Ancient Greek
ΑΛΕΞΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΤΡΤΤΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ
Alexander of Aphrodisias, In Aristotelis topicorum libros octo commentaria ΑΛΕΞΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΤΡΤΤΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.1
Not analysed yet
Ἐκθέμενος ὲν τῷ δευτέρῳ τοὺς πρὸς τὸ συμβεβηκὸς τόπους, δι᾿ ὦν Δυνησόμεθα ἢ κατασκευάζειν τι ὡς συμβεβηκὸς ἄλλο ἄλλω ἁπλῶς ἢ ἀνασκευάζειν καὶ ὅτι μὴ συμβέβηκε τὸ λεγόμενον συμβεβηκέναι δεικύναι, ἐν τῷ τρίτῳ τόπους ἐκτίθεται δι’ ὧν δυνησόμεθα περὶ τῶν συγκτιτικῶν προβλημάτων διαλαμβάνοντες ἐπιχειρεῖν καὶ δεικνύναι ἢ μᾶλλόν τι ὑπάρχον ἄλλο ἄλλῳ ἢ ἧττον. εἶεν δ’ ἂν καὶ οὗτοι οἱ τόποι ἀπὸ τοῦ συμβεβηκότος, ὡς καὶ αὐτός γε φθάσας ἐν τῷ πρώτῳ τοῖς ἀπὸ τοῦ συμβηκότος προβλήμασι συνέταξε πάντα τὰ κατὰ σύγκρισιν λεγόμενα, προσθεὶς μετὰ τὸ περὶ τοῦ συμβεβηκότος εἰπεῖν “προσκεί |σθωσαν δὲ τῷ συμβεβηκότι καὶ αἱ πρὸς ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπὸ τοῦ συμβεβηκότος λεγόμεναι.” καὶ ἄλλως δῆλον ὅτι ἡ σύγκρισις ἐν μόνοις γίνεται τοῖς συμβεβηκόσι· μόνον γὰρ μᾶλλον καὶ ἧττον ὑπάρχειν δύναταί τισι τὸ συμβεβηκός. οὔτε γὰρ τὸ γένος οἷόν τε τῷ μὲν μᾶλλον τῷ δὲ ἧττον ὑπάρχειν τῶν οἷς προσεχῶς ὑπάρχει οὔτε τὸ ἴδιον οὔτε ὁ ὁρισμός· τὸ δὲ συμβεβηκὸς τῷ ἔξωθεν εἶναι τῆς τοῦ πράγματος ᾧ συμβέβηκεν οὐσίας οἷόν τε καὶ μᾶλλον τινὶ ἢ τισὶ καὶ ἧττον ὑπάρχειν τὸ αὐτὸ καὶ ἄλλο ἄλλου μᾶλλον καὶ ἄλλο ἄλλου ἧττον, ὅπου γε καὶ κατά τι. ὕλη δὲ τοῖς συγκριτικοῖς προβλήμασίν ἐστι μὲν καὶ κατὰ φιλοσοφίαν πᾶσαν ὑποβε- βλημένη. καὶ γὰρ κατὰ τὴν ἠθικήν· τὰ γὰρ περὶ αἱρετωτέρου τὴν ζήτησιν ἔχοντα πάντα ἠθικά· ἡ γὰρ τῶν αἱρετῶν ἀναφορὰ ἐπὶ πρᾶξίν τε κ̣αὶ τὴν ἠθικὴν φιλοσοφίαν. ὅσα δὲ φυσικῶν τινων ποιεῖται τὴν σύγκρισιν, φυσικὰ ταῦτα, ὡς ὅταν ζητῆται ποτέρα μείζων, ἡ σελήνη ἢ ἡ γῆ καὶ ποτέρα βελτίων, αἴσθησις ἢ ἐπιστήμη, καὶ ποτέρα κίνησις ἁπλουστέρα ἡ κυλλῷ ἢ ἡ ἐπ’ εὐθείας. ἔστιν ἔτι καὶ ἐν τῇ λογικῇ συγκριτικῶς τινα ζητούμενα, ὡς τὸ πότερον πειστικώτερον, ἐπαγωγὴ ἢ συλλογισμός, καὶ ποῖος πρῶτος συλλογιδμός, ὁ κατηγορικὸς ἢ ὁ ὑποθετκός, καὶ · ποῖον σχῆμα πρῶτον ἢ βέλτιον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὰς ἄλλας ἐπιστήμας τε καὶ τέχνας εὑρεῖν ἔστι τινὰ σωριτικῶς ζητούμενα. μουσικὸν γὰρ πρόβλημα ποτέρα ὀξυτέρα ἁρμονία, ἡ Λύδιος ἡ ἡ Φρύγιος· ἀλλὰ καὶ τὸ τῶν μέτρων κάλλιον εἶναι τὸ ἡρῷον ἐπὶ μουσικῆς ὕλης ἄν τις ζητήσειε. πάλιν δ’ αὖ ποτέρα θεραπεία αἱρετωτέρα, ἡ διὰ τομῶν ἢ ἡ διὰ φαρμακείας, συγκριτικὸν ὂν πρόβλημα ἰατρικὴν ὕλην ὑποκειμένην ἔχει ἡ μὲν οὑν ὕλη τῶν συγκριτικῶν προβλημάτων σχεδὸν καὶ κατὰ πᾶσαν ἐπιστήμην τε καὶ τέχνην. κατηγορίαι δέ, ἐν αἷς ἐστι τὰ κατὰ σύγκρισιν ζητούμενα, ἐννέα δοκοῦσιν εἶναι· κτὰ γὰρ τὴν οὐσίαν μόνην οὐ δοκεῖ συνίστασθαι συγκριτικὰ προβλήματα· κατὰ γὰρ συμβεβηκὸς ἡ σύγκρισις· οὐσία δὲ οὐδενὶ συμβέβηκε. πᾶσα μὲν οὖν σύγκρισις ὑπὸ τὸ πρός τι. καθ’ ἃ δὲ γίνεται, ποτὲ ποτὲ μὲν ποιότης ἐστίν, ὡς ὅταν ζητῆται περί τινων ποῖον λευκότερον ἢ θερμότερον ἢ κουφότερον ἢ μουσικώτερον ἤ τι τῶν τοιούτων· πάντα γὰρ τὰ τοιαῦτα κατὰ ποιότητα. κατὰ δὲ ποσότητα, ὅταν ζητῆται πότερον ἡ σελήνη μείζων ἢ ἡ γῆ κατὰ γὰρ τὸ ποσὸν ἡ ζήτησις ἡ τοιαύτη. κατὰ δὲ τὸ πρός τι, ὅταν ζητῆται πότερον μᾶλλον ἐπιστήμη γεωμετρία ἡ μουσική, καὶ ποία μᾶλλον αἴσθησις, ἁφὴ ἢ ἀκοή. κατὰ δὲ τὸ ποὺ ἡ ζήτησις, ὅταν ζητῆται ἐν ποτέρῳ μᾶλλον τὸ ἡγεμονικόν, ἐν καρδίᾳ ἢ ἐν ἐγκεφάλῳ. κατὰ δὲ τὸ ποτὲ ζητεῖ ὁ ζητῶν πότερον αἱρετώτερον πλεῖν μετὰ ἰσημερίαν ἡ θέρους· κατὰ δὲ τὸ ποιεῖν πότερος ἰᾶται μᾶλλον, ὁ τέμνων ἢ ὁ φαρμακεύων· κατὰ δὲ τὸ πάσχειν πότερον ἀπαθέστερον, σῶμα ἢ ψυχή· κατὰ δὲ τὸ ἔχειν πότερον μᾶλλον ἔχει ψυχὴν τὰ ζῷα ἢ τὰ φυτά. κατὰ δὲ τὸ κεῖσθαι, ὅταν ζητῆται κατ’ οὐσίαν γίνεσθαι σύγκρισις, ὅταν ζητῶμεν εἰ ἡ πρώτη οὐσία μᾶλλον οὐσία τῆς δευτέρας. ὧν δὲ ἡ σύγκρισις γίνεται, ποτὲ μὲν δύο ἐστὶ κατά τι συμβεβηκὸς ἓν συγκρινόμενα, ὡς ὅταν ζητῆται πότερον αἱρετώτερον ὑγεία ἢ πλοῦτος· κατὰ γὰρ τὸ αἱρετὸν ἀμφοτέροις ἡ πρὸς ἄλληλα σύγκρισις. ποτὲ δὲ πλειόνων πρὸς πλείω γίνεται σύγκρισις κατά τι κοινὸν ὑπάρχον αὐτοῖς, ὡς ὅταν ζητῆται πότερον αἱρετώτερον φρόνησις μετὰ πλούτου ἢ μετὰ σωφροσύνης ὑγεία. δύναται καὶ ἑνὸς πρὸς πλείω σύγκρισις γίνεσθαι, ἄν ζητῇ τις πότερον αἱρετώτερον φρόνησις ἢ· ὑγεία μετὰ πλούτου. γίνεται σύγκρισις καὶ ἑνὸς κατὰ δύο συμβεβηκότα, ὡς ὅταν ζητῶμεν πότερον ἡ φρόνησις πρακτικωτερα ἢ θεωρητικωτέρα. γίνεται δὲ καὶ δύο τινῶν ἅμα λαμβανομένων κατὰ συμβεβηκότα δύο σύγκρισις, οἷον ἂν ζητῇ τις πότερον ἡ φρόνησις ἡ μετὰ σοφίας πρακτικωτέρα ἢ θεωρητικωτέρα· ἀλλὰ καὶ δύο περὶ δύο, ὡς ὅταν ζητῆται πότερον ἡ φρόνησις πρακτικωτέρα ἢ ἡ σοφία θεωρητικωτέρα· ἀλλὰ καὶ δύο κατὰ πλείονα συμβεβηκότα, ἂν ζητῇ τις πότερον ἡ σοφία ἢ ἡ φρόνησις πρακτικωτέρα ἅμα καὶ θεωρη- τικωτερα. Καὶ περὶ μὲν τῆς ὕλης τῶν συγκριτικῶν προβλημάτων καὶ τῶν κατηγοριῶν, καθ’ ἃς συνίσταται, καὶ τῶν συγρινομένων, κατὰ πόσους |τρόπους ἀλλήλοις συντίθεταί τε καὶ συγκρίνεται, τοσαύτα. ἄξιον δὲ ζητῆσαι τί δή ποτε ἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν συγκριτικῶν λέγων οὐ πάντας ἐτήρησε τοὺς συγκριτικοὺς τόπους εἰς τὸ βιβλίον τοῦτο, ἀλλ’ εἶπέ τινας καὶ ἐν τῷ πρὸ τούτου· συγκριτικοὶ γὰρ ἦσαν οἵ τε· ἀπὸ τοὐ μᾶλλον καὶ οἱ ἀπὸ τοῦ ὁμοίου καὶ ὁ ἕτερος τῶν ἐκ τῆς προσθέσεως δεικνύντων καὶ ὁ ἀπὸ τοῦ μᾶλλόν τι ἢ ἧττον ἄλλο ἄλλου λέγεσθαι δεικνὺς ὅτι καὶ ἁπλῶς. ἢ οὐ πρόκειται αὐτῷ ἐν τούτῳ περὶ συγκριτικῶν τόπων λέγειν ἀλλὰ περὶ συγκριτικῶν προβλημάτων· συγκριτικὰ δέ ἐστι προβλήματα ἐν οἷς συγκριτικὸν τὸ ζητούμενόν τε καὶ δεικνύμενον· περὶ ὧν πάντων, πῶς οἷόν τε αὐτὰ δείκνυσθαι κατασκευαστικῶς ἢ ἀνασκευαστικῶς, ἐν τούτῳ λέγει. οἷς δὲ ἐχρήσατο συγκριτικοις συγκριτικοῖς ὲν τῳ πρὸ τούτου, οὐκ ἦσαν συγκριτικόν τι δεικνύντες ἀλλ᾿ ἁπλῶς ὑπάρχον ἢ μὴ ὑπάρχον· οὐ ταὐτὸν δὲ τὸ διὰ συγκριτικοῦ τι δεῖξαι καὶ τὸ συγκριτικόν, περὶ οὗ ἐν τούτῳ λέγει. ποιεῖται δὲ τὴν διδασκαλίαν τὴν περὶ τῶν συγκριτικῶν προβλημάτων ἢ τόπων ἐπὶ παραδείγματος τοῦ αἱρετοῦ, ἐπεὶ σαφεστέρα οὕτως ἤμελλεν ἡ παράδοσις αὐτῶν ἔσεσθαι, γινομένη ἐπί τινος ὡρισμένου. τὸ δὲ αἱρετώτερον προέχει· ρίσατο, ἐπεὶ πλεῖστα κατὰ φιλοσοφίαν τὰ κατὰ τοῦτο ζητήματα, καὶ χρησιμβτέρα ἡ γνῶσίς τε καὶ ἐπίκρισις τοῦ αἱρετωτέρου ἢ τοῦ μείζονος ἢ θερμοτέρου ἤ τινος τῶν τοιούτων· ἔτι δὲ διὰ πλείστων ἐπιχειρήσεών τε καὶ τόπων ἡ δεῖξις αὐτοῦ. μετὰ μέντοι τὴν ἐπὶ τούτου παράδοσιν τῶν τόπων δείξει ὅτι καὶ πρὸς τὰ ἄλλα συγκριτικὰ προβλήματα χρήσιμοι οἱ προει- ρημένοι τόποι, διδάσκων ἡμᾶς ὅτι οὐ πρὸς ἕν τι προβλημάτων εἶδος οἱ παραδιδόμενοι τόποι χρήσιμοι ἀλλὰ πρὸς πάντα τὰ συγκριτικῶς ζητούμενα. Πότερον δὲ αἱρετώτερον ἢ βέλτιον δυεῖν ἢ πλειόνων. Οὐχ ὡς ἐκ παραλλήλου κειμένων ἰοῦ αἱρετωτέρου τε καὶ βελτίονος ἀκουστέον· ἐπὶ πλεῖον γὰρ τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱ- ρετώτερον ἐν τοῖς αἱρετοῖς καὶ μόνοις, τὸ δὲ βέλτιον καὶ ἐν ἄλλοις· καὶ γὰρ ἐν θεωρητικοῖς, καὶ φυσικοῖς καὶ λογικοῖς, ἡ ζήτησις ἡ τοῦ βελτίονος· ὁ γὰρ ζητῶν ποτέρα βελτίων οὐσία, ἡ ἀκίνητος ἢ ἡ κινουμένη, φτσικὸν μεταχειρίζεται πρόβλημα, λογικὸν δέ γε ὁ ζητῶν πότερον βέλτιον ἐπαγωγὴ ἢ συλλογισμός. τὸ δὲ δυεῖν ἢ πλειόνων εἶπεν, ἐπεί, ὡς προειρήκαμεν, ποτὲ μὲν περὶ δύο ἡ κατὰ τὴν σύγκρισιν ζήτησις γίνεται κατὰ ἓν συγκρινομένων, <οἶον> ποτὲ δὲ πλειόνων πρὸς πλείω ἢ ἑνὸς κατὰ πλείω συμβεβηκότα ἢ πλειόνων κατὰ πλείω. ἑνὶ γὰρ οὐ γίνεται σύγκρισις εἰ μὴ κατὰ χρόνον, ὅταν ζητῶμεν πότερον λευκότερον τόδε τι νὺν ἢ πρότερον. γίνεται δὲ καὶ ἐπὶ τούτων δύο πως τὰ περὶ ὧν ἡ ζήτησις, τῇ τοῦ χρόνου προσθήκῃ τὴν διαφορὰν λαμβάνοντα· ἄλλο γὰρ καὶ ἄλλο γίνεται τὸ αὐτὸ τῇ τῶν δ· ιαφερόντων χρόνων προσθέσει. Καὶ τὰ μὲν συγκριτικά προβλήματα ἐν τούτοις τε καὶ τούτων καὶ κατὰ ταῦτα. πρὸ δὲ τῆς τῶν τόπων παραδόσεως πρῶτον, πῶς. ἔχειν δεῖ τὰ συγκρινόμενα πρὸς ἄλληλα, ὑπογράφει, καὶ πρὸς τὰ πῶς ἔχοντα πρὸς ἄλληλα χρῆσθαι τοῖς παραδοθησομένοις τόποις· οὕτως αὐτῶν καὶ τὸ χρήσιμον δείκνυται. φησὶ δὲ ὅτι οὐκ ἐν τοῖς πολὺ διεστῶσιν ἀπ’ ἀλλήλων καὶ φανεράν τε καὶ μεγάλην πρὸς ἄλληλα διαφορὰν ἔχουσι χρὴ τὴν σύγκρισιν ποιεῖσθαι (πρόδηλος γὰρ πᾶσιν ἡ τῶν οὕτως ἐχόντων διαφορὰ καὶ οὐκ ἀξία ζητήσεως· διὰ τοῦτο γὰρ οὐδεὶς ἀπορεῖ πότερον ἡ εὐδαιμονία ἢ ὁ πλοῦτος αἱρετώτερον. οὐχ ὅτι μὴ ἀμφότερα αἱρετά, ἀλλ’ ὅτι φανερὰ καὶ πρόδηλος ἡ τῆς εὐδαιμονίας κατὰ τὸ αἱρετὸν ὑπερβολή· διὸ οὐδ’ ἄν εὐπορήσῃ τις ὑπεροχὴν κατά τι δεῖξαι τοῦ πλούτου πρὸς τὴν εὐδαιμονίαν, πιστεύεται), ἀλλ’ ἐν τοῖς σύνεγγυς οὖσιν ἀλλήλοις καὶ ἔχουσιν ἀμφισβήτησιν διὰ τὸ μὴ φανερὰν εἶναι τὴν τοῦ ἑτέρου αὐτῶν πρὸς τὸ ἕτερον ὑπεροχήν, ὡς ἐπὶ ὑγείας καὶ εὐεξίας καὶ τοῦ ὁρᾶν καὶ τοῦ ἀκούειν καὶ θεωρητικοῦ βίου καὶ πρακτκοῦ. ἐν γὰρ τοῖς οὕτω σύνεγγυς οὖσι καὶ διὰ τοῦτο ζητήσεως ἀξίοις δειχθείσης τινὸς ὑπεροχῆς, ἢ μιᾶς ἢ πλειόνων, διὰ δειχθέντα συγκατατίθεται ἡ διάνοια τέως πλανωμένη τῷ τὸ ἕτερον αὐτῶν τοῦ ἑτέρου ἢ ἐν τῷ αἱρετῷ ἢ ἐν ἄλλῳ τινί, καθ’ ὃ ἐζητεῖτό |τε καὶ ἐδείχθη, ὑπερέχειν. ὥσπερ δὲ ἐν τῷ πρώτῳ περὶ τῆς τῶν διαφορῶν γνώσεως λέγων καὶ περὶ τῆς τῶν ὁμοίων ἐν τοῖς ἀξίοις ζητήσεως εἶπε δεῖν τὰς ἐκλογὰς ποιεῖσθαι ζητοῦνται δὲ αἱ μὲν διαφοραὶ ἐν τοῖς ἐγγὺς ἀλλήλων· τίνι γὰρ διαφέρει δαίμων καἰ θεός, ζητήσαι ἄν τις, ἀλλ’ οὐ τίνι θεὸς καὶ λίθος, καὶ τίνι διαφέρει λύκος καὶ κύων, ἀλλ’ οὐχ ἵππος καὶ κύων, καὶ τίνι ἐγκράτεια σωφροσύνης, ἀλλ’ οὐ σοφίας· ἡ δὲ ὁμοιότης “ἐν τοῖς πολὺ διεστῶσι”. τί γὰρ ὅμοιον ἔχει ἄνθρωπος ἵππῳ, ζητήσαι ἄν τις, ἀλλ’ οὐ τί ἀνθρώπῳ ἄνθρωπος), οὕτως καὶ τὰ συγκριτικὰ προβλήματα τὴν ζήτησιν ἔχειν λέγε· . ἐν τοῖς ἀφανῆ τὴν ὑπεροχὴν ἔχουσι· καὶ βραχεῖαν ἄν τις δείξας ὑπεροχὴν πιστὸς γίνεται. ἐπεὶ δὲ τὰ συγκριτικὰ προβλήματα οὐ μόνον ὕπαρξίν τινος ἀπαιτεῖ ἀλλὰ καὶ ὑπεροχήν, τοῦ μὲν ὑπερέχοντος καθ’ ὃ ἡ σύγκρισις γίνεται, τοῦ δὲ ὑπερεχομένου, δεῖ καὶ τὰς ἐπιχειρήσεις καὶ τοὺς τόπους τοῦτο ποιεῖν, μὴ ὑπάρχειν μόνον. δεικνύναι ἀλλὰ τοῦ μὲν ὑπεροχὴν τοῦ δὲ ἔλλειψιν· οὐ γὰρ ὁ δείξας τι ἀγαθὸν ἤδη καὶ αἱρετώτερον δέδειχεν, ἄν μὴ δείξῃ καὶ ὅτι μᾶλλον τοῦτο ἀγαθὸν τούτου ᾧ συγκρίνεται. Πρῶτον μὲν οὖν τὸ πολυχρονιώτερον ἢ βεβαιότερον αἱρετώτερον του ἧττον τοιούτου. Πρῶτον τόπον παραδίδωσι δι’ οὗ δείξομεν ἄλλο ἄλλου ὂν αἱρετώτερον ἀπὸ τοῦ πολυχρονιωτέρου καὶ βεβαιοτέρου· τῶν γὰρ κατὰ τὰ ἄνα ὁμοίως δοκούντων ἔχειν ἂν τὸ ἕτερον τοῦ ἑτέρου δειχθῇ πολυχρονιώτερον ὂν ἢ βεβαιότερον, αἱρετώτερον ἄν εἴη διὰ τὴν κατὰ τοῦτο ὑπεροχήν. ἔστι δὲ οὐκ ἐκ παραλλήλου κείμενον τὸ πολυχρονιώτερον ἢ βεβαιότερον, ἀλλ᾿ ἔστιν ἐφ’ ὧν διαφωνεῖν δόξει· δύναται γοῦν ἄλλο ἄλλου βεβαιότερον εἶναι ἧττον ὂν αὐτοῦ πολυχρόνιον, ὡς ἐπιστήμη αἰσθήσεως· ἡ μὲν γὰρ αἴσθησις πολυχρονιώτερον· ἀπὸ πρώτης γὰρ ἡλικίας αἰσθανόμεθα· ἡ δὲ ἐπιστήμη γίνεται μὲν ἐν τελείοις. βεβαιοτέρα μέντοι καὶ δθσλομξτπτέρα τῆς αἰσθήσεως ἐστι. διὸ δεῖ, καθ’ ὃ ἄν ᾖ χρήσιμον ἡμῖν, μεταχειρίζεσθαι τὸν τόπον. τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύναι αἱρετωτέραν πλούτου εὔκλειαν· ἀμφοτέρων γὰρ ὄντων αἱρετῶν ἡ μὲν εὔκλεια καὶ μετὰ θάνατον διαμένει, οὐδεὶς δὲ μηκέτι ὤν ἐστι πλούσιος. ἀρετῆς δὲ ἡ εὐδαιμονίας ἡ εὔκλεια, εἰ καὶ πολυχρονιώτερον δεχθείη, οὐκ ἤδη καὶ αἱρετώτερον τῷ φανερὰν εἶναι τῆς ἀρετῆς καὶ τῆς εθδαιμονίας τὴν ὑπεροχὴν ἣν ὑπερέχουσι τῆς εὐκλείας. εἰ μέντοι εἴη καὶ τὴν ἀρχὴν ἡ εὔκλεια ἐπ’ ἀρετῇ, καὶ κατὰ τοῦτο ἔσται τῆς εὐκλείας ἡ ἀρετὴ αἱρετωτέρα, ὅτι αὕτη καὶ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὴν <τὴν>εὔκλειαν αἰτία. δεικνύοιτο δ’ ἄν οὕτως καὶ ὑγεία εὐεξίας αἱρετώτερον. ἢ πάλιν παραφυλάσσειν δεῖ τὸ πολυχρονιώτερον ἐν τῷ ἔλαττον πολυχρονίῳ περιεχόμενον· ἄν γὰρ οὕτως ἔχωσιν, αἱρετώτερον γίνεται τὸ ὀλιγοχρονιώτερον τῷ ἔχειν ἐν αὑτῷ τό τε πολυχρονιώτερον, ᾧ συνεκρίνετο, καὶ ἔξωθεν προσθήκην αἱρετοῦ τινος. τοιοῦτον <δ᾿> ἡ εὐεξία· οὕτε γὰρ χωρὶς ὑγείας γίνεται, καὶ πρὸς τῇ ὑγείᾳ ἔχει τι καὶ ἄλλο αἱρετόν. ὅπου μὲν οὖν προσθήκη τινὸς αἱρετοῦ γίνεται, τὸ ὕστερον αἱρετώτερον, κἀν ὀλιγοχρονιώτερον ᾖ· ὅπου δὲ τὸ ἔτερον τοῦ ἑτέρου αἴτιον, τὸ πρῶτον πάλιν αἱρετώ- τερον, κἄν ὀλιγοχρονιώτερον ᾖ. <ἢ> κατὰ μὲν τὸ πολυχρονιώτερον ὑγεία, κατὰ δὲ ἄλλα τινὰ πάλιν ἡ εὐεξία. τῷ δὲ βεβαιοτέρῳ προσχρώμενοι ἐπιστήμην μὲν ὀρθῆς δόξης αἱρετωτέραν δείξομεν ὄντων ἀμφοτέρων αἱρετῶν, ἀρετὴν δὲ εὐτυχίας, καὶ τὸ κατὰ τέχνην τοῦ ἀπὸ τύχης γεγονότος, καὶ τὸ προβεβουλευμένον τοῦ ἀπροβουλεύτως κατορθωθέντος, καὶ τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου, ἄν ᾖ ἀμφότερα αἱρετά, καὶ τὸ ἐφ’ ἡμῖν τοῦ ἐπ’ ἄλλοις οὕτως εὐβουλία δόξης αἱρετώτερον· ἡ μὲν γὰρ ἐφ’ ἡμῖν, ἡ δὲ δόξα οὐκ ἐφ’ ἡμῖν διὸ καὶ ἡ μὲν βεβαιοτέρα, ἡ δ’ ἀβέβαιος) καὶ τὸν θεωρητικὸν βίον τοῦ πρακτικοῦ· πλείω γὰρ τὰ τὸν πρακτικὸν ἐμποδίζοντα. διὰ τὸ βεβαιότερον καὶ ὁ μέσος βίος αἱρετώτερος τοῦ ἐν ὑπερ- οχῃ · λέγεται γοῦν “πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι”. μαρτυροῖ ἄν τούτῳ καὶ τὸ Εὐριπίδου “ζηλῶ σε, γέρον, ζηλῶ δ’ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασ’ ἀγνώς, ἀκλεής· τοὺς δ’ ἐν τιμαῖς ἧττον ζηλῶ”. πολυχρονιώτερον καὶ μνήμη αἰσθήσεως καὶ συγγενὴς φίλου. ταῖς δ’ αὐταῖς ἀφορμαῖς χρωμένους ἔνεστι καὶ φευκτότερον ἄλλο ἄλλου δεικνύναι· τῶν γὰρ φευκτῶν τὸ πολυχρονιώτερον φευκτότερον, ὡς ἀδοξία πενίας, καὶ τὸ βεβαιότερον τοῦ ἧττον τοιούτου, ὡς ἔνδεια ἀσωτίας καὶ ἀνελευθερία βλακείας· δθσμετάβλητοι γὰρ οἱ ἀνελεύθεροι. κατὰ τοῦτο γὰρ καὶ δειλία ἀκολασίας φευκτοτέρα, τῷ τὴν μὲν ἀκολασίαν παρακμάζοντος τοῦ σώματος παύεσθαι· παύονται γὰρ καὶ αἱ ἐπιθυμίαι, δι’ ἃς ἡ ἀκολασία· ἡ δὲ δειλία προϊούσης τῆς ἡλικίας ἐπίδοσιν λαμβάνει. οὕτω καὶ κακία δεικνύοιτο ἄν δυστυχίας μεῖζον καὶ φευκτότερον οὖσα κακόν. Καὶ ὃ μᾶλλον ἂν ἕλοιτο ὁ φρόνιμος ἢ ἕλοιτο ἢ ὁ νόμος ὁ ὀρθὸς ἡ οἱ σπουδαῖοι περὶ ἕκαστα αἱρούμενοι ᾗ τοιοῦτοι εἰσι. Δεύτερον τόπον τῆς τὸῦ αἱρετωτέρου δείξεως παραδίδωσι τὸν ἐκ τῆς τῶν βελτιόνων αἱρεέσεώς τε καὶ κρίσεως· τὸ γὰρ τοῖς βελτίοσιν <αἱρετώτερον> αἱρετώτερον. βελτίους δὲ οἱ μὲν φρόνιμοι τῶν μὴ φρονίμων, οἱ δὲ ἀγαθοὶ τῶν μὴ ἀγαθῶν, ὁ δὲ ὀρθὸς νόμος τοῦ μὴ ὀρθοῦ, καὶ καθόλου οἱ περί τι σπουδαῖοι, καθ᾿ ὃ τοιοῦοτί εἰσιν, αἱρούμενοι αὐτὸ ἀξιοπιστότεροι τῶν περὶ ταῦτα μὴ σπουδαίων. οἱ γὰρ τεχνῖται περὶ τὰ κατὰ τὰς οἰκείας τέχνας τῶν ἀτέχνων βελτίους, καὶ ἔτι μᾶλλον, ἂν πάντες οἱ περὶ τὴν αὐτὴν τέχνην ταὐτὸν λέγωσιν· ἔνδοξον δὲ καί, ἃ πάντες ἢ οἱ πλεῖστοι τῶν κατὰ τὴν αὐτὴν τέχνην αἱροῦνται, αἱρετώτερα λέγειν τῶν μὴ πᾶσιν αἱρετῶν. ὥστε ἐπὶ τῶν κατὰ τὰς τέχνας, ἃ ἂν πάντες ἢ οἱ πλείους αἱρῶνται, αἱρετώτερα τῶν τοῖς ἀτέχνοις αἱρετωτέρων εἶναι δοκούντων ἢ τοῖς ἐλάττοσι τῶν κατὰ τὴν αὐτὴν τέχην. οὕτως καὶ ἁπλῶς, ἃ πᾶσιν ἢ τοῖς πλείστοις δοκεῖ, αἱρετώτερα ἂν εἴη· αἱρετώτερα γὰρ τά τε πᾶσι τῶν μὴ πᾶσι δοκούντων καὶ τὰ τοῖς πλείοσι τῶν τοῖς ἐλάττοσι. τὸ δὲ ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς οὐχ ὡς ἐκ παραλλήλου εἶπεν· οὐ γὰρ ἐπ᾿ ἴσης ὁ φρόνιμος καὶ ὁ ἀγαθός, ἀλλ᾿ ἐπὶ πλέον ὁ ἀγαθός· ἀγαθὸς μὲν γὰρ καὶ ὁ φρόνιμος, οὐ μὴν μόνος· καὶ γὰρ ὁ ἀνδρεῖος καὶ ὁ σώφρων ἀγαθός. ἴσον οὖν τὸ εἰρημένον τῷ ‘ὁ φρόνιμος ἢ ὅλως ἀγαθός᾿· πὰς γὰρ ὁ ἀγαθός, οὐ μόνον ὁ φρόνιμος, ἀξιοπιστότερος ἐν τοῖς περὶ τὰς αἰρεσεις τοῦ μὴ τοιούτου. δύναται καὶ τὸν μὲν φρόνιμον κατὰ τὴν λογικὴν ἀρετὴν εἰρηκέναι, τὸν δὲ ἀγαθὸν κατὰ τὴν ἠθικήν· ἰδίως γὰρ λέγει τοὺς κατὰ τὰς ἀρετὰς ταύτας ἀγαθούς, ὥσπερ πάλιν σοφοὺς τοὺς κατὰ τὰς λογικάς, ὅτι κατὰ ταύτας πρακτικώτεροι τῶν καλῶν· ἡ μὲν γὰρ φρόνησις κριτική, αἱ δὲ τοῦ ἤθοθυς ἀρεταὶ πρακτικαί. τὸ μὲν οὖν τοὺς ἀγαθοὺς δεῖν πρὸ τῶν ἄλλων τιμᾶν αἰρετώτερον, ὅτι τοῖς φρονίμοις οὕτως δοκεῖ· αὕτη γὰρ ἡ τοῦ φρονίμου κρίσις. ἀλλὰ καὶ τὸ δεῖν τὰ κοινὰ τῶν ἰδίων προτιμᾶν· “τὸ μὲν γὰρ κοινὸν συνδεῖ τὸ δ᾿ ἴδιον διασπᾷ τὰς πόλεις”, ὡς Πλάτων· καὶ ὡς Θουκυδίδης· “καλῶς μὲν γὰρ φερόμενος τὸ καθ᾿ αὑτὸν διαφθειρομένην τῆς πατρίδος οὐδὲν ἧττον διαφθείρεται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασώζεται.” . τὸ δὲ εὗ ποιεῖν μᾶλλον ἢ εὗ πάσχειν αἱρετώτερον, ὅτι τοῖς ἀγαθοῖς ἀνδράσιν αἱρετώτερων τοῦτο. ὁμοίως τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν αἱρετώτερον διὰ τὸ τοὺς ἀγαθοὺς τοῦτο μᾶλλον αἱρεῖσθαι. ἀλλὰ κ̣αὶ τὸ ἀποθνήσκειν εὐκλεῶς τοῦ ἀδόξως σώζεσθαι διὰ τὸ αὐτὸ αἱρετώερον, καὶ τὸ πένεσθαι δικαιοπραγοῦντα μᾶλλον ἢ ἀδικοῦντα πλουτεῖν. πάλιν ἐπεὶ οὐ πάντες οἱ νόμοι ὀρθοί, εἰσὶ δέ τινες καὶ ἐπαινούμενοι ὡς ὀρθοί, οἷον οἱ Λυκούργου, οἱ Ζαλεύκου, οἱ Σόλωνος, ὅταν ἀμφισβητούμενόν τι ᾖ τῶν ὑπὸ νόμων διωρισμένων, ὃ οἱ ὀρθοὶ νόμοι ὁρίζουσιν, αἱρετώτερον, [ἢ] ἐπεὶ καὶ οἱ ὀρθοὶ νόμοι κατὰ φρόνησιν κεῖνται. ἢ οὐ δεῖ ταὐτὸν ἡγεῖσθαι τὸ ‘ὁ φρόνιμος ἢ ὁ ὀρθὸς νόμος᾿ τὸ μὲν γὰρ τῶν νόμων ὥρισται καὶ περὶ ὡρισμένων λέγεται, τὰ δὲ τοῦ φρονίμου καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὰς περιστάσεις καὶ πρὸς τὰς τύχας ἁρμόζεται καὶ ἄλλα ἐπ’ ἄλλων ἐστίν. οὕτως οὖν δειχθήσεται τὰ συσσίτια αἱρετώτερα ἐν ταῖς πόλεσιν ὄντα, ἐπεὶ οἱ ὀρθοὶ νόμοι ὡρίκασιν αὐτὰ εἶναι, καὶ τὸ τοὺς ἀρετῇ ἀλλὰ μὴ πλούτῳ προέχοντας ἄρχειν. ἀλλὰ καὶ ἡ τοῦ ἐπιεικοῦς κρίσις δύναιτ’ ἄν χώραν ἔχειν ἀξιοῦντος μὴ πρὸς τὸ γεγραμμένον ἐν τοῖς νόμοις βλέπειν ἀλλὰ πρὸς τὴν διάνοιαν τοῦ γράψαντος καὶ τί ἄν ἐποίησεν ἐκεῖνος περιών τε καὶ κτὰ τὸν ὀρθὸν λόγον τε καὶ νόμον κρίνων ἀλλὰ μὴ κτὰ τὰ γεγραμμένα †αὐτοῦ μὴ πάντῃ ὑγιῶς ἔχει, ἄλλας προφάσεις ἔχων. αἱρετώτερα δὲ καὶ κατὰ μὲν πόλεμον ἃ οἱ περὶ ταῦτα ἀγαθοὶ αἱροῦνται, οἷον τὸ τὴν τάξιν φυλάσσειν καὶ μὴ προεξανίστασθαι, τὸ τῷ στρατηγῷ πείθεσθαι, τὸ ἔχειν πρὸ ὀφθαλμῶν τὸ “εῖς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.” τοιοῦτον καὶ τὸ τοῦ Ὀδυσσέως τὸ “οὐκ οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, |εἷς βασιλεύς.” κτὰ δὲ πολιτείαν ἃ οἱ περὶ ταῦτα ἀγαθοί. οὕτως τὸ μὴ τὰ κεχαρισμένα τοῖς πλήθεσι πρὸ τῶν συμφερόντων ποιεῖν αἱρετώτερον· τοῖς γὰρ περὶ ταῦτα ἀγαθοῖς αἱρετώτερον τοῦτο. ἀλλὰ καὶ κατὰ τὰς τέχνας αἱρετώτερα ὅσα ἢ πᾶσιν ἢ τοῖς πλείστοις δοκεῖ τῶν τεχνιτῶν. τὸ δὲ ᾗ τοιοῦτοι προσέθηκεν, ὅτι περὶ μὲν τῶν ἰατρικῶν τοῖς ἰατροῖς καὶ τῇ τούτων αἱρέσει ἐπακολουθητέον, περὶ δὲ τῶν μουσικῶν τῇ τῶν μουσικῶν. ἂν γὰρ οἱ ἐν μουσικῇ προέχοντες περὶ τῶν ἐν ἰατρικῇ λέγωσί τι, οὐχ ᾗ μουσικοὶ ἐροῦσιν· ὁμοίως δὲ καὶ ἂν οἱ ἐν ἰατρικῇ περὶ τῶν ἐν πολέμῳ. τὸ μὲν οὖν αἱρετώτερα εἶναι καθ’ ἑκάστην τέχνην, ὅσα πάντες οἱ τεχνῖται τῆς τέχνης ἐκείνης αἱροῦνται, αὐτόθεν ὡς ἀληθὲς προσπίπτει. τὸ δὲ ὅσα οἱ πλείους ἔνδοξον μέν, οὐ μὴν καὶ ἀληθές· πολλάκις γὰρ ἡ ἑνὸς τοῦ βελτίονος κατὰ τέχνην αἵρεσίς τε καὶ κρίσις βελτίων τῆς τῶν ἄλλων ἁπάντων. διὸ ἐν τοῖς τοιούτοις πρὸς ἄμφω ἡ ἐπιχείρησις· καὶ γὰρ ἀπὸ τῶν πλειόνων καὶ ἀπὸ τοῦ βελτίονος. οὐ μόνον δὲ ἐπὶ τῶν κτὰ τὰς τέχνας, ἃ οἱ πάντες ἢ οἱ πλείους τῶν τεχνιτῶν λέγουσιν, αἱρετώτερα, ἀλλὰ καὶ ἀπλῶς, ἃ πάντες ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱροῦνται, αἱρετώτερα ἂν δεικνύοιτο ὧν μὴ πάντες. οὕτως τὸ εἶναι τοῦ μανθάνειν ἡ εἰδέναι αἱρετώτερον ἂν δεικνύοιτο· τὸ μὲν γὰρ εἶναι πάντες, μανθάνειν δὲ καὶ εἰδέναι οὐ πάντες αἱροῦνται. καὶ τὸ ἥδεσθαι τοῦ γυμνάζεσθαι· Πλατῶν γοῦν τούτῳ χρώμενος ὡς ὄντι ἐνδόξῳ τἀγαθὸν ἔλεγεν εἶναι οὗ πάντα ἐφίεται. ἀλλὰ καὶ Εὔδοξος ἐδείκνυε τὴν ἡδονὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀπὸ τοῦ πάντα μὲν τὰ ζῷα ταύτην αἱρεῖσθαι, μηδὲν δὲ τῶν ἄλλων ἀγαθῶν κοινὴν οὕτως ἔχειν τὴν αἵρεσιν. διὰ τοῦτο καὶ ὑγεία δόξης αἱρετώτερον, ὅτι πάντες μὲν ἄνθρωποι ὑγιαίνειν αἱροῦνται, οὐ πάντες δὲ τὴν δόξαν. ἀλλὰ καὶ οἱ πλείους πλοῦτον δόξης μᾶλλον αἱροῦνται· ὥστε δεικνύοιτ᾿ ἄν διὰ τούτου καὶ ὁ πλοῦτος δόξης αἱρετώτερος, ἀλλὰ καὶ τέχνας ἔχειν τοῖς πλείοσιν αἱρετώ- τερον τοῦ μή. Δεῖν δέ φησιν ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι πρὸς ὅ ἐστι χρήσιμον· οὐ γὰρ πάντα πρὸς πάντα ἁρμόττει· οὐ. γὰρ διὰ τῶν αὐτῶν οἷόν τε τήν τε ἡδονὴν τῆς ἀρετῆς αἱρετωτέραν δεῖξαι καὶ τὴν ἀρετὴν τῆς ἡδονῆς, ἀλλὰ τὴν μὲν ἡδονὴν βουλόμενοι δεῖξαι τῇ πάντων αἱρέσει προσχρησόμεθα ἢ τῇ τῶν πολλῶν, τὴν δὲ ἀρετὴν τῇ τῶν σπουδαίων. ἐπεὶ δὲ περὶ αἱρετωτέρου τὸν λόγον ἐποιήσατο, οὐκ ἔστι δὲ πᾶσι τὸ αὐτὸ αἱρετώτερον, καὶ περὶ τούτου διαιρεῖται, καὶ λέγει τὰ μὲν ἀπλῶς εἷναι αἱρετώτερα τὰ δὲ τισίν, ἁπλῶς μὲν αἱρετώτερα τὰ κατὰ τὰς βελτίους ἐπιστήμας, οἷον εἰ βελτίων ἐπιστήμη φιλοσοφία τεκτονικῆς. . καὶ ἁπλῶς αἱρετώτερα τὰ κατὰ φιλοσοφίαν τῶν κατὰ τεκτονικήν· τῷ μέντοι τέκτονι τὰ κατὰ τεκτονικὴν τῶν κατὰ φιλοσοφίαν, καὶ τῷ δεομένῳ τεκτονικοῦ τινος αἱρετώτερον τὸ τῷ τέκτονι δοκοῦν. δύναταί τις καὶ ὡς τόπῳ χρῆσθαι τῷ εἰρημένῳ πρὸς ἐπίκρισιν τοῦ ἁπλῶς αἱρετωτέρου. Ἔπετια τὸ ὅπερ τόδε τι τοῦ μὴ ἐν γένει. Τὸ ὅπερ αὐτῷ τοῦ κυρίως ἐστὶ δηλωτικόν, καὶ ᾧ ἄν προστεθῇ τὸ ὅπερ, τὸ κυρίως ἐκεῖνο εἶναι σημαίνει· οἷον ‘ὅπερ ἄνθρωπος᾿ ὁ κυρίως ἄνθρωπος, καὶ ‘ὅπερ ὄν᾿ τὸ κυρίως ὄν. . καὶ ‘ὅπερ ἀγαθόν᾿ τὸ κυρίως ἀγαθόν. καὶ τῶν κατηγορουμένων δὴ κατ’ ἄλλου ᾧ ἂν τὸ ὅπερ προστεθῇ, τὸ κυρίως τοῦτο ἐκείνου κατηγορεῖσθαι σημαίνει καὶ τὸ εἶναι τὸ ὑποκείμενον κυρίως ἐν τούτῳ τε καὶ τοῦτο. ἐπεὶ οὖν τὰ γένη τῶν ὑπ’ αὐτὰ κυρίως κατηγορεῖται, ἐν τῷ τί κατηγορούμενα, ἐν τῷ ὅπερ αὐτὰ κατηγορεῖσθαι λέγει, καὶ τὰ ὑπὸ τὸ γένος <ὅπερ τὸ γένος> εἶναί φησιν· οἶον τὸ χρῶμα ἐν τῷ ὅπερ τοῦ λευκοῦ κατηγορεῖται, καὶ τὸ λευκόν ἐστιν ὅπερ χρῶμα· πάλιν τὸ ζῷον τοῦ ἀνθρώπου ἐν τῷ ὅπερ, καὶ ὁ ἄνθρωπος ζῷον. ἐπεὶ οὖν τῶν κατηγορουμένων τὰ αὐτὰ τῶν μὲν ὡς γένη κατηγορεῖται τῶν δὲ ὡς συμβεβηκότα (τὸ γὰρ χρῶμα τοῦ μὲν ὡς χρώματος λευκοῦ ὡς γένος κατηγορεῖται, τοῦ δὲ σώματος τοῦ λευκοῦ ὡς συμβεβηκός), τόπον τινὰ ἀπὸ τούτου παραδίδωσιν ἡμῖν, δι’ οὗ τὸ αἱρετώτερον γνωρίσομεν. ἄν γὰρ ὧν τὴν σύγκρισιν ποιούμεθα, τὸ μὲν ὡς ἐν γένει τούτῳ, καθ’ ὃ ἡ σύγκρισις αὐτῶν, γίνηται, οἷον τῷ αἱρετῷ τε καὶ ἀγαθῷ, τὸ δὲ ὡς ἔχον συμβεβηκὸς αὐτό, αἱρετώτερον τὸ ὡς ἐν γένει ὂν αὐτῷ τὸ μὲν γὰρ ὡς ἐν γένει ὂν τῷ ἀγαθῷ ὅπερ ἀγαθὸν γίνεται καὶ ὅπερ αἱρετόν, ὃ τοῦ κυρίως ἐστὶ δηλωτικόν, τὸ δὲ μὴ ὂν ἐν αὐτῷ ὡς ἐν γένει ἀλλὰ συμβεβηκὸς ἔχον αὐτὸ οὐ |κυρίως αἱρετὸν οὐδὲ ὁμοίως ἀγαθόν. εἰ οὖν τὸ κυρίως αἱρετὸν τοῦ μὴ κυρίως αἱρετώτερον, καὶ τὸ ἐν γένει ὂν τῷ ἀγαθῷ τοῦ ἔχοντος μὲν τὸ ἀγαθὸν κατηγορούμενον μὴ ὡς γένος δὲ αἱρετώτερον· καθόλου γὰρ τῶν συγκρινομένων πρὸς ἄλληλα κατά τι μᾶλλόν ἐστι τὸ ὂν ἐν γένει τῷ καθ’ ὃ ἡ σύγκρισις τοῦ μὴ οὕτως ὄντος ἐν αὐτῷ ἀλλὰ συμβεβηκὸς ἔχον- τος αὐτό. μαλλοὶ γὰρ ποσὸν οὗ ὡς γένος τὸ ποσὸν κατηγορεῖται τοῦ κατὰ συμβεβηκὸς ποσοῦ, ὡς ἡ ἐπιφάνει τοῦ λευκοῦ, καὶ μᾶλλον ποιὸν οὐ ὡς γένος ἡ ποιότης κατηγορεῖται ἢ τοῦτο οὗ ὡς συμβεβηκός· ἡ γὰρ λευκότης μᾶλλον χρῶμα Τοῦ λευκοῦ. βραχέως δὲ εἶπε τὸν τόπον εἰπὼν τὸ ὅπερ τόδε τι τοῦ μὴ ὡς ἐν γένει διὰ τοῦ μὴ ἐν γένει. τοῦ δὲ δικαίου εἶπεν ἀνδρός, ἀλλ’ οὐ τοῦ κτὰ τῆς ἕξεως λεγομένου· τοῦτο γὰρ ὁμοίως τῇ δικαιοσύνῃ καὶ αὐτὸ ἐν γένει τῷ ἀγαθῷ. τούτῳ τῷ τόπῳ χρώμενοι δείξομεν τὴν δικαιοσύνην καὶ ἑκάστην τῶν ἀρετῶν αἱρετώτερον καὶ μᾶλλον ἀγαθὸν οὖσαν τοῦ ἑκάστην ἔχοντος αὐτῶν, οἷον τοῦ δικαίου, τοῦ σώφρονος, τοῦ ἀνδρείου. τῶν μὲν γὰρ ἀρετῶν ἑκάστη ἐν γένει ἐστὶ τῇ ἀρετῇ καί, ὡς αὐτὸς κοινότερον νῦν γένος λαμβάνων τὸ ἀγαθὸν λέγει, ἐν τῷ ἀγαθῷ· διὸ καὶ ἑκάστη αὐτῶν ὅπερ ἀρετή ἐστι καὶ ὅπερ ἀγαθόν. τῶν δ’ ἐχόντων τὰς ἀρετὰς οὐδεὶς ἐν γένει ἐστὶ τῇ ἀρετῇ ἢ τῷ ἀγαθῷ’ ὁ γὰρ δίκαιος οὔτε ὅπερ ἀρετή ἐστιν οὔτε ὅπερ ἀγαθόν, ἀλλ’ ἔστιν ἀγαθός, ὅτι συμβεβηκυῖαν ἔχει τὴν ἀρετὴν καὶ τὸ ἀγαθόν. τὸ δὲ οὐδὲν γὰρ λέγεται ὅπερ τὸ γένος, ὃ μὴ τυγχάνει ἐν τῷ γένει ὄν, ἴσον ἐστὶ τῷ ‘οὐδὲν γὰρ λέγεται ὅπερ καὶ τὸ κατηγορούμενον αὐτοῦ εἶναι, εἰ μὴ εἴη ὡς ἐν γένει [ὄν] τῷ κατηγορουμένῳ᾿. τοῦ γὰρ λευκοῦ τὸ χρῶμα κατηγορεῖται, καὶ λέγεται ὅπερ χρῶμα εἶναι τὸ λευκόν, ὅτι ἐστὶν ὡς γένος αὐτοῦ τοῦ κατηγορούμενον· τοῦ δὲ λευκοῦ ἀνθρώπου κατηγορεῖται μὲν τὸ χρῶμα, οὐ μὴν διὰ τοῦτο ὅπερ χρῶμά ἐστιν ὁ ἄνθρωπος, ὅτι μὴ ὡς γένος αὐτοῦ ἀλλ’ ὡς συμβεβεηκὸς τὸ χρῶμα κατηγορεῖται. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν κατηγορουμένων· ὡς γὰρ τὸ χρῶμα τῶν μὲν ὡς γένος τῶν δὲ οὐχ ὡς γένος κατηγορεῖται, οὕτως καὶ ἐπὶ τῶν ἄλλων ἔχει. δύναται τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων προσκείμενον δηλωτικὸν εἶναι τοῦ ὡς ἐπὶ τῶν αἱρετῶν καὶ ἀγαθῶν αἱρετώτερον τὸ ὡς ἐν γένει ὂν τῷ ἀγαθῷ τοῦ μὴ ὡς ἐν γένει ὄντος αὐτῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων μᾶλλον ἕκαστον ἐκεῖνο, ὃ ἐν γένει ἐστὶ τούτῳ καθ’ ὃ ἡ σύγκρισις αὐτοῖς, τοῦ ὄντος μὲν ἐν ἐκείνῳ, μὴ ὡς ἐν γένει δὲ [εἴη δὲ καὶ τὰ] ὡς ἐν εἴδει· καὶ τὰ εἴδη γὰρ ὧν ἐστιν εἴδη ἐν τῷ ὅπερ κατηγορεῖται· καὶ γὰρ φευκτὸν μᾶλλον τὸ ὡς ἐν γένει ὂν τῷ φευκτῷ τοῦ μὴ ὡς ἐν γένει ὄντος τῷ φευκτῷ. Καὶ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἕτερον αἱρετοῦ. Φανερὸς καὶ οὗτος ὁ τόπος. ἐπεὶ γὰρ τῶν ἀγαθῶν τε καὶ αἱρετῶν τὰ μὲν δι’ αὑτά ἐστιν αἱρετά, ὡς ἡ εὐδαιμονία καὶ ὅσα τίμια, τὰ δὲ δι’ ἕτερον, οἷον τέμνεσθαι, γυμνάζεσθαι, χρηματίζεσθαι καὶ ὅλως τὰ ὠφέλιμα, τὰ δὲ καὶ δι’ αὑτὰ καὶ δι’ ἕτερα, ὡς αἱ ἀρεταί (καὶ γὰρ δι’ αὑτὰς καὶ διὰ τὴν εὐδαιμονίαν αἱρούμεθα), ὁμοίως ὑγεία, πλοῦτος καὶ ὅσα ὡς δυνάμεις ἀγαθά, δῆλον ὡς. αἱρετώτερον ὃ δι’ αὑτὸ αἱρεῖταί τις τοῦ ὃ αἱρεῖται μέν, οὐ δι’ αὑτὸ δὲ ἀλλὰ δι’ ἕτερον, ὡς καὶ διὰ τῶν παραδειγμάτων γνώ- ριμον πεποίηκεν. εἰ γὰρ τὸ μὲν ὑγιαίνειν δι’ αὑτὸ αἱρούμεθα (ἔστι γἀρ τοῦτο τῶν δι’ αὑτὰ αἱρετῶν), τὸ δὲ γυμνάζεσθαι δι’ ἕτερον (διὰ γὰρ τὴν ὑγείαν ἢ διὰ τὸ ἀγωνίζεσθαί τε καὶ στεφανοῦσθαι βούλεσθαι), αἱρετώτερον ἡ ὑγεία τοῦ γυμνάζεσθαι. οὕτως καὶ εἰ τὸν μὲν φίλον αἱρούμεθα δι’ ἑαυτούς, εἴ γε ὁ φίλος ἕτερός ἐστιν αὐτός, τὰ δὲ χρήματα οὐ δι’ αὑτά, αἱρετώτερος ὁ φίλος τῶν χρημάτων· αὐτὸς γὰρ ἑαυτῷ ἕκαστος δι’ αὑτὸν αἱρετός, ὥστε καὶ <>φίλος. ἀλλὰ καὶ ὕπνου ἐγρήγορσις αἱρετώτερον, ᾗ ὁ ὕπνος ἐπὶ τὴν ἐγρήγορσιν ἔχει τὴν ἀναφοράν· ἵνα γὰρ δυνώμεθα ἐγρηγο- ἐγρηγορέναι, ὕπνου καὶ ἀναπαύσε δεόμεθα. οὕτως δεικνύοιτ’ ἄν καὶ φιλοσοφία ῥητορικῆς αἱρετώτερα. Προστίθησι δὲ τῷ προειρημέμῳ τόπῳ καὶ ἄλλον, ὅτι τὸ καθ’ αὑτὸ αἱρετὸν τοῦ κατὰ συμβεβηκὸς αἱρετώτερόν ἐστιν. ἔστι δὲ καθ’ αὑτὸ μὲν αἱοετὸν ὃ διὰ τὴν οἰκείαν φύσιν τε καὶ παρουσίαν ἐστὶν αἱρετόν, κατὰ συμβεβηκὸς δὲ ᾧ οὐκ ὄντι τῇ οἰκείᾳ φύσει αἱρετῷ συμβέβηκε κατά τινα περίστασιν εἶναι αἱρετῷ. καὶ αὐτὸς δὲ διὰ τῶν παραδειγμάτων, ὁποῖόν ἐστιν ἑκάτερον αὐτῶν, ἐδήλωσεν. τὸ μὲν γὰρ τοὺς φίλους δικαίους εἶναι καθ’ αὑτό ἐστιν ’’αἱρετόν· οὐ γὰρ δι’ ἡμᾶς οὐδ’ ἵνα τι ἡμῖν ἐκ τούτου περιγένηται αἱρούμεθα αὐτό, ἀλλ’ ὅτι ἡ φιλία ἐστὶ βούλησις ἀγα- θῶν ἐκείνων χάριν, αἱρούμεθα τὰ ἀγαθὰ τοῖς φι)οις ὑπάρχειν· ἀγαθὸν δὲ καὶ ἡ δικαιοσύνη τῷ ἔχοντι. τὸ δὲ τοὺς ἐχ θροῦς δικαίους εἶναι αἱρε- τὸν ἡμῖν ἐστιν οὐκέτι καθ’ αὑτό· οὐ γὰρ οἰκεῖον τῆς ενχθρας ἡ βούλησις τῶν ἀγαθῶν τοῖς ἐχθροῖς ἐκείνων χάριν, ἐπεὶ ταὐτὸν ἄν ἦν ἔχθρα τε καὶ φιλία. οὐ δὴ καθ’ αὑτὸ τοῦτο αἱρούμεθα ἀλλὰ κατὰ συμβεβηκός· ἐπεὶ γὰρ συμβέβηκε τοῖς δικαίοις τὸ μὴ ἀδικεῖν, ὡς μὴ ἀδικοῖεν ἡμᾶς οἱ ἐχ- θροί, αἱρούμεθα αὐτοὺς εἶναι δικαίους. εἰ δὲ τοῦτο μὲν κατὰ συμβεβηκὸς αἱρετόν, ἐκεῖνο δὲ καθ’ αὑτό, δῆλον ὡς τὸ καθ’ αὑτὸ αἱρετὸν τοῦ κατὰ συμβεβηκὸς αἱρετώτερον. Tὸν αὐτὸν δέ φησιν εἶναι τόπον τοῦτον, τὸν τὸ καθ’ αὑτὸ λέγοντα τοῦ κτὰ συμβεβηκὸς αἱρετώτερον εἶν· αι, τῷ πρὸ αὐτοῦ, τῷ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἄλλο αἱρετώτερον δεικνύντι, τῷ ταὐτὸν εἶναι τὸ μὲν δι’ αὑτὸ τῷ καθ’ αὑτὸ τὸ δι’ ἄλλο δὲ τῷ κατὰ συμβεβηκός. τὸ μὲν γὰρ τοὺς φίλους δικαίους εἶναι καὶ καθ’ αὑτὸ καὶ δι’ αὑτὸ αἱρετόν, ὥσπερ καὶ ἡ ὑγεία· τὸ δὲ τοὺς ἐχθροὺς εἶναι δικαίους κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτοῖς δικαίοις γενομένοις μὴ βλάπτειν) καὶ δι’ ἄλλο· ἵνα γὰρ ἡμᾶς μὴ βλάπτωσιν. τοιοῦτον δὲ καὶ τὸ γυμνάζεσθαι· καὶ γὰρ δι’ ἄλλο διὰ γὰρ τὴν ὑγείαν) καὶ κατὰ συμβεβηκός, ὅτι συμβέβηκε τοῖς γυμναζομένοις τὸ ὑγιαίνειν. μόνον δὲ εἶναι αὐτοῖς τὴν διαφορὰν εἶπε κατὰ τὸν τρόπον τῆς ἐκφορᾶς, ὅτι ἐπὶ μὲν τοῦ τῷ δι’ αὑτὸ καὶ δι’ ἕτερον χρώμεθα, ἐπὶ δὲ τοῦ τῷ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ἢ ἐπὶ μὲν τῶν εἰρημένων παραδειγμάτων τῷ τρόπῳ μόνον τῆς ἐκφορᾶς ἡ διαφορά· ἐπὶ δὲ ἄλλων ἔστιν εὑρεῖν πλείονα κατὰ τὸν τῆς ἐκφορᾶς τρόπον τὴν διαφορὰν ἐν αὐτοῖς. ἔστι γὰρ ἃ καθ’ αὑτὰ μέν ἐστιν αἱρετά, οὐ μὴν δι’ αὑτά· τοῖς γοῦν ῥιγοῦσι καθ’ αὑτό ἐστιν αἱρετὸν ἡ θερμὴ ἐσθής· εἰ δὲ καθ’ αὑτό, οὐ κατὰ συμβεβηκός· οὐ μὴν καὶ δι’ αὑτήν ἐστιν αἱρετὴ ἀλλὰ δι’ ἄλλο· ὅτι γὰρ τὸ μὴ ῥιγοῦν ἐξ αὐτῆς περιγίνεται. κτὰ συμβεβηκὸς δὲ ἡ λευκὸν ἢ φαιὸν ἢ ὁτιοῦν χρῶμα ἔχει ἡ ἐσθής, ἣν καθ’ αὑτὴν ῥιγοῦντες αἱρούμεθα. ἀλλὰ καὶ τῷ ἱππικῷ καθ’ αὑτὸ μὲν αἱρετὸν ἵππος· οὕτως γὰρ ἐνεργήσει κατὰ τὴν ἱππικήν· οὐ μὴν καὶ δι’ αὑτό, ὅπου γε μηδὲ τὸ ἱππεύειν αὐτό, πρὸς ὃ ἡ τοῦ ἵππου χρεία, δι’ αὑτὸ αἱρετόν· κατὰ συμβεβηκὸς δὲ ὁ ξανθὸς ἢ ὁ μέλας. ἀλλὰ καὶ τὸ τρέφεσθαι τῷ δεομένῳ τροφῆς καθ’ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δὲ αἱρετὸν εἶναι δόξει. τοῖς μὲν οὖν δι’ αὑτὰ αἱρετοῖς οὖσιν ἀκολουθεῖ τὸ καθ’ αὑτὰ αἱρετοῖς εἶναι, οὐ μὴν ἔτι ἀντι- στρέφειν ἄν δόξειεν. ἢ ὅλως κατὰ συμβεβηκός ἐστιν ἀγαθὸν ὃ οὐκ ὂν ἀγαθὸν τῇ αὑτοῦ φύσει διά τι ἀγαθὸν συμβεβηκὸς αὐτῷ ἀγαθὸν λέγεται. οὕτως γὰρ τὸ τοὺς ἐχθροὺς δικαίους εἶναι, ὅτι μὴ ὄντι αὐτῷ ἀγαθῷ ἀγα- θόν τι συμβέβηκε (τὸ γὰρ μὴ ἀδικεῖσθαι ὑπ’ αὐτῶν, ἀγαθὸν οὐκ ἐκείνων ἕνεκεν ἀλλὰ ἡμῶν ὑπάρχον), κατὰ συμβεβηκὸς ἀγαθὸν φαίνεται, οὐχ ὡς ὁ πλοῦτος οὐδ’ ἄλλο τι τῶν ὀργανικῶν ἀγαθῶν ἀγαθὸν [ἀλλὰ] καθ᾿ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δέ· καθ’ αὑτὸ μὲν γὰρ ὁ πλοῦτος, ὅτι τῇ αὑτοῦ φύσει ὄργανόν ἐστιν ἐνεργειῶν καλῶν ,οὐ δι’ αὑτὸ δέ, ὅτι πᾶν ὄργανον δι᾿ ἄλλο αἱρετόν. ἔσται οὖν τὸ μὲν κατὰ συμβεβηκὸς αἱρετὸν πάντως δι’ ἄλλο αἱρετόν, τὸ δὲ δι’ ἄλλο αἱρετὸν οὐ πάντως καὶ κατὰ συμβεβηκός· δι’ ἄνα μὲν γὰρ αἱρετὰ πολλὰ ἰῶν τῇ αὑτῶν φύσει ἀγαθῶν, κατὰ συμβεβηκὸς δὲ μόνα ἃ διά τι συμβεβηκὸς αὐτοῖς ἔχει τὸ αἱρετόν· οὕτως γὰρ αἱρετὸν γίνεταί ποτε καὶ πενία καὶ νόσος καὶ θάνατος. ὥστε, εἰ μὴ τὸ καθ’ αὑτὸ ταὐτὸν τῷ δι’ αὑτὸ μήτε τὸ δι’ ἄλλο τῷ κατὰ συμβεβηκός, οὐδ’ ἄν οἱ τόποι οἱ αὐτοὶ εἶεν. Καὶ τὸ αἴτιον ἀγαθοῦ καθ’ αὑτὸ τοῦ κατασυμβεβηκός. Εἰπὼν τὸ καθ’ αὑτὸ αἱρετὸν αἱρετώτερον εἶναι τοῦ κατὰ συμβεβηκός, ἐπεὶ καὶ ἐν τοῖς αἰτίοις ἐστί τις τοιαύτη διαφορά (τα μὲν γάρ ἐστι καθ’ αὑτὰ τινῶν αἴτια, τὰ δὲ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ ὁ οἰκοδό- μος τῆς οἰκίας αἴτιος, κατὰ συμβεβηκὸς δὲ ὁ Ἀθηναῖος ἢ ὁ λευκός), τόπον τινὰ ἡμῖν καὶ ἀπὸ τῶν αἰτίων εἰς ἐπίκρισιν τοῦ αἱρετωτέρου παραδίδωσιν. ὅταν γὰρ δύο τινὰ ἀγαθὰ ἀγαθοῦ τινος καὶ αἱρετοῦ αἴτια ὄντα τὸ μὲν καθ’ αὑτὸ ᾖ αἴτιον τὸ δὲ κατὰ συμβεβηκός, αἱρετώτερον τὸ καθ αὑτό. ὁ δὲ τόπος οὗτος προάγοι ἂν ἐπὶ ὁμολογουμένῳ τῷ τὸ τοῦ αἱρετοῦ αἴτιον αἱρετὸν καὶ αὐτὸ εἶναι. οὕτως ἡ ἀρετὴ τῆς τύχης αἱρετω |τέρα· ἡ μὲν γὰρ ἀρετὴ καθ’ αὑτὴν αἰτία τῶν ἐπ’ αὐτῇ κατορθωμάτων. ὅταν δὲ καὶ τύχη αἰτία γένηται, κατὰ συμβεβηκὸς ἄν εἴη· καθόλου γὰρ κτὰ συμβεβηκὸς ἡ τύχη αἰτία οὖσα ἐδείχθη. οὕτως τῆς τύχης καὶ ἡ ἰατρικὴ ἂν αἱρετωτέρα δεικνύοιτο, ὅταν ἀμφότεραι ὑγείας ὦσιν αἴτιαι. ἀλλὰ καὶ ὑγεία εὐχροίας αἱρετώτερον διὰ τοῦτο · ὑγεία μὲν γὰρ καθ’ αὑτήν, εὔ- χροιὰ δὲ κατὰ συμβεβηκὸς ἀγαθοῦ αἰτία. καὶ τὸ γυμνάζεσθαι τοῦ <προσγυμνάζεσθαι> τῷδέ τινι· τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκὸς ὑγείας ποιητικόν· ὅτι γὰρ γυμνάζεται καὶ ὁ τῷδέ τινι προσγυμναζόμενος, δῆλον, ἀλλ’ οὐ διὰ τὸ γυμνάζεσθαι ἀλλὰ διὰ τὸ προσγυμνάζεσθαι. Ὁμοίως καὶ ἐπὶ τοῦ ἐναντίου. Δεικνύοιτο ἂν κατὰ τὸν αὐτὸν λόγον καὶ φευκτότερον τὸ καθ’ αὑτὸ κακοῦ αἴτιον τοῦ κατὰ συμβεβηκός, ὡς κακία τύχης· καὶ κυβερνήτης χείρων ὁ αὐτὸς ἀνατρέψας τὴν ναῦν τούτου οὗ διὰ τὴν ἀπουσίαν ἡ ναῦς ἀνετράπη· κατὰ συμβεβηκὸς μὲν γὰρ οὗτος, ἐκεῖνος δὲ καθ’ αὑτὸν αἴτιος τῆς ἀνατροπῆς. ὅμοιος ὁ λόγος καὶ ἐπὶ στρατηγοῦ καὶ ἰατροῦ· οὗ γὰρ παρόν- τος ἀπώλετο τὸ στρατόπεδον στρατηγοῦ, χείρων οὗτος τοῦ διὰ τὴν ἀπουσίαν αἰτίου τῆς ἀπωλείας γενομένου· καὶ ἐπὶ ἰατροῦ τὸ αὐτό. Καὶ τὸ ἀπλῶς ἀγαθὸν τοῦ τινὶ αἱρετώτερον. Ὡς ἐπὶ τῶν ὑγιεινῶν τὰ μὲν ἁπλῶς ὑγιεινά, <ἅ> τοῖς ὑγιαίνουσι καὶ κατὰ φύσιν ἔχουσι <πᾶσίν> ἐστι τοιαῦτα, ὡς περίπατοι, γυμνάσια, σιτία τοιάδε, δὲ ἁπλῶς μὲν οὐκ ἔστιν ὑγιεινά, τισὶ δέ, οἷον τοῖς νοσοῦσιν, ὡς τομαὶ τοῖς τούτων δεομένοις καὶ ἀσιτίαι καὶ ἡσυχίαι καὶ φαρμακεῖαι, οὕτω καὶ ἀγαθὰ τὰ μὲν ἁπλῶς ἐστιν ἀγαθά], ἃ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσίν ἐστι τοιαῦτα, τὰ δὲ τινί. οἶον ὑγεία μὲν ἁπλῶς ἀγαθόν· τοῖς γὰρ κατὰ φύσιν ἔχουσι πᾶσιν ἀγαθόν· νόσος δὲ ἁπλῶς μὲν κακόν, γένοιτο δ’ ἄν τινί ποτε ἀγαθόν, ὡς Θεάγει, εἴ γε τοῦτον “ἡ τοῦ σώματος νοσοτροφία” κατέσχεν ἐν φιλοσοφίᾳ, ὡς Πλάτων λέγει. ὁμοίως πλοῦτος μὲν καὶ δόξα ἁπλῶς ἀγαθόν· γένοιτο δ’ ἄν ποτέ τινι καὶ πενία ἀγαθὸν καὶ ἀδοξία, εἰ διὰ πενίαν καὶ ἀδοξίαν μὴ ἐπιβουλευθείη μηδὲ ἀναιρεθείη ὑπὸ τυράννου τινὸς ἀναιροῦντος τοὺς ἐνδόξους τε καὶ πλουσίους. τούτων δὴ οὕτως ἐχόντων αἱρετώτερά φησιν εἶναι τὰ ἁπλῶς ἀγαθὰ τῶν μὴ ἁπλῶς ἀλλὰ τισὶ καὶ ποτέ. καὶ ὁ τόπος σαφής. εἴη δ’ ἄν ὁ αὐτὸς οὗτος τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἀπὸ τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. Καὶ τὸ φύσει τοῦ μὴ φύ· σει; οἷον ἡ δικαιοσύνη τοῦ δικαίου. Ἔσι μὲν καὶ οὗτος ὁ τόπος δυνάμει ὁ αὐτὸς τῷ πρὸ αὐτοῦ· τὰ̣ γὰρ τῇ αὑτῶν φύσει ἀγαθὰ καὶ ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ ἐπίκτητα οὐχ ἀπλῶς οὐδὲ πᾶσι. διαφέροι δ’ ἂν τῇ ἐπιβολῇ· οὐ γὰρ διότι ἀπλῶς, ἀλλὰ διότι τῇ αὑτοῦ φύσει τοιοῦτον. καθόλου δὲ τὰ φύσει συνεστῶτα τῶν μὴ φύσει ἀλλὰ ἐπικτήτων τε καὶ κατὰ τέχνας καὶ νενομισμένων βελτίω · τά τε γὰρ κατὰ τὰς τέχνας μιμήματα ὄντα τῆς φύσεως δεύτερα ἄν εἴη ἰῆς φύσεως, ἀλλὰ καὶ τὰ κατὰ ἔθη τε καὶ συνθήκας καὶ νόμους δεύτερα τῶν φύσει· τοῖς μὲν γὰρ ἡ φύσις ἡ οἰκεία αἰτία τοῦ τοιούτοις εἷναι, τοῖς δὲ ἡ περὶ αὐτῶν συνθήκη τῶνδέ τινων ἢ ἔθος. καὶ τῶν ἀγαθῶν δή, ὅσα τῇ ἑαυτῶν φύσει ἐστὶν ἀγαθά, αἱρετώτερα τῶν μὴ φύσει τοιούτων. οἷον ἡ μὲν δικαιοσύνη ,ὡσπεοοῦν καὶ πᾶσα ἀρετή ,τῇ φύσει τῇ αὑτῶν ἀγαθά· τὸ μέντοι παρ’ ἑκάστοις δίκαιον οὐ τῇ αὑτοῦ φύσει τοιοῦτον ,ἀλλὰ ἢ κατ’ ἔθος ἢ κατὰ νόμον· ἄλλα γὰρ παρ’ ἄλλοις νόμιμα, καὶ ἔστιν ἑκάστοις τᾲ οἰκεῖα νόμιμα ἀγαθά τε καὶ αἱρετά. ὄντων δὲ ἀμφοτέρων ἀγαθῶν ,καὶ τῆς δικαιοσύνης καὶ τῶν δικαίων τῶν νενομοθετηuι ἔνων, ἡ κατὰ φύσιν δικαιοσύνη τοῦ δικαίου τοῦ τοιούτου αἱρετωτέρα, ὅτι ἡ μὲν φύσει τὸ δὲ οὐ φύσει. δίκαιον γὰρ νῦν τὸ μὴ φύσει λαμβάνει, ἐπεὶ ἔστι τι καὶ φύσει δίκαιον, κατὰ δικαιοσύνην γινόμενον τό ὄυτον. ἢ τοῦ δικαίου λέγει τοῦ τὴν δικαιοσύνην ἔχοντος · ἐπίκτητον γὰρ τούτῳ [τὸ] ἀγαθόν ἡ δικαιοσύνη καὶ οὐ φύσει, εἴ γε μὴ φύσει δίκαιοι οἱ δίκαιοι· ἡ δὲ δικαιοσύνη τῇ αὑτῆς φύσει ἀγαθόν. Καὶ τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ αἱρετώτερον, οἷον θεῷ ἢ ἀνθρώπῳκαὶψυχῇ ἢ σώματι. Σαφὴς μὲν ὁ τόπος· λέγει γὰρ δι’ αὐτοῦ ὅτι τὸ τοῦ βελτίονος ἀγαθὸν αἱρετώτερον τοῦ ἀγαθοῦ ὃ τοῦ χείρονός ἐστιν. οὐ γάρ ἐστι τὸ λεγόμενον, ὡς ἄν δόξαι, ὅτι τὸ τῷ βελτίονι αἱρετώτερον τοῦτο καὶ αἱρετώτερον · οὐ γὰρ ποιεῖται τὴν σύγκρισιν τούτων ἃ τῷ αὐτῷ ἐστιν ἀγαθὰ ἡ αἱρετά, ἀλλ’ ἃ διαφερούσαις φύσεσι. δεῖται μέντοι διαστολῆς τινος ὁ τόπος. εἰ μὲν γὰρ ἁπλῶς τῇ ἑαυτοῦ φύσει τὸ αἱρετώτερον λαμβάνειν ἔοικεν ἀλλὰ μὴ τῷ τὴν ἐπίκρισιν αὐτοῦ ποιουμένῳ, ἁπλῶς ἀληθὴς ὁ τόπος, ἐπειδὴ τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ, καθ’ ὃ βελτίων ἐστὶ καὶ τιμιώτερος, αἱρετὸν αἰρετώτερον τοῦ αἱρετοῦ τῷ μὴ τοιούτῳ καὶ μᾶλλον ἀγαθόν· τὰ γοῦν τοῖς θεοῖς αἱρετὰ ἀπλῶς αἱρετώτερα καὶ βελτίω τῶν τοῖς ἀνθρώποις αἱρετῶν, οἷον ἀθανασία ἢ ἡ τῶν ὅλων διακόσμησις καὶ ἀπάθεια σοφίας, ὑγείας, ἀρετῆς, πλούτου, φιλοσοφίας, τῶν τοιούτων ἃ τοῖς ἀνθρώποις ἐστὶν αἱ· ρετά. εἰ δ’ ἡ κρίσις τοῦ αἱρετωτέρου τῷ αἱρουμένῳ γίνοιτο. οὐκέτ’ ἂν ἁπλῶς ὁ τόπος ὑγιὴς εἴη· οὐ γὰρ τὰ τοῖς θεοῖς αἱρετὰ αἱρετώτερα ἡμῖν τῶν ἡμῖν αἱρετῶν, εἴ γε ἀδύνατα μὲν ἡμῖν πολλὰ τῶν ἐκείνοις αἱρετῶν, ἠλιθίου δὲ τὸ αἱρεῖσθαι τὰ ἀδύνατα. διὸ δέοιτο ἄν προσθήκης τῆς ‘δυνατῶν ὄντων ἀμφοτέρων᾿ . εἰ γὰρ εἴη ἄμφω δυνατὰ τῷ τὴν τοῦ αἱρετωτέρου ποιουμένῳ ἐπίκρισιν, αἱρετώτερον τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ αἱρετόν, οἷον τὸ κοινωφελὲς τοῦ ἰδιωφελοῦς αἱρετώτερον· ἀμφότερα γὰρ δυνατὰ νατὰ τῷ ἀνθρώπῳ, καὶ τοῖς θεοῖς τὸ κοινωφελὲς αἱρετόν τε καὶ κτὰ ὁμοίως καὶ τὸ εὗ ποιεῖν τοῦ εὗ πάσχειν· τοῖς γὰρ θεοῖς αἱρετὸν τὸ εὗ ποιεῖν, καὶ ἄμφω δυνατὰ τῷ ἀνθρώπῳ. οὕτως καὶ εἰ τῇ ψυχῇ μὲν αἱρετὸν τὸ φρονεῖν καὶ ὅλως αἱ ἀρεταί, σώματι δὲ τὸ ὑγιαίνειν καὶ τὸ ἰσχύειν, αἱρετώτερον τὸ φρονεῖν καὶ αἱ ἀρεταί, <εἴ γε> τὰ τῷ τιμιωτέρῳ τε καἰ βελτίονι· ψυχὴ γὰρ βελτίων σώματος. ὁμοίως καὶ τὸ ἐπίστασθαι τοῦ αἰσθάνεσθαι αἱρετώτερον, ἐπεὶ τὸ μὲν αἰσθάνεσθαι σωματικώτερον διὰ γὰρ σώματος), τὸ δ’ ἐπίστασθαι οἰκεῖον καὶ ἴδιον τῆς ψυχῆς. διαφέροι δ’ ἄν οὗτος ὁ τόπος τοῦ ἤδη εἰρημένου τοῦ “καὶ ὃ μᾶλλον ἄν ἕλοιτο ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς ἀνήρ”, ὅτι ἐν ἐκείνῳ μὲν ἀπὸ τοῦ μᾶλλον αἱρετοῦ τῷ βελτίονι ἡ ἐπιχείρησις ἐγίνετο, ἀμφοτέρων ὄντων αἱρετῶν τῷ αὐτῶ, ἐνταῦθα δέ, ὅταν ἄλλο μὲν ᾖ τῷ βελτίονι αἱρετὸν ἄλλο δὲ τῷ χείρονι, τὸ τῷ βελτίονι δείκνυται αἱρετώτερον, ὡς ἔχει ἡ ψυχὴ καὶ τὸ σῶμα· οὐ γὰρ ἄμφω ἑκατέρῳ αἱρετά· καὶ ἐκεῖ μὲν ἐζητεῖτο τὸ τῷ αἱρουμένῳ αἱρετώτερον, ἐνταῦθα δὲ τὸ ἁπλῶς αἱρετώτερον, οὐ τὸ τινί. Καὶ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον ἢ τὸ τοῦ χείρονος. Παραδοὺς τόπον ἀπὸ τοῦ τῷ βελτίονι αἱρετοῦ συνιστάντα τὸ αἱρετώτερον, ἐπεὶ οὐ πάντως τὸ αἱρετόν τινι ἤδη καὶ ἴσιόν ἐστιν αὐτοῦ ὑγεία αἱρετὸν μὲν ἀνθρώπῳ, οὐ μὴν καὶ ἴδιον τὸ ὑγιαίνειν ἀνθρώπου), νῦν ἀπὸ τοῦ ἰδίου τόπον παραδίδωσι τὸ γὰρ τοῦ βελτίονος ἴδιον βέλτιον τοῦ ὃ ἴδιόν ἐστι τοῦ χείρονος), οὐκέτι κατὰ τὸ αἱρετώτερον τὴν σύγκρισιν ποιούμενος κατὰ τὸ βέλτιον ἁπλῶς· τὸ γὰρ τοῦ βελτίονος ἴδιον, εἰ μὴ δυνατὸν τῷ χείρονι, οὐδ’ ἂν αἱρετώτερον αὐτῷ εἴη. ἢ τὸ βέλτιον ἁπλῶς καὶ αἱρετώτερον ἁπλῶς εἶναι λαμβάνει, εἰ καὶ <ὡς> αὐτοῖς χρῆται· οὐ γὰρ τὴν σύγκρισιν ποιεῖται τοῦ αἱρετωτέρου τινὶ ἀεί, ἀλλὰ [καὶ] τοῦ ἀπλῶς καὶ κατὰ τὴν οἰκείαν φύσιν, ὥσπερ ἐποίησε καὶ ἐπὶ τοῦ πρὸ τούτου τόπου. ὅτι δὲ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον, ἔδειξε διὰ τοῦ εἶναι μὲν τὸ βέλτιον καὶ κατά τι αὑτοῦ βέλτιον· ἀλλὰ κατὰ μὲν τὰ κοινὰ καὶ τὰ ὅμοια τῷ τε χείρονι καὶ τῷ βελτίονι οὐδέτερον οὐδετέρου ὑπερέχει· οὐδὲ γὰρ διαφέρει· λείπεται κατὰ τὰ ἴδια αὐτῶν εἶναι τὴν διαφορὰν καὶ κατὰ τοῦτο τὸ βέλτιον ὑπερέχειν τοῦ χείρονος. εἰ δὲ κατὰ ταῦτα ἥ τε διαφορὰ αὐτοῖς καὶ ἡ ὑπεροχή, καὶ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον ἂν εἴη. οἷον εἰ ζῷα ὁ θεὸς καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος, κατὰ μὲν τὸ γένος τὸ κοινὸν οὐδὲν ἀλλήλων διαφέρουσιν· ἐπεὶ δὲ βελτίων ὁ μὲν θεὸς τοὐ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος τοῦ ἵππου, λείπεται τὴν διαφορὰν αὐτῶν εἶναι κατὰ τὰ ἴδια· εἰ οὖν θεοῦ μὲν ἴδιον ἀθανασία, ἀνθρώπου δὲ τὸ ἐπστήμης δεκτικόν, ἵππου δὲ τὸ χρεμετικστικόν, ἡ ἀθανασία μὲν βελτίων τοῦ ἐπιστήμης δεκτικοῦ, τὸ δὲ ἐπιστήμης δεκτικὸν τοῦ χρεμετιστικοῦ. οὕτως καὶ 45 εἰ ψυχῆς μὲν ἴδιον ὁρμή, σώματος δὲ ῥοπή, εἴη ἄν ὁρμὴ ῥοπῆς βελτίων, ἐπεὶ καὶ ψυχὴ σώματος. δοκεῖ δέ μοι τὸ βέλτιον καὶ τὸ χεῖρον ἐν τοῖς ὁμογενέσι λαμβάνειν, ἐπειδὴ καὶ ἡ σύγκρισις ἐν τοῖς κοινωνίαν ἔχουσι πρὸς ἄλληλα· διὸ καὶ εἶπε κατὰ μὲν γὰρ τὰ κοινὰ ἐν ἀμφοτέροις οὐδὲν διαφέρει, ὡς τῶν συγκρινομένων ἐφειλόντων ἔχειν |τινά καὶ κοινὰ. Καὶ τὸ ἐν βελτίοσιν ἢ προτέροις ἢ τιμιωτέροις βέλτιον. Ὁ τόπος τοιοῦτος· εἰ τῶν συγκρινομένων πρὸς ἄλληλα κτὰ τὸ αἱρετὸν τὸ μὲν ἐν βελτίοσιν εἴη τὸ δὲ ἐν χείροσιν, ἧτό μὲν ἐν προτέροις τὸ δὲ ἐν ὑπέροις, ἢ τὸ μὲν ἐν τιμιωτέροις τὸ δὲ ἐν ἧττον τοιούτοις, βέλτιον τὸ ἐν τοῖς ὑπερέχουσιν. οἷον εἰ ζητοῖτο πότερον ἐπιστήμη ἢ ὑγεία αἱρετώτερον, δεικνύοιτο ἂν ὅτι ἐπιστήμη ἀμφοτέρων ὄντων αἱρετῶν, ὅτι ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ, ἡ δὲ ὑγεία ἐν σώματι, βελτίων δὲ ψυχὴ σώματος. πάλιν εἰ ζητοῖτο πότερον αἱρετώτερον ὑγεία ἡ ἰσχὺς ἢ κάλλος, δεικνύοιτο ἂν ἡ ὑγεία, ὅτι ἐν προτέροις, εἴ γε ἡ μὲν ὑγεία ἐν συμμετρίᾳ τῶν πρώτων σωματικῶν δυνάμεών ἐστιν, ἅ ἐστι θερμότης, ψυχρότης, ὑγρότης, ξηρότης, ἐκείνων δὲ ἡ μὲν ἰσχὺς ἐν συμμετρίᾳ τῶν ὁμοιομερῶν, νεύρων τε καὶ ὀπῶν καὶ πνεύμονος, τὸ δὲ κάλλος ἐν συμμετρίᾳ τῶν ἀνομοιομερῶν ἐν ἡμῖν μερῶν, προσώπου, τραχήλου, χειρῶν ,τῶν ἄλλων μερῶν, ἅ ἐστι ὕστερα τῶν πρώτων ἐν ἡμῖν δυνάμεων. τῷ δὲ αὐτῷ λόγῳ πάλιν δεικνύοιτο ἄν καὶ ἡ ἰσχὺς αἱρετωτέρα τοῦ κάλλους· πρῶτα γὰρ τὰ ὁμοιομερῆ ἐν ἡμῖν, ἐν οἷς ἡ ἰσχύς, τῶν ἀνομοιομερῶν, ἐν οἷς τὸ κάλλος· ἕκαστον γὰρ τῶν ἀνομοιομερῶν ἐκ τῶν ὁμοιομερῶν σύγκειται, οἷον τὸ πρόσωπον ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν· διὸ καὶ συναναιρεῖται μὲν ἀναιρουμένων, οὐ συναναιρεῖ δὲ ἀναιρούμενον. πάλιν εἰ ζητεῖται πότερον αἱρετώτερον θεωρία ἢ πρᾶξις, δεικνύοιτο ἄν ὅτι θεωρία τῷ εἶναι περὶ τὰ τιμιώτερα τὴν ἐνέργειαν αὐτῇ ἡ μὲν γὰρ πράξις περὶ τὰ πρακτά τε καὶ ἐφ’ ἡμῖν, ἡ δὲ θεωρία περὶ τὰ θεῖα), καὶ ἐπειδὴ τῷ τιμιωτάτῳ τῆς ψυχῆς γίνεται· τιμιώτατον γὰρ ὁ νοῦς τῶν τῆς ψυχῆς δυνάμεων, οὗ ἐνέργεια ἡ θεωρία. Καὶ τὸ τέλος τῶν πρὸς τὸ τέλος αἱρετώτερον. Σχεδὸν οὗτος ὁ τόπος ἐμπεριέχεται τῷ ἤδη εἰρημένῳ πρὸ ὀλίγου, τῷ “καὶ >δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἕτερον αἱρετοῦ” τὸ μὲν γὰρ τέλος δι’ αὑτὸ αἱρετόν, τὸ δὲ πρὸς τὸ τέλος δι’ ἕτερον· διὰ γὰρ τὸ τέλος. διαφέροι δ’ ἄν, ὅτι ἐκεῖ οὐ τὰ πρὸς τὸ τέλος συνεκρίνετο τῷ τέλει, ἀλλὰ τοῖς δι’ αὑτὰ αἱρετοῖς τὰ ὁπωσοῦν δι’ ἄλλα αἱρετὰ καθόλου καὶ ἃ μὴ δι’ αὐτὸ τοῦτο ὡς ὄντα τέλος αὐτῶν ἦν αἱρετά, διὰ δέ τι ἄλλο, ἐνταῦθα δὲ τῶν τελῶν καὶ τῶν πρὸς αὐτὰ ἡ σύγκρισις. οὕτως ὑγεία μὲν αἱρετωτέρα γυμνασίων, περιπάτων, σιτίων, ὅλως διαίτης, ὅτι ἡ μὲν τέλος, ταῦτα δὲ ἐκείνης χάριν· καὶ εὐδαιμονία ἀρετῆς, ὑγείας, πλούτου, τῶν ἄλλων ἀγαθῶν· ἡ μὲν γὰρ τέλος, ταῦτα δ’ ἐκείνης χάριν· καὶ τὸ εἰδέναι τοῦ μανθάνειν, καὶ τὸ κατὰ τὰς ἕξεις ἐνεργεῖν τοῦ τὰς ἕξεις ἔχειν. Καὶ δυοῖν τὸ ἔγγιον τοῦ τέλους. Ὁ τόπος ἐν τοῖς πρὸς τὸ τέλος συντελοῦσιν ἔχει τὴν σύγκρισιν· εἰ γὰρ εἴη δύο τινὰ ἔχοντα πρὸς ἕν τι τέλος τὴν ἀναφοράν, τὸ ἐγγύτερον τοῦ τέλους τοῦ πορρωτέρω αἱρετώτερόν τε καὶ ἄμεινον. οἷον ὑγείας αἴτιον καὶ τὸ κείρεσθαι καὶ τὸ γυμνάζεσθαι· ἀλλ’ ἐπεὶ τὸ γυμνάσιον ἐγγύτερον τῆς ὑγείας, ἄμεινον καὶ αἱρετώτερον· τὸ γὰρ ἐγγυτέρω τοῦ τέλους δοκεῖ τὸν αὐτὸν λόγον ἔχειν πρὸς τὸ πρὸ αὐτοῦ αἴτιον ὃν τὸ τέλος πρὸς αὐτό· τέλος γάρ πως καὶ τοῦτο ἐκείνου. οὕτως καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τῆς ἕξεως αἱρετωτέρα· ἐγγυτέρω γὰρ τῆς εὐδαιμονίας, ὃ τέλος ἐστὶν ἀμφοῖν. δόξαι δ’ ἄν οὕτως καὶ τὰ ὑγείας φυλακτικὰ αἱρετώτερα εἶναι τῶν ποιητικῶν αὐτῆς· τὰ μὲν γὰρ συνυπάρχει τῇ ὑγείᾳ. τὰ δὲ πρὸ αὐτῆς ἐστιν. οὕτως ἱππικὴ μὲν ἀμείνων χαλινοποιητικῆς ἀμφοτέρων συντελουσῶν πρὸς στρατηγίαν, ὅτι ἐγγυτέρω ἡ ἱππική· τεκτονικὴ δὲ ὑλοτομικῆς ἀμφοτέρων χρησίμων οὐσῶν πρὸς ναυπηγίαν, καὶ ἰατρικῆς γυμναστικὴ ἀμφοτέρων πρὸς εὐεξίαν συντελουσῶν. Καὶ ὅλως τὸ πρὸς τὸ τοῦ βίου τέλος αἱρετώτερον μᾶλ- λον ἡ τὸ πρὸς ἄλλο τι. Ἃ γὰρ πρὸς τὸ τελειότατον τέλος συντελεῖ, αἱρετώτερα τῶν πρός ἄλλο τι συντελούντων· τελειότατον δὲ τέλος ἐστὶν ἡ εὐδαιμονία· πάντα γὰρ τὰ ἄνα ἐπὶ ταύτην τὴν ἀναφορὰν ἔχει. εἰ οὗν καὶ τῶν ἄλλων τὰ τέλη πρὸς εὐδαιμονίαν ἔχει τὴν ἀναφοράν, δῆλον ὅτι καὶ ὅσα πρὸς ἐκείνων τι συντελεῖ, δεύτερα ἂν εἴη τῶν πρὸς εὐδαιμονίαν συντελούντων. δυνάμει δὲ καὶ οὗτος ὁ τόπος ἐστὶν ἐν τῷ πρὸ αὐτοῦ· ἐπεὶ γὰρ ἓν τὸ τελειότατόν ἔτι τέλος καὶ γὰρ τὰ ἄλλα, ὅσα δοκεῖ τέλη ἄλλων εἶναι, τοῦ τελειοτάτου τέλους χά |ριν ἐστί), καὶ τὰ ἄλλων τινῶν τέλη καὶ αὐτὰ τοῦ τελείου τέλους χάριν δῆλον ὅτι ὄντα· διαφορὰ δὲ αὐτῶν ἐστιν, ὅτι τὰ μὲν ἐγγὺς τοῦ τελειοτάτου τέλους ἐστὶ τὰ δὲ πόρρω. οἷον εὐδαιμονία μὲν τὸ τελειότατον τέλος, φρόνησις δὲ τέλος καὶ αὐτὴ ἄλλου τινὸς οὖσα τῆς εὐδαιμονίας χάριν ἐστὶ καὶ αὐτή· γίνεται οὖν καὶ αὐτὴ καὶ τὰ δι’ αὐτὴν τέλος ἔχοντα τὴν εὐδαιμονίαν, ἀλλ᾿ ἡ μὲν φρόνησις ἐγγὺς τῆς εὐδαιμονίας προσεχῶς γὰρ τέλος αὐτῆς αὕτη), τὸ δὲ φρονήσεως ποιητικόν, οἷον παιδεία, προσεχὲς μὲν τέλος ἔχει. τὴν φρόνησιν, ἔσχατον δὲ τὴν εὐδαιμονίαν· ἐγγυτέρω γὰρ ἡ φρόνησις τῆς εὐδαιμονίας παιδείας τε καὶ τῶν φρονήσεως ποιητικῶν· εὐλόγως οὗν αὐτῶν ἐστι καὶ αἱρετωτέρα. εἰ τοίνυν ζητοῖτο πότερον αἱρετώτερον ὑγεία ἢ πλοῦτος, ἐπεὶ ἡ μὲν ὑγεία πρὸς τὸ τοῦ βίου τέλος τὴν ἀναφορὰν ἔχει, τοῦτ’ ἔστι πρὸς εὐδαιμονίαν, ὁ δὲ πλοῦτος πρὸς τὰς κατ’ ἐνευθεριότητα ἐνεργείας, αἵτινες καὶ αὐταὶ ἐπὶ τὴν εὐδαιμονίαν ἔχουσι τὴν ἀναφοράν, εἴη ἄν ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα. ἀλλὰ καὶ τῶν φρονήσεως ποιητικῶν αἱρετωτέρα ἡ κατὰ δικαιοσύνην ἐνέργεια· ποιητικὴ γὰρ εὐδαιμονίας αὕτη. δεικνύοιτο δ’ ἄν διὰ τοῦ τόπου τούτου ἡ ἀρετὴ αἱρετωτέρα τῆς παρὰ βασιλέως τιμῆς, εἴ γε τῆς μὲν ἀρετῆς εὐδαιμονία τέλος. τῆς δὲ παρὰ βασιλέως τιμῆς τὸ ἔθνους ἄρξαι τινός. Καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου. οὐκέτι τοῦτο ἁπλῶς αἱρετώτερον ἀλλὰ τῷ αἱρουμένῳ. σαφὴς δὲ ὁ τόπος· εἰ γὰρ τῶν συγκρινομένων εἴη τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, αἱρετώτερον τὸ δυνατὸν τούτῳ ᾧ τὸ · ἕτερον ἀδύνατον. οἷον ἐπεὶ μακροβιότης μὲν ἀνθρώπῳ δυνατὸν ἀθανασία δὲ ἀδύνατον, αἱρετώτερον ἂν εἴη ἀνθρώπῳ μακροβιότης ἀθανασίας· ὁμοίως καὶ μετριοπάθεια ἀπαθείας. ἁπλῶς μὲν γὰρ ἀθανασία ἄν εἴη αἱρετώτερον καὶ ἀπάθεια, ἐπεὶ τῷ βελτίονι ταῦτα αἱρετά, θεῷ. ὅτι γὰρ καὶ ἀδύνατα αἱρετὰ λέγει, οὐ τούτοις οἷς ἐστιν ἀδύνατα, ἀλλ’ ἁπλῶς, εἰ εἴη τοιαῦτα, ἔδειξε διὰ τοῦ τὴν σύγκρισιν ποιήσασθαι τὴν κατὰ αἱρετώτερον καὶ ἐπὶ ἀδυνάτου· τοῦτο γὰρ αἱρετώτερον. ἁπλῶς μὲν οὖν δύναται καὶ τὸ ἀδύνατον αἱρετώτερον ὂν δείκνυσθαι τοῦ δυνατοῦ· τῶ δὲ αἱρουμένω τὸ δυνατὸν αἱρετώτερον. Ἔτι δύο ποιητικῶν, οὗ τὸ τέλος βέλτιον. Ἀσαφῶς εἴρηται διὰ βραχύτητα ὁ τόπος. ἔστι δὲ τοιοῦτος· εἰ δύο εἴη τινὰ δύο τελῶν ποιητικά τινων, οὗ τὸ τέλος βέλτιον καὶ αἱρετώτερον, καὶ αὐτὸ βέλτιον. οὕτως παιδεία γυμνασίων δεικνύοιτ’ ἂν ἀμείνων, εἴ γε γυμνάσια μὲν ὑγείας ἐστὶ ποιητικά, παιδεία δὲ φρονήσεως. καὶ ἔστιν ἡ φρόνησις τῆς ὑγείας αἱρετώτερον. πάλιν τὸ γυμνάζεσθαι τοῦ χρηματέξεσθαι αἱρετώτερον· τὸ μὲν γὰρ πλούτου, τὸ δὲ ὑγείας ποιητικόν, βέλτιον δ’ ὑγεία πλούτου. δῆλον δὲ ὅτι, εἰ ἀμφότερα ποιητικὰ τῶν οἰκείων τελῶν λαμβάνοιτο ἢ ὁμοίως γε, ὁ τόπος ὑγιής. ἐὰν γὰρ τὸ μὲν τοῦ ἧττον αἱρετοῦ τέλους προσεχῶς ποιητικὸν ᾖ, τὸ δὲ τοῦ αἱρετωτέρου πορρωτέρω, οὐ πάντως τὸ τοῦ αἱρετωτέρου ποιητικὸν αἱρετώτερον· οὐ γὰρ αἱρετώτερον τὸ κείρεσθαι τοῦ χρηματίζεσθαι, καίτοι τὸ μὲν ἐπὶ ὑγείαν, τὸ δ’ ἐπὶ πλοῦτον ἄγει· ἀλλὰ πλεῖον ἀφέστηκε τὸ κείρεσθαι τῆς ὑγείας ἢ τὸ χρηματίζε- σθαι τοῦ πλούτου. Ποιητικοῦ δὲ καὶ τέλους ἐκ τοῦ ἀνάλογον. εἰπὼν διὰ τοῦ πρὸ τούτου τόπου τὸ τοῦ βελτίονος ποιητικὸν τέλους βέλτιον εἶναι, ὡς ἀναλογίαν ἐχόντων πρὸς ἄλληλα τῶν τελῶν καὶ τῶν ποιητικῶν αὐτῶν ὅσῳ γὰρ ἂν τὸ τέλος τοῦ τέλους ὑπερέχῃ, τοσοῦτον. καὶ τὸ ποιητικὸν τοῦ ποιητικοῦ), ταύτῃ τῇ ἀναλογίᾳ προσχρώμενος τόπον τινὰ ἡμᾶς διδάσκει, ᾧ προσχρώμενοι δυνησόμεθα συγκρίνειν τέλος τινὸς καὶ ποιητικόν τι ἄλλου τέλους. πάνυ δὲ γλαφυρὰ ἡ τοῦ τόπου τούτου εὕρεσις· φησὶ γὰρ ὅτι ἐκ τοῦ ἀνάλογον εὑρήσομεν καὶ ἐν τούτοις τήν τε ὑπεροχὴν καὶ τὸ αἱρετώτερον. ἄν γὰρ λάβωμεν καὶ τὸ τοῦ ποιητικοῦ τοῦ συγκρινομένου τῷ τέλει οἰκεῖον τέλος, οὗ ἐστι ποιητικόν, καὶ πάλιν τοῦ τέλους τ οὐ συγκρινομενου τῳ ποιητικῷ τὸ οἰκεῖον ποιητικὸν καὶ εὕρωμεν πόσῳ υπερέχει τὸ τέλος τοῦ ποιητικοῦ τοῦ συγκρινομένου τέλους αὐτῷ, δῆλον ὅτι ἔχοιμεν ἄν καὶ ὅσῳ τὸ συγκρινόμενον ποιητικὸν ὑπερέχει τοῦ ποιητικοῦ, ὅ ἐστι τοῦ συγκρινομένου ποιητικὸν τέλους· ὡς γὰρ τὸ τέλος πρὸς τὸ τέλος, οὕτως καὶ τὸ ποιητικόν, ὡς ἐδείχθη διὰ τοῦ πρὸ τούτου τόπου. τούτων τοίνυν οὕτως ἐχόντων, ἂν τὸ τέλος τοῦ τέλους πλέον ὑπερέχῃ ἢ |τὸ ὑπερεχόμενον τέλος τοῦ ἰδίου ποιητικοῦ, εἴη ἄν καὶ τὸ ποιητικὸν τοῦ ὑπερέχοντος τέλους πλεῖον ὑπερέχον τοῦ ποιητικοῦ τοῦ ὑπερεχομένου τέλους ἢ τὸ τέλος τὸ ὑπερεχόμενον τοῦ οἰκείου ποιητικοῦ. εἰ γὰρ ὅσον τὸ τέλος τοῦ τέλους ὑπερεῖχε, τοσοῦτον καὶ τὸ ποιητικὸν τοῦ ποιητικοῦ, πλείονι δὲ τὸ τέλος τοῦ τέλους ἢ τὸ ὑπερεχόμενον τέλος τοῦ ἰδίου ποιητικοῦ, δῆλον ὅτι καὶ τὸ ποιητικὸν πλείονι ὑπερέχει τοῦ ποιητικοῦ ἢ τὸ ἴδιον αὐτοῦ τέλος. τὸ δὲ τοῦ αὐτοῦ πλείονι ὑπερέχον τοῦ ἐλάττονι ὑπερέχοντος βέλτιον· ὑπερέξει ἄρα καὶ τὸ ποιητικὸν τοῦ τέλους ᾧ συνεκρίνετο, καὶ αἱρετώτερον αὐτοῦ ἔσται. οἷον ἔστω ποιητικὸν εὐδαιμονίας ἡ φρόνησις, καὶ ζητείσθω πότερον αἱρετώτερον ἡ φρόνησις οὖσα ποιητικὸν εὐδαιμονίας ἢ ἡ ὑγεία, ἥτις καὶ αὐτὴ τέλος ἐστίν. ἄν δὴ λάβωμεν τήν τε εὐδαιμονίαν, ἧς ἡ φρόνησίς ἐστι ποιητική, καὶ τὸ τῆς ὑγείας οὔσης τέλους ποιητικόν, οἷον τὸ γυμνάσιον, ἔσται ὡς τὸ τέλος πρὸς τὸ τέλος, ἡ εὐδαιμονία πρὸς τὴν ὑγείαν, οὕτως καὶ τὸ ποιητικὸν πρὸς τὸ ποιητικόν, ἡ φρόνησις πρὸς τὸ γυμνάσιον· ὥσπερ γὰρ ἔχει ἡ εὐδαιμονία πρὸς τὴν φρόνησιν, τὸ ἴδιον ποιητικόν, οὕτως ἔχει καὶ ἡ ὑγεία πρὸς τὸ ἴδιον ποιητικόν, ὅ ἐστι τὸ γυμνάσιον. οὕτως δ’ ἐχόντων καὶ ὡς τὸ ἡγούμενον πρὸς τὸ ἡγούμενον, ἡ εὐδαιμονία πρὸς τὴν ὑγείαν, οὕτως τὸ ἑπόμενον πρὸς τὸ ἑπόμενον, ἡ φρόνησις πρὸς τὸ γυμνάσιον· ὅσῳ δὴ αἱρετωτέρα εὐδαιμονία ὑγείας, τοσούτῳ καὶ φρόνησις γυμνασίου. κειμένων τούτων ἐξετάσωμεν πάλιν εἰ ἴσον ὑπερέχει ἡ εὐδαιμονία τῆς ὑγείας καὶ ἡ ὑγεία τοῦ γυμνασίου, ὃ ἦν αὐτῆς ποιητικόν, ἢ πλέον ἢ ἔλαττον. ἂν μὲν γὰρ πλέον ὑπερέχῃ ἡ εὐδαιμονία τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνασίου, ἔσται καὶ ἡ φρόνησις ἡ ποιητικὴ τῆς εὐδαιμονίας πλέον ὑπερέχουσα τοῦ γυμνασίου ἤπερ ἡ ὑγεία· εἰ δὲ πλέον τοῦ αὐτοῦ ὑπερέχει, δῆλον ὅτι καὶ αἱρετωτέρα ἐστὶ τῆς ὑγείας· πλείονι γὰρ τοῦ αὐτοῦ ὑπερέχουσα ὑπερέχοι ἂν καὶ ταύτης. εἰ δὲ ἴσον ἥ τε εὐδαιμονία τῆς ὑγείας καὶ ἡ ὑγεία τοῦ γυμνασίου ὑπερέχει, ἴσον ἄν καὶ ἡ φρόνησις τοῦ γυμνασίου ὑπερέχοι καὶ ἡ ὑγεία· εἰ δὲ ἴσον, ὁμοίως ἄν εἴη καὶ αἱρετὴ αὐτῇ. εἰ δὲ ἔλαττον ἡ εὐδαιμονία ὑπερέχει τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνασίου, ἔλαττον ἂν καὶ ἡ φρόνησις ὑπερέχοι τοὐ γυμνασίου ἤπερ ἡ ὑγεία· ἔλαττον δὲ ὑπερέχουσα δῆλον ὡς καὶ ἔλαττον [ἄν] αἱρετὴ αὕτη. καὶ οὕτως ἂν εἴη τέλος αἱρετώτερον δεδειγμένον ἡ ὑγεία τοῦ ποιητικοῦ, τοῦτ’ ἔστι τῆς φρονήσεως, ᾧ συνεκρίνετο. δεικνύοιτο δ’ ἂν ἡ εὐδαιμονία πλέον ὑπερέχουσα τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνάζεσθαι διὰ τὸ μὴ οὕτως δεῖσθαι τὴν εὐδαιμονίαν τῆς ὑγείας, ὡς δεῖται ἡ ὑγεία τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ γυμνάζεσθαι ποιητικὸν τῆς ὑγείας, ἡ δὲ ὑγεία, εἰ καὶ συντελεῖ πρὸς εὐδαιμονίαν, ἀλλ’ οὐχ ὡς ποιητικὸν αὐτῆς ἀλλὰ πορρωτέρω. ὥστε πλείονι ὑπερέχοι ἂν ἡ εὐδαιμονία τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνάζεσθαι· πλείονι ἄρα καὶ ἡ φρόνησις τοῦ γυμνάζεσθαι ἢ ἡ ὑγεία· τὸ δὲ τοῦ αὐτοῦ πλείονι κατὰ τὸ ἀγαθὸν ὑπερέχον καὶ αἱρετώτερον. οὐ μόνον δὲ εὗρε τὸν τόπον περιττῶς, ἀλλὰ καὶ ἡρμήνευσεν ἰσχυρῶς τε καὶ βραχέως. Ἔτι τὸ κάλλιον καθ’ αὑτὸ καὶ τιμιώτερον καὶ ἐπαινετωτερον. Κοινότερον τοῖς ὀνόμασι νῦν χρῆται, τῷ τε καλλίονι καὶ τῷ τιμιωτέρῳ καὶ ἐπαινετωτέρῳ. ἐν μὲν γὰρ τῇ τῶν ἀγαθῶν διαιρέσει τίμια μὲν τῶν ἀγαθῶν εἶπεν εἶναι τὰ ἀρχικώτερα, ὡς θεούς, γονεῖς, εὐδαιμονίαν, καλὰ δὲ καὶ ἐπαινετὰ τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας, δυνάμεις δὲ οἷς ἔνεστιν εὖ καὶ κακῶς χρῆσθαι, ὠφέλιμα δὲ τὰ τούτων ποιητικὰ τῶν ἀγαθῶν καὶ εἰ ταῦτα συντελοῦντα. νῦν δὲ τὸ καλὸν καὶ τὸ ἐπαινετὸν καὶ τὸ τίμιον ἔοικε καὶ κατὰ τῶν ὡς δυνάμεων ἀγαθῶν φέρειν. ὁ δὲ τόπος τοιοῦτος. τὸ καθ’ αὑτὸ κάλλιον, τοῦτ’ ἔστι τὸ τῇ ἑαυτοῦ φύσει κάλλιον, καὶ τιμιώτερον καὶ ἐπαινετώτερον [καὶ αἱρετώτερον] τοῦ ἦττον τοιούτου τῇ ἑαυτοῦ φύσει αἱρετώτερον. κάλλιον γὰρ τῇ αὑτοῦ φύσει καὶ τιμιώτερον καὶ ἐπαινετώτερον ἡ φιλία τοῦ πλούτου. ‘ὁμοίως καὶ ἡ δικαιοσύνη ἰσχύος· πλοῦτος μὲν γὰρ καὶ ἰσχύς, εἰ καὶ καθ’ αὑτὰ ἀγαθά τε δοκεῖ κὰλ καλὰ καὶ τιμῆς καὶ σπουδῆς ἄξια εἷναι, ἀλλ’ ἐφ’ ἕτερον ἡ ἀναφορὰ τῆς αἱρέσεως αὐτῶν τοῦ μὲν πλούτου ἐπὶ τὴν χρῆσιν, τῆς δὲ ἰσχύος ἐπὶ τὸ τὸ προκείμενον ποιεῖν ἀνεμποδίστως· ἡ δὲ φιλία καὶ ἡ δικαιοσύνη δι’ αὑτὰ τιμᾶται. ἐπιζητήσαι |δ’ ἄν τις τίνι διαφέρει οὗτος ὁ τόπος τοῦ πρὸ ὀλίγου ῥηθέντος, ἐν ᾧ ἔλεγε τὰ καθ’ αὑτὰ αἱρετὰ τῶν κατὰ συμβεβηκὸς αἱρετώτερα εἶναι ἢ τὰ δι’ αὑτὰ τῶν δι’ ἄλλα. ἢ ἐν ἐκείνοις μὲν τὰ δι’ αὑτὰ αἱρετὰ τῶν δι’ ἄλλα ἔλεγεν αἱρετώτερα εἶναι καὶ τὰ καθ’ αὑτὰ αἱρετὰ τῶν κατὰ συμβεβηκός, τὰ ὠφέλιμα τῶν ἀγαθῶν συγκρίνων τοῖς δι’ αὑτὰ αἱρετοῖς· οὐ γὰρ δεῖ τοὺς τόπους ἀπὸ τῶν παραδειγμάτων κρίνειν· ἐνταῦθα δὲ τῶν καλῶν καὶ τιμίων τά δι’ αὑτὰ τὸ κάλλιον ἔχοντα καὶ τιμιώτερον καὶ ἐπαινετώτερον αἱρετώτερά φησιν, ὡς ἀμφοτέρων μὲν ἐχόντων τὸ δι’ αὑτό, μᾶλλον δὲ τῶν ἑτέρων. οὕτως δὲ ἄν διαφέροι οὗτος ὁ τόπος καὶ ἐκείνου δι’ οὗ ἔλεγε “καὶ τὸ φύσει τοὐ μὴ φύσει” ἐνταῦθα γὰρ ἀμφότερα φύσει· φιλία γὰρ καὶ δικαιοσύνη πλούτου καὶ ἰσχύος κτὰ τὸ καλλίω εἶναι δι’ αὑτὰ καὶ τιμιώτερα καὶ ἐπαινετώτερα αἱρετώτερά ἐστιν, ὄντων καὶ ἐκείνων αἱρετῶν τῇ αὑτῶν φύσει. τὸ δὲ οὐδεὶς γὰρ τιμᾷ τὸν πλοῦτον δι’ αὑτὸν ἀλλὰ δι’ ἕτερον οὐκ ἔστιν ἀναιρετικὸν τοῦ τῇ αὑτοῦ δύσει αἱρετὸν εἶναι τὸν πλοῦτον. καθ’ ὅσον μὲν γὰρ ὄργανον, τοιοῦτο· καθ’ ὅσον δὲ ἐν τῇ αὑτοῦ φύσει ἔχει τὸ εἶναι τῷ σπουδαίῳ πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας ὄργανον, ἀλλ᾿ οὐχ ὑπὸ τοῦ σπουδαίου πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας ὄργανον γίνεται, καθ’ αὑτόν ἐστιν ἀγαθός τε καὶ αἱρετός· ἔχει γὰρ ἐν τῇ αὑτοῦ φύσει τὸ εἶναι χρήσιμος. ὅτι γὰρ μὴ ὁ σπουδαῖος τοιοῦτον αὐτὸν ποιεῖ, δῆλον ἐκ τοῦ μὴ ποιεῖν αὐτὸν τὴν πενίαν τοιαύτην, καίτοι χρώμενον καὶ ταύτῃ, καὶ ἔτι αἱρεῖσθαι αὐτὸν πρὸ πενίας πλοῦτον. Ἔρι ὅταν δύο τινὰ αὑτοῖς σφόδρα ᾐ παραπλήσια. Τόπον ἡμῖν παραδίδωσιν ἀπὸ τῶν παρεπομένων. ὅταν γάρ, ὧν τὴν σύγκρισιν ποιούμεθα ζητοῦντες πότερόν ἐστιν αὐτῶν αἱρετώτερον, ἐὰν] παραπλήσια ἀλλήλοις ᾖ καὶ διὰ τοῦτο δύσκριτον καὶ δυσφώρατον ἔχῃ τὴν ὑπεροχήν, δεῖν φησιν ἐκ τῶν παρεπομένων αὐτοῖς τὴν ἐπίκρισιν ποιεῖσθαι· ᾧ γὰρ ἕπεται μεῖζον ἀγαθὸν τῶν ἄλλων ὁμοίων ὄντων αὐτοῖς, τοῦτο αἱρετώτερον. ἐὰν δὲ κακὰ ᾖ τὰ ἑπόμενα αὐτοῖς οὐδὲν γὰρ κωλύει καὶ αἱρετοῖς τισιν οὖσιν ἕπεσθαί τινα δυσχερῆ τε καὶ φευκτά), ᾧ ἕπεται τὸ ἔλαττον κακόν, τοῦτο ἔσται αἱρετώτερον. οἷον ἐὰν ζητῶμεν πότερον τὸ μανθάνειν ἢ τὸ γυμνάζεσθαι αἱρετώτερον, λαμβάνομεν τὰ ἑπόμενα αὐτοῖς· ἕπεται δὲ τῷ μὲν μανθάνειν τὸ ἐπίστασθαι, τῷ δὲ γυμνάζεσθαι τὸ ὑγιαίνειν· ***μεῖζον ἀγαθόν, ἐροῦμεν τὸ μανθάνειν τοῦ γυμνάζεσθαι αἱρετώτερον. ***καὶ τὸ ἀνενδεὲς τοῦ δεομένου, ὅταν ζητῶμεν πότερον αἱρετώτερον τὸ εὗ ποιεῖν ἢ τὸ εὗ πάσχειν, ἐπεὶ τῷ μὲν εὖ ποιεῖν ἕπεται τὸ ὅμοιον θεῷ καὶ τοῖς ἀνενδεέσιν εἶναι, τὸ δὲ εὖ πάσχειν τῶν θνητῶν τε καὶ ἐνδεῶν, τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν ἐροῦμεν αἱρετώτερον. οὕτως δειχθή- σεται καὶ ἐγκράτεια καρτερίας αἱρετώτερον, εἴ γε τῇ μὲν ἐγκρατείᾳ ἕπεται τὸ νικᾶν τῇ δὲ καρτερίᾳ τὸ μὴ ἡττᾶσθαι, αἱρετώτερον δὲ τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι. ἂν δὲ ᾖ τὰ ἑπόμενα κακά, τὴν ἐπίκρισιν τοῦ αἱρετωτέρου ἀπὸ τοῦ ἐλάττονος ποιησόμεθα κακοῦ · ἄν γὰρ ζητῶμεν πότερον αἱρετώτερον θεραπεύεσθαι ἢ πλεῖν, ἐπεὶ τῷ μὲν πλεῖν ἕπεται τὸ ναυτιᾶν τῷ· δὲ θεραπεύεσθαι τὸ καίεσθαί τε καὶ τέμνεσθαι, καὶ ἔστι μεῖζον κακὸν τοῦτο τοῦ ναυτιᾶν, ἐροῦμεν αἱρετώτερον τὸ πλεῖν τοῦ θεραπεύεσθαι. ἐπὶ δὲ τῶν αὐτῶν τούτων καὶ ἀπὸ τῶν ἑπομένων αὐτοῖς ἀγαθῶν ἔστι τὴν ἐπίκρισιν ποιεῖσθαι· ἐπεὶ γὰρ τῷ ἂν θεραπεύεσθαι ἕπεται ἡ ὑγεία τῷ δὲ πλεῖν ἢ κέρδος ἢ ἱστορία, μεῖζον δὲ ἀγαθὸν ἡ ὑγεία τούτων, ἔσται κατὰ τοῦτο τὸ θεραπεύεσθαι τοῦ πλεῖν αἱρετώτερον. ἔνεστι τούτῳ προσχρωμένους τῷ τόπῳ καὶ τὸν θεωρητικὸν βίον αἱρετώτρον δεικνύναι τοῦ πρακτικοῦ· ἕπεται γὰρ τῷ μὲν θεωρητικῷ τὸ ὑπερορᾶσθαί τε καὶ ἀμελεῖσθαι καὶ καταφρονεῖσθαι, τῷ δὲ πρακτικῷ τὸ φθονεῖσθαί τε καὶ ἐπιβουλεύεσθαι μείζονα ὄντα τοῦ ὑπερορὰσθαι καὶ καταφρονεῖσθαι κακά. δεικνύοιτο δ’ ἄν καὶ δόξα πλούτου αἱρετώτερον, ἐπεὶ τῇ μὲν δόξῃ χαυνότης ἕπεται τῷ δὲ πλούτῳ ὕβρις μεῖζον ὂν κακὸν χαυνότητος. καὶ οὕτως μὲν τοῖς συγκρινομένοις αἱρετοῖς οὖσιν ἔνεστι δεικνύναι ἑπόμενα κακά τινα. ἔνεστι δὲ ἀπὸ τῶν παρακολουθούντων κακῶν καὶ φευκτῶν ὄντων ἄλλο ἄλλου φευκτότερον δεικνύναι. ἐπεὶ γὰρ τῷ μὲν ἀδικεῖν ἕπεται τὸ μι |σεῖσθαι τῷ δὲ ἀδικεῖσθαι τὸ ἐλεεῖσθαι, καὶ ἔστι μεῖζον κακὸν τὸ μισεῖσθαι τοῦ ἐλεεῖσθαι, ἔλλαττον φευκτὸν τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν. πάλιν εἰ τὸ τοὺς οἰκείους ἀλλήλοις ἐπιβουλεύειν μεῖζον κακὸν ἢ τὸ τοὺς ἀλλοτρίους, ἕπεται δὲ τῇ μὲν στάσει τὸ τοὺς οἰκείους ἀλλήλοις ἐπιβουλεύειν τῷ δὲ πολέμῳ τὸ τοὺς ἀλλοτρίους, ἔλαττον φευκτὸν τὸ πολεμεῖν ἄν εἴη τοῦ στασιάζειν. οὕτω δειχθήσεται καὶ μανία ὀργῆς ἦττον κακόν, εἴ γε τῇ μὲν μανίᾳ ἕπεται τὸ ἀτυχεῖν τῇ δὲ ὀργῇ τὸ ἁμαρτάνειν μεῖζον <ὂν> τοῦ ἀτυχεῖν κακόν. λέγει δὲ καὶ διαφοράν τινα ἑπομένων τισίν· τὰ μὲν γὰρ πρότερά ἐστι τῷ χρόνῳ αὐτῶν, οἷς λέγεται ἕπεσθαι, τὰ δὲ ὕστερα. καὶ ἔστιν ὡς ἐπὶ τὸ πολὺ τῶν ἑπομένων τοῖς αἱρετοῖς τὰ ὕστερα τῶν πρώτων βελτίω· τῷ γὰρ μανθάνειν ὡς μὲν πρῶτον ἕπεται· τὸ ἀγνοεῖν (εἰ γὰρ μανθάνει, ἠγνόει· ἐν ὑποθέσει γὰρ ἡ ἀκολουθία), ὡς δὲ ὕστερον τὸ ἐπίστασθαι (εἰ γὰρ μεμάθηκεν, ἐπίσταται) καὶ τῷ ὡς μὲν πρῶιον τὸ νοσεῖν (εἰ γὰρ θεραπεύεται, νοσεῖ) ὡς δεύτερον τὸ ὑγιαίνειν (εἰ γὰρ θεραπεύεται, ὑγιανεῖ), καὶ τῷ ὡς μὲν πρῶτον ἡ πενία, ὡς δὲ δεύτερον τὸ ἔχειν χρήματα, [καὶ τῷ καὶ τοῖς γινομένοις ὡς μὲν πρότερον τὸ μὴ εἶναι, ὡς δ’ ὕστερον τὸ εἶναι. καὶ ἔμπαλιν ἐπὶ τοῦ φθείρεσθαι καὶ ὅλως ἐπὶ τῶν φευκτῶν· καὶ γὰρ τῇ νόσῳ ὡς μὲν πρῶτον ἡ ὑγεία, ὡς δ’ ὕστερον ἡ φθορά, καὶ τῇ ἀπωλείᾳ ὡς μὲν πρῶιον ἡ κτῆσις, ὡς δ’ ὕστερον ἡ ἀπορία, καὶ ἐπὶ τῶν ἀνδραποδιζομένων πρότερον μὲν ἡ ἐλευθερία, ὕστερον δὲ ἡ δουλεία. ὥστε ἔστιν ἐφ’ ὧν τὸ μὲν πρῶτον βέλτιον, χεῖρον δὲ τὸ δεύτερον. Δείξας δὲ τὸ διττὸν τῶν ἑπομένων δεῖν φησιν ἀεὶ τοῦτο λαμβάνειν τῶν ἑπομένων ὃ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν χρήσιμον. ἐκ μὲν γὰρ τῶν ὕστερον ἑπομένων ἀγαθῶν δείξομεν τὸ μανθάνειν τοῦ ὑγιάζεσθαι αἱρετώτερον, ἐπεὶ τῷ μὲν ἐπιστήμη τῷ δὲ ὑγεία ἕπεται, μεῖζον δὲ ἀγαθὸν ὑγείας ἐπιστήμη, τὸ δὲ ἐπίστασθαι τοῦ ὑγιαίνειν, ἐπεὶ τῷ μὲν ἕπεται τὸ εὗ διακεῖσθαι τὴν ψυχήν, τῷ δὲ τὸ εὖ τὸ σῶμα ἔχειν ἔλαττον ὂν ἐκείνου. πάλιν δὲ ἐκ τῶν κακῶν τῶν ἑπομένων ὕστερον δειχθήσεται τὸ φιλοθέωρον εἶναι τοῦ ἰσχύειν τῷ σώματι αἱρετώτερον· ἕπεται γὰρ τοῖς μὲν φιλοθεώροις κακὸν ἡ τῶν ἀναγκαίων ἀμέλεια καὶ ἄγνοια, ἰοῖς δ’ ἰσχυροῖς τὰ σώματα θρασύτης καὶ ἀδικία μεῖζον οὖσα κακὸν τῆς τῶν ἀναγκαίων ἀμελείας τε καὶ ἀγνοίας. ἐκ δὲ τῶν ὕστερον ἑπομένων ἀγαθῶν τε καὶ κακῶν δεικνύοιτ᾿ ἂν τὸ πολεμοῦντα ἀποθνήσκειν αἱρετώτερον τοῦ φεύγοντα δουλεύειν· τοῖς μὲν γὰρ ἐν πολέμῳ ἀποθανοῦσιν ἕπεται ἀγαθὸν μὲν ἡ εὔκλεια, κακὸν δὲ τὸ ἐλεεῖσθαι, τοῖς δὲ φυγοῦσιν ἀγαθὸν μὲν τὸ ζῆν, κακὸν δὲ ἡ δουλεία· εἰ δὴ καὶ ζωῆς εὔκλεια μεῖζον ἀγαθὸν καὶ τὸ ἐλεεῖσθαι δουλείας ἔλαττον κακόν, κατ’ ἄμφω ἄν αἱρετώτερον εἴη πολεμοῦντα ἀποθνήσκειν τοῦ φεύγοντα δουλεύειν. διὰ δὲ τῶν πρώτων ἑπομένων ἀγαθῶν τε καὶ κακῶν δεικνύοιτ’ ἂν πάλιν τὸ μανθάνειν τοῦ ὑγιάζεσθαι αἱρετώτερον· τοῦ μὲν γὰρ ἡγεῖται τὸ βουλεύεσθαι ἀγνοίας ἀπαλλαγῆναι, τοῦ δὲ τὸ νόσου, καὶ ἔστιν ἀμφοτέρων αἱρετῶν ὄντων τὸ βουλεύεσθαι ἀγνοίας ἀπαλλγῆναι αἱρετώτερον· ὥστε καὶ τὸ ᾧ τοῦτο ἕπεται αἱρετώτερον. ἔμπαλιν δὲ ἔχει τὰ ἡγούμενα αὐτῶν κακά· τοῦ μὲν γὰρ μανθάνειν ἄγνοια ἡγεῖται, τοῦ δὲ ὑγιάζεσθαι νόσος, καὶ ἔστιν ἔλαττον κακὸν νόσος ἀγνοίας· ὥστε κατὰ τοῦτο αἱρετώτερον ἂν φαίνοιτο τὸ ὑγιάζεσθαι τοῦ μανθάνειν. ἢ οὐ κυρίως ταῦτα ἑπόμενα· διὸ ὑπάγοιτο ἂν τόπῳ ἄλλῳ τῳ ἀξιοῦντι αἱρετώτερον εἷναι δι’ οὗ μείζονός τις κακοῦ παύεται ἢ δι’ οὗ ἐλάττονος. ἔνεστι δὲ πρὸς τὸ χρήσιμον τοῦ προκειμένου καὶ ἐναλλὰξ λαμβάνειν τοῦ μὲν τὸ πρότερον ἑπόμενον τοῦ δὲ τὸ ὕστερον. ἐπιστήμην γὰρ ἡδονῆς αἱρετωτέραν δείξομεν λαμβάνοντες τῆς μὲν ἐπιστήμης τὸ πρότερον ἑπόμενον αὐτῇ (τοῦτο δέ τὸ μανθάνειν) τῆς δὲ ἡδονῆς τὸ ὕστερον· ἔστι δὲ τοῦτο τὸ ἀπολελαυκέναι· καὶ ἐπεὶ αἱρετώτερον τὸ μανθάνειν τοὐ ἀπολελαυκέναι, εἴη ἂν καὶ ἐπιστήμη ἡδονῆς αἱρετωτέρα. Ἔτι τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων, ἢ ἁπλῶς, ἢ ὅταν τὰ ἕτερα ἐν τοῖς ἑτέροις ἐνυπάρχῃ. Τὰ πλείω φησὶν ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα