὁ λόγος γένος ὢν τοῦ ἐπαίνου οὐ λέγεται πρὸς ἴσα, ὡς ἐρρήθη. Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον γένος. Ἔτι καὶ οὗτος ἀπὸ τῶν πρός τ· ι. ἂν γὰρ τεθῇ τι γένος τινός, ἄμφω δὲ ᾖ πρός τι, ἀξιοῖ ἐπισκοπεῖν εἰ τοῦ ἀντικειμένου τῷ εἴδει (ἔστι δὲ αὐτῷ πρὸς ὃ λέγεται) τὸ ἀντικείμενον τῷ γένει γένος ἐστίν. εἰ γὰρ μὴ τοῦτο, οὐδ’ ἄν τὸ ἀντικείμενον τοὐ ἀντικειμένου γένος εἴη· δοκεῖ γὰρ ἀεὶ τὸ ἀντικείμενον τῷ εἴδει ἐν τῷ ἀντικειμένῳ τῷ γένει εἶναι, ὅταν ᾖ τι αὐτῷ ἀντικείμενον· τὰ δὲ πρός τι ἔχει [τὰ] ἀντικείμενα ταῦτα ἅ λέγεται. οἷον τοῦ διπλασίου γένος τὸ πολλαπλάσιον, ἐπεὶ καὶ τοῦ ἡμίσεος τὸ πολλοστημόριον, καὶ τῆς ἐπιστήμης ἡ ὑπόλγψις, ἐπεὶ καὶ τοῦ ἐπιστητοῦ τὸ ὑποληπτόν. ἄν δὴ τεθῇ γένος ἐπιστήμης ἡ αἴσθησις, ἀναιρεῖν δυνησόμεθα προσχρώμενοι τῷ μηδὲ τοῦ ἀντικειμένου τῇ ἐπιστήμῃ, τοῦ ἐπιστητοῦ, γένος εἶναι τὸ ἀντικείμενον τῇ αἰσθήσει, τὸ αἰσθητόν· οὐ γὰρ γένος τοῦ ἐπιστητοῦ τὸ αἰσθητόν, ἐπεὶ πολλὰ νοητὰ ὄντα ἐπιστητά ἐστιν. δύναται δέ τις τῷ τόπῳ καὶ πρὸς κατασκευὴν χρήσασθαι· ἂν γὰρ δειχθῇ τὸ ἀντικείμενον τῷ ὡς γένει τεθέντι γένος ὂν τοῦ ἀντικειμένου τῷ εἴδει, καὶ τὸ ὑποτεθὲν ἔσται γένος. Ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστιν. Καὶ ἄλλον τινὰ τόπον παραδίδωσιν ἀπὸ τῶν πρός τι. ἔστι δὲ ὃ λέγει τοιοῦτον· τῶν πρός τι τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἐστὶν ἢ περὶ ἐκεῖνα πρὸς ἃ λέγεται, ὡς ἡ σύνθεσις λεγομένη πρὸς τὸ συγκείμενον ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ συγκειμένῳ πρὸς ὃ λέγεται· ὁμοίως καὶ ἡ συμμετρία· ἐν γὰρ τῷ συμμέτρῳ πρὸς ὃ λέγεται· ἀλλὰ καὶ ἡ μονὴ μένοντος οὖσα ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ μένοντι. ἐπιζητήσαι δ’ ἄν τις περὶ. τῆς ἕξεως, ὃ καὶ αὐτὸ παρέθετο, εἰ ἐξ ἀνάγκης ἐστὶν ἐν τούτῳ πρὸς ὃ λέγεται· λέγεται μὲν γὰρ ἡ ἕξις ἑκτοῦ, οὐκ ἔστι δὲ ἐν τῷ ἑκτῷ, ἀλλὰ ἢ ἐν ψυχῇ ἢ ἐν τῷ οὗ ἐστιν, εἰ μή τις λέγοι τὴν ἕξιν πρὸς τὸ ἔχον αὐτήν, οὐ πρὸς τὸ ἐχόμενον λέγεσθαι, ὃ καὶ πρὸ ὀλίγου αὐτὸς εἶπε. τὰ δὲ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις εἶναι ἢ περὶ ἐκεῖνα πρὸς ἃ λέγεται, ἐνδέχεται μέντοι αὐτὰ εἶναι ἐν αὐτοῖς. τούτων ἐστὶν ἡ ἐπιστήμη· λέγεται μὲν γὰρ πρὸς τὸ ἐπιστητόν, οὐ μήν ἐστιν ἐν τῷ ἐπιστητῷ <ἐξ ἀνάγκης>, ἀλλ’ μέν ἐστιν ἐν ψυχῇ, ἐνδέχεται δὲ αὐτὴν καὶ ἐν τῷ ἐπιστητῷ εἶναι, πρὸς ὃ λέγεται. τῇ γὰρ ψυχὴ ἔνεστιν ἐπιστήμ· η, <ἥ> γε κἄν αὑτῆς ἐπιστήμην οὕτω γὰρ ἔσται ἡ ἐπιστήμη ἐν τῷ ἐπιστητῷ, αὕτη ἡ τῆς ψυχῆς, οὐ πᾶσα· οὐ γὰρ πᾶσα ἐπιστήμη ἐν τῷ ἐπιστητῷ. οὐδὲ γὰρ πᾶσα |ἐπιστήμη ψυχὴν τὸ ἐπιστητὸν ἔχει· τὸ γὰρ τὰς τοῦ τριγώνου δύο γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἐπιστητὸν μέν, οὐ μὴν διὰ τοῦτο ψυχή ἐστιν. διὸ ἡ τούτου ἐπιστήμη οὐκ ἐν τῷ ἐπιστητῷ. ὅταν γὰρ αὐτὴ αὑτὴν μὴ ἐπίστηται, ἄλλο δέ τι ᾖ, τότε οὐκ ἔσται ἡ ἐπιστήμη ἐν τῷ ἐπιστητῷ· ἡ γὰρ ἐπιστήμη τῶν μουσικῶν λέγεται μὲν πρὸς τὰ ἐπιστητὰ ὧν ἐστιν, οὐ μὴν ἐν τούτοις ἐστίν, εἴ γε πᾶσα ἐπιστήμη ἐν ψυχῇ. ἴσως δὲ βέλτιον ἀντὶ τοῦ δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην γεγράφθαι ‘δυνατὸν γὰρ καὶ ἄλλου εἷναι τὴν αὐτὴν ταύτην’, τοῦτ’ ἔστι τὴν ἐπιστήμην· οὐ γὰρ μόνη ἡ ψυχὴ ἐπιστητόν. δύναται καὶ αὐτὸ τὸ δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην εἰρῆσθαι ὡς ἴσον τῷ ‘δυνατὸν γὰρ καὶ ἄλλῳ ὑπάρχειν’, τοῦτ’ ἔστι καὶ ἄλλου τινὸς εἶναι τὴν ἐπιστήμην καὶ ἄλλῳ τινὶ ὑπάρχειν τῶν ἐπιστητῶν καὶ μὴ ψυχῇ μόνῃ. τὰ δὲ ἁπλῶς ἀδύνατα ἐν ἐκείνοις εἶναι πρὸς ἃ λέγεται, ὡς ἔχει τὸ ἐναντίον· ἀδύνατον γὰρ αὐτὸ ἐν ἐκείνῳ εἶναι· εἴη γὰρ ἄν ἅμα τὰ ἐναντία. ἀλλ’ οὐδὲ τὸ διπλάσιον ἐν τῷ ἡμίσει· ὁμοίως οὐδὲ τὸ ὑπερέχον. οὕσης τοίνυν ἐν τοῖς πρός τι τοιαύτη διαφορᾶς εἴη ἂν τῶν μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ὄντων πρὸς ἃ λέγεται καὶ τὰ γένη τοιαῦτα, τῶν δὲ μὴ ἐξ ἀνάγκης μὲν ἐνδεχομένων δὲ ἐν ἐκείνοις καὶ τὰ γένη ὁμοίως ἐν ἐκείνοις, καὶ τῶν ἀδυνάτων εἶναι ἐν τοῖς πρὸς ἃ λέγεται καὶ τὰ γένη ὡσαύτως. οἷον συμμετρίας ἰσότης· ἀμφότερα γὰρ ἐν τούτοις ἐστὶ πρὸς ἃ λέγεται· καὶ ἕξεως διάθεσις· καὶ γὰρ ταῦτα, ἐν οἷς ἐστι, πρός ταῦτα καὶ λέγεται. πάλιν ἐπιστήμης ὑπόληψις· οὐδέτερον γὰρ αὐτῶν ἐξ ἀνάγκης ἐν τούτῳ πρὸς ὃ λέγεται, ἐνδέχεται μέντοι ποτὲ ἑκάτερον αὐτῶν· ὁμοίως καὶ αἰσθήσεως ἀντίληψις. τὸ δέ γε διπλάσιον ὑπὸ τὸ πολλαπλάσιον καὶ ὑπὸ τὸ ὑπερέχον, καὶ τὸ ἐναντίον ὑπὸ τὸ ἕτερον, διότι ἐν τούτοις οὐδὲν οἷόν τε εἶναι ἐν τούτῳ πρὸς ὃ λέγεται. ἂν οὗν τι ᾖ γένος τινὸς ἀποδεδομένον, αὐτὸ μὲν ἐξ ἀνάγκης ὂν ἐν τῷ πρὸς ὃ λέγεται, πρὸς ὃ δὲ ἀπεδόθη μὴ οὕτως ἔχῃ, ἢ ἔμπαλιν, ἀνασκευάζοιτο ἂν καὶ δεικνύοιτο τὸ ἀποδοθὲν γένος οὐκ ὂν γένος· δεῖ γὰρ τὸ τοιοῦτον εἶδος εἰς τὸ τοιοῦτον καὶ ὅμοιον γένος τίθεσθαι. διὰ τοῦτο, ἐάν τις θῇ τῆς μνήμης γένος τὴν μονὴν λέγων εἶναι τὴν μνήμην μονὴν ἐπιστήμης, οὐχ ὑγιῶς ἀποδώσει τῷ τὴν μὲν μονὴν πρός τι οὖσαν ἐξ ἀνάγκης ἐν ἐκείνῳ εἶναι οὗ ἐστι μονή· ἐν γὰρ τῷ μένοντι ἡ μονή· ἡ δὲ μνήμη οὐκ ἐν ἐκείνῳ οὗ ἐστι μνήμη· πᾶσα γὰρ μνήμη ἐν ψυχῇ, οὐ πᾶσα δὲ μνήμη ψυχῆς. εἰ οὖν ἡ μνήμη μονὴ ἐπιστήμης, ἔσται ἐν τῇ ἐπιστήμῃ· ἐπεὶ γὰρ πᾶσα μονὴ ἐν ἐκείνῳ οὗ ἐστι μονή, καὶ ἡ τῆς ἐπιστήμης μονὴ εἴη ἂν ἐν τῇ ἐπιστήμῃ· τοῦτο δὲ ἄτοπον· οὐ γὰρ ἐν ἐπιστήμῃ ἡ μνήμη ἀλλ᾿ ἐν ψυχῇ. ἔδειξε δὲ πως ἀνάγκη, ἐν ᾧ τὸ γένος ἐστίν, εἶναι καὶ το ειοος· ἡ γὰρ προστιθεμένη διαφορὰ τῷ γένει οὐ μετατίθησιν αὐτό, ἀλλὰ ἐν τίνι τοῦ κοινῶς λεγομένου ἐστὶ μηνύει· ἔστι δὲ τὸ εἶδος καὶ τὸ γένος μετὰ τῆς διαφορᾶς. οὕτω δ’ ἄν δεικνύοι τις ὅτι μηδὲ σωτηρία αἰσθήσεως ἡ μνήμη. ἡ μὲν γὰρ σωτηρία τῆς αἰσθήσεως ἐν αἰσθήσει· πᾶσα γὰρ σωτηρία ἐν ἐκείνῳ οὗ ἐστι σωτηρία· ἡ δὲ μνήμη οὐκ ἐν αἰσθήσει ἀλλ’ ἐν ψυχῇ· οὐ γὰρ αἴσθησις τὸ μνημονεῦον. ἀλλὰ καὶ ὅτι μή ἐστι τὸ πάθος ἐν γένει τῇ ὁρμῇ, ὡς οἱ ὁριζόμενοι αὐτὸ λέγουσιν ὁρμὴν ἄλογον, διὰ τούτου ἄν δεικνύοιτο τοῦ τόπου. εἰ γὰρ πᾶσα ὁρμὴ διωκτοῦ ἐστι καὶ πρὸς τοῦτο λέγεται, γεται, οὐκ ἔστι δὲ ἡ ὁρμὴ ἐν τῷ διωκτῷ ἀλλ’ ἐν ψυχῇ, οὐκ ἂν εἴη ἐν τῷ πρὸς ὃ λέγεται· τὸ δὲ πάθος πεπονθότος ὂν πάθος ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ πεπονθότι πρὸς ὃ λέγεται. διὸ καὶ εὐλογώτερον κίνησιν αὐτὸ λέγειν· ὡς γὰρ τὸ πάθος ἐν τῷ πρὸς ὃ λέγεται, οὕτω καὶ ἡ κίνησις· ἐν γὰρ τῷ κινουμένῳ ἡ κίνησις, πρὸς ὃ καὶ λέγεται. λέγουσι δὲ κίνησιν τὸ τοῦ πά- θους γένος ὁριζόμενοι τὸ πάθος κίνησιν κατὰ ψυχὴν ὑπὸ τοῦ ἡδέος ἢ λυπηροῦ. εἰ οὖν εἴη ἡ ὁρμὴ τοῦ ὁρμῶντος ὁρμή, εἴη ἄν καὶ αὐτὴ ἐν ἐκείνῳ πρὸς ὃ λέγεται. Λέγει δὲ τὸν εἰρημένον τόπον κοινὸν εἶναι καὶ πρὸς τὸ συμβεβηκός. κἂν γὰρ μὴ γένος μὲν συμβεβηκὸς δὲ τῆς μνήμης ἡ μονὴ ἀποδοθῇ, τὸ ἄτοπον ἀκολουθήσει· ὅτε γὰρ συμβέβηκεν ἡ μνήμη τῇ ἐπιστήμῃ, τότε ἐξ ἀνάγκης ἡ μνήμη ἐν τῇ ἐπιστήμῃ ἔσται, ὅπερ ἄτοπον λέγειν· πᾶσα γὰρ μνήμη καὶ ἀεὶ ἐν ψυχῇ. Πάλιν εἰ τὴν ἕξιν εἰς τὴν ἐνέργειαν ἔθηκεν ἤτην ἐνέργειαν εις τὴν ἔξιν. Ὁ παραδιδόμενος τόπος τοιοῦτός ἐστιν· δοκεῖ τῶν μὲν ἕξεων ἕξεων |ἕξις εἶναι γένος, τῶν δὲ ἐνεργειῶν ἐνέργεια· ἂν οὖν ἐναλλάττῃ τις καὶ ἢ τῆς ἕξεως ἐνέργειαν ἀποδῷ γένος ἢ τῆς ἐνεργείας ἕξιν, οὐχ ὑγιῶς ἀποδίδωσιν· διὸ ἀνασκευασθήσεται τὸ ἀποδοθὲν γένος. οὕτως ἁμαρτάνει ὁ τῆς αἰσθήσεως λέγων γένος τὴν κίνησιν· ἕξεως γὰρ ἐνέργειαν γένος ἀποδέδωκεν· ἔστι γὰρ ἡ μὲν αἴσθησις ἕξις, ἡ δὲ κίνησις ἐνέργεια. ἡ γὰρ κατὰ τὴν ἐνέργειαν αἴσθησις κίνησις οὐχ ἁπλῶς. πάλιν ὁ λέγων τὴν μνήμην ἕξιν καθεκτικὴν τὴν ἐνέργειαν ἐν ἕξει γένει τίθησιν· ἡ γὰρ μνήμη ἐνέργεια, οὐχ ἕξις· ἡ γὰρ κατὰ τὸ μνημονεύειν ἐνέργεια γινομένη μνήμη κυρίως. οὕτω λέγουσιν οἱ ὁριζόμενοι αὐτὴν ἕξιν καθεκτικὴν ὑπολήψεως. Λέγει δὲ ἁμαρτάνειν καὶ τοὺς τὰς ἕξεις ἐν γένεσι τιθέντας ταῖς δυνάμεσι ταῖς παρακολουθούσαις αὐταῖς. εἰσὶ γάρ τινες δυνάμεις ἕξεσί τισι τισι δοκοῦσαι παρακολουθεῖν, αἷς χρήσαιντ’ ἄν, εἰ ἐν τούτῳ γένοιντο πρὸς ὅ εἰσιν αἱ δυνάμεις χρήσιμοι· οὐ μὴν καὶ ἐν τῇ οὐσίᾳ εἰσὶν αὐτῶν· διὸ εἶεν ἂν ἐν αὐταῖς καθ’ ὑπόθεσιν. οἷον τῇ πραότητι ἕξει οὔσῃ παρακολουθεῖ ἐξ ὑποθέσεως τὸ δύνασθαι κρατεῖν ὀργῆς ἀμέτρου τε καὶ μὴ προσηκούσης, εἴ ποτε ἐμπέσοι· ἔστι μὲν γὰρ ἡ πραότης ἀοργησία τῆς τοιαύτης ὀργῆς, ἔχειν μέντοι δύναμιν τοιαύτην λέγοιτ’ ἄν ὥστε, κἄν ὀργισθῇ, κρατῆσαι τοῦ πάθους. ἐξ ὑποθέσεως οὖν ἡ δύναμις αὕτη τῇ πραότητι ἕπεται· εἰ γὰρ ὀργισθείη, κρατήσει. ἄν δή τις τῆς πραότητος γένος ἀποδῷ ἐγκράτειαν καὶ ὁρίσηται αὐτὴν ἐγκράτειαν ὀργῆς, οὐκ ὀρθῶς ἀποδίδωσιν· οὐ γὰρ τὸ ἐξ ὑποθέσεως τινι ἀκολουθοῦν καὶ οὕτως, ὡς ἐθήκαμεν, εἴη ἄν καὶ γένος. τὸ μ· ὲν γὰρ γένος ἀχώριστον· ἐπὶ δὲ τῆς πραότητος οὐκ ἀεὶ ἡ ἐγκράτεια τῆς ὀργῆς, ἀλλ’ ἐὰν ὀργισθῇ, τότε, ὅτε μηδὲ κυρίως πρᾶός τις. ὁμοίως ἁμαρτάνει καὶ ὁ λέγων τὴν ἀνδρείαν ἐγκράτειαν φόβων ἢ τὴν δικαιοσύνην ἐγκράτειαν κερδῶν. ἀνδρεῖος μὲν γὰρ κυρίως ὁ ἄφοβος, ὥσπερ καὶ πρᾶος ὁ ἀόργητος, οὓς ἀπαθεῖς εἶπε κατὰ τὰ τοιαῦτα πάθη· ὁ δὲ ἐγκρατὴς οὐ κατὰ ἀπάθειαν λέγεται ἀλλὰ κατὰ τὸ πάσχειν μὲν μὴ ἄγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ ἡ δικαιοσύνη δὲ ἐν ἀποχῇ μᾶλλον κερδῶν ἢ ἐν ἐγκρατείᾳ. εἰ οὖν τὸ μὲν γένος ἐν τῷ τί ἐστι, τὰ δὲ ἐξ ὑποθέσεως τίθεται αὐτοῖς ἕπεσθαι, οὐκ ἄν εἶεν αὐτῶν γένη. Ἐνίοτε δὲ καὶ τὸ παρακολουθοῦν ὁπωσοῦν ὡς γένος τιθέασιν. Ἐπεὶ τὰ γένη τοῖς εἴδεσι παρακολουθεῖ, εἰ ἤδη τινὲ τὰ ὁπωσοῦν τισι παρακολουθοῦντα γένη αὐτῶν ἀποδιδόασιν, ἁμαρτάνουσιν· οὐ γὰρ τὸ ὁπωσοῦν παρακολουθοῦν τινι γένος. τῇ γοῦν ὀργῇ παρακολουθεῖ μὲν ἡ λύπη, οὐ μὴν ὡς γένος, ὡς οἴονταί τινες· οὐ γὰρ ἡ ὀργὴ λύπη, οὐδὲ διὰ τοῦτο ἔστιν ἡ λύπη ἡ μετὰ τῆς ὀργῆς οὖσα, διότι <ἡ> ὀργὴ ἔστιν, ἀλλὰ ἐπὶ τῇ λύπῃ <ἡ> ὀργή· προτέρα γὰρ ἡ λύπη γίνεται τῆς ὀργῆς· λυπηθεὶς γάρ τις ὡς ἠδικημένος ὀργίζεται. οὐ τοιοῦτον δὲ τὸ γένος ὡς προυπάρχειν χρόνῳ τοῦ εἴδους· οὐ γὰρ πρῶτον ζῷον γίνεται, εἶτα ἐκ τούτου ἄνθρωπος, ἀλλ’ ὁ ἄνθρωπος ἅμ καὶ ζῷόν ἐστι, καὶ τὸ ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ ἔστι, διότι ἄνθρωπος ἔστι. τὸ δὲ ὥστε ἁπλῶς ἡ ὀργὴ οὐκ ἔστι λύπη εἶπεν ὡς ἴσον τῷ ‘ὥστε οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ τῆς ὀργῆς ἡ λύπη’· τὸ γὰρ ποιητικόν τινος καὶ προυπάρχον κατὰ χρόνον [ἐν τῷ αὐτῷ] οὐ γένος. καὶ οἱ τῆς πίστεως δὲ τὴν ὑπόληψιν γένος ἀποδιδόντες ὁμοίως ἁμαρτάνουσιν. ἀκολουθεῖ μὲν γὰρ τῇ πίστει ἡ ὑπόληψις· ἡ γὰρ πίστις ὑπόληψις· ἀδυνατον γὰρ χωρὶς ὑπολήψεως πίστιν γίνεσθαι. οὐ μὴν γένος οἷόν τε τῆς πίσετως τὴν ὑπόληψιν εἶναι· ὃ ἔδειξε πάνυ ἐντρεχῶς διὰ τοῦ ἐνδέχεσθαι τὴν αὐτὴν ὑπόληψιν ἔχοντα ποτὲ μὲν πιστεύειν ποτὲ δὲ οὔ. ὃ ἀδύνατον ἐπὶ τοῦ γένους· ἀδύνατον γὰρ τὸ αὐτὸ ζῷον ποτὲ μὲν ἄνθρωπον εἶναι ποτὲ δὲ μή, καὶ τὸ αὐτὸ χρῶμα ποτὲ μὲν λευκὸν εἶναι ποτὲ δὲ μή· μεταβάλλων γὰρ ὁ ἄνθρωπος οὐδὲ ζῷον ἔτι. ὥστε οὐδὲ ἡ ὑπόληψις ἡ αὐτὴ μένοι ἄν οὐ μετὰ πίστεως οὖσα τῇ ἐν πίστει· συναναιρεῖται γὰρ τὸ γένος ἑκάστῳ ἐν ᾧ ἐστιν ἀναιρουμένῳ. ἡ δὲ ὑπόληψις καὶ πρότερον ἦν χωρὶς πίστεως, καὶ πάλιν μεταβαλοῦσα ἐκ τοῦ πίστις εἶναι καὶ μηκέτι πίστις οὖσα ἔτι ὑπόληψις μένει· οὐ γὰρ κεκώλυταί τις τὴν αὐτὴν περί τινος ὑπόληψιν ἔχων ποτὲ μὲν πιστεύειν αὐτῇ ποτὲ δὲ μή, οἷον ὑπόληψιν ἔχων περὶ τῆς ψυχῆς ὅτι ἀθάνατος οὐ κεκώλυται πρότερον πιστεύων αὐτῇ ὕστερον διά τινας λόγους μηκέτι πιστεύειν. τὸ αὐτὸ δέ ἐστι τὸ νῦν |ἐπὶ τῆς πίστεως. καὶ τῆς ὑπολήψεως εἰρημένον τῷ ἐπὶ τῆς ὀργῆς τε καὶ λύπης εἰρημένῳ· καὶ γὰρ ἐπ’ ἐκείνων ἐνδέχεται τὸ τὴν αὐτὴν λύπην καὶ χωρὶς ὀργῆς εἶναι καὶ μετ’ ὀργῆς. ἄν δέ τις μὴ συγχωρῇ τὸ ἐνδέχεσθαι τὴν αὐτὴν ὑπόληφιν ἔχοντα ποτὲ μὲν πιστεύειν ποτὲ δὲ μὴ τῷ ἡγεῖσθαι πάντως τὸν ὑπολαμβάνοντα καὶ πιστεύειν, ὁμολογήσει διὰ τούτου ὅτι μὴ γένος ἡ ὑπόληψις τῆς πίστεως· γίνεται γὰρ ἐπ’ ἴσης ἥ τε πίστις καὶ ἡ ὑπόληψις, εἴ γε ἡ μὲν πίστις ὑπόληψις, πᾶς δὲ ὁ ὑπολαμβάνων πιστεύει· οὐκ ἐπ’ ἴσης δὲ τὸ γένος τῷ εἴδει. Ὁρᾶν δὲ καὶ εἰ ἔν τινι τῷ αὐτῷ ἄμφω πέφυκε γίνεσθαι. Δεῖν φησι γένους τινὸς ἀποδοθέντος καὶ τοῦτο ὁρᾶν, εἰ ἐν τῷ αὐτῷ πέφυκε γίνεσθαι τό τε ὡς εἶδος τεθὲν καὶ τὸ ἀποδοθὲν ὡς γένος αὐτοῦ· ἐν ᾧ γὰρ τὸ εἶδος, καὶ τὸ γένος. ἐν ᾧ γὰρ τὸ λευκόν, ἐν τούτῳ καὶ τὸ χρῶμα· ἄμφω γὰρ ἐν σώματι· καὶ ἐν ᾧ γραμματική, καὶ ἐπιστήμη· ἄμφω γὰρ ἐν ψυχῇ. ἄν οὖν τὸ ἀποδοθέν τινος γένος μὴ ἐν τῷ αὐτῷ γένηται ἐν ᾧ τὸ εἶδος ἀλλὰ ἐν ἄλλῳ, ἀνασκευασθήσεται κατὰ τὸν τόπον τοῦτον καὶ δειχθήσεται ὅτι μή ἐστι γένος. οἷον ἄν τῆς αἰσχύνης θῇ τις γένος τὸν φόβον ἢ τῆς ὀργῆς τὴν λύπην, οὐ καλῶς θήσεται, εἴ γέ ἐστιν ἡ μὲν αἰσχύνη ἐν λογιστικῷ, ὁ δὲ φόβος ἐν τῷ θυμοειδεῖ, καὶ ἡμὲν λύπη ἐν τῷ ἐπιθυμητικῷ καὶ γὰρ ἡ ἡδονή, ἧς ἡ ἐπιθυμία, ἐν τούτῳ), ἡ δὲ ὀργὴ ἐν τῷ θυμοειδεῖ. ὁμοίως δειχθήσεται μηδὲ τῆς φιλίας ἡ βούλησις γένος, εἴ γε ἡ μὲν βούλησις ἐν; ἐν τῷ λογιστικῷ, ἡ δὲ φιλία τῷ ἐπιθυμητικῷ. πῶς δὲ εἶπε τὴν αἰσχύνην ἐν τῷ λογιστικῷ, ἄξιον ζητεῖν, εἴ γε πάθος, τὰ δὲ πάθη ἐν τῷ παθητικῷ γίνεται. ἤτοι οὖν ἁπλούστερον καὶ κοινότερον κέχρηται τῷ παραδείγματι, ἢ διὰ τὴν αἰδῶ· δοκεῖ γὰρ ἡ αἰδὼς μετὰ λόγου τινὸς εἶναι. κἂν ᾖ δὲ ἡ μὲν αἰσχύνη ἐν τῷ ἐπιθυμητικῷ ὁ δὲ φόβος ἐν τῷ θυμικῷ, καὶ οὕτως οὐ γένος. ὅτι δὲ ἡ λύπη ἐν τῷ ἐπιθυμητικῷ, ἔδειξε διὰ τοῦ ἐναντίου εἰπὼν ἐν τούτῳ γὰρ καὶ ἡ ἡδονή. καὶ ἡ φιλία δὲ ὥσπερ φίλησις ἄν εἴη λεγομένη ὑπ’ αὐτοῦ. οὕτως οὐδὲ ἡ ἀνδρεία ἐπιστήμη· ἡ μὲν γὰρ ἐν τῷ ἀλόγῳ, ἡ δὲ ἐπιστήμη ἐν τῷ λογιστικῷ. Λέγει δὲ χρήσιμον τὸν τόπον τοῦτον εἶναι καὶ πρὸς τὸ συμβεβηκός· δοκεῖ γὰρ καὶ τὸ συμβεβηκὸς καὶ τὸ ᾠ συμβέβηκεν ἐν τῷ αὐτῷ εἶναι. τοῦτο δὲ ἐπὶ τούτων ἄν λέγοιτο ἐν οἷς καὶ τὰ ὑποκείμενα ἐν ἄλλοις πέφυκε γίνεσθαι. οὐ γὰρ δὴ τὸ σῶμα καὶ τὸ χρῶμα ἐν τῷ αὐτῷ ****· ἐν ᾧ δὲ ἡ ὀργή, ἐν τούτῳ καὶ ἡ ζέσις, ὃ συμβέβηκε τῇ ὀργῇ· ἀλλὰ καὶ ἐν ᾧ ἡ ἐπιφάνεια, ἐν τούτῳ καὶ τὸ χρῶμα, ὃ συμβέβηκε τῇ ἐπιφανείᾳ· καὶ ἐν ᾧ τὸ χρῶμα, ἐν τούτῳ καὶ τὸ ὁρᾶν, ὃ συμβέβηκε τῷ χρώματι. ὥστε οὐκ ἐπὶ τῶν ψυχικῶν μόνον ἐξεῶν τε καὶ παθῶν τὸ εἰρημένον λέγοιτ’ ἄν, ἀλλὰ καὶ ἐπὶ τούτων καθόλου ἃ καὶ αὐτὰ ἐν ἄλλοις πέφυκε γίνεσθαι. ὥστε, εἴ τι εἴη συμβεβηκός τινι ἀποδιδόμενον, ὃ οὐκ ἐν τῷ αὐτῷ, οὐκ ἂν εἴη συμβεβηκός. πῶς οὖν τοῖς αἰδουμένοις τὸ ἐρυθριᾶν συμβέβηκεν; οὐ γὰρ ἐν τῷ αὐτῷ· τὸ γὰρ ἐρυθριᾶν ἐν ἐπιφανείᾳ· ἢ τοῖς φοβουμένοις τὸ ὠχρίαν; Πάλιν εἰ κατά τι τὸ εἶδος τοῦ εἰρημένου γένους μετέχει· οὐχ ὁμοίως, εἴ τι τοῦ γένους μετέχει καὶ τοῦ συμβεβηκότος· τοῦ μὲν γὰρ συμβεβηκότος οἷόν τέ τι καὶ κάτα τι μετέχειν, ὡς τοῦ λευκοῦ τὸ σῶμα, ὁμοίως καὶ τὸν ἄνθρωπον· τοῦ δὲ γένους ἀδύνατον· ὁ γὰρ ἄνθρωπος οὐ κατά τι τῶν αὑτοῦ τοῦ ζώου μετέχει· οὐ γάρ ἐστι κατά τι ζῷον ὁ ἄνθρωπος, οὐδὲ ἡ γραμματικὴ κατά τι ἐπιστήμη. ἐὰν οὖν γένος τινὸς ἀποδοθῇ τι, οὗ κατά τι μετέχει τὸ ἀποδοθὲν ἐν γένει αὐτῷ, ἀναιρήσομεν αὐτό. οὕτως, ἄν τοῦ ζῴου γένος τὸ αἰσθητόν τις ἀποδῷ, ἐπεὶ τὸ ζῷον κατά τι τῶν αὑτοῦ αἰσθητόν. οὐκ αὐτοῦ γένος ἄν εἴη· ὁμοίως κἄν τὸ ὁρατόν· κατὰ γὰρ τὸ σῶμα καὶ κατὰ τὴν ἐπιφάνειαν αἰσθητόν τε καὶ ὁρατόν· οὐ γὰρ καὶ κατὰ τὴν ψυχήν. Ἁμαρτάνουσι δέ τινες καὶ οἱ τοῦ ὅλου τὸ μέρος γένος ἀποδιδόντες· τὸ μὲν γὰρ μέρος τοῦ ὅλου οὐ κατηγορεῖται, τὸ δὲ γένος δῆλον ὅτι κατηγορεῖται. οὕτως ποιοῦσιν οἱ τὸ ζῷον ὁριζόμενοι σῶμα ἔμψυχον· ὡς γὰρ ἐν γένει τῷ σώματι τιθέασι τὸ ζῷον, ὃ μέρος ἐστὶν αὐτοῦ. τοιοῦτον καὶ τὸ λέγειν τὸν πηλὸν εἷναι γῆν ὑγρῷ πεφυρμένην. Ὁρᾶν δὲ καὶ εντι τῶν ψεκτῶν ἢ φευκτῶν εἰς δύναμιν ἢ τὸ δυνατὸν ἔθηκεν. Επειδὴ δοκεῖ πάσα δύναμις ἡ κτὰ τὸ πεφυκέναι λεγομένη ἀγαθὸν εἱναι, τόπον τινὰ καὶ ἀπὸ τούτου πρὸς τὴν τῶν γενῶν ἀνασκευὴν χρήσιμον παραδίδωσιν. εἰ γάρ τις τῶν ψεκτῶν τινος καὶ φευκτῶν γένος δύναμιν ἀποδοίη, ἀνασκευάσομεν αὐτό· οὐ γὰρ οἷόν τε κακοῦ γένος ἀγαθὸν εἷναι· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγη τὸν μὲν διάβολον τὸν δυνάμενον διαβάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ὑφαιρεῖσθαι, τὸν |δὲ σοφιστὴν τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα· πᾶς γὰρ φαῦλος κατὰ τὴν προαίρεσιν τοιοῦτος· δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. κοινότερον δὲ εἶπε καὶ τοὺς θεοὺς τὰ κακὰ δύνασθαι. ὥστε οὐδενὸς ψεκτοῦ εἴη ἄν γένος ἡ δύναμις.] Ετι πᾶσα μὲν δύναμις ἀγαθόν· καὶ γὰρ ἡ τῶν κακῶν δύναμις ἀγαθόν, οὐ μόνον καθ’ ὃ ἡ αὐτὴ καὶ τῶν ἀγαθῶν ἐστι τῶν γὰρ ἀντικειμένων ἡ αὐτὴ δύναμις), ὠὰ καὶ ὅτι ἀγαθός ἐστιν ὁ δυνάμενος τὰ κακὰ μὴ προαιρούμενος δέ· τὸ γὰρ μὴ δύνασθαι τὰ κακὰ καὶ τῶν ἀψύχων. ἀλλὰ μὴν οὐδὲν ἀγαθὸν κακοῦ γένος. ἂν γὰρ αὐτὸ κατὰ τοῦ κακοῦ κατηγορῆται, καὶ ἔστιν ἐν αὐτῷ· οὐχ οἷόν τε <δὲ> τοῦτο ἀγαθὸν εἶναι· ὥστε οὐδὲ τὸ ὅλον· καὶ γὰρ εἰ τὸ μὲν εἶδος ψεκτόν. καὶ τὸ γένος ψεκτὸν ἔσται, καὶ ἀγαθόν, εἰ ἐκεῖνο ἀγαθόν. εἰπὼν δὲ οἷον τὸν σοφιστὴν ἢ διάβολον ἢ κλέπτην μόνον τοῦ κλέπτου παράδειγμα ἐπήνεγκε, συνάψας τοῖς προειρημένοις τὸ τὸ τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια κλέπτειν· καὶ ἀσαφεστέρα ἡ λέξις εἶναι δοκεῖ. ἔνεστι δὲ ἀπὸ τοῦ κλέπτου καὶ ἐπὶ τοὺς αὔους κατ’ οἰκειότητα τὴν δύναμιν μεταφέρειν. Καὶ εἴ τι τῶν δι᾿ αὑτὸ τιμίων ἢ αἱρετῶν εἰς δύναμιν ἢ 15 τὸ δυνατὸν ἢ τὸ ποιητικὸν ἔθηκεν. οὐ μόνον τὰ ψεκτὰ οὐ δεῖ ἐν γένει τῇ δυνάμει τιθέναι, ἀλλ᾿ οὐδὲ τὰ δι’ αὑτὰ ἂν] αἱρετά τε καὶ τίμια· ἡ γὰρ δύναμις ὁργανικὸν ἀγαθόν, πᾶν δὲ τὸ τοιοῦτον δι’ ἄλλο αἱρετόν. τᾶν γὰρ τὸ ὀργανικὸν ἢ τὸ ποιητικὸν ἀγαθὸν δι’ ἄλλο αἱρετόν· διὰ γὰρ τὸ γινόμενον ὑπ’ αὐτοῦ. διὸ τῶν δι᾿ αὑτὰ αἱρετῶν τε καὶ τιμίων οὐκ ἄν εἴη γένος τὸ τοιοῦτον· πᾶσα γὰρ δύναμις καὶ πᾶν τὸ δυνατὸν ἢ τὸ ποιητικὸν δι’ ἄλλο αἱρετόν. διὰ τούτου ἔδειξεν ὅτι τῶν δι’ αὑτὰ αἱρετῶν μή ἐστι δύναμις γένος, διότι πᾶσα δύναμις δι’ ἄλλο αἱρετή. οὐ πάντως μὲν γὰρ τῶν δι᾿ αὑτὰ αἱρετῶν καὶ τὰ γένη δι᾿ αὑτὰ αἱρετά· τῆς γοῦν ἀρετῆς δι’ αὑτὴν αἱρετῆς οὔσης ἡ ἕνος γένος οὗσα οὐκ ἔστιν ἁπλῶς δι’ αὑτὴν αἱρετή, εἴ γε καὶ ἡ κακία ἕξις· ἀλλ’ ἔστι καὶ δι’ αὑτὴν αἱρετή· ὅσον γὰρ ἐν τῇ ἀρετὴ τῆς ἕξεώς ἐστι, τοιοῦτόν ἐστιν. ἐν δὲ τῃ δυνάμει οὐδὲν εστι οι αὑτὸ αιρετον, εῖ γε πάσα δύναμις δι’ ἄλλο αἱρετή. ὁ συλλογισμὸς τοιοῦτος· πᾶσα δύναμις δι’ ἄλλο αἱρετή, οὐδὲν τῶν δι’ αὑτὸ αἱρετῶν δι’ ἄλλο αἱρετόν, οὐκ ἄρα τῶν δι’ αὑτὸ αἱρετῶν ἡ δύναμις. σαφῶς δὲ ἐδήλωσε πῶς ἐστιν ἀγαθὰ τὰ ὡς δυνάμεις· ὡς γὰρ ὄργανα καὶ δι’ ἄνα. ἂν δή τις λέγῃ τὴν φρόνησιν δύναμιν ποιητικὴν τοῦ ὠφελίμου, οὗτος τὸ δι’ αὑτὸ αἱρετὸν ἐν γένει τῷ δι’ ἄλλο αἱρετῷ θήσεται. Ἥ εἴ τι τῶν ἐν δυσὶ γένεσιν ἢ πλείοσιν εἰς θάτερον ἔθηκεν. Εἴ τινα ἐν δύο γένεσιν ὄντα ἅμα θείη τις ἐν τὼ ἔρῳ μόνῳ, ουοε οὕτως ἄν καλῶς εἴη τὸ γένος ἀποδιδούς. ἔστι δέ τινα τὰ ἐν δύο γένεσιν ἅμα, ὡς ὁ φέναξ καὶ ὁ διάβολος· ἑκάτερος γὰρ τούτων καὶ ἐν] τῷ προαιρεῖσθαι τὰ τοιαῦτα καὶ ἐν] τῷ δύνασθαι τοιοῦτος· οὔτε γὰρ ὁ μόνον προαίρεσιν ἀπατῶντος ἢ διαβάλλοντος ἔχων φέναξ καὶ διάβολος οὔθ’ ὁ μόνον δύναμιν ἔχων ἑκατέρου τούτων. ἂν δή τις ἢ ἐν δυνάμει τῶνδέ τινων ἡ ἐν προαιρέσει τιθῇ τούτων ἑκάτερον, οὐκ ἀποδώσει οὐδετέρου τὸ γένος· οὔτε γὰρ ὁ ἐν προαιρέσει μόνῃ τούτων ὢν ἤδη τοιοῦτος, οὔτε εἰ ἐν δυνάμει τις μόνῃ τούτων τιθείη τοὺς τοιούτους, ὑγιὲς διὰ τὸν προειρημένον τόπον. ταὐτὸν καὶ ἐπὶ τοῦ κλέπτου καὶ ἐπὶ τῶν προειρημένων λέγοιτ’ ἄν. ζητήσι δ’ ἄν τις εἰ οἷόν τε ἐν δύο τισὶ γένεσιν εἶναι μὴ ὑπαλλήλοις οὖσιν ἢ μὴ ὑπὸ ταὐτόν τε καὶ ἓν γένος ἀμφοτέρων ὄντων τῶν γενῶν. οὐ δοκεῖ δὲ οὔτε ὑπάλληλα εἶναι ἥ τε προαίρεσις καὶ ἡ δύναμις οὔτε ὑφ’ ἕν τι, εἰ μή τις ἄμφω ὑπὸ τὴν ποιότητα εἶναι λέγοι. ἢ κοινόν τι γένος ἐξ ἀμφοτέρων συγκείμενον ἀνώνυμον· πολλὰ δὲ γένη ἑνὶ ὀνόματι ἀνώνυμα. Ἔτι ἐνίοτε ἀνάπαλιν τὸ μὲν γένος ὡς διαφορὰν ἀποδιδόασιν. Ὁτι μὲν οὐ δεῖ τὸ εἶδος ἐν γένει τῇ διαφορᾷ τιθέναι, φθάνει διὰ τῶν πρώτων δεδεῖχθαι· τὸ μὲν γὰρ γένος ἐν τῷ τί ἐστιν, “οὐδεμία δὲ διαφορὰ σημαίνει τί ἐστιν”, ὡς εἶπεν, “ἀλλὰ μᾶλλον ποιόν τι”. νῦν δὲ οὐχ ἁπλῶς λέγει περὶ τῶν ὡς ἐν γένει τῇ διαφορᾷ τιθέντων ἀλλὰ καὶ τὸ γένος ὡς διαφορὰν τοῦ προκειμένου λαμβανόντων· ἐὰν γὰρ ὁριζόμενός τις τὸ μὲν γένος ὡς διαφορὰν αὐτοῦ ἀποδιδῷ τὴν δὲ διαφορὰν ὡς γένος, δῆλον ὡς ἁμαρτάνει, καὶ δῆλον ὅτι ἀναιρήσομεν τὸ τοιοῦτον ὡς οὐκ ὃν γένος χρώμενοι τῷ τόπῳ τούτῳ. ποιοῦσι δὲ τοῦτο οἱ τὴν ἔκ|πληξιν ὁριζόμενοι ὑπερβολὴν θαυμασιότητος. ὁ γὰρ οὕτως ὁριζόμενος γένος μὲν τὴν ὑπερβολὴν λαμβάνει τῆς ἐκπλήξεως, οὐκ ὀρθῶς· οὐ γάρ ἐστι γένος τῆς ἐκπλήξεως ἡ ὑπερβολὴ ἀλλ’ ἡ θαυμασιότης, ἡ δὲ ὑπερβολὴ διαφορά· τῶν γὰρ θαυμαζόντων οἱ μὲν καθ’ ὑπερβολὴν θαυμάζουσιν, ὡς οἱ ἐκπεπληγμένοι, οἱ δὲ μετρίως· τὸ δὲ θαυμάζειν καθ’ ὑπερβολήν ἐστι τὸ ἐκπλήττεσθαι. οὐ γένος οὖν τὸ ἀποδοθέν. ὅμοιον ἁμάρτημα καὶ τὸ τὴν πίστιν ἀποδοῦναι σφοδρότητα ὑπολήψεως· καὶ γὰρ ἐνταῦθα ὁ οὕτως ὁριζόμενος γένος μὲν λαμβάνει τὴν σφοδρότητα διαφορὰν δὲ τὴν ὑπόληψιν· ἔχει δὲ ἔμπαλιν· τῆς γὰρ ὑπολήψεως γένους οὔσης ἡ σφοδρότης ἐστὶ διαφορά· τῶν γὰρ ὑπολήψεων αἱ μέν εἰσι σφοδραὶ αἱ δὲ μέτριοι· αὗται γὰρ ὑπολήψεως διαφοραί· καὶ ἔστιν ἡ πίστις ὑπόληψις σφοδρά. ὅτι δὲ μὴ γένη μήτε ἡ ὑπερβολὴ μήτε ἡ σφοδρότης τῶν εἰρημένων, δείκνυσι καὶ οὕτως· ἐπεὶ ἡ ὑπερβολὴ καὶ ἡ σφοδρότης ἐν ἐκείνοις εἰσὶν ὧν εἰσι πᾶσα γὰρ σφοδρότης ἐν ἐκείνῳ οὗ ἐστι σφοδρότης, οἷον ἡ τοῦ πνεύματος ἐν τῷ πνεύματι καὶ ἡ τοῦ βέλους ἐν τῷ βέλει· ὁμοίως καὶ ἡ ὑπερβολή· ἡ γὰρ τοῦ λευκοῦ ὑπερβολὴ ἐν τῷ λευκῷ καὶ ἡ τοῦ γλυκέος ἐν τῷ γλυκεῖ· ἡ γάρ τινος σφοδρότης ἐν ἐκείνῳ ἐστὶν οὗ ἐστι σφοδρότης, καὶ ἥ τινος ὑπερβολὴ ὁμοίως ἐν ἐκείνῳ οὗ ἐστιν ὑπερβολή· ἐν γὰρ τῷ ὑπερβάλοντι ἡ ὑπερβολή· ὁμοίως δὲ καὶ ἡ σφοδρότης ἐν ἐκείνῳ· ὥστε ἡ ὑπερβολὴ τῆς θαυμασιότητος ἐν τῇ θαυμοσιότηι ἔσται· ὁμοίως καὶ ἡ σφοδρότης τῆς ὑπολήψεως ἐν τῇ ὑπολήψει ἔσται), ἐπεὶ οὖν ἐστιν ἡ μὲν ἔκπληξις ὑπερβολή γένος γὰρ αὐτῆς τοῦτο) ἡ δὲ πίστις σφοδρότης, ἔσται καὶ ἡ μὲν ἔκπληξις ἐν τῇ θαυμασιότητι, ἡ δὲ πίστις ἐν τῇ ὑπολήψει. εἰ δὲ τοῦτο, ἐν ᾧ δέ ἐστιν <ἡ> θαυμασιότης, τοῦτο θαυμάζει, καὶ ἐν ᾧ ἡ πίστις, τοῦτο πιστεύει, ἐκπλαεἶπεν] γήσεται ἡ θαυμασιότης καὶ πιστεύσει ἡ πίστις ἄψυχα ὄντα· ποιότητες γὰρ [καὶ]ταῦτα τῆς ψυχῆς. τοῦτο δὲ ἀδύνατον· οὔτ᾿ ἄρα ἡ ὑπερβολὴ γένος τῆς ἐκπλήξεως οὔτε ἡ σφοδρότης τῆς πίστεως. Ἔτι, φησί, τῷ οὕτως ἀποδιδόντι συμβήσεται σφοδρότητα σφοδρὰν λέγειν καὶ ὑπερβολὴν ὑπερβάλλουσαν, τοῦτ’ ἔστι· σφοδρότητα σφοδρότητος καὶ καὶ ὑπερβολὴν ὑπερβολῆς. ὃ δείκνυσιν ἐπεὶ ἔστι τις πίστις σφοδρά διαφορὰ γὰρ πίστεως, καὶ εἰσὶν αὐτῶν αἰ μὲν σφοδραὶ αἱ δὲ οὐ σφοδραί), ἔστι δὲ καὶ καθόλου ἡ πίστις σφοδρότης, εἰ γένος αὐτῆς ἡ σφοδρότης, ἔσται [ἡ σφοδρότης] τις σφοδρὰ σφοοροτης. ομοιως καὶ εμοίως καὶ ἐπεὶ ἔκπληξίς τίς ἐστιν ὑπερβάλλουσα (εἰσὶ γὰρ τοιαῦταί τινες ἐκπλήξεις), καθόλου δὲ ἡ ἔκπληξις *****,ἔσται ὑπερβολὺ ὑπερβαλοῦσα. οὐ δοκεῖ δὲ οὐδέτερον τούτων οἷόν τε εἶναι, ὥσπερ ουδε ηεπιστημη ἀυτὴ ἐπιστῆμον οὐδὲ ἡ κίνησις κινούμενον· οὔτε γὰρ κινήσεως κίνησις. ἀλλὰ κινουμένου, οὔτε ἡ ἐπιστήμη ἐπιστητόν ἐστιν οὐδὲ ἐπιστάμενον. ἀλλὰ τοὺ ἐπιστήμονος ἐπιστήμη, οὔτε ἡ ὑπερβολὴ ὑπερβολῆς, ἀλλὰ τοῦ ὑπερβάλλοντος· ὁμοίως οὐδὲ ἡ σφοδρότης σφοδρότητος. πάντα γὰρ τὰ τοιαῦτα ἄλλων ἐστὶ καὶ ἐν ἄλλοις, καὶ οὐδέν ἐστιν αὐτῶν αὐτὸ ἐφ’ ἑαυτοῦ· οὐδὲν δὲ δοκεῖ τῶν ἔν τισιν ὄντων ὃ] ἐκεῖνα αὐτὸ ἑαυτῷ ἐπιφέρειν. οἷον ἡ ἐπιστήμη τῷ μὲν ἔχοντι αὐτὴν ἐπιφέρει· τὸ εἶναι ἐπιστήμονα, αὐτὴ δὲ ἑαυτῇ οὔ· οὐ γάρ ἐστιν ἐπιστήμων ἡ ἐπιστήμη· ὁμοίως δὲ καὶ ἡ κίνησις παρέχει τὸ ἔχον αὐτὴν κινούμενον, αὐτὴ δὲ οὐ κινεῖται. οὕτω καὶ ἡ ὑπερβολὴ τῷ μὲν ἔχοντι αὐτὴν ἐπιφέρει τὸ εἶναι ὑπεράλλοντι, αὐτὴ δὲ οὐκ ἔστιν οὔτε ὑπερβάλλουσα οὔτε ὑπερβάλλον· ὁ αὐτὸς καὶ ἐπὶ σφοδρότητος λόγος. καὶ γὰρ ἄν ἑαυτοῖς ἐπιφέρῃ ταύτα ἁ ἐπιφέρει τούτοις ἐν ὄις ἐστιν, εἰς ἄπειρον προελεύσεται, ὡς ἐν Φυσικῇ ἀκροάσει δέδεικται. εἰ γὰρ τῆς σφοδρότητος σφπδρ; πτξς ἐστί, κἀκείνης πάλιν τῆς σφοδρότητος ἔσται σφοδρότης, καὶ τοῦτ᾿ εἰς ἄπειρον· ὁμοίως καὶ εἰ τῆς ὑπερβολῆς ὑπερβολή, ἔσται καὶ τῆς ὑπερβολῆς <ἐκείνης πάλιν ἄλλη> ὑπερβολή, καὶ τοῦτο εἰς ἄπειρον. Ἐνίοτε δὲ διαμαρτάνουσι καὶ τὸ πάθος εἰς γένος τὸ πεπονθὸς τιθέντες. Ἁμαρτάνειν φησί τινας καὶ ἐν τῷ τὸ πάθος τινὸς ὡς εἶδος αὐτοῦ λαμβάνειν καὶ κατηγορεῖν αὐτοῦ ὡς γένος τὸ πεπονθὸς αὐτό, ὡς εἰ τοῦ χρώματος γένος τὸ σῶμα λέγοι τις· πάθος γὰρ σώματος τὸ χρῶμα· διὸ οὐδενὸς αὐτοῦ τὸ σῶμα. διὰ τοῦτο οὐδὲ τῆς ἐπιστήμης καὶ τῆς ὑπολήψεως ἢ τῆς ἐπιθυμίας ἢ τῆς λύπης ἢ τῆς ὀργῆς γένος ἡ ψυχή. τοῦτο δὲ ποιεῖν φησι τοὺς τὴν ἀθανασίαν ὁριζομένους ζωὴν ἀίδιον· τῆς γὰρ ἀθανασίας γένος ἀποδιδόασι τὴν ζωήν· ἔστι δὲ πάθος ἢ σύμπτωμά τι ἡ ἀθανασία τῆς ζωῆς. ὅτι δὲ πάθος τι καὶ σύμπτωμα ζωῆς ἡ ἀθανασία, ἔδειξεν ἐπὶ ὑποθέσει τῇ ἐκ θνητοῦ ἀθάνατον γίνεσθαι. οὐ γὰρ μεταλήψει ἄλλης ζωῆς ἀθάνατον ἔσται τὸ τέως |θνητὸν ἀλλ’ ὡς συμπτώματί τινι καὶ πάθει· ἡ γὰρ αὐτὴ ζωὴ παθοῦσα ἀθανασία ἔσται. εἰ δὲ παθοῦσα ἡ ζωὴ ἀθανασία γίνεται, εἴη ἄν πάθος τῆς ζωῆς ἡ ἀθανασία. εἰ οὖν τοῦ πάθους τοῦ ἰδίου τὸ πεπονθὸς οὐκ ἔστι γένος σύμπτωμα γάρ τι καὶ συμβεβηκὸς τὸ πάθος τοῦ πεπονθότος ἀλλ’ οὐκ εἶδος), οὐδὲ ἄν τῆς ἀθανασίας γένος εἴη ἡ ζωή · οὐδὲ γὰρ γλυκύτητος τὸ σῶμα γένος οὐδὲ ἡδονῆς ἢ λύπης ἡ ψυχή. ἀλλὰ καὶ εἰ μὴ συγχωροίη τις πάθος ζωῆς εἶναι τὴν ἀθανασίαν, ὁ μὲν εἰρημένος τόπος ὑγιής, τὸ παράδειγμα δ’ ἄν τὴν αἰτίαν ἔχοι. καὶ εἰ μὴ πάθος δὲ ἡ ἀθανασία τῆς ζωῆς, διαφορὰ ἄν αὐτῆς εἴη· εἴδη μὲν γὰρ ζῴου λογικοῦ ἄνθρωπος καὶ θεός, διαφορὰ δὲ αὐτοῖς κατὰ τὸ θνητὸν καὶ ἀθάνατον. ἀλλ’ εἰ ἀθανασία διαφορὰ ζωῆς, οὐδ’ οὕτως αὐτῆς γένος ἡ ζωή· προείρηται γὰρ ἁμαρτάνειν καὶ τοὺς τὴν διαφορὰν ἐν εἴδει τιθέντας. σημεῖον δὲ ποιεῖται τοῦ πάθος ἀλλὰ μὴ εἶδος εἶναι τὸ τεθὲν ἐν τῷ γένει τὸ μένον τὸ αὐτὸ κατὰ τὸ ὑποκείμενον καὶ τὸν ἀριθμὸν τὸ ἀποδοθὲν γένος πάθος τι προσλαβὸν ἢ κατὰ πάθος μεταβάλλον γίνεσθαι τοιοῦτον, ὃ οὐχ οἶόν τε ἐπὶ τῶν γενῶν γίνεσθαι· οὐ γάρ, ἄν ὑπόθηταί τις τὸν ἄνθρωπον εἰς ἕππον μεταβάλλειν, τὸ αὐτὸ <τὸ> ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ μεῖναν κατ' ἀριθμὸν ἵππος ἄν γένοιτο κατά τι πάθος μεταβάλλον. Πάλιν εἰ τὸ πάθος ἐκεῖνο, οὖ ἔστι πάθος, πάσχον φασὶν εἶναι. Τὸ λεγόμενόν ἐστιν· ἁμαρτάνειν φησὶν ὁμοίως τοῖς εἰρημένοις καὶ τοὺς τὸ πάθος λέφοντας εἶναι ἐκεῖνο, οὖ ἐστι πάθος, πάσχον· οἱ γὰρ τοῦτο ποιοῦντες πάλιν γένος τὸ πεπονθὸς τοῦ πάθους λέγουσι. καὶ δόξαι ἄν μὴ εἶναι οὖτος ὁ τόπος ἄλλος τοῦ πρὸ αὐτοῦ, τῷ τρόπῳ μόνῳ τῆς λήφεως τοῦ πρὸ αὐτοῦ διαφέρων. ἀπὶ μὲν γὰρ τοῦ προειρημένου ἁπλῶς ἦν γένος τὸ πεπονθὸς τοῦ πάθους, ἐνταῦθα δὲ πρόσκειται καὶ ὁ τρόπος τῆς λήφεως· οἱ γὰρ τὸ πάθος, οὗ ἐστι πάθος, ἐκεῖνο πεπονθὸς λέγοντες εἶναι καὶ οὕτως ὁριζόμενοι τοῦ πάθους τὸ πεπονθὸς λέγουσιν εἶναι γένος. εἰ γὰρ τὸ πνεῦμα πάθος ἐστὶ τοῦ ἀέρος, ὡς δοκεὶ γε αὐτῷ καὶ προελθὼν ἐρεὶ (λέγει δὲ το πνεῦμα τὸν ἄνεμον), <ὁ> ὁριζόμενος <ἀέρα κινούμενον> τὸ πνεῦμα, οὖ ἐστι πάθος (ἔστι δὲ ἀέρος), τοῦτό φησι πάσχον εἶναι· τὸ γὰρ κινεῖσθαι πάσχειν· οὕτω δὲ τοῦ πάθους γίνεται γένος ἀποδιδοὺς τὸ πεπονθός, ὅτι δὲ πάθος τὸ πνεῦμα τοῦ ἀέρος, δείκνυσι διὰ τοῦ διαμένειν τὸν αὐτὸν κατ' ἀριθμὸν ἀέρα καὶ σώζεσθαι, ὅταν τε κινῆται καὶ ὅταν μή, ὥσπερ καὶ πρὸ ἀλίγου δεικνὺς ὅτι καὶ ἡ ἀθανασία τῆς ζωῆς πάθος ἐστὶν εἶπεν. ἢ οὐχ οἱ αὐτοὶ τόποι, οὐδὲ κατὰ τὴν λέξιν αὐτοῖς ἡ διαφορὰ μόνην, ὡς δοκεῖ, ἀλλ' ἔστιν ὁ μὲν πρῶτος ὡς διαμαρτανόντων τῶν οὕτως ὁριζομένων καὶ δι' ἄγνοιαν τὸ πάθος ἐν τῷ πεπονθότι τιθέντων· διὸ καὶ αὐτὸς οὕτως εἶπεν “ἐνόοτε καὶ ἡρκέσθη ἐπ᾿ ἐκείνου τοῦ τόπου τῷ δεῖξαι ὅτι ἡ ἀθανασία πάθος τῆς ζωῆς, δείξας ὃ ἠγνόησαν. ἐν δὲ τῷ δευτέρῳ ἔλαβεν ὡς εἰδότας ὅτι τὸ πάθος ἐν γένει τῷ πεπονθότι τίθενται τοὺς λέγοντας τὸ πνεῦμα ἀέρα κινούμενον· διὸ καὶ ἤλεγξε τούτους οὐ τῷ δεῖξαι τὸ πνεῦμα πάθος ὂν τοῦ ἀέρος, ἀλλὰ τῷ δεῖξαι μὴ οἷόν τε ὃν τὸ πεπονθὸς γένος εἶναι τοῦ ἰδίου πάθους τῷ τὸ αὐτὸ κατ’ ἀριθμὸν διαμένειν τὸ ὑποκείμενον τῷ πάθει καὶ μηκέτι ὄντος τοῦ πάθους· ὁ γὰρ ἀὴρ ὁ αὐτὸς κατ’ ἀριθμὸν μένει καίτοι τοῦ ἐν αὐτῷ πνεύματος γενομένου φθαρέντος· οὐ γὰρ συμφθείρεται τὸ πεπονθὸς τῷ πάθει. εἰπὼν δὲ ὥστε οὐκ ἔστιν ὅλως ἀὴρ τὸ πνεῦμα, ὡς αἰτίαν ἀποδιδοὺς ἐπήνεγκεν ἦν γὰρ ἂν καὶ μὴ κινουμένου τοῦ ἀέρος πνεῦμα, εἴπερ ὁ αὐτὸς ἀὴρ διαμένει ὅσπερ ἦν πνεῦμα. θείη δ’ ἄν τὸ τοιοῦτον, ἐπεὶ τὰ γένη οὔτε καθ’ αὑτά ἐστιν ὑφεστῶτά που οὔτε ἐστὶ ψιλὰ χωρὶς ὑπάρξεως νοήματα, ὡς ἱπποκένταυρος, ἀλλ’ ἔστιν ἡ ὑπόστασις αὐτῶν ἐν τούτοις ὧν κατηγορεῖται, καὶ ἀναιρουμένοις τοῖς ἐν οἷς ἐστι καὶ φθειρομένοις ἀνάγκη συμφθείρεσθαι καὶ τὸ ἐν ἐκείνοις ὂν τοῦ γένους. ἡ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ἡ ἐν Ἀλεξάνδρῳ φθείρεται |φθειρομένου Ἀλεξάνδρου σήμερον· εἰ δὲ τοῦτο, ἐὰν πάντα τὰ ὑπὸ τὸ γένος φθαρῇ, οὐδὲ τὸ γένος τί ἐστιν. ἁπλῶς μὲν οὖν συμφθείρεται τοῦτο, ᾧ συμβέβηκεν εἶναι γένει, πάντων τῶν ὑπ’ αὐτὸ φθαρέντων· ὡς δὲ γένος φθείρεται, εἰ ἕν τι μόνον ἢ κατ’ ἀριθμὸν ἡ κατὰ εἶδος τῶν ὑπ’ αὐτὸ σώζοιτο. τὸ γὰρ ζῷον γένος ἐστίν, οὐχ ὅτι ἐστὶν οὐσία ἔμψυχος αἰσθητική, ἀλλ’ ὅτι ἡ τοιαύτη φύσις ἐν πλείοσίν ἐστι κατ’ εἶδος ἀλλήλων διαφέρουσιν· 5 ὧν ἀναιρουμένων ἑνὸς δὲ μόνου σωζομένου οὐκέτ’ ἄν εἴη γένος ἡ οὐσία ἔμψυχος αἰσθητική, τοῦτ’ ἔστι τὸ ζῷον. τούτου οὖν τοίνυν οὕτως ἔχοντος, ἔστ’ ἄν τὸ ἀποδεδομένον γένος μὴ κατ’ οὐσίαν μόνον σώζηται ἀλλὰ καὶ κατὰ τὸ τοσούτων κατηγορεῖσθαι, τοῦτ’ ἔστιν ἐν τοσούτοις εἶναι, δεῖ κἀκεῖνα σώζεσθαι πάντα ἐν οἷς ἐστι. κἄν γὰρ σώζηται ἡ οὐσία ἔμψυχος αἰσθητικὴ ἡ ἐν τῷ λογικῷ, δεῖ καὶ τὸ λογικὸν ζῷον εἶναι· ἀναιρεθέντος γὰρ τοῦ λογικοῦ ζῴου ἀνάγκη καὶ τὸ ἐν τούτῳ ζῷον ἐφθάρθαι· ὁμοίως κἄν τὸ ἐν Ἀλεξάνδρῳ σώζηται, δεῖ καὶ Ἀλέξανδρον εἶναι. τούτου τοίνυν οὕτως ἔχοντος, ἄν τὸ ἀποδεδομένον γένος τινὸς φθαρέντος τούτου, οὗ ἀπεδόθη γένος εἶναι, ἴσον μένῃ κατ’ ἀριθμὸν καὶ μηδὲν αὐτοῦ συναναιρῆται φθειρομένῳ τῷ εἴδει, οὐκ ἄν εἴη γένος οὗ ἀπεδόθη, ἀλλ’, ὡς λέγει, σύμπτωμά τι καὶ πάθος. εἰ οὖν ὁ ἀὴρ ἴσος μένει οὐ κατ’ οὐσίαν μόνον ἀλλὰ καὶ κατ’ ἀριθμὸν καὶ κατὰ μέγεθος καὶ μηκέτι κινούμενος, τοῦτ’ ἔστι μὴ ὄντος τοῦ πνεύματος, οὐκ ἄν εἴη γένος τοῦ πνεύματος· φθειρομένῳ γὰρ ἄν τῷ πνεύματι συνεφθείρετο καὶ ὁ ἐν αὐτῷ ἀήρ, ὥσπερ καὶ τῷ ἀνθρώπῳ τὸ ἐν αὐτῷ ζῷον. εἰ δὲ φθειρομένῳ τῷ ἐν ᾧ τὸ γένος συμφθείρεται καὶ τὸ ἐν αὐτῷ τοῦ γένους ὄν, δῆλον ὅτι καὶ μένοντος τοῦ ἐν αὐτῷ γένους μένοι ἂν καὶ αὐτό· καὶ τοῦ ἀέρος δὴ τοῦ αὐτοῦ κατ’ ἀριθμὸν μένοντος τοῦ ὄντος ἐν τῷ πνεύματι μένοι ἂν καὶ τὸ πνεῦμα. οὕτω δὲ καὶ μὴ κινουμένου τοῦ ἀέρος τὸ πνεῦμα σώζοιτ’ ἄν. οὐκέτι μέντοι καὶ ἡ ἐν τῷ πνεύματι κίνησις σώζεται φθαρέντος τοῦ πνεύματος· διὸ εὐλογώτερον τὸ πνεῦμα ἐν γένει τῇ κινήσει τιθέναι ἢ ἐν τῷ ἀέρι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ κύματός τε καὶ ὕδατος· καὶ γὰρ ἐπ’ ἐκείνων τὸ ἐν τῷ κύματι ὂν ὕδωρ σώζεται φθαρέντος τοῦ κύματος· ὥστε οὐ τοῦ κύματος τὸ ὕδωρ γένος. διὰ τοῦτο οὐδὲ τῆς φωνῆς ὁ ἀὴρ κατὰ τὸ ὑποκείμενον, ὅτι μένει καὶ φθαρείσης τῆς φωνῆς. Eἰπὼν δὲ ταὶ δείξας διὰ βραχέων τοῦτο οὐ γὰρ ἦν κατὰ καιρὸν ἡ περὶ τούτων ἀκριβολογία) προστίθησι καὶ ἄλλην τινὰ ἐπιχείρησιν συντείνουσαν εἰς τὸ αὐτό. εἰ γὰρ καὶ ἐπὶ τοῦ πνεύματος δεῖ συγχωρεῖν ὅτι ἐστὶν ἀὴρ κινούμενος καὶ οὐ μᾶλλον κίνησις ἀέρος, ἐπεὶ ἐν τῇ συνηθείᾳ καθομολογεῖται τὸ πνεῦμα ἀέρα εἶναι καὶ δοκεῖ κατὰ τοῦ πνεύματος ὁ ἀὴρ κατηγορούμενος ἀληθεύεσθαι γένος μὲν γὰρ οὐκ ἄν εἴη ὁ ἀὴρ τοῦ πνεύματος διὰ τὰ εἰρημένα, οὐδὲν μέντοι κωλύσει κατηγορεῖν αὐτοῦ τὸν ἀέρα), ἀλλ’ οὐκ ἐπὶ πάντων τῶν οὕτως ἀποδεδομένων γενῶν τὸ τοιοῦτον συγχωρητέον τοῖς τὸ πάθος ἐν γένει τῷ πεπονθότι τιθεῖσιν, ἀλλ’ ἐπὶ τούτων μόνων ἐφ ὅσων δύναται τὸ ἀποδοθὲν γένος ἁπλῶς καὶ καθ’. αὑτὸ λαμβανόμενον ἀληθεύεσθαι καὶ κτὰ τοῦ ἀποδοθέντος εἴδους χωρὶς τοῦ ὑποκειμένου πάθους αὐτῷ. ἀεὶ γὰρ τὸ γένος κατὰ τοῦ εἴδους ἀληθεύεται ἅτε ἐν τῷ τί ἐστι κατηγορούμενον αὐτοῦ· ἂν δή τι μετὰ μὲν τῶν διαφορῶν λεγόμενον ὡς ὁρισμὸς ἀληθεύηται κατὰ τοῦ ἀποδοθέντος εἴδους, αὐτὸ δὲ τὸ ὡς γένος ἀποδοθὲν χωρὶς τῶν διαφορῶν λαμβανόμενον μηκέτι ἀληθεύηται κατ’ αὐτοῦ, οὐκ ἄν οὐδὲ γένος αὐτοῦ εἴη. οὕτω δειχθήσεται ὅτι μηδὲ τῆς χιόνος γένος ἐστὶ τὸ ὕδωρ, ὡς οἱ λέγοντες τὴν χιόνα ὕδωρ εἶναι πεπηγὸς οἴονται, μηδὲ τοῦ πηλοῦ ἡ γῆ, ὡς οἱ φάσκοντες τὸν πηλὸν εἶναι γῆν ὑγρῷ φυραθεῖσαν· οὔτε γὰρ κατὰ τῆς χιόνος ἀπλῶς ἀληθῶς τὸ ὕδωρ κατηγορεῖται οὐ γάρ ἐστιν ἡ χιὼν ὕδωρ) οὔτε τοῦ πηλοῦ ἡ γῆ· οὐδὲ γὰρ ὁ πηλὸς γῆ ὥσπερ ὁ ἵππος ζῷον. ἀναιροῖτο δ’ ἂν καὶ τὸ ὑπὸ Ἐμπεδοκλέους περὶ τοῦ οἴνου λεγόμενον, ὅτι σαπὲν ἐν ξύλῳ ὕδωρ· οὐ γάρ ἐστιν ὁ οἶνος υοωρ, ὲν ᾦ ὡς γένει ἔθηκεν αὐτὸν ὁ οὕτως αποδους. Ἔτι εἰ ὅλως τὸ ἀποδοθὲν μηδενός ἐστι γένος, δῆλον ὡς οὐδὲ τοῦ λεχθέντος. Ἐπεὶ τό τινος γένος καὶ γένος ἐστίν, εἴ τι ἀποδοθέν τινος ὡς γένος μηδὲ ὅλως εἴη γένος, οὐδ’ ἂν τούτου οὗ ἀπεδόθη γένος εἴη· τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη. πῶς δὲ οἷόν τε γνωρίζειν ὅτι μὴ οἷόν τε |γένος τι εἶναι, αὐτὸς διδάσκει. εἰ γὰρ πάντα τὰ μετέχοντα τοῦ ὡς γένους ἀποδοθέντος καὶ τὸν ὁρισμὸν αὐτοῦ ἐπιδεχόμενα μηδὲν ἀλλήλων διαφέρει κατ’ εἶδος, οὐχ οἷόν τε γένος τοῦτο εἶναι. οἷον τὰ τοῦ ζῴου μετέχοντα καὶ τὸν ὁρισμὸν ἐπιδεχόμενα αὐτοῦ εἴδει ἀλλήλων διαφέρει· διὸ τὸ ζῷον γένος· ὁμοίως τὰ τοῦ ὀρνέου, ἀλλὰ καὶ τὰ τοῦ χρώματος, καὶ ὅλως ἐπὶ πάντων τῶν γενῶν. τὰ δὲ τοῦ ἀνθρώπου μετέχοντα οὐδὲν κατὰ τὸ εἶδος ἀλλήλων διαφέρει, οὐδὲ τὰ τοῦ ὀρνέου, οὐδὲ τὰ τοῦ ἵππου, οὐδὲ τὰ τοῦ λευκοῦ· διὸ ταῦτα ἀδύνατον εἶναι γένη. ἂν δή τις γένος τινὸς τοιοῦτον ἀποδῷ, δῆλον ὡς ἀνασκευάσομεν αὐτὸ τῷ τόπῳ τούτῳ χρώμενοι. οὐ γάρ ἐστι λευκοῦ διαφορά, ὥς τινες λέγουσι, τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, ἀλλὰ τῶν λελευκωμένων μόνων, χιόνος, ἂν οὕτω τύχῃ, καὶ κύκνου. ταῖς γὰρ προειρημέναις διαφοραῖς καὶ τὸ μέλαν διαφέρειν δύναται, ὡς πίσσα καὶ κόραξ· ἀδύνατον δὲ τῶν ἐναντίων τὰς αὐτὰς εἶναι διαφοράς. οὐδ’ εἴ τις τὸν ἄνθρωπον γένος λέγοι σπουδαίου καὶ φαύλου ἢ σιμοῦ καὶ γρυποῦ ἢ ἀνδρὸς καὶ γυναικός· πάντα γὰρ ταῦτα ἀδιάφορα κατ’ εἶδος· τῶν γὰρ εἰρημένων οὐδὲν ἀνθρώπου καθ’ ὃ ἄνθρωπός ἐστι διαφορὰν δηλοῖ ἀλλὰ συμβεβηκότα τινὰ καὶ συμπτώματα καὶ πάθη. δεῖ δὲ τοῦ λευκοῦ τοὐ μὴ ὁμωνύμως λεγομένου ἀλλὰ τοῦ ἐν χρώματι ἀκούειν. Πάλιν εἰ τὸ πᾶσιν ἀκολουθοῦν ἢ γένος ἢ διαφορὰν εἶπεν. Εἴ τις τὸ πᾶσιν ἀκολουθοῦν γένος τινὸς ἀποδοίη τῷ ἀκολουθεῖν αὐτῷ, οὐχ ὑγιῶς ἀποδίδωσιν· οὐ γάρ, εἰ τὸ γένος ἀκολουθεῖ τοῖς ὧν ἐστι γένος, τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον τῷ δὲ λευκῷ τὸ χρῶμα καὶ τῇ γραμμῇ τὸ ποσόν, ἤδη καὶ τὸ ἀκολουθοῦν τισι γένος ἐστὶν αὐτῶν πάντως. ἂν δή τις τὸ πᾶσιν ἀκολουθοῦν γένος τινὸς ἢ διαφορὰν λέγῃ, οὐκ ὀρθῶς. ἐπεὶ γὰρ πλείω τὰ πᾶσιν ἀκολουθοῦντα, τὸ ἀποδοθὲν αὐτῶν ὡς γένος καὶ τῶν ἄλλων ἄν εἴη γένος τῶν πᾶσιν ἑπομένων τῷ καὶ τούτοις ἕπεσθαι καὶ κατηγορεῖσθαι αὐτῶν ὁμοίως. οἷον ὁ τὸ ὂν γένος τῶν ὄντων τινὸς εἰπὼν τῷ ἕπεσθαι αὐτῷ λέγοι ἄν αὐτὸ γένος καὶ τοῦ ἑνός· καὶ γὰρ καὶ τοῦτο ὄν, καὶ κατηγορεῖται αὐτοῦ τὸ ὄν· ἀλλ’ ἔστι καὶ αὐτὸ πάλιν τῶν πᾶσι παρακολουθούντων τοῖς οὖσι· κατ’ ἴσων ἄρα ἔσται τὸ γένος καὶ τὸ εἶδος. · τῷ δὲ κατ’ οὐδενὸς γὰρ τὸ γένος ἀλλ’ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται προσθετέον τὸ ‘συνωνύμως‘. ἢ τὸ κατ’ οὐδενὸς γὰρ τὸ γένος ἀλλ᾿ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται εἴρηκεν ὡς ἀκολουθῦν τοῖς λέγουσι τό τισιν ἑπόμενον γένος αὐτῶν εἶναι τὸ ὧν κατηγορεῖται τὸ κείμενον γένος εἶναι, καὶ ὡς εἰδῶν αὐτῶν κατηγορεῖσθαι ἤδη. οὕτως καὶ τὸ ὂν τοῦ ἑνὸς εἴη ἄν ὡς εἴδους [αὐτοῦ] κατηγορούμενον. αὐτὸ δὲ κατηγορηθήσεται, ἄν ᾖ τις εἷς αὐτοῦ λόγος. προσθετέον δὲ ὅτι καὶ τὸ ἓν ἔσται τοῦ ὄντος γένος, ἄν πάλιν τοῦτο τῷ πᾶσιν ἕπεσθαι γένος τις πάντων ἀποδῷ· κατηγορούμενον γὰρ καὶ τούτου εἴη ἄν καὶ τούτου γένος· ὥστε τὸ αὐτὸ αὐτοῦ καὶ εἶδος καὶ γένος. Εἰ δὲ τὸ πᾶσιν ἑπόμενον διαφοράν τις ἀπέδωκέ τινος γένους, οἷον τὸ ἓν ἢ τὸ ὂν εἰ διαφοράν τινος θείη τις, συμβήσεται τούτῳ πάλιν ἢ ἐπ’ ἴσης τὸ γένος καὶ τὴν διαφορὰν λέγειν ἢ ἐπὶ πλέον τὴν διαφοράν λέγειν· ἐπ’ ἴσης μέν, εἰ καὶ τὸ γένος, οὗ τὴν τοιαύτην διαφορὰν ἀποδέδωκεν, εἴη· τῶν πᾶσιν ἑπομένων· οἷον εἰ τὸ μὲν ὂν γένος τὸ δὲ ἓν διαφοράν τις λέγοι τοῦ ὄντος ὡς διαιρουμένου τοῦ ὄντος τῷ. ἑνὶ καὶ τῷ πλήθει καὶ γὰρ τὸ πλῆθος ὄν τι), ἐπ’ ἴσης τὴν διαφορὰν ποιήσει· πάλιν εἶ τὸ γένος μὴ τῶν πᾶσιν ἑπομένων εἴη, ἔσται [γὰρ] αὐτοῦ ἐπὶ πλέον ἡ διαφορὰ οὖσά γε τῶν πᾶσι τοῖς οὖσιν ἑπομένων. οὕτω δειχθήσεται μηδὲ τὸ τὶ γένος ὂν τῶν πάντων· ἔσται γὰρ καὶ τοῦ ἑνὸς γένος ἢ ἐπ’ ἴσης ὄντος αὐτῷ ἢ καὶ ἐπὶ πλέον, εἴ γε τὸ μὲν ἓν καὶ κατὰ τοῦ ἐννοήματος, τὸ δὲ τὶ κατὰ μόνων σωμάτων καὶ ἀσωμάτων, τὸ δὲ ἐννόημα μηδέτερον τούτων κατὰ τοὺς ταῦτα λέγοντας. οὕτως ἁμαρτάνοι ἂν ὁ τοῦ ὄντος διαφορὰν τὸ δοξαστὸν ἀποδούς· ἐπὶ πλέον γὰρ τοῦ ὄντος τὸ δοξαστόν, εἴ γε δοξαστὸν καὶ τὸ μὴ ὄν. Ἔτι εἰ ἐν ὑποκειμένῳ τῷ εἴδει τὸ ἀποδοθὲν γένος λέ- γεται. Ὁτι τὰ γένη καθ’ ὑποκειμένων λέγεται τῶν εἰδῶν, ἀλλ’ οὐκ ἐν ὑποκειμένοις αὐτοῖς ἐστι, δῆλον. ἂν δή τις γένος τινὸς ἀποδῷ τὸ ἐν ὑποκειμένω ὂν αὐτῷ, δῆλον ὡς ἀνασκευάσομεν αὐτὸ προσχρώμενοι τῷ προειρημένῳ· δείξομεν δὲ διὰ τοῦ ἐν ὑποκειμένῳ εἶναι, ἀναιροῦντες τὸ γένος ἐκ τοῦ ἐφαρμόζειν αὐτῷ τὸν τοῦ ἐν ὑποκειμένῳ λόγιον. οὕτω δειχθήσεται τὸ λευκὸν γένος μὴ ὂν τῆς χιόνος ἐν ὑποκειμένῳ γὰρ αὐτῇ) μηδὲ τὸ μέλαν τῆς πίττης μηδὲ ἡ ἐπιστήμη ἡ ἀρειὴ τῆς ψυχῆς. |Σκοπεῖν δὲ καὶ εἰ μὴ συνώνυμον τὸ γένος τῷ εἴδει. Καθσλικώτερον τοῦτο τοῦ προειρημένου· οὐ γὰρ μόνον οὐ συνώνυμον τὸ γένος τῷ εἴδει, ἂν ᾖ τὸ ἀποδοθὲν γένος ἐν ὑποκειμένῳ τῷ οὗ γένος ἀπεδόθη, ἀλλὰ καὶ ἀνάπαλιν, εἴ τις τὸ ὑποκείμενον ὡς γένος τοῦ ἐν ὑποκειμένῳ λέγοι· οὐδὲ γὰρ οὕτως συνώνυμον ἔσται τὸ γένος τῷ εἴδει. οὐκ εἰ παρακολουθεῖ δὲ τοῖς ἐν ὑποκειμένοις οὖσι τὸ μὴ συνωνύμως εἶναι τοῖς ἐν οἷς ἐστι, διὰ τοῦτο ἡγητέον τὸν αὐτὸν τόπον εἶναι τῷ ἀπὸ τῶν ἐν ὑποκειμένῳ τὸν ἀπὸ τῶν συνωνύμων· ἄλλος γὰρ λόγος τοῦ ἐν ὑποκειμένῳ καὶ ἄλλος τοῦ συνωνύμου. κατὰ μὲν οὖν τὸν ἐν ὑποκειμένῳ ἀναιροῖτ’ ἂν τὸ τὴν ποιότητα εἶναι πνεῦμά πως ἔχον ἢ ὕλην πως ἔχουσαν· οὐ γὰρ δύναται τὸ πνεῦμα ἢ ἡ ὕλη γένος εἶναι τῆς ποιότητος· ἐν ὑποκειμένοις γὰρ αὐτοῖς ἡ ποιότης. ἀλλὰ καὶ ὁ τὴν πυγμὴν λέγων εἶναι χεῖρά πως ἔχουσαν ἁμαρτάνει· οὐ γὰρ ἡ πυγμὴ χείρ, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ χειρὶ ἡ πυγμή. εἴρηται δὲ δυνάμει τοῦτο ἐν τῷ “καὶ ὁ τὸ πάθος ἐν τῷ πεπονθότι ὡς γένος τιθείς”. κατὰ δὲ τὸ μὴ συνωνύμως δεικνύοιτ’ ἄν τὸ ἓν μὴ ὂν γένος τῶν ὄντων· ὁμωνύμως γὰρ τὸ ἓν καὶ τὸ ὂν κατηγορεῖται· οὐ γάρ, εἰ ὁμοίως ἓν καὶ ὂν ἡ οὐσία καὶ τὸ πρός τι ἤ τι τῶν ἄλλων γενῶν, ἤδη καὶ ἐν ὑποκειμένοις αὐτοῖς ἐστιν. ὁμοίως οὐδὲ ἄλλο τι τῶν ὁμωνύμως λεγομένων κατηγορεῖταί τινος συνωνύμως τῶν ὑπ’ αὐτό. Ἔτι ὅταν ὄντος καὶ τῷ εἴδει καὶ τῷ γένει ἐναντίου τὸ βέλτιον τῶν ἐναντίων εἰς τὸ χεῖρον γένος θῇ. Ὁ τόπος τοιοῦτος· ἄν ᾖ καὶ τῷ εἴδει τῷ τιθεμένῳ καὶ τῷ γένει τῷ ἀποδιδομένῳ αὐτοῦ ἐναντία τινά,. ἐπεὶ τῶν ἐναντίων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, δεῖ σκοπεῖν εἷτό βέλτιον τῶν ἐναντίων ἐν γένει τῷ χείρονι τῶν ἐναντίων κεῖται· δεήσει γὰρ καὶ τὸ καταλειπόμενον τὸ χεῖρον ἐν γένει τῷ βελτίονι εἶναι, ἐπειδὴ κεῖται ὅτι τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ. ἔσται οὖν τὸ μὲν βέλτιον γένος τοῦ χείρονος, τὸ δὲ χεῖρον τοῦ βελτίονος. δοκεῖ δὲ τὰ ὑπὸ τὰ βελτίω γένη εἴδη βελτίω εἶναι τῶν ὑπὸ τὰ χείρω· τὰ γὰρ ὑπὸ τὴν ἀρετὴν βελτίω τῶν ὑπὸ τὴν κακίαν. ἂν δὴ τὴν ἀδικίαν τις ἀρετὴν λέγῃ, οὗτος ἐρεῖ τὴν δικαιοσύνην κακίαν, ὡς Θρασύμαχος ὁ παρὰ τῷ Πλάτωνι τὴν ἀδικίαν εὐβουλίαν θέμενος τὴν δικαιοσύνην κακοβουλίαν ἠναγ- κάσθη λέγειν. καὶ εἰ ἡ ἀργία αἱρετόν, τὸ ἐργάζεσθαι φευκτόν, καὶ εἰ ἡ ἡδονὴ κακόν, ἡ λύπη ἀγαθόν. Καὶ εἰ τοῦ αὐτοῦ εἴδους ὁμοίως πρὸς ἄμφω ἔχοντος εἰςτὸ χεῖρον καὶ μὴ εἰςτὸ βέλτιον γένος ἔθηκεν. Ἔεἰ ὁμοίως ἔχοι τὸ αὐτὸ εἶδος πρὸς δύο τινά, ὧν τὸ μὲν χεῖρόν ἐστι τὸ δὲ βέλτιον, δύναιτο δ’ [ἄν] ἐν ἑκατέρῳ αὐτῶν ὡς ἐν γένει τίθε- σθαι, εὐλογώτερον αὐτὸ μᾶλλον ἐν τῷ βελτίονι ἢ ἐν τῷ χείρονι τιθέναι. οἷον οὐκ ἐπεὶ ἡ ἰατρικὴ δύναται καὶ ὑγείαν καὶ νόσον ποιεῖν, λέγομεν αὐτὴν νόσου ποιητικήν, εἰ οὐδὲν μᾶλλον νόσου ἢ ὑγείας, ἀλλὰ μᾶλλον ὑγείας. ἐν γὰρ τῷ βελτίστῳ ὧν δύναται ἑκάστῳ τὸ εἶναι· διὰ τοῦτο γὰρ αἱ δυνά- μεις ἀγαθά. εἰ δὴ ἡ ψυχὴ ὁμοίως ἔχει καὶ πρὸς κίνησιν καὶ πρὸς στάσιν (ἀμφοτέρων γὰρ αὕτη τῷ ζῴῳ αἰτία· ὡς γὰρ κινεῖται τὰ ζῷα κατὰ ψυχήν, οὕτως καὶ ἵσταται) καὶ ἔστιν ἡ στάσις βελτίων τῆς κινήσεως (ἡ γὰρ κίνησις, ἐν οἷς καὶ ἡ στάσις, διὰ τὴν στάσιν, καὶ τέλος ἐστὶ τῆς κινήσεως τὸ στῆναι· αἱ οὖν κατὰ φύσιν τοῖς σώμασι τέλος ἔχουσι τὴν ἐν τοῖς οἰκείοις μονήν· ἀλλὰ καὶ τῶν οὐσιῶν αἱ ἀκίνητοι βελτίους· ἀλλὰ καὶ τῷ μανθάνοντι τέλος τὸ μανθάνειν τε καὶ ἐν τούτῳ στῆναι), εἰ δὴ τοῦτο, οὐ καλῶς οἱ ἐν γένει τὴνψυχὴν τῇ κινήσει θέμενοι. τὸ δὲ ὅπερ κίνησιν ἢ κινούμενον εἶπε διὰ μὲν τοῦ ὅπερ κίνησιν δηλώσας τὸ γένος αὐτῆς τὴν κίνησιν λέγεσθαι, ὡς οἱ λέγοντες αὐτὴν κίνησιν αὐτοκίνητον. Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον. Ὤσπερ ὅτε περὶ τοῦ συμβεβηκότος ἐποιεῖτο τὸν λόγον, ἁπλῶς τε καὶ πάλιν συγκριτικῶς πρὸς ἄμφω τόπους τινὰς ἀπό τε τοῦ μᾶλλον καὶ τοῦ ἧττον καὶ ἀπὸ τοῦ ὁμόίως κατασκευαστικούς τε καὶ ανασκευαστικοὺς παραδέδωκεν, οὕτω καὶ ἐπὶ τοῦ γένους δείκνυσιν ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ἧττον τόπους τινὰς κατασκευαστικοὺς καὶ ἀνασκευαστικούς, δύο μὲν ἀνασκευαστικούς, ἕνα δὲ κατασκευαστικόν. κοινοὶ γὰρ ὥσπερ οἱ ἀπὸ τῶν πτώσεων καὶ συστοίχων καὶ γενέσεων καὶ φθορῶν καὶ ἀντικειμένων, οὕτω δὲ καὶ οὗτοι οὓς παραδίδωσιν. εἷς μὲν οὖν ἀνασκευαστικὸς ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ἧττον τοιοῦτος· εἰ τὸ μὲν ἀποδοθὲν γένος ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ εἶδος μήτε αὐτὸ μήτε τὸ κατ’ αὐτὸ λεγόμενον, οὐ γένος τὸ ἀποδοθέν. δοκεῖ γὰρ ὧν τὸ γένος τὸ μᾶλλον καὶ τὸ ἦττον ἐπιδέχεται, ταῦτα καὶ αὐτὰ ἐπιδέχεσθαι καὶ τὰ κατ’ αὐτὰ λεγόμενα, τοῦτ’ ἔστι τὰ παρώνυμα αὐτοῖς· εἰ γὰρ ἡ ἀρετὴ μᾶλλον |καὶ ἧττον, καὶ ἡ δικαιοσύνη καὶ ὁ δίκαιος ὁ κατ’ αὐτὴν λεγόμενος. καὶ ἔμπαλιν εὔλογον, ὥστε], εἰ τὸ μὲν ὡς εἶδος ἀποδοθὲν ἐπιδέχοιτο, τὸ δὲ ὡς γένος ἀποδοθὲν μὴ ἐπιδέχοιτο, οὐκ ἔσται γένος τὸ ἀποδοθέν. οὕτω δεικνύοιτ’ ἂν τῆς ἀπορίας μὴ ὂν γένος ἡ ἰσότης, ὡς οἱ ὁριζόμενοι αὐτὴν λέγουσιν ἰσότητα ἐναντίων λογισμῶν· ἡ μὲν γὰρ ἀπορία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται αὐτή τε καὶ οἱ λεγόμενοι κατ’ αὐτήν οὗτοι δέ εἰσιν οἱ ἀποροῦντες), ἡ δὲ ἰσότης οὔτε αὐτὴ οὕτε τὰ ἴσα· οὐ γάρ ἐστι μᾶλλον καὶ ἧττον ἴσα τινά. πάλιν ἡ χιὼν μὲν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἡττον, ἡ λευκότης δὲ δέχεται· ὥστε οὐ γένος τῆς χιόνος τὸ λευκόν. ἀλλὰ καὶ ἁρμονία μὲν μᾶλλον καὶ ἧττον, ψυχὴ δὲ οὔ· ὥστε οὐ γένος ψυχῆς ἁρμονία. Πάλιν εἰ τὸ μᾶλλον δοκοῦν ἢ ὁμοίως μή ἐστι γένος. Δεύτερος οὗτος τόπος ἀνασκευαστικὸς ἀπὸ τοῦ μᾶλλον· ὁ αὐτὸς δὲ 10 καὶ ἀπὸ τοῦ ὁμοίως· δύο τινῶν γενῶν εἶναι δοκούντων <τινὸς> εἰ τὸ μᾶλλον δοκοῦν αὐτοῦ γένος εἶναι μή ἐστιν, οὐδ’ ἂν τὸ ἔλαττον δοκοῦν εἶναι εἴη· ο. ὐδ’ ἄν τὸ ὁμοίως. χρήσιμον δέ φησιν εἶναι τὸν τόπον ἐφ’ ὧν πλείω τοῦ αὐτοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, οὐκ ἔχομεν δὲ ὡμολογημένον ποῖόν ἐστιν αὐτῶν γένος. οἷον τῆς ὀργῆς καὶ λύπη κατηγορεῖται ἐν τῷ τί ἐστι καὶ ὑπόληψις· λέγεται γὰρ ἡ ὀργὴ ποτὲ μὲν λύπη ποτὲ δὲ ὑπόληψις. ἐπεὶ τοίνυν ἀμφότερα μὲν τῆς ὀργῆς κατηγορεῖται, ἄδηλον δὲ πότερον αὐτῶν ἐστι γένος, ληπτέον τὸ δοκοῦν μᾶλλον αὐτῆς εἶναι γένος, καὶ δεικτέον ὅτι μή ἐστι τοῦτο· εἰ γὰρ μὴ τοῦτο, οὐδὲ τὸ λοιπὸν τὸ ἧττον γένος. εἰ γὰρ μᾶλλον ἡ λύπη δοκοῦσα αὐτῆς εἶναι γένος μή ἐστιν, ὡς ἐδείχθη πρὸ ὁλίγου, οὐδ’ ἄν ἡ ὑπόληψις αὐτῆς εἴη γένος. ἀλλὰ καὶ ὁμοίως ἄν ἀμφότερα δοκῇ αὐτῆς εἶναι γένη, ἄν τὸ ἕτερον δειχθῇ μὴ ὄν, οὐδ’ ἄν τὸ ἕτερον εἴη τὸ ὁμοίως τούτῳ δοκοῦν. ἀπὸ μὲν οὖν τοῦ μᾶλλον οὕτως, ὡς εἴρηται, δείξομεν τὸν χρόνον μὴ ὄντα ἐν γένει τῷ ἀριθμῷ· εἰ γὰρ μᾶλλον ὁ χρόνος κίνησις ἡ ἀριθμός ἔνδοξον γὰρ συνεχοῦς συνεχὲς γένος εἶναι μᾶλλον), μή ἐστι δὲ κίνησις ὁ χρόνος, ὅτι πᾶσα μὲν κίνησις τινός τε καὶ πρός τι, ὁ δὲ χρόνος οὐ πρός τι. πάλιν ὅτι μὴ γένος τῆς ἐπιθυμίας ἡ λύπη, ἀναιρήσομεν· εἰ γὰρ μᾶλλον ἡ ἐπιθυμία ἔνδεια ἢ [ἡ] λύπη, μή ἐστι δὲ ἐν γένει τῇ ἐνδείᾳ, οὐδ’ ἂν λύπη εἴη. ὅτι δὲ μὴ ἡ ἔνδεια γένος αὐτῆς, δῆλον ἐκ τοῦ τὸ μὲν γένος μηδενὸς αἴτιον εἶναι τῶν εἰδῶν τὴν δὲ ἔνδειαν αἰτίαν εἶναι τῆς ἐπιθυμίας. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ παραδείγματος ἡ δεῖξις οὕτως ἂν προίοι· εἰ ὁμοίως τῆς ὀργῆς καὶ ἡ λύπη καὶ ἡ ὑπόληψις ὀλιγωρίας γένος, οὐκ ἔστι δὲ αὐτῆς γένος ἡ ὑπόληψις, οὐδ’ ἂν ἡ λύπη εἴη. ὡσαύτως καὶ τῆς πραότητος εἰ <μᾶλλον> ἡ ἡμερότης ἢ ἡ ἐγκράτεια γένος δοκεῖ, μή ἐστι δὲ ἡ ἡμερότης, οὐδ᾿ ἂν ἡ ἐγκράτεια. Ἡ αὐτὴ δὲ σκέψις καὶ ἐπὶ τοῦ εἴδους. Ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εἴδους. εἰ γὰρ τὸ μᾶλλον δοκοῦν εἶδος εἶναι του αποοεοομενου γένους τινὸς μή ἐστιν ειδος αὐτοῦ, ουδε τοῦτο ἄν εἴη τὸ ἧττον ὂν ἐκείνου εἶδος τοῦ προκειμένου γένους· οἷον εἰ μᾶλλον εἶδος τῆς ἀρετῆς ἡ ἐγκράτεια ἢ ἡ πραότης, μή ἐστι δὲ ἡ ἐγκράτεια, οὐδ᾿ ἂν ἡ πραότης. ἀπὸ δὲ τοῦ ὁμοίου <οὕτως>· εἰ ὁμοίως ἡ ἐγκράτεια καὶ ἡ καρτερία τῆς ἀρετῆς εἴδη, μή ἐσστι δὲ τὸ ἕτερον, οὐδὲ τὸ ἕτερον. πρὸς μὲν οὖν ἀναίρεσίν τε καὶ ἀνασκευὴν χρηστέον τοῖς προειρημένοις δύο τόποις, πρὸς δὲ κατασκευὴν τὸ μὲν ἀμφότερα τὸ μᾶλλον ἐπιδέχεσθαι, τό τε ὡς γένος ἀποδοθὲν καὶ τὸ ὡς εἶδος, οὐ χρήσιμον· οὐ γὰρ πάντως τὸ ἕτερνο τοῦ ἑτέρου γένος ἔσται, εἰ οὕτως ἔχει. ὥστε μόνον πρὸς ἀνασκευὴν ὁ πρῶτος ῥηθεὶς τῶν ἀπὸ τοῦ μᾶλλον τόπων χρήσιμος· οὐ γάρ, ἐπεὶ τὸ λευκὸν καὶ τὸ καλὸν τὸ μᾶλλον ἐπιδέχεται, ἤδη διὰ τοῦτο γένος τοῦ λευκοῦ τὸ καλόν. ὁ δὲ δεύτερος τόπος τῶν πρὸς ἀνασκευὴν ῤηθέντων, ἐν ᾧ σύγκρισις ἦν ἡ τῶν εἰδῶν καὶ ἡ τῶν γενῶν πρὸς ἄλληλα, χρήσιμος καὶ πρὸς κατασκευήν· εἰ γὰρ τὸ ἧττον δοκοῦν γένος εἶναί τινος δειχθείη γέξνος ὄ, καὶ τὸ μᾶλλον ἂν εἴη, καὶ εἰ τὸ ὁμοίως, καὶ τὸ ὀμοίως. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εἰδους. εἰ γὰρ τῆς ἐγκρατείας μᾶλλνο γένος ἡ δύναμις ἢ ἡ ἀρετή (δοκεῖ γὰρ ὁ ἐγκρατὴς κατὰ δύναμίν τινα ἀντέχειν πρὸς τὰς ἐπιθυμίας), ἧττον ἔσται ἡ ἀρετὴ γένος αὐτῆς· ἂν δὴ <ᾖ> ἡ ἀρετὴ γένος αὐτῆς, εἴη ἂν καὶ ἡ δύναμις· ἀρετὴ δὲ δοκεῖ εἶναι, διότι ἐστὶν ἕξις ἐπαινετή. πάλιν ἐπὶ τοῦ εἴδους, εἰ ἧττον δοκοῦσα ἐν γένει εἶναι τῇ ἀρετῇ ἡ ἐγκράτεια τῆς καρτερίας εἶδος αὐτῆς ἐστιν, εἴη ἂν καὶ ἡ καρτερία. ὁ δὲ αὐτὸς |λόγος καὶ ἐπὶ τοῦ ὁμοίως, ἄν τε ἐπὶ τῶν γενῶν ἄν τε ἐπὶ τὼν εἰδῶν τὸ ὅμοιον λαμβάνηται. Ἔτι πρὸς τὸ κατασκευάζειν σκεπτένο. Εἰπὼν τόπον πρὸς κατασκευὴν γένους τὸν ἀπὸ τοῦ ἦττον καὶ ὁμοίως, ἔτι φησὶ πρὸς κατασκευὴν τοῦ τὸ ἀποδοθὲν γένος εἶναι χρήσιμον, εἰ τὸ ἀποδεδομένον ὡς γένος πλειόνων καὶ διαφερόντων εἴδει εἴη ἀποδεδομένον, ζητεῖν εἰ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται· εἰ γὰρ πλειόνων ὄντων αὐτῶν καὶ κατ᾿ εἶδος διαφερόντων ἐν τῷ τί ἐστιν εἴη κατηγορούμενον, γένος ἐστίν. ὁ δὲ αὐτὸς τόπος χρήσιμος ἂν εἴη καὶ πρὸς ἀνασκευήν· εἰ γὰρ μὴ ἐν τῷ τί ἐστιν εἴη κατηγορούμενον, οὐ γένος. εἰ δὲ ἑνὸς εἴδους εἴη ἀποδεδομένον καὶ κατηγοροῖτο αὐτοῦ ἐν τῷ τί ἐστι, δεῖ ζητεῖν εἰ καὶ ἄλλων διαφερόντων κατὰ τὸ εἶδος ὁμοίως κατηγορεῖται. οἶον εἰ τὸ ζῲον ἀποδοθείη ἀνθρώπου γένος, σκεπτέον εἰ καὶ ἵππου καὶ ἄλλου τινὸς ὁμοίως κατηγορεῖται· εἴη γὰρ ἄν γένος. Λέγων δὲ περὶ τῆς διαφορᾶς εἶπεν ἐπεὶ δὲ δοκεῖ τισι καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, ἐπειδὴ ἡ μὲν ὡς συναμφότερος λαμβανομένη οὕτω κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ χωρὶς τῆς οἷς εἶπεν τὸν τῶν διαφορῶν λόγον ἀναδέχεσθαι καὶ τὰ ἄτομα καὶ τὰ εἴδη. ἃς ἰδίως διαφορὰς οὐκ εἶπεν εἶναι οὐσίας ἐκεῖ, ὅτι μήτε γένη μήτε εἴδη μήτε ἄτομα· αἱ γὰρ τῶν εἰδῶν κατηγορούμεναι ὡς γένη ἂν κατηγοροῖντο. ὅτι δὲ μὴ γένη αἱ διαφοραί, νῦν δείκνυσιν. οὐδὲ εἴδη δὲ [εἴδη δὲ] αἱ ἰδίᾳ καὶ χωρὶς τῶν γενῶν λαμβανόμεναι διαφοραί, εἰ. καὶ αἱ συναμφότεραι· αὗται δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ] οὐσίαι καὶ τὰ ἄτομα τὰ ὑπ’ αὐτάς. τῆς δ’ οὕτως λαμβανομένης διαφορᾶς καὶ τὰ γένη τὰ διαιρούμενα ὑπ’ αὐτῆς συνωνύμως κατηγορεῖται, εἴ γε, ὡς εἴρηκε νῦν, τὸ πεζὸν σημαίνει ζῷον ποιόν· καίτοι οὐ δοκεῖ αὐτῷ τὸ γένος τῆς οἰκείας διαφορᾶς οὕτω κατηγορεῖσθαι. τῆς μέντοι χωρὶς τῆς ὕλης ἐν τῇ οὐσίᾳ διαφοράς λαμβανομένης οὔτε τὸ διαιρούμενον ὑπ’ αὐτῆς γένος συνωνύμως κατηγορεῖται, ὅτι μηδὲ ἄλλο τι ὅλον ἀνομοιομερὲς τῶν μερῶν ἑκάστου οὕτω κατηγοεῖται, μέρος δὲ ἡ τοιαύτη διαφορὰ τοῦ διαιρουμένου ὑπ’ αὐτῆς, οὔτε αὐτὴ ἢ τοῦ εἴδους ἢ τοῦ ἀτόμου, ὅτι μηδὲ τὸ μέρος τοῦ ὅλου. ἐπεὶ δὴ δοκεῖ τισι καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, εἶπε μὲν ἐν τῷ πρώτῳ ὅτι καὶ τὴν διαφορὰν καὶ τὰ ἀπὸ διαφορᾶς προβλήματα ὁμοῦ δεῖ τῷ γένει τάσσειν, ὡς τῶν αὐτῶν τόπων καὶ πρὸς τὰ ἀπὸ τῶν διαφορῶν προβλήματα χρησίμων ὄντων. ὅτι δὲ μὴ πάντῃ ταὐτὸν ἡ διαφορὰ τῷ γένει, εἰ καὶ ὅτι μάλιστα καὶ αὐτὴ ἐν τῷ τί ἐστι δοκεῖ τοῦ εἴδους κατηγορεῖσθαι καὶ κατὰ πλειόνων τε καὶ διαφόρων τῷ εἴδει ἡ διαφορά, τίσι [τε] τὴν διαφορὰν δυνησόμεθα χωρίζειν τοῦ γένους, στοιχεῖά τινα καὶ θεωρήματα ἡμῖν παραδίδωσιν· ἃ τῷ φθάνειν εἰρῆσθαι ἤδη εἶπεν [ἐν] τοῖς εἰρημένοις. ἔστι δὲ πρῶτον μὲν ὅτι τὸ γένος ἐπὶ πλεόν λέγεται τῆς διαφορᾶς· μέρος γάρ τι τοῦ γένους ἡ διαφορὰ ἀποτέμνεται. δεύτερον ὅτι, εἰ κὰι ἡ διαφορὰ τοῦ εἴδους ἐν τῷ τί ἐστι δοκεῖ κατηγορεῖσθαι (αἰεὶ γὰρ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι καὶ αἹ διαφοραὶο ἐν τῷ ὁρισμῷ), ἀλλὰ μᾶλλόν γε τὸ γένος ἁρμόττει ἐρωτηθέντας περὶ τοῦ εἴδους τί ἐστιν ἀποδιδόναι ἢ τὴν διαφοράν· μᾶλλον γὰρ ὁ ἄνθρωπος ζῷον ἢ λογικόν. τρίτον ὅτι ἡ μὲν διαφορὰ ποιότητα τοῦ γένους οὗ ἐστι σημαίνει (ποιότης γὰρ τοῦ ζᾠου τὸ λογικον καὶ τὸ πεζόν), οὐκέτι δὲ καὶ τὸ γένος τῆς διαφορᾶς· οὐδὲνος γὰρ αὐτῶν ποιότης τὸ ζῷον. καὶ ὅτι οὕτως ἔχει δεικνὺς παρέθετο ὅτι ὁ μὲν εἰπὼν λογικὸν ποιὸν ζῷον σημαίνει, ὁ δὲ ζῷον εἰπὼν οὐ λέγει ποιὸν λογικόν· ὥστε μὲν λογικὸν εἰς ποιὸν μεταλαμβάνεται, ποιότητα τοῦ ζᾠσυ σημαῖνον, τὸ δὲ ζῷον οὐκέτι τοῦ λογικοῦ σημαίνει ποιότητα. Ἐπεὶ δὲ δοκεῖ τὸ μουσικόν, ᾖ μουσικόν ἐστιν, ἐπιστῆμόν τι εἶναι καὶ ἡ μουσικὴ ἐπισήμη τις. Τόπον ἡμῖν παραδίδωσιν, ᾦ προσχρώμενοι δυνησόμεθα κατασκευάζειν τε καὶ ἐπικρίνειν τι ὂν ἐν γένει τινί. φησὶ γὰρ δεῖν ἐπὶ τὰ τὰς ἕξεις ἔχοντα καὶ ἀπὸ τῶν ἕξεων παρωνύμως λεγόμενα ἐπιβλέπειν, κἂν ἐπ᾿ ἐκείνων τὸ παρωνομασμένον τινὶ φαίνηται ὑπό τι ὂν γένος ἄλλο ὃ παρωνόμασταί τινι, καὶ τὸ ἀφ᾿ οὗ παρωνόμασται τοῦτο, λέγειν γένος εἶναι τοῦ ἀφ᾿ οὖ τὸ προκείμενον παρωνόμασται [παρωνύμως ἀπὸ τοῦ λεγομένου γένους]. τοῦτο δὲ ὅτι οὕτως ἔχει, διὰ τῆς ἐπαγωγῆς συνέστηκεν. |ἐπεὶ γὰρ τὸ μουσικόν, καθ᾿ ὃ μουσικόν, παρώνυμον ὂν τῆς μουσικῆς ἐπιστῆμόν ἐστι, τὸ δὲ ἐπιστῆμον παρώνυμον τῆς ἐπιστήμης, καὶ ἡ μουσική, ἀφ᾿ ἧς τὸ μουσικὸν παρωνόμασται, ἐπιστήμη ἔσται, ἐπεὶ ἀπὸ ταύτης παρώνυμον τὸ ἐπιστῆμον τὸ γένος τοῦ μουσικοῦ. πάλιν ἐπεὶ κατὰ τὴν βάδισιν τὸ βαδίζειν λεγόμενον καὶ ὂν αὐτῆς παρώνυμον κινεῖται καὶ ἔστι πάλιν τὸ κινεῖσθαι παρώνυμον καὶ αὐτὸ τῆς κινήσεως, εἴη ἂν καὶ ἡ βάδισις κίνησις καὶ ὑπὸ τὴν κίνησιν. τούτων τοίνυν οὕτως ἐχόντων δεῖν φησιν, ὅταν βουλώμεθα κατασκευάσαι καὶ δεῖξαί τι γένος ὄν τινος, ἐπὶ τὰ ἔχοντα αὐτὸ καὶ παρωνομασμένα ἀπ’ αὐτοῦ κατὰ τὸν ὡρισμένον τρόπον μεταβάντας καὶ δείξαντας τὸ ἕτερον ὑπὸ τὸ ἕτερον, οὕτω καὶ τοῦ προκειμένου γένος ὂν τὸ. προκείμενον δεικνύναι. οἷον, ὡς αὐτὸς παρέθετο, εἰ βουλόμεθα τῆς ἐπιστήμης δεῖξαι γένος ὂν τὴν πίστιν, δεῖ ὁρᾶν τε καὶ δεικνύναι ὅτι ὁ ἐπιστάμενος, καθ’ ὃ ἐπίσταται, πιστεύει· εἰ γὰρ τοῦτο, δῆλον ὅτι καὶ ἡ ἐπιστήμη πίστις. καὶ εἰ ὁ ἡδόμενος, καθ’ ὃ ἥδεται, ἐν ἀγαθῷ ἐστι, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἄν εἴη. καὶ εἰ τὸ ἀκοῦον αἰσθάνεται, καὶ ἡ ἀκοὴ αἴσθησις. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ δοκεῖ τὸ μουσικόν, ᾓ μουσικόν ἐστιν, ἐπιστῆμον εἶναι, ἡ μουσικὴ ἐπιστήμη τις εἴη ἄν σαφεστέρα εἰ οὕτως ἔχοι· ‘ἐπεὶ δὲ δοκεῖ, διότι τὸ μουσικόν, ᾗ μουσικόν ἐστιν, <ἐπιστῆμόν ἐστιν,> ἡ μουσικὴ ἐπιστήμη ἐπιστήμη εἶναι᾿. Ἔτι ἐπεὶ τὸ παρεπόμενόν τινι ἀεὶ καὶ μὴ ἀντιστρέφον 15 χαλεπὸν χωρίσαι τοῦ μὴ γένος εἶναι. Ἐπεὶ τὸ γένος ἕπεται τῷ εἴδει καὶ οὐκ ἀντιστρέφει εἰ μὲν γὰρ ἄνθρωπος, ζῷον, οὐ μήν, εἰ ζῷον, ἄνθρωπος), δεῖν φησιν, ἐφ’ ὧν ἡ τοιαύτη τάξις ὡς τὸ ἕτερον τῷ ἑτέρῳ ἕπεσθαι μηκέτι δὲ καὶ ἀντιστρέφειν τῷ τὸ ἑπόμενον ἐπὶ πλέον ἔσεσθαι, λαμβάνειν ὡς τὸ μὲν εἶδος. αὐτῶν ὃν τὸ δὲ γένος· δοκεῖ γὰρ ἔνδοξον εἶναι. ἐπεὶ γὰρ τῇ νηνεμίᾳ μὲν ἕπεται ἡ ἠρεμία, τῇ δὲ ἠρεμίᾳ οὐκέτι ἡ νηνεμία, καὶ τῷ μὲν ἀριθμῷ τὸ διαιρετόν, τῷ δὲ διαιρετῷ οὐκέτι ὁ ἀριθμός, τῆς μὲν νενημίας γένος εἶναι δοκεῖ ἡ ἠρεμία, τοῦ δὲ ἀριθμοῦ τὸ διαιρετόν. αὐτὸν μὲν οὖν φησιν ὡς ἐνδόξῳ δεῖν τούτῳ χρῆσθαι, τῇ προειρημένῃ ἀκολουθίᾳ, πρὸς τὴν τοῦ γένους κατασκευήν, εἰ δὲ ἄλλος τις αὐτῷ χρῷτο, μὴ συγχωρεῖν ὡς ἐπὶ πάντων οὕτως ἔχοντι· ἔστι γάρ τινα ἃ ἀκολουθεῖ μὲν καὶ οὐκ ἀντιστρέφει, οὐ μὴν καὶ γένη ἐστὶ τούτων οἷς οὕτως ἀκολουθεῖ. καὶ δείκνυσι τοῦτο ἐπὶ παραδείγματος. τῷ γὰρ γινομένῳ ἕπεται τὸ μὴ ὄν οὐδὲν γὰρ γινόμενον ἔτι ἔστιν ἤδη) καὶ οὐκ ἀντιστρέφει· οὐ. κέτι γὰρ τῷ μὴ ὄντι τὸ γινόμενον ἕπεφησιν] τᾶι· οὐ γάρ, εἴ τι μὴ ἔστι τοῦτο, γίνεται· καὶ οὐκ ἔστι τοῦ γινομένου τὸ 30 μὴ ὂν γένος. καὶ δι’ ὅ τι οὐκ ἔστιν αὐτοῦ γένος. ἔδειξε· τοῦ γὰρ μὴ ὄντος οὐχ οἷόν τε εἴδη εἶναι· οὐδενὸς γὰρ τὸ μὴ ὂν ἐν τῷ τί ἐστι κατηγορεῖται· διὰ τοῦτο γὰρ οὐδὲ τῆς στερήσεως.