εἰνὶ, ἢ ἀπλῶς, ὅταν διαφέροντα ἀλλήλων λαμβάνηται, οἷον ὑγεία καὶ εὐγένεια καὶ πλοῦτος καὶ μνήμη τιμης καὶ ἰσχύος (ἁπλῶς γὰρ ταῦτα εἴληπται ἀλλήλων I τῷ ἐν τοῖς ἑτέροις μηδὲν τῶν ἑτέρων εἶναι), ἢ οὐχ ἁπλῶς, ἀλλ᾿ ὅταν τὰ ἕτερα ἐν τοῖς ἑτέροις, τὰ [δὲ] ἐλάττω ἐν τοῖς πλείοσιν ᾖ περιεχόμενα. δοκεῖ δὲ τοῦτο ἀληθέστερον εἶναι. ἐπὶ γὰρ τῶν ἁπλῶς καὶ πάντῃ ἑτέρων οὐκ ἀληθές· δύναται γὰρ τὰ ἐλάττω κατ’ ἀριθμὸν τῶν πλειόνων αἱρετώτερα εἶναι, ἄν ᾖ τὰ μὲν ἐλάττω μείζω τὰ δὲ πλείω μὴ τοιαῦτα· δικαιοσύνη γὰρ μετὰ φρονήσεως αἱρετωτέρα ὑγείας, πλούτου, ἰσχύος, κάλλους, εὐγενείας, ἅμ λαμβανομένων. οὐκέτι δὲ τοῦτ’ ἂν γένοιτο, εἰ τὰ ἐλάττω ἐν τοῖς πλείοσιν· ὑγεία γὰρ καὶ πλοῦτος καὶ τιμὴ καὶ εὐγένεια αἱρετώτερα ὑγείας καὶ πλούτου. Εἰπὼν δὲ τὸν τόπον ἔνστασίν φησιν ἔχειν αὐτόν· μὴ γὰρ πάντως τὰ πλείω τῶν ἐλαττόνων εἶναι αἱρετώτερα, ἄν τὰ μὲν περιέχῃ, τὰ δὲ περιέχηται. ὅταν γὰρ λαμβάνηται δύο ἀγαθά, τὸ τέλος καὶ τὸ ἐκείνου χάριν, οἷον τὸ ὑγιάζεσθαι καὶ ἡ ὑγεία, καὶ συγκρίνηται πρὸς τὴν ὑγείαν, ἥτις ἐνυπῆρχε τοῖς πρώτοις ῥηθεῖσιν ἀγαθοῖς δύο, οὐκ ἔστι τῆς ὑγείας ἕνεκεν αἱρούμεθα. ὁμοίως ἡ ἐπιστήμη μετὰ ταῦ μανθάνειν οὐκ ἔστιν αἱρετωτέρα τῆς ἐπιστήμης μιᾶς οὔσης δύο ὄντα, ὅτι τὸ μανθάνειν διὰ τὴν ἀπιστήμην αἱρούμεθα. ἀλλ’ οὐδὲ εὐδαιμονία μετὰ τῶν ἀρετῶν αἱρετωτέρα τῆς εὐδαιμονίας μόνης. ἔπει ἐν τῇ εὐδαιμονίᾳ περιέχονται καὶ αἱ ἀρειᾶί. καὶ ἐν τῷ πόλιν εὐεργετεῖν περιέχεται τὸ καὶ τοὺς οἰκείους, ὥστε οὐκ ἄν εἴη ἀμφότερα αἱρετώτερα τοῦ ἰὴν πόλιν εὖ ποιεῖν. καὶ ἡ εὐεξία δὲ ἐν αὑτῇ τὴν ὑγείαν περιέχουσα οὐ γίνεται ταύτῃ αἱρετωτέρα. οὐ γὰρ συναριθμεῖται τοῖς περιέχουσί τινα τὰ περιεχόμενα ὑπ’ αὐτῶν, ὡς ἐν τῷ πρώτῳ τῶν ᾿Ηθικῶν ἐρρέθη, τοῦτ’ ἔστιν οὐ συγκρίνεται· διὸ δεῖ προσδιορίζεσθαι τὸ ἐν τούτοις εἶναι τὰ πλείω καὶ περιέχοντα ἀγαθὰ αἱρετώτερα τῶν ἐλαττόνων καὶ περιεχομένων, ἐν τοῖς συναριθμεῖσθαι πεφυκόσι. Καὶ μὴ ἀγαθὰ δὲ ἀγαθῶν οὐδὲν κωλύει εἶναι αἱρετώτερα. Λέγει ὅτι καὶ ἀγαθόν τι μετὰ μὴ ἀγαθοῦ οὐδὲν κωλύει πλειόνων ἀγαθῶν αἱρετώτερον εἶναι· οὐ γὰρ πάντα μὴ ἀγαθὰ ληφθέντα ἀγαθῶν αἱρετώτερα ἂν εἴη, ἀλλ’ εἰ ἀγαθῷ μὴ ἀγαθόν τι συντεθείη· ἐκεῖνο γὰρ ἀδύνατον. δυνάμει δὲ τὴν ἔνστασιν, ἣν ἡμεῖς εἰρήκαμεν πρὸς τὸ πρῶιον εἰρημένον, τὸ ὅτι τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων ἁπλῶς αἱρετώτερα, τίθησι διὰ τούτων. σωφροσύνη γὰρ μετά τινος ἀδιαφόρου, οἷον ληκυθίου ἢ ἰόνθου ἢ οὐλότητος τριχῶν ἢ στάσεως ἢ τοῦ περιπατεῖν, ἢ καὶ κακοῦ τινος τῶν μικρῶν, οἷον ἀδοξίας, ὑγείας καὶ πλούτου καὶ ἰσχύος αἱρετώτερον· εἰ δὲ καὶ μετὰ κακοῦ τινος οὖσα ἡ σωφροσύνη αἱρετωτέρα ὁμοῦ πλειόνων ἀγαθῶν, οἷον πλούτου, εὐγενείας, δόξης, δῆλον ὅτι καὶ μόνη ἄν εἴη αὐτῶν αἱρετωτέρα· οὕτως δ’ οὐκέτ’ ἄν τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα εἴη, οὐδ’ ἂν μὴ τέλος ᾖ τῶν πλειόνων τὸ ἀντιτιθέμενον αὐτοῖς ὁμοίως δὲ καὶ εὐδαιμονία μετά τινος ἀδιαφόρου αἱρετωτέρα δικαιοσύνης καὶ ἀνδρείας. Καὶ τὰ αὐτὰ μετὰ ἡδονῆς μᾶλλον ἢ ἄνευ ἡδονῆς. Oὐκ ἄλλων πρὸς ἄλλα σύγκρισιν ὁ τόπος οὗτος ποιεῖται, ἀλλ’ αὐτῶν πρὸς αὐτά· τὰ γὰρ αὐτὰ ἀγαθὰ μεθ’ ἡδονῆς αἱρετώτερα ἢ χωρὶς ἡδονῆς, οἷον ἀνδρεία μεθ’ ἡδονῆς αἱρετωτέρα ἢ χωρὶς ταύτης. ἢ εἰ καὶ ἡ ἡδονὴ εἴη τῇ αὑτῆς φύσει ἀγαθόν, εἴη ἂν καὶ ἐνταῦθα τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα δεικνὺς τῷ τὰ ἐλάττω ἐν τοῖς πλείοσι περιέχεσθαι. εντι καὶ εἰ μὴ μετὰ ἡδονῆς τὰ αὐτὰ ἀγαθὰ εἴη ἀλλὰ μετὰ ἀλυπίας; αἱρετώτερα γίνεται, καὶ εἰκότως· τὰ γὰρ αὐτὰ ἀγαθὰ ἔλαττον αἱρετώτερα γίνεται μετὰ κακοῦ τινος ἢ εἰ χωρὶς τούτου λαμβάνοιτο. δῆλος δέ ἐστι τὴν ἀλυπίαν ἄλλο τι τῆς ἡδονῆς λέγων. Καὶ ἕκαστον ὲν ᾧ καιρῷ μεῖζον δύναται. Διὰ τούτου τοῦ τόπου δείκνυσιν ὅτι τῶν αἱρετῶν ἕκαστον αἱρετώτερόν ἐστιν ἐν ἐκείνῳ τῷ καιρῷ ἐν ᾧ πλεῖον δύναται. δύναται δὲ ἕκαστον πλεῖον, ὅτε καὶ μάλιστά ἐστιν αὐτοῦ χρεία· δείκνυσι γὰρ τὴν ἑκάστου δύναμιν ἡ χρεία μάλιστα. καὶ εἰκότως. τὸν γὰρ πεπληρωμένον ἤδη οὔτε ἥδεσθαι οὔτε λυπεῖσθαι λέγει, ἥδεσθαι δὲ τὸν ἐν ἐνδείᾳ τρεφόμενον. καὶ ὁ μὲν μὴ ὁρῶν τι ἡδὺ ἢ μὴ ἀκούων τινὸς τοιούτου οὗτε ἥδεται οὔτε λυπεῖται, ἥδεται δὲ ὁ ἐν τούτοις ὤν. οἷον ἐπεὶ αἱρετὸν ἡ ἀλυπία, εἰσὶ |δὲ οἱ γέροντες τῶν νέων ἐπιλυπότεροι (ἡ γὰρ νεότης φαιδρότητα ἔχει σύμφυτον), ἐν τῷ γήρᾳ ἡ ἀλυπία αἱρετωτέρα ἢ ἐν νεότητι· πλεῖον γὰρ ἰσχύει τότε· κατισχύει γὰρ τῆς λύπης ἐν τούτοις οὔσης πλείονος, καὶ μᾶλλον αὐτῆς χρεία τότε. ἀλλὰ καὶ ἡ φρόνησις αἱρετὴ οὖσα αἱρετωτέρα ἐστὶν ἐν τῷ γήρᾳ· μᾶλλον γὰρ ταύτης χρεία τοῖς γεγηρακόσιν, ἐπεὶ οὗτοι καὶ ἀπαιτοῦνται τοῦτο, καὶ ἐγχειρίζεται τούτοις ὅσα δεῖται φρονήσεως (τοὺς γὰρ νέους οὐδὲν ἀπαιτοῦσι τοιοῦτον), καὶ ἀκριβὴς ἰσχύος] τῆς φρονήσεως ἐξέτασις ἐπὶ τούτων γίνεται. πάλιν ἡ ‘ἀνδρεία τοῖς νέοις καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ αἱρετωτέρα· μᾶλλον γὰρ χρεία τοῖς νέοις τούτου, καὶ τοῦτο ἀπαιτοῦνται ὡς προσῆκον αὐτοῖς. ὁμοίως καὶ ἡ σωφροσύνη μᾶλλον ἐν τοῖς νέοις ἰσχύει· οὗτοι γάρ εἰσιν οἱ ὑπὸ ἡδονῶν ἐνοχλούμενοι μάλιστα, πρὸς ἃς σωφροσύνης δεῖ. τούτῳ δὲ τῷ λόγῳ δεικνύοιτο ἄν καὶ πενία μὲν ἐν γήρᾳ φευκτότερον (διὰ γὰρ ἀσθένειαν τὸ γῆρας δεῖται), ἀσθένεια δὲ ἐν νεότητι· μάλιστα γὰρ οὗτοι ἰσχύος δέονται. Καἰ ὃ ἐν παντὶ καιρῷ ἢ ἐν τοῖς πλείστοις χρησιμώτερον. Εἰπὼν ἐν παντὶ ἀσφαλέστερον ἐποίησε τὸ λεγόμενον προσθεὶς τὸ λοις αἱρετῶν εἶναι δοκούντων αἱρετώτερον οὗ ἐν παντὶ καιρῷ δεόμεθα ἢ οὗ μή. οὕτως δικαιοσύνη καὶ σωφροσύνη ἀνδρείας αἱρετωτέρα δεικνύοιτο ἄν, ὅτι δικαιοσύνης μὲν καὶ σωφροσύνης ἐν παντὶ καιρῷ χρεία (καὶ καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνη), ἀνδρείας δὲ ἐν πολέμω μόνω. εἴη δ’ ἂν (??)οὐκ ἀμφοτέρας ἅμα συγκρίνων τῇ ἀνδρείᾳ, τὴν δικαιοσύνην τὴν σωφροσύνην, ἀλλὰ ἰδίᾳ ἑκατέραν. οὕτως ἂν αἱρετωτέρα δεικνύοιτο ἡ φρόνησις τῶν ἄλλων ἀρετῶν ἁπασῶν· ἐκείνων μὲν γὰρ ἑκάστη περὶ ἀφωρισμένα τινά, ἡ δὲ φρόνησις περὶ πάντα. οὐ περὶ τῶν τελείων δὲ ἀρετῶν λέγοι ἄν· ἐκεῖναι γὰρ ἅμα εἰσὶν ἀλλήλαις. ἡ εἰ καὶ ἅμα, ἀλλ’ οὐχὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι ἅμα οὐδὲ ἡ χρεία αὐτῶν. Καὶ ὃ πάντων ἐ· χόντων μηδὲν θατέρου δεόμεθα. Δύο τινῶν αἱρετῶν εἰ τὸ μὲν τοιοῦτον εἴη ὥστε, εἰ πάντες αὐτὸ ἔχοιεν, ἀναιρεῖσθαι τὴν τοῦ ἑτέρου χρείαν καὶ μηδὲν αὐτοῦ δεῖσθαι, τὸ δὲ τοιοῦτον εἴη ὥστε, κἂν πάντες αὐτὸ ἔχωσι, χρείαν αὐτοὺς ἔχειν καὶ τοῦ ἑτέρου, αἱρετώτερόν φησιν εἶναι τοῦτο ὃ ἔχοντες οὐδὲν ἔτι τοῦ ἑτέρου δεόμεθα. τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύειν αἱρετώτερον ἀνδρείας δικαιοσύνην. δικαίων μὲν γὰρ πάντων ὄντων οὐδὲν ἀνδρείας δεῖ, εἴ γε πρὸς πολέμους μὲν ἡ ἀνδρεία χρήσιμος, ἀναιρεῖται δὲ ὁ πόλεμος, εἰ πάντες εἶεν δίκαιοι· καρτερίας γὰρ ἀλλ’ οὐκ ἀνδρείας δοκεῖ εἶναι τὸ πρὸς τομὰς καὶ ἀλγηδόνας ἀντέχειν· πάντων μέντοι ἀνδρείων ὄντων χρεία δικαιοσύνης· οὐ γὰρ ἀναιρεῖται τὰ συναλλάγματα, πρὸς ἃ δικαιοσύνης χρεία, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς πολέμους χρεία δικαιοσύνης. ὅτι δὲ μὴ τὰς τελείας ἀρετὰς λαμβάνει, διὰ τῶν παραδειγμάτων δῆλον. οὕτως πάλιν φιλία δικαιο- σύνης αίρετωτέρα· οί μὲν γὰρ φίλοι οὐδὲν δικαιλσύντης δέονται, οί δὲ δίκαιοι φιλίας δέονται. Ἔτι ἐκ τῶν φθορῶν καὶ τῶν ἀποβολῶν καὶ τῶν γενέσεων καὶ τῶν λήψεων καὶ τῶν ἐναντίων. Τόποις ἐχρήσατο ἐν τῷ δευτέρῳ εἰς κατασκευὴν τοῦ ἡ αἱρετόν τι εἶναι ἢ φευκτὸν τοῖς ἀπὸ τῶν φθορῶν καὶ τῶν γενέσεων καὶ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν οὕτως· οὗ τὰ φθαρτικὰ φευκτά. τοῦτο αἱρετόν, καὶ οὗ τὰ ποιητικὰ αἱρετά, καὶ αὐτὸ αἱρετόν· ἔμπαλιν δέ, οὗ μὲν τὰ φθαρτικὰ αἱρετά, αὐτὸ φευκτόν, οὗ δὲ τὰ ποιητικὰ φευκτά, φευκτὸν καὶ αὐτό. τούτους δὴ ἐπὶ συγκριτικὸν μεταφέρει· εἰ γὰρ οὗ τὸ φθαρτικὸν φευκτόν, τοῦτο αἱρετόν, καὶ οὗ τὸ φθαρτικὸν φευκτότερον τοῦτο αἱρετώτερον. οὕτως δεικνύοιτο ἄν ὑγείας ἐπιστήμη αἱρετώτερον· φευκτότερον γὰρ ἡ λήθη, τὸ τῆς ἐπιστήμης φθαρτικόν, τῆς νόσου, ἡ ἦς ὑγείας ἐστὶ φθαρτικόν. ἀλλὰ καὶ ἐπιστήμης πλοῦτος, εἴ γε φευκτότερον ἀσωτία φθαρτικὴ οὖσά πλούτου λήθης, ἣ ἐπιστήμης ἐστὶ φθαρτική. τὸ δὲ τῶν ἀποβολῶν ἤτοι ἐκ παραλλήλου εἶπε τῷ τῶν φθορῶν (τὰ γὰρ αὐτὰ ἐπὶ τῶν φθορῶν καὶ ἐπὶ τῶν ἀποβολῶν), ἢ φθοραὶ μὲν ἄν εἶεν τούτων ὧν οὐκ ἔστ· ιν ἐπάνοδος οὐδὲ ἀνάληψις, ὡς ἐπὶ τῶν στερήσεων, ἀποβολαὶ δὲ τούτων ἃ καὶ ἀναλαβεῖν πάλιν οἷόν τε τὸν ἀποβαλόντα. τυφλότης μὲν γὰρ καὶ κωφότης φθοραί· διό, εἰ ἡ τῆς ὄψεως φθορὰ φευκτοτέρα τῆς φθορᾶς τῆς ἀκοῆς, αἱρετωτέρα ἂν ἡ ὄψις τῆς ἀκοῆς δεικνύοιτο. ἀποβολαὶ δὲ [καὶ] ὑγείας καὶ πλού|του, ἃ καὶ ἀναληφθῆναι ἀποβληθέντα δύναται· εἰ γὰρ ἡ τῆς ὑγείας ἀποβολὴ τῆς τοῦ πλούτου φευκτοτέρα, εἴη ἄν ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα. ἀλλ᾿ εἰ ἐπὶ τούτων αἱ φθοραί, πῶς ἄν ἔτι εἶεν αἱ· ρεταί τινες φθοραί; αὗται γὰρ ἔσονται τῶν στερήσεων φθαρτικαί· οὐχ οἷόν τε δὲ στερήσεων εἰνὶ φθοράν. μήποτ’ οὗν φθορὰ μὲν ἐπὶ τῶν ἀχωρίστων λέγεται, ὧν ἡ ἀποβολὴ διὰ φθορὰς γίνεται διὰ τὸ μὴ δύνασθαι αὐτὰ σώζεσθαι χωρισθέντα τῶν ἐν οἷς ἐστι· τοιαῦται δέ εἰσιν αἵ τε ποιότητες καὶ αἱ ἕξεις. ἡ δὲ ἀποβολὴ ἐπὶ τῶν χωρίζεσθαι δυναμένων, ὁποῖά ἐστι τὰ κτήματα· εἰ γὰρ ἡ τοῦ χωρίου ἀποβολὴ φευκτοτέρα τῆς ἀποβολῆς τῆς οἰκίας, τὸ χωρίον τῆς οἰκίας αἱρετώτερον. προσέθηκε δὲ τὸ καὶ τῶν ἐναντίων, ὅτι ὡς ἐπ’ ἐκείνων οὕτως ἔχει καὶ ἐπὶ τῶν ἐναντίων πάλιν· ἐπεὶ γὰρ τῶν ἀποβολῶν αἱ μὲν δι’ ἐναντίων παρουσίαν γίνονται, αἱ δὲ αὐτὸ <τοῦτο> μόνον εἰσίν, ἀποβολαί, προσέθηκε ταῖς ἀποβολαῖς τὰ ἐναντία. ἀσπίδος μὲν γὰρ ἀποβολὴ οὐ δι᾿ ἐναντίου· ἀλλ’ οὐδὲ τὸ ἐπιλανθάνεσθαι ἐναντίον ἐστὶ τῷ εἰδέναι, ἀποβολὴ ὂν ἐπιστήμης, ὥσπερ οὐδὲ τὸ ἐμπίπλασθαι, ἀποβολὴ ὂν ὑγείας, ἐναντίον ἐστὶν αὐτῇ· καὶ εἰ τὸ ἐπιλανθάνεσθαι τοῦ ἐμπίπλασθαι φευκτότερον, καὶ ἐπιστήμη ὑγείας αἱρετώτερον. εἰ δὲ ἡ τῆς νόσου ἀποβολὴ αἱρετωτέρα τῆς ἀποβολῆς τῆς ἀγνοίας, φευκτοτέρα νόσος ἀγνοίας· πάλιν εἰ ἡ τῆς ἀρετῆς ἀποβολὴ φευκτοτέρα τῆς τῆς ὑγείας ἀποβολῆς, καὶ ἀρετὴ ὑγείας αἱρετώτερον. νόσος δὲ καὶ πενία ἐναντία ὑγείας καὶ πλούτου· καὶ ὡς ἐπὶ τῶν φθορῶν καὶ τῶν ἀποβολῶν, οὕτως καὶ ἐπὶ τούτων καὶ τῶν τοιούτων ἔχει. ὧν γὰρ τὰ ἐναντία φευκτότερα, ὡς ὧν αἱ φθοραὶ ἢ ἀποβολαὶ [ἢ τὰ ἐναντία] φευκτότερα, ταῦτα αἱρετώτερα, καὶ ὧν αἱρετώτερα τὰ ἐναντία, ταῦτα φευκτότερα, προσκειμένου τοῦ ῾ἂν μὴ συνεπιφέρηται τὸ ἕτερον τῷ ἑτέρῳ·’ διὰ τοῦτο γὰρ νόσου φευκτοτέρας οὔσης ἡ καχεξίας οὐκ ἔστιν ὑγεία αἱρετωτέρα εὐεξίας, ὅτι ἡ εὐεξία συνεπιφέφει τὴν ὑγείαν. οὕτως, ἐπεὶ ἀδικία ἀσωτίας φευκτοτέρα, καὶ δικαιοσύνη ἐλευθεριότητος αἱρετωτέρα. Ἔμπαλιν δὲ ἐπὶ τῶν γενέσεων τε καὶ λήψεων ἔχει μόνον, ὡς καὶ αὐτὸς λέγει· ὧν γὰρ αἱ γενέσεις τε καὶ αἱ λήψεις αἱρετώτεραι, καὶ αὐτὰ αἱρετώτερα, καὶ ὧν φευκτότεραι, καὶ αὐτὰ φευκτότερα. εἰ γὰρ τὸ μανθάνειν τοῦ γυμνάζεσθαι αἱρετώτερον, καὶ ἔστι τὸ μὲν μανθάνειν ἐπιστήμης γένεσις τὸ δὲ γυμνάζεσθαι ὑγείας, καὶ ἐπιστήμη ὑγείας αἱρετώτερον. καὶ εἰ τὸ γυμνάζεσθαι τοὐ χρηματίζεσθαι αἱρετώτερον, εἴη ἂν καὶ πλούτου ὑγεία αἱρετωτέρα. καὶ εἰ τὸ αἰδημόνως <καὶ> ὀφειλόντως τοὐ καταφρονητικῶς καὶ ἀναισχύντως αἱρετώτερον, καὶ ἔστι τὸ μὲν φιλοσόφου βίου ποιητικὸν τὸ δὲ ἀγοραίου, καὶ ὁ φιλόσοφος τοῦ ἀγοραίου αἱρετώτερος. καὶ εἰ τὸ χαίρειν μᾶλλον τῷ εἰδέναι ἡ τῷ φαίνεσθαι <τοῦ> ἧττον τῷ εἰδέναι ἡ τῷ φαίνεσθαι> αἱρετώτερον, καὶ τὸ μὲν ἤθους ἐστὶ ποιητικὸν τὸ δὲ σοφιστικοῦ, καὶ τὸ φιλόσοφον εἷναι τοῦ σοφιστὴν αἱρετώτερον. πάλιν εἰ τὸ ἐπιλανθάνεσθαι τῶν αἰσχρῶν αἱρετώτερον τοῦ ὑγιάζεσθαι, ἡ ἄγνοια τῶν αἰσχρῶν αἱρετώτερον ὑγείας. καὶ εἰ τὸ ὑπέχειν δίκην ἁμαρτάνοντα τοῦ ὑγιάζεσθαι αἱρετώτερον <,καὶ δικαιοσύνη ὑγείας αἱρετώτερον>· πάλιν δέ, εἰ τὸ λαμβάνειν βιαίως τὰ ἀλλότρια τοῦ νόσον λαμβάνειν φευκτότερον, καὶ ἀδικία νόσου φευκτότερον. καὶ εἰ τὸ μανθάνειν τοῦ χρηματίζεσθαι αἱρετώτερον, καὶ ἐπιστήμη πλούτου· ἄμφω γὰρ λαμβάνειν τί ἐστι, καὶ τὸ μανθάνειν καὶ τὸ χρηματίζεσθαι. αὐτὸς μέντοι τοῖς τόποις ἐχρήσατο πρὸς μόνην τὴν τῶν αἱρετωτέρων δεῖξιν. Ἄλλος τόπος, τὸ ἐγγύτερον τοῦ ἀγαθοῦ βέλτιον καὶ αἱρετώτερον, καὶ τὸ ὁμοιότερον τῷ ἀγαθῷ. οὗτοι εἰ ὡς δύο τόποι λαμβάνοιντο, εἴη ἂν πρῶτος, ὁ λέγων τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ βέλτιον, ὁ αὐτὸς τῷ ἤση προειρημένῳ τῷ ‟καὶ δυοῖν τὸ ἔγγιον τοῦ τέλους”· ἴσον γὰρ τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ καὶ τὸ ‟ἔγγιον τοῦ τέλους. δῆλον γὰρ ὅτι τοὐ ἀγαθοῦ ὡς τέλους λέγει· πῶς γὰρ ἄλλως ἐγγυτέρω ἄν ἡ δικαιοσύνη ληφθείη τῷ ἀγαθῷ εἰ μή τις λέγοι ὅτι τῷ τέλει καὶ τῇ εὐδαιμονίᾳ; ἢ δὴ τούτῳ ὁ αὐτὸς ἔσται ἢ τῷ προειρημένῳ τῷ ‟ἔπειτα δὲ τὸ ὅπερ τόδε τι τοῦ μὴ ἐν γένει”· καὶ γὰρ τὰ παραδείγματα, οἷς ἐπ’ αὐτοῦ χρῆται, τοιαύτα εἶναι δοκεῖ. ἡ γὰρ δικαιοσύνη, φησί, τοὐ δικαίου ἐγγυτέρω τοῦ ἀγαθοῦ· τοῦτο δέ ἐστιν, ὅτι ἡ μὲν δικαιοσύνη ἐν γένει ἐστὶ τῇ ἀρετῇ καὶ τῷ ἀγαθῷ, ὁ δὲ δίκαιος οὐκέτι. ἢ οὐ τοῦτον δίκαιον λέγει τὸν ἔχοντα τὴν δικαιοσύνην, ἀλλὰ δίκαιόν τι, ὃ δύναται θέσει καἰ νόμῳ καὶ οὐ φύσει εἶναι τοιοῦτο. καὶ οὕτως δὲ ἡ διαφορὰ αὐτοῖς, ὅτι ἡ μὲν δικαιοσύνη ἐν γένει τῷ ἀγαθῷ, τὸ δὲ δίκαιον οὐ πάντως. καὶ οὗτος δὲ ὁ τόπος προείρηται, ὡς εἶπον. εἰ δὲ εἷς εἴη ὁ τόπος, λέγοι ἄν δι᾿ αὐτοῦ τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ βέλτιον· ἐξηγούμενος δέ, πῶς ἐγγυτέρω εἶπε, προσέθηκε καὶ τὸ ὁμοιότερον ὂν τῷ ἀγαθῷ· τὸ γὰρ οὕτως ἐγγυτέρω ὡς ὁμοιότερον αὐτῷ εἷναι, τοῦτο αἱρετώτερον. εἰ δὲ τοῦτο εἴη λέγων, τὰ παραδείγματα αὐτῷ δοκεῖ εἶναι [ἢ] ὅτι ἡ δικαιοσύνη ὁμοιότερόν ἐστι τῷ ἀγαθῷ, τοῦτ’ ἔστι τῇ εὐδαιμονίᾳ, ἢ τὸ δίκαιον πρᾶγμα ἢ ὁ δίκαιος· καὶ γὰρ οὐδὲ εἶπε ῾τὸ ἐγγυτέρω ἀγαθοῦ᾿, ἀλλὰ τοῦ ἀγαθοῦ καὶ τὸ ὁμοιότερον τῷ ἀγαθῷ, ὃ σημαίνοι ἂν τὸ κυριώτατον τῶν ἀγαθῶν· ἔτι ὁ μετὰ τοῦτον τόπος ἐστὶν ἀπὸ τῆς πρὸς τὰ ἄλλα ἀγαθὰ ὁμοιότητος. οὕτως ἄν δεικνύοιτο καὶ ἀρετὴ εὐτυχίας αἱρετώτερον· ἐγγυτέρω γὰρ καὶ ὁμοιότερον εὐδαιμονίᾳ· καὶ εὔκλεια ἡδονῆς· ὁμοιότερον γὰρ τῷ καλῷ. ἀλλὰ καὶ τὸ τοὺς φίλους εὖ ποιεῖν τοῦ βλάπτειν τοὺς ἐχθροὺς ὁμοιότητα μᾶλλον πρὸς τὸ καλὸν ἔχει. [καὶ] εἰ διαιροῖτο δὲ ὁ τόπος, εἴη τοῦ μὲν ἐγγυτέρω τοῦ ἀγαθοῦ παράδειγμα ἡ κατ’ ἀρετὴν ἐνέργεια καὶ αὐταὶ αἱ ἕξεις· ἐγγυτέρω γὰρ εὐδαιμονίας αἱ ἐνέργειαι· τοῦ δὲ ὁμοιοτέρου τὸ εὗ ποιεῖν τοῦ εὖ πάσχειν· ὁμοιότερον γὰρ δὴ εὐδαιμονίᾳ τὸ εὗ ποιεῖν. Προστίθησι δὲ τῷ προειρημένῳ τόπῳ ἄλλον, τὸν λέγοντα ὅτι καὶ τὸ τῷ βελτίονι ἀμφοτέρων τῶν συγκρινομένων ὁμοιότερον βέλτιον καὶ αἱρετώτερον. ὃ γνώριμον διὰ τοῦ παραδείγματος ἐποίησεν· ἐπεὶ γὰρ τοῦ Αἴαντος καὶ τοῦ ᾿Οδυσσέως βελτίων ὁ ᾿Αχιλλεύς, ὁ τούτων τῷ Ἀχιλλεῖ ὁμοιότερος βελτίων· διὸ Αἴας ᾿Οδυσσέως· ὁμοιότερος γὰρ Ἀχιλλεῖ. ἔνστασιν δὲ πρὸς τὸ τῷ τόπῳ προκείμενον φέρει· εἰ γὰρ μή, ᾗ βελτίων ἐστίν, ὁμοιότερός τις εἴη αὐτῷ, μὴ εἶναι τοῦ ἑτέρου τοῦ ἧττον ὁμοίου βελτίονα, ἄν ἐκεῖνος αὐτῷ, καθ’ ὃ βελτίων ἐστίν, ὅμοιος ἡ. οἷον Ἀχιλλεὺς ἦν μὲν καὶ ἀνδρεῖος καὶ κατὰ τοῦτο βελτίων τοῦ τε Αἴαντος καὶ τοῦ Ὀδυσσέως, ἦν δὲ καὶ ὀργίλος· ἄν δὴ τῶν συγκρινομένων πρὸς ὁ μὲν πάνυ αὐτῷ κατὰ τὸ ὄργιον ὅμοιος ᾖ, ὁ δ’ ἠρέμα κατὰ τὸ ἀνδρεῖον, οὐκ ἐπεὶ ὁμοιότερος αὐτῷ ὁ ὀργίλος, διὰ τοῦτο βελτίων τοῦ ἑτέρου. δεῖ δὲ καὶ τῆς λέξεως ἀκούειν τῆς τοῦ ἑτέρου ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δὲ ὡς λεγούσης τὸ μὴ ὁμοίου δὲ ἀντὶ τοῦ ῾μὴ ἐπ’ ἴσης δὲ ὁμοίου᾿ · οὕτως γὰρ τὸ συγκριτικὸν σώζοιτο ἄν. ἢ δύναται καὶ ἁπλῶς εἰρῆσθαι· καὶ γὰρ ἐπὶ τοῦ ἐπιφερομένου οὐχ ἧττον λέγει τὸν ἵππον τῷ ἀνθρώπῳ ὅμοιον εἶναι τοὐ πιθήκου, ἀλλὰ τὸν μὲν πίθηκον ἐπὶ τὰ γελοιότερα ὅμοιον, τὸν δ’ ἵππον οὐδ’ ὅλως ὅμοιον. δύναται γάρ τις, ὥς φησιν, ὅμοιός τινι εἶναι καὶ ὲπὶ τὸ γελοιότερον, ὡς πίθηκος ἀνθρώπῳ, ὃς οὐκ ἐπεὶ οὓτως ὅμοιός ἐστιν ἀνθρώπῳ βελτίονι ὄντι καὶ τοῦ πιθήκου καὶ τοῦ ἵππου, ἤδη βελτίων ἔσται τοῦ ἵππου. δεῖ οὗν τὴν ὁμοιότητα ἐπὶ τὰ εἶναι καὶ μὴ ἐπὶ τὰ γελοιότερα, εἰ μέλλοι ὁ ὁμοιότερος τῷ βελτίονι βελτίων εἶναι. οὕτως ὁ διδοὺς τοῦ λαμβάνοντος δεικνύοιτ’ ἄν βελτίων· ὁμοιότερος γὰρ θεῶ· καὶ θεωρία πράξεως διὰ τὸ αὐτό. Πάλιν ἐπὶ δυοῖν, εἰ τὸ μὲν τῷ βελτίονι τὸ δὲ τῷ χεί- ρονι ομοιοτερον. Εἰπὼν τόπον τὸν ἀπὸ τῆς ὁμοιότητος ἑνὸς ὄντος πρὸς ὃ ἡ ὁμοιότης ἐλαμβάνετο τῶν συγκρινομένων ἀλλήλοις, προστίθησιν ἄλλον, εἰ μὴ ἓν εἴη ᾧ τὸ ὁμοιότερον ζητεῖται, ἀλλὰ δύο, καὶ εἴη τὸ μὲν βέλτιον αὐτῶν τὸ δὲ ἧττον τοιοῦτον. καὶ εἰ τῶν συγκρινομένων τὸ μὲν τῷ βελτίονι ὅμοιον εἴη τὸ δὲ τῷ χείρονι, τὸ τῷ βελτίονι ὅμοιον βέλτιον. δεῖ δὲ καὶ ἐνταῦθα εἰ μέλλοι τις τὰς ἐνστάσεις φυλάσσεσθαι, κατά τε τὸ βέλτιον τὴν ὁμοιότητα εἶναι καὶ μὴ τοῦ μὲν ἠρέμα τοῦ δὲ μᾶλλον τὴν ὁμοιότητα λαμβάνεσθαι. εἴτε γὰρ μὴ ἐπὶ τὸ βέλτιον εἴη ὅμοιόν τι αὐτῶν, οὐ βέλτιον (διὰ τοῦτο οὐκ ἔστι βελτίων πίθηκος ἵππου· καίτοι ὁ μὲν ἀνθρώπῳ ὅμοιός ἐστιν, ὁ δὲ ὄνῳ· ἀλλ’ ὁ μὲν ἐπὶ τὸ χεῖρον καὶ οὐχὶ βέλτιον, ὁ δὲ ἐπὶ τὸ βέλτιον), εἴτε πάλιν τὸ τῷ μὲν βελτίονι ὁμοιότερον ἠρέμα εἴη ὅμοιον αὐτῷ τὸ δὲ τῷ χείρονι σφόδρα, οὐδὲ οὕτως βέλτιον πάντως τὸ τῷ βελτίονι ὅμοιον. εἰ γὰρ ὁ μὲν ᾿Οδυσσεὺς ἠρέμα εἴη τῷ Νέστορι ὅμοιος ὄντι τοῦ Ἀχιλλέως βελτίονι, ὁ δὲ Αἴας σφόδρα τῷ Ἀχιλλεῖ, οὐκ ἤδη ὁ ᾿Οδυσσεὺς βελτίων ἄν εἴη τοῦ Αἴαντος. αὐτὸς μέντοι διὰ τοῦ παραδείγματος ὡς βελτίονα τὸν ᾿Αχιλλέα τοῦ Νέστορος λαβὼν οὕτως τὴν σύγκρισιν πεποίηται. δεῖ δὲ λαμβάνεσθαι τὰς ὁμοιότητας καθ’ ἑκάτερον τῶν πρὸς ἃ ἡ ὁμοιότης ἔχει τι ἀγαθόν. οὕτως ἔνεστι δεικνύναι ὑπεροψίαν ****ὁμοιότερον μεγαλοψυχία, ἡ δὲ θρασύτης ἀνδρείᾳ· κεῖται γὰρ ἡ μεγαλοψυχία βελτίων ἀρετὴ εἶναι. καὶ τὸ εὐεργετεῖν τοῦ εὐεργετεῖσθαι, εἴ γε τὸ μὲν τῷ ἀνενδεεῖ τὸ δὲ τῷ δεομένῳ ἔοικε. καὶ ἡ κατ’ ἐνέργειαν ἀρετὴ τῆς ἐν ἕξει· ἔοικε γὰρ ἡ μὲν τοῖς ἐνεργείᾳ οὖσιν, ἡ δὲ τοῖς δυνάμει. Ἄλλος, τὸ ἐπιφανέστερον τοῦ ἧττον τοιούτου. Δύο αἱρετῶν τὰ ἄλλα ἐπ’ ἴσης ἐχόντων τὸ ἐπιφανέστερόν φησι τοῦ ἧττον τοιούτου αἱρετώτερον εἶναι. εἴη δ’ ἂν ἐπιφανέστερον τὸ πόλιν εὖ ποιῆσαι τοῦ ἕνα καὶ τὸ ἄρχοντα τοῦ ἰδιώτην, τὸ εὗ ποιεῖν τοῦ πλουτεῖν, τὸ δημηγορεῖν τοῦ δίκας λέγειν, ἀνδρεία σωφροσύνης, μεγαλοπρέπεια ἐλευθεριότητος. οὕτως δεικνύοι τις ἂν καὶ τὴν πρᾶξιν τῆς θεωρίας αἱρετωτέραν· ἐπιφανέστερος γὰρ ὁ πρακτικὸς βίος τοῦ θεωρητικοῦ. προστίθησι δὲ τῷ προειρημένῳ αἱρετώτερον εἶναι καὶ τὸ χαλεπώτερον τοῦ ῥᾳδίου· τὰ γὰρ σπάνια καὶ δυσπόριστα καὶ χαλεπὰ κτηθῆναι τῶν ἀγαθῶν μᾶλλον ἀγαπᾶταί τε καὶ σπουδάζεται. οὕτως ἀρετὴ πλούτου καὶ ὑγείας αἱρετώτερον <ἂν> δεικνύοιτο· σπάνιον γὰρ καὶ χαλεπὸν ληφθῆναι· ‟τῆς γὰρ κατὰ τὸν ῾Ησίοδον ‟ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν”. καὶ θεωρία πράξεως· χαλεπωτέρα γὰρ ἡ τῶν θεῶν γνῶσις. καὶ κάλλος πλούτου· χαλεπώτατα γὰρ καὶ σπάνια τὰ τοιαῦτα τῶν κτημάτων. ἔτι καὶ τὸ ἰδιαίτερόν φησιν αἱρετώτερον εἶναι τοῦ κοινοτέρου. ἰδιαίτερον δέ ἐστιν ὃ μόνῳ ἢ μετ’ ὀλίγων ὑπάρχει. οὕτως ἀνθρώπῳ αἱρετώτερον φρόνησις ὑγείας· τὸ μὲν γὰρ ἴδιον αὐτοῦ, τὸ δὲ κοινὸν αὐτῷ καὶ πρὸς τὰ ζῷα τὰ ἄλλα· καὶ ἐπιστήμη ἰσχύος, καὶ λόγος κάλλους. ἀγαπᾶται δὲ καὶ ἡ εὐγένεια τῶν χρημάτων μᾶλλον· ἰδιαίτερον γὰρ τῶν ἐχόντων ἄμφω. ἀλλὰ καὶ κάλλος πλούτου ἰδιαίτερον. ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἰδιαίτερον ἀρετὴ χρημάτων· τῶν μὲν γὰρ χρημάτων καὶ οἱ κακοὶ κοινωνοῦσιν, ἀρετῆς δὲ οὐδαμῶς. οὕτω καὶ ὅσα αὐτοὶ εὑρίσκουσί τινες κατ’ ἐπιστήμας ἢ τέχνας, μᾶλλον ἀγαπῶσιν. ἀλλὰ καὶ τὸ τοῖς κακοῖς ἀκοινωνητότερον αἱρετώτερόν φησιν. οὕτω δεικνύοιτ' ἂν σωφροσύνη ἐγκρατείας αἱρετώτερον· ἡ μὲν γὰρ σωφροσύνη ἐκτὸς πάσης ἐπιθυμίας φαύλης, ἡ δὲ ἔχει φαύλας τε καὶ σφοδρὰς ἐπιθυμίας. καὶ ὁ θεωρητικὸς τοῦ πρακτικοῦ· ἄμικτος γὰρ τῶν περιστατικῶν ἐνοχλήσεων καὶ ἧττον ἐνοχλεῖται. δεικνύοιτο δ’ ἄν οὕτω καὶ ὑγεία πλούτου αἱρετώτερον, τῷ τὸν πλοῦτον εἶναι μετὰ φόβου· ἀλλὰ καὶ σωφροσύνη ἀνδρείας, εἴ <γε> τῇ ἀνδρείᾳ ἕπονται πόνοι καὶ τραύματα, καὶ κάλλους Ἔτι εἰ ἔτι εἰ ἁπλῶς τοῦτο τούτου βέλτιον, καὶ τὸ βέλτιστον τῶν ἐν τούτῳ βέλτιον τοῦ ἐν τῷ ἑτέρῳ βελτίστου. Ο τόπος τοιοῦτος· εἰ [τι] ἁπλῶς γένος τι γένους τινὸς ἢ εἶδός τι τινὸς βέλτιον, καὶ τὸ ἐν τῷ βελτίονι γένει ἢ εἴδει ἄριστον βέλτιον ἔσται τοῦ ἐν τῷ ἐλάττονι ἀρίστου. δεῖ δὲ ἀκούειν τοῦ ἐν τούτῳ ὡς ‘ἐν γένει ἡ εἴδει᾿ . οἷον εἰ τὸ ἔμψυχον πάν γένος παντὸς τοῦ ἀψύχου βέλτιον, καὶ τὸ ἄριστον τῶν ἐμψύχων τοῦ ἀρίστου τῶν ἀψύχων βέλτιον· καὶ εἰ ἀπλῶς ὁ ἄνθρωπος τοῦ ἵππου βελτίων, καὶ ὁ ἄριστος ἄνθρωπος τοῦ ἀρίστου ἵππου βελτίων· καὶ εἰ ψυχὴ σώματος βελτίων, καὶ ἡ ἀρίστη ψυχὴ τοῦ ἀρίστου σώματος βελτίων· καὶ εἰ ἀνὴρ γυναικὸς βελτίων, καὶ ὁ ἄριστος ἀνὴρ τῆς ἀρίστης γυναικὸς βελτίων. καὶ εἰ τὸ βέλτιστον δὲ τῶν ἔν τινι γένει τοῦ βελτίστου τῶν ἐν ἄλλῳ γένει βέλτιον, καὶ ἁπλῶς τὸ γένος τοῦ γένους βέλτιον ἔσται. ἔστι δὲ τοῦτο ἀντιστροφὴ τοῦ πρώτου τόπου. εἰ γὰρ ὁ ἄριστος ἀνὴρ τῆς ἀρίστης γυναικὸς βελτίων, καὶ ἀνὴρ γυναικὸς βελτίων· καὶ εἰ ὁ ἄριστος ἄνθρωπος τοῦ ἀρίστου ἵππου βελτίων, καὶ ἄνθρωπος ἵππου βελτίων. ἐνίσταιτο δ’ ἄν τις τῆ ἀντιστροφῇ λέγων τὸν μὲν ἄριστον θάνατον τοῦ ἀρίστου περιπάτου βελτίονα εἶναι, οὐ μὴν καὶ ἀπλῶς θάνατον περιπάτου αἱρετώτερον. ἢ οὐκ ἔστιν ὁ ἄριστος θάνατος ἐν εἴδει τῷ θανάτῳ, ὡς <ὁ> ἄριστος ἄνθρωπος ἐν εἴδει τῷ ἀνθρώπῳ. ὁ μὲν γὰρ ἄριστος μάλιστα ἄνθρωπος (κατὰ γὰρ τὴν ἀνθρώπου ἀρετήν, καὶ πᾶν ἔν τινι γένει ἄριστον μάλιστά ἐστιν ἐκεῖνο), ὁ δὲ ἄριστος θάνατος οὐκ ἔστι μάλιστα θάνατος· τὸ γὰρ εὗ ἐπὶ τοῦ θανάτου οὐκ ὲν αὐτῷ τῷ θανάτῳ γίνεται, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου, ἀλλὰ ἐν ἄλλῳ τινὶ τὸ ἐν θανάτῳ εὗ, καὶ οὐ καθ’ ὃ θάνατος, ὠὰ κατά τινος ἄλλου παρουσίαν· κατὰ γὰρ ἀρετήν, οὐ τὴν θανάτου ἀλλὰ τὴν τοῦ ἀποθνήσκοντος· μέμικται γὰρ ὁ ἄριστος θάνατος ἔκ τε ἀρετῆς ἀνθρώπου καὶ ἐκ θανά|του. τῷ οὗν <τὸ> προσκείμενον τῷ θανάτῳ ὄντι κακῷ, τὴν ἀρετήν, μέγα ἀγαθὸν εἶναι, τούτῳ τοῦ ὑγιεινοῦ τε καὶ τοῦ ἀρίστου περιπάτου ἀμείνων· προείρηται γὰρ ὅτι ἀγαθόν τι μετὰ μὴ ἀγαθοῦ οὐδὲν κεκώλυται ἀγαθῶν πλειόνων αἱρετώτερον εἶναι, μήτι γε ἀγαθοῦ μικροῦ, ὁποῖόν ἐστι τὸ ὑγιεινόν, τοῦ περιπάτου ὄντος μεσου. Ἔτι ὧν ἔστι τοὺς φίλους μετασχεῖν. Τῶν ἐπ’ ἴσης ἀλλήλοις αἱρετῶν εἶναι δοκούντων αἱρετώτερά φησιν εἶναι ὧν μετασχεῖν οἷόν τέ ἐστι καὶ τοὺς φίλους τῶν μή. οὕτως δειχθήσεται ἀρετὴ μὲν ὑγείας αἱρετωτέρα, πλοῦτος δὲ εὐγενείας· τῶν μὲν γὰρ μετασχεῖν ἔστι καὶ τοὺς φίλους, τῶν δὲ οὐχ οἷόν τε κοινωνῆσαι ἄλλοις. οὕτως καὶ παιδεία ἡδονῆς αἱρετώτερον ἄν δεικνύοιτο· μόνος γὰρ ὁ ἡδόμενος ἡδονῆς ἀπολαύει· καὶ ἐλευθεριότης πραότητος, εἴ γε πραότης αὐτὸν μόνον τὸν ἔχοντα πραύνει πρὸς ὀργάς· καὶ ἰσχὺς κάλλους, εἴ γε τὸ μὲν κάλλος αὐτοῦ μόνου ἐστὶ τοῦ ἔχοντος αὐτὸ κόσμος, ἡ δ’ ἰσχὺς καὶ τοῖς φίλοις χρησιμωτάτη. ἀλλὰ καὶ ἃ πρὸς τὸν φίλον πρᾶξαι μᾶλλον βουλόμεθα ἡ πρὸς τὸν τυχόντα, καὶ ταῦτα αἱρετώτερα. οὕτω δεικνύοιτ’ ἄν τὸ τὰ δίκαια ποιεῖν τοὺ δοκεῖν ποιεῖν τὰ δίκαια αἱρετώτερον· πρὸς μὲν γὰρ τοὺς φίλους αἱρούμεθα τὰ δίκαια ποιεῖν ἀληθῶς, πρὸς δὲ τοὺς τυχόντας καὶ τὸ δοκεῖν ποιεῖν τὰ δίκαια ἐξαρκεῖν ἡγούμεθα. χρὴ δὲ μεμνῆσθαι ὅτι ἔνδοξοι καὶ πιθαναὶ ἐπιχειρήσεις εἰσί. δεικνύοι δ’ ἄν τις οὕτως καὶ τὸ χαρίσαι τοῦ δανεῖσαι αἱρετώτερον· ἡ μὲν γὰρ χάρις πρὸς τοὺς φίλους, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας· καὶ τὸ διδάσκειν τοῦ ἐπιδείκνυσθαι· διδάσκειν μὲν γὰρ τοὺς φίλους αἱρούμεθα, ἐπιδείκνυσθαι δὲ καὶ τοῖς τυχοῦσιν. Καὶ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων βελτίω. Τίνα ἐστὶ τὰ ἐκ περιουσίας καὶ τίνα τὰ ἀναγκαῖα, πρῶτον δεῖ· οὕτως γὰρ ἐνέσται χρῆσθαι τῷ τόπῳ. ἀναγκαῖα μὲν οὖν ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι· ἐκ περιουσίας δὲ ὧν ἡ παρουσία οὐκ [οὖσα] ἀναγκαία, καὶ αὐτὸς ἐρεῖ, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσία οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον ὄν. βελτίω δὴ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων εἶναί φησι· βέλτιον γὰρ τὸ μὲν εὖ ζῆν τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐχὶ δὲ καὶ αἰεὶ ἡμῖν αἱρετώτερα τὰ βελτίω, εἰ καὶ ἁπλῶς αἱρετώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθανασία μακροβιότητος, ἀλλ’ ἡμῖν οὐχ αἱρετώτερον. καὶ τῶν ἐκ περιουσίας δὴ τὰ μὲν πρὸς τῷ βελτίω εἶναι καὶ αἱρετώτερον. ἐστιν, ὥσπερ τὸ εὖ λέγειν τοῦ λέγειν, τὰ δὲ βελτίω μέν ἐστιν, οὐ μὴν καὶ αἱρετώτερα. τὸ γοῦν φιλοσοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐστι τοῦ χρηματίζεσθαι, οὐ μὴν καὶ αἱρετώτερον τοῖς ἐν ἐνδεία οὖσι καὶ μὴ δυναμένοις ἄλλως εἶναι· κατὰ γὰρ τὸν Φωκυλίδην ‟δεῖ ζητεῖν βιοτήν, ἀρετὴν δ’, ὅταν ᾖ βίος ἤδη”. οὕτω δὲ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοσοφεῖν τῷ νοσοῦντι αἱρετώτερον ἄν εἴη. διὸ καὶ σχεδόν φησι βελτίω μὲν εἶναι τὰ ἐκ περιουσίας. αἱρετώτερα δὲ τὰ ἀνάγκαι, τὸ σχεδὸν οὐ τοῖς βελτίοσι προσθεὶς ἀλλὰ τοῖς αἱρετωτέροις. καὶ γὰρ δοκεῖ κατὰ φύσι εἶναι ἡ τῶν ἐκ περιουσίας αἵρεσις μετὰ τὰ ἀνανγκαῖα· πρῶτον μὲν γὰρ εἶναι δεῖ, εἶθ’ οὕτως αἱρεῖσθαι τὰ ἐκ περιουσίας· πρὸς δὲ τὸ εἶναι τὰ ἀναγκαῖα συντελεῖ. ὡς γὰρ εὐεξία ἐπὶ ὑγείᾳ γίνεται καὶ ὀξυδερκία ἐπὶ ὄψει καὶ ταχυτὴς ἐπὶ κινήσει καὶ καθόλου τὸ καθ’ ἕκαστον εὖ ἐπὶ προϋπάρχοντι ἐκείνῳ, οὕτω καὶ τὰ ἐκ περιουσίας ἐπὶ προϋπάρχουσι τοῖς ἀναγκαίοις ἔχειν δοκεῖ τὴν αἵρεσιν· οὐδὲν γὰρ τούτων ὄφελος ἄνευ ἐκείνων, εἴ γε μηδὲ εἶναι οἷόν τε χωρὶς αὐτῶν. Καὶ ὃ μὴ παρ’ ἄλλου ἔστι πορίσασθαι ἢ ὃ ἔστι καὶ παρ’ ἄλλου. Δοκεῖ τὰ σπανιώτερα τῶν κοινοτέρων αἱρετώτερα εἶναι· διὰ τοῦτο, ὃ μὴ οἷόν τε παρ’ ἄλλου πορίσασθαι, ἀλλ’ ἢ μόνος τις ἔχει ἢ παρ᾿ αὐτοῦ μόνου κτήσασθαι δύναται, αἰρετώτερον τῶν παρ’ ἄλλου γενέσθαι δυναμένων. οὕτως δείξεις τὰς μὲν ἀρετὰς τῶν τυχηρῶν ἀγαθῶν αἱρετωτέρας (τῶν μὲν γὰρ δι’ ἡμῶν μόνων ἡ κτῆσις, τῶν δὲ πολλαὶ προφάσεις αἰτίαι τῆς κτήσεως), πάλιν δὲ τὴν εὐγένειαν πλούτου· πλούτου μὲν γὰρ πολλαὶ ὁδοὶ καὶ παρὰ πολλῶν οἷός τε περιγενέσθαι, εὐγένειαν δὲ παρ’ οὐδενὸς ἔστιν ἐπικτήσασθαι. οὕτως καὶ τῶν κτημάτων καὶ βιβλίων περὶ ταῦτα μᾶλλον σπουδάζομεν, ἃ μὴ ἔστι παρ’ ἄλλου λαβεῖν, [καὶ] ἄν τῶν κοινοτέρων τε καὶ παρὰ πλείοσιν ὄντων· διὸ καὶ περὶ τὰ ἴδια συγγράμματα πλείστη σπουδή. οὕτως ἄν δεικνύοιτο καὶ τὸ γυμνάζεσθαι αἱρετώτερον τοῦ ἰατρεύεσθαι καὶ τὸ περιγινομένους τῶν ἀνταγωνιστῶν στεφανοῦσθαι τοῦ κατὰ σπουδήν. λέγει δὲ καὶ αὐτὸς τοῦτο πεπονθέναι τὴν δικαιοσύνην πρὸς τὴν ἀνδρείαν. γίνοιτο δ' ἄν τὸ λεγόμενον σαφές, εἰ πρῶτον εἴη γνώριμον τί παρ’ ἑκατέρας ἡμῖν τῶν ἀρετῶν τούτων γίνεται. δοκεῖ δὴ παρὰ μὲν τῆς ἀνδρείας ἡμῖν περιγίνεσθαι ἡ ἐκ τῶν κινδύνων σωτηρία, παρὰ δὲ τῆς δικαιοσύνης τὸ τοῦ ἴσου διανεμητικοῖς εἶναι· τούτων δ’ ἡ μὲν σωτηρία παρὰ τῆς ἀνδρείας γινομένη δύναται καὶ παρ’ ἄλλων ἡμῖν περιγενέσθαι μὴ οὖσιν αὐτοῖς ἀνδρείοις, τὸ δὲ διανεμητικοῖς εἶναι τοῦ ἴσου χωρὶς τῆς οἰκείας δικαιοσύνης οὐκ ἄν τινι περιγένοιτο· διὸ αἱρετωτέρα ἀνδρείας δικαιοσύνη. δύναται καὶ ἔμπαλιν λέγεσθαι· τὸ μὲν γὰρ ἐκ τῶν κινδύνων σωθῆναι δι’ αὐτῶν, τὸ δὲ παρὰ τῆς δικαιοσύνης ἴσον παρ’ ἄλλων. δύναται τὸ καὶ ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι λέγεσθαι ἐπὶ τούτων, ἃ μηκέτι δύναταί τις ἀποβαλὼν κτήσασθαι τῷ μηκέτι εἶναι τὸν ποιήσαντα, οἷον εἰ βιβλίον οὗ μὴ ἔστιν ἀντίγραφον, ἢ τεχνίτου τινὸς μηκέτ’ ὄντος ἔργον. Καὶ εἰ τόδε μὲν ἄνευ τοῦδε αἱρετόν. Δύο τινῶν ὄντων αἱρετῶν, ἄν τὸ μὲν ἕτερον αὐτῶν χωρὶς τοῦ ἑτέρου μὴ ἡ αἱρετόν, τὸ δὲ ἕτερον αἱρετὸν ᾖ καὶ καθ’ αὑτὸ καὶ χωρὶς τοῦ ἑτέρου, αὐτοῦ αἱρετώτερόν ἐστιν. οὕτως φρόνησις δυνάμεως εἴη ἄν αἱρετωτέρα, εἴ γε δύναμις μὲν χωρὶς φρονήσεως οὐχ· αἱρετή, φρόνησις δὲ καὶ χωρὶς δυνάμεως αἱρετή. οὐ μόνον δὲ ἐπὶ τῆς ἰδίως δυνάμεως λεγομένης τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ἃ ἔθος αὐτῷ δυνάμεις λέγειν, ὅμοιος ὁ λόγος· οὐδὲν γὰρ αὐτῶν αἱρετόν ἐστι χωρὶς φρονήσεως. δεικνύοις δ’ ἄν καὶ ἀρετὴν ἡδονῆς οὕτως αἱρετωτέραν· ἡδονὴ μὲν γὰρ χωρὶς ἀρετῆς οὐχ αίρετή, ή δὲ ἀρετὴ καὶ χωρὶς ήδονῆς αίρετή. ἀλλὰ καὶ ὑγεία ἡδονῆς· ὑγιαίνειν μὲν γὰρ καὶ χωρὶς ἡδονῆς αἱρετόν, ἥδεσθαι δὲ χωρὶς τοὐ ὑγιαίνειν τὰς τῶν νοσούντων ἡδονὰς οὐκ ἄν ἕλοιτό τις. οὕτως καὶ τὸ ὑγιαίνειν τοῦ πλουτεῖν ἢ ἐν δόξῃ εἶναι δεικνύοιτ’ ἂν αἱρετώτερον· οὐδὲν μὲν γὰρ τούτων βλαβείσης ὑγείας αἱρετόν, ὑγιαίνειν δὲ καὶ χωρὶς τούτων αἱρούμεθα. Καὶ δυοῖν εἰ θάτερον ἀρνούμεθα, ἵνα τὸ λοιπὸν δόξῃ ἥμιν ὑπάρχειν· Εἰ δύο ὄντων αἱρετῶν τὸ ἕτερον ἀρνούμεθα παρεῖναι ἡμῖν ὑπὲρ τοῦ δόξαι τὸ ἕτερον ἡμῖν παρεῖναι, ὃ βουλόμεθα μᾶλλον δοκεῖν παρεῖναι ἡμῖν αἱρετώτερον. οὕτως εὐφυΐα δεικνύοιτο ἄν φιλοπονίας αἱρετωτέρα· ἀρνούμεθα γὰρ εἶναι φιλόπονοι βουλόμενοι δοκεῖν εὐφυεῖς εἶναι. τοῦτο ὁμοίως μὲν ἐπὶ μαθημάτων, ὁμοίως δὲ ἐπὶ γυμνασίων. ἀλλὰ καὶ καλλωπίζεσθαι ἀρνοῦνται αἱ γυναῖκες, φύσει καλαὶ δοκεῖν εἶναι αἱρούμεναι. οὕτως καὶ τοῦ ἥδεσθαι τὸ ἐγκρατεύεσθαι καὶ τοῦ μὴ πονεῖν τὸ καρτερεῖν αἱρετώτερον ἂν δεικνύοιτο· καὶ γὰρ ἡδονῶν προσποιούμεθα ὑπερορᾶν ὑπὲρ τοῦ δοκεῖν ἐγκρατεῖς εἶναι, καὶ πόνων ὑπὲρ τοῦ καρτερικοὺς φαίνεσθαι. Ἔτι οὗ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον δυσφοροῦσι, τοῦτο αἱρετώτερον. ᾿Επεὶ τῶν δυσφορούντων ἐπί τισιν ἀποῦσι τῶν αἱρετῶν τοῖς μὲν εὔλογον ἐπιτιμᾶν μᾶλλον τοῖς δὲ ἧττον, ὧν τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον, ταῦτα αἱρετώτερα τῶν ἐφ᾿ οἷς ἄξιον ἐπιτιμᾶν μᾶλλον τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ. ἀλλὰ καὶ ὧν ἐπὶ τῇ ἀπουσίᾳ τοῖς μὴ δυσφοροῦσιν ἄξιον ἐπιτιμᾶν μᾶλλον, καὶ ταῦτα αἱρετώτερα τῶν ἐφ’ οἷς ἧττον ἄξιόν ἐπιτιμᾶν τοῖς μὴ δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ αὐτῶν. οἷον ἐπεὶ ἧττον ἐπιτιμῶμεν τοῖς δυσφοροῦσιν ἐπὶ τέκνων ἀποβολῇ ἢ χρημάτων, αἱρετώτερα τὰ τέκνα τῶν χρημάτων. καὶ ὑγεία δὲ ἡδονῆς τῷ αὐτῷ λόγῳ αἱρετωτέρα· ἧττον γὰρ ἐπιτιμήσεως ἄξιοι οἱ δυσφοροῦντες ἐπὶ τῇ τῆς ὑγείας ἀποβολῇ τῶν ἐπὶ ἡδονῆς ἀποβολῇ δυσφορούντων. καὶ ὁ ἐπὶ τῇ τῶν ἀναγκαίων ἀποβολῇ δυσφορῶν τοῦ ἐπὶ τιμῆς ἢ δόξης ἀπο- δὲ καὶ πλοῦτος δόξης δεικνύοιτ᾿ ἂν αἱρετώτερος· ἧττον γὰρ ἐπιτιμῶμεν τοῖς ἐπὶ πενίᾳ δυσφοροῦσι τῶν ἐπ’ ἀδοξία. καὶ φίλοι χρημάτων· ἧττον γὰρ |ἐπιτιμᾶν ἄξιον τοῖς δυσφοροῦσιν ἐπὶ τῇ τῶν φίλων ἀποβολῇ τῶν δυσφορούντων ἐπὶ τῇ τῶν χρημάτων ἀφαιρέσει. ἀλλὰ καὶ οὗ τῇ ἀπουσίᾳ μὴ δυσφοροῦντι μᾶλλον ἐπιτιμητέον, καὶ τοῦτο αἱρετώτερον. οὕτως ἐπιστήμη ὑγείας αἱρετώτερον· μᾶλλον γὰρ ἐπιτιμῶμεν τοῖς μὴ δυσφοροῦσιν ἐπὶ ἀγνοίᾳ τῶν ἐπὶ νόσῳ μὴ δυσφορούντων. πάλιν ὑγεία πλούτου αἱρετωτέρα· τοῖς γὰρ ταύτης ἀμελοῦσιν μᾶλλον ἐπιτιμῶμεν. ἀλλὰ καὶ ἡ τῶν κοινῶν ἐπιμέλεια τῆς τῶν ἰδίων αἱρετωτέρα· μᾶλλον γὰρ ἐπιτιμῶμεν τοῖς μὴ δυσχεραίνουσιν ἐπὶ τῇ τῶν κοινῶν ἀμελείᾳ τῶν μὴ δυσχεραινόντων ἐπὶ τῇ τῶν ἰδίων ἀμελείᾳ. καὶ γονέων δὲ ἐπιμέλεια κατὰ τοῦτο αἱρετωτέρα τῆς τῶν τέκνων ἐπιμελείας· μᾶλλον γὰρ ἐπιτιμήσεως ἄξιοι οἱ μὴ δυσφοροῦντες ἐπὶ τῇ τῶν γονέων ἀμελείᾳ. καὶ τὸ παιδεύεσθαι τοὐ γυμνάζεσθαι· μᾶλλον γὰρ ἐπιτιμῶνται οἱ παιδείας ἢ οἱ γυμνασίων ὀλιγω- ρουντες. Ἔτι τῶν ὑπὸ τὸ αὐτὸ εἶδος τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν τοῦ μὴ ἔχοντος αἱρετώτερον. ᾿Επεὶ ἡ οἰκεία ἀρετὴ ἑκάστου ἀκρότης ἐστὶ καὶ τελειότης τῆς οἰκείας φύσεως αὐτοῦ, πὰν δὲ αἱρετώτερον τέλειον ἁπλῶς, εἰκότως τῶν ὑπὸ τὸ αὐτὸ εἶδος τὸ τὴν οἰκείαν ἔχον ἀρετὴν αἱρετώτερον τοῦ μή. οὕτως ἄνθρωπος μὲν ὁ τὴν ἀρετὴν ἔχων τὴν ἀνθρώπου τοῦ μὴ τὴν ἀρετὴν ἔχοντος αἱρετώτερος· ὑπὸ γὰρ ταὐτὸν εἶδος πάντες ἄνθρωποι. ἵππος δ’ ἵππου καὶ κύων κυνός, ἀλλὰ καὶ σκεῦος σκεύους τὸ τὴν οἰκείαν χρείαν παρεχόμενον, πρὸς ἣν πεποίηται, αἱρετώτερον· αὕτη γὰρ ἀρετὴ σκεύους. διὰ τοῦ τόπου τούτου δείξεις ἔκπωμα μὲν τὸ πρὸς τὸ πίνειν επιτηοειοτερον αιρετώτερον τοῦ χρυσοῦ τε καὶ ἀργυροῦ (αὕτη γὰρ ἐκπώματος ἀρετή, ἀλλ’ οὐχ ἡ πολυτέλεια), οἰκίαν δὲ τὴν πρὸς σκέπην ἐπιτηδειοτέραν αἱρετωτέραν τῆς λιθοικοδομήτου μὲν οὐχ ὁμοίως δὲ τὸ ἀπὸ σκέπης εὔχρηστον παρεχομένης. ὁ αὐτὸς καὶ ἐπὶ ἐσθῆτος λόγος· ἡ γὰρ θερμαίνουσα, οὐχ ἡ πορφυρᾶ ἢ χρυσόσημος· καὶ ἐπὶ ξίφους· οὐ γὰρ τὸ ἐλεφαντόκωπον ἀλλὰ τὸ πρὸς τὴν διακονίαν τοῦ ξίφους αἱρετώτερον. ἀκριβῶς δὲ προσέθηκε τὸ τῶν ὑπὸ τὸ αὐτὸ εἶδος· οὕτως γὰρ ἀληθὴς ὁ τόπος· οὐ γὰρ ἔτι ἀληθὲς τὸ λέγειν ‘τῶν ὑπὸ τὸ αὐτὸ γένος τὸ ἔχον τὴν οἰκείαν ἄμεινον τοῦ μὴ ἔχοντος᾿. οὐ γὰρ λαγωὸς ἔχων τὴν οἰκείαν ἀρετὴν ἀμείνων ἀνθρώπου μὴ ἔχοντος τὴν οἰκείαν ἀρετήν· οὐδεὶς γὰρ λαγωὸς ἀνθρώπου καλλίων. τῶν δέ γε ὁμοειδῶν καὶ τῶν τῆς αὐτῆς ἀρετῆς δεκτικῶν τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν τοῦ μὴ ἔχοντος βέλτιον. εἰ δ’ ἀμφότερα ἔχοι τὰ ὑπὸ ταὐτὸν εἶδος τὴν οἰκείαν ἀρετήν, τὸ μᾶλλον ἔχον δῆλον ὅτι αἱρετώτερον· αἱρετωτέρα γὰρ ὄψις μὲν ἡ ὀξυδερκεστέρα, ἀκοὴ δὲ ἡ εὐηκοντέρα, ἵππος δὲ ὁ εὐπειθέστερός τε καὶ δρομικώτερος, καὶ ἐπιστήμη ἡ ἀκρι- βεστέρα. Ἔτι εἰ τὸ μὲν ποιεῖ ἀγαθὸν ἐκεῖνο ᾧ ἄν παρῇ, τὸ δὲ μὴ ποίει, τὸ ποιοῦν αἱρετώτερον. ᾿Επεὶ τὰ ἀγαθὰ πολλαχῶς λέγεται καὶ τὰ μὲν αὐτῶν ποιεῖ ἀγαθοὺς τῇ ἑαυτῶν παρουσίᾳ τοὺς ἔχοντας αὐτά, ὡς αἱ ἀρεταί, τὰ δὲ οὔ, ὡς πλοῦτος, εὐγένεια, ἡδονή, τὰ τοιαῦτα, αἱρετώτερα τῶν ἀγαθῶν ἃ ἀγαθοὺς παρόντα ποιεῖ. οὕτως πᾶσα ἀρετὴ αἱρετωτέρα πάσης ἡδονῆς καὶ πάσης εὐτυχίας τῶν ἐκτός τε καὶ σωματικῶν ἀγαθῶν δεικνύοιτ’ ἄν *****τὸ δὲ μᾶλλον ἀγαθὸν καὶ αἱρετώτερον εἶναι, ὡς τὸ θερμαῖνόν τε καὶ θερμὰ ποιοῦν τοῦ μὴ <θερμότερον>· θερμότερον γὰρ τὸ πῦρ τῆς χιόνος, ἐχούσης καὶ θερμότητα, ὅτι τὸ μὲν θερμαίνει ἡ δ’ οὔ, ἢ τὸ μὲν μᾶλλον ἡ δ’ ἧττον. εἰ δὲ ἀμφότερα ἀγαθοὺς ποιεῖ τῇ παρουσίᾳ τὰ συγκρινόμενα, αἱρετώτερον τὸ μᾶλλον ποιοῦν ἀγαθόν. εἴη δ’ ἂν καὶ κατὰ τοῦτο ἡ τέλειος ἀρετὴ τῆς φυσικῆς δεικνυμένη αἱρετωτέρα· ἄμφω μὲν γὰρ ἀγαθοὺς ποιοῦσι τοὺς ἔχοντας, ἀλλὰ μᾶλλον ἡ τέλειος ἀρετή. ἀλλὰ καὶ ὃ τὸ βέλτιον ἀγαθὸν ποιεῖ τοῦ ποιοῦντος τὸ χεῖρον ἀγαθὸν αἱρετώτερον. οὕτως ἀρετὴ ὑγείας καὶ ἰσχύος αἱρετωτέρα· ἡ μὲν γὰρ ἀρετὴ τὴν ψυχὴν ἀγαθήν, αἱ δὲ τὸ σῶμα ποιοῦσι· βέλτιον δὲ ψυχὴ σώματος. οὕτω καὶ σοφία σωφροσύνης αἱρετωτέρα· ἡ μὲν γὰρ τὸν νοῦν, ἡ δὲ τὸ ἐπιθυμητικὸν ἀγαθὸν ποιεῖ· βέλτιον δὲ ὁ νοῦς τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς μέρους. Ἔτι ἀπὸ τῶν πτώσεων καὶ τῶν χρήσεων καὶ τῶν πράξεων καὶ τῶν ἔργων. Ὥσπερ τὸ αἱρετὸν ἐν τῷ πρὸ τούτου ἀπλῶς ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων ἔδειξε δείκνυσθαι δυνά|μενον, οὕτω καὶ τὸ αἱρετώτερον· κοινοὶ γὰρ οἱ τόποι καὶ οὗτοι, ὥσπερ γε καὶ οἱ ἀπὸ τῶν γενέσεων τε καὶ φθορῶν ἐδείχθησαν. εἰ γάρ τινων κατὰ πτῶσιν ἐκφερομένων τὸ κατὰ τὴν ἑτέραν πτῶσιν τοῦ κατὰ τὴν ἑτέραν αἱρετώτερον, καὶ τὸ ἁπλῶς λεγόμενον τοῦ ἁπλῶς λεγομένου ὧν ἦσαν αἱ πτώσεις αἱρετώτερον. ἔστι δὲ πτῶσις μὲν τὸ δικαίως, τὸ ἀνδρείως καὶ ὅσα οὕτω τὴν λέξιν ἐσχημάτισται· ὧν δὲ αὗται πτώσεις ἡ δικαιοσύνη, ἡ ἀνδρεία. εἰ δὴ τὸ δικαίως τοῦ ἀνδρείως αἱρετώτερον, καὶ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα· καὶ ἀνάπαλιν, εἰ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα, καὶ τὸ κατὰ τὴν πτῶσιν τῆς δικαιοσύνης τοῦ κατὰ τὴν πτῶσιν τῆς ἀνδρείας αἱρετώτερον. ὡς δὲ ἐπὶ τῶν πτώσεων, οὕτως καὶ ἐπὶ τῶν χρήσεων. εἰ γὰρ τὸ δικαίως τοῦ ἀνδρείως αἱρετώτερον, καὶ ἡ δικαία χρῆσις τῆς ἀνδρείας χρήσεως αἱρετωτέρα, τοῦτ’ ἔστιν ὁ χρώμενος τῇ δικαιοσύνῃ, ὅπερ ἐστὶν ὁ δίκαιος, τοὐ χρωμένου τῇ ἀνδρείᾳ, ὅπερ ἐστὶν ὁ ἀνδρεῖος. καὶ ἡ δικαία πρᾶξις καὶ τὸ δίκαιον ἔργον αἱρετώτερον τῆς τε ἀνδρείας πράξεως καὶ τοῦ ἀνδρείου ἔργου· ἔστι γάρ τις καὶ πρᾶξις καὶ ἐνέργεια δικαία καὶ ἔργον δίκαιον. ὁμοίως καὶ ἐπὶ ἀνδρείας. καὶ ἀντιστρέφει πάντα ἀλλήλοις· ὅ τι γὰρ ἄν ἐξ αὐτῶν αἱρετώτερον εἶναι ληφθῇ ἑνός, καὶ τἆλλα τῶν ἄλλων. καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ ἀπὸ τῶν συστοίχων· ἦν δὲ σύστοιχα δικαιοσύνη, δίκαιος, δίκαιον, δικαίως. καθόλου γὰρ οὗ ἡ χρῆσις αἱρετωτέρα, καὶ ὁ χρώμενος τοὐ χρωμένου καὶ ἡ ἕξις τῆς ἕξεως καὶ τὸ ἔργον τοῦ ἔργου, καὶ ἔμπαλιν. δύναται καὶ ἄλλος μὲν εἶναι τόπος ὁ ἀπὸ τῶν πτώσεων, ἄλλος δὲ ὁ ἀπὸ τῶν πράξεων, καὶ ἄλλος ὁ ἀπὸ τῶν ἔργων. καὶ γὰρ αἰ χρήσεις κυρίως λέγονται τῶν χρησίμων· τινὸς γὰρ χρῆσις ἡ χρῆσις· ἐνέργεια γάρ ἐστί τις ἢ περὶ τὸ χρήσιμον ἢ τοῦ χρησίμου· χρήσιμα δὲ λέγεται τῶν ἀγαθῶν ἰδίως τὰ ὀργανικά. ὧν οὖν αἰ χρήσεις αἱρετώτεραι, καὶ αὐτὰ αἱρετώτερα· εἰ γὰρ ἡ χρῆσις τοῦ πλούτου τῆς χρήσεως τῆς ἰσχύος αἱρετωτέρη καὶ ὁ πλοῦτος τῆς ἰσχύος αἱρετώτερος· καὶ ἀναστρέψαντι, εἰ ὁ πλοῦτος τῆς ἰσχύος, καὶ ἡ χρῆσις ἡ τοῦ πλούτου τῆς χρήσεως τῆς ἰσχύος. ἄλλος πάλιν ὁ ἀπὸ τῶν πράξεων· ἔστι δὲ πρᾶξις κοινότερον μὲν πᾶσα λογικὴ ἐνέργεια, ἰδίως δὲ καὶ κυρίωτερον ἡ κατὰ προαίρεσιν, τοῦτ’ ἔστιν ἡ κατ’ ἀρετὴν ἢ κακίαν ἐνέργεια γινομένη. ὦν οὖν αἱ πράξεις αἱρετώτεραι, ταῦτα αἱρετώτερα· οἷον εἰ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα πράσσειν αἱρετώτρον, καὶ ἡ δικαιοςύνη τῆς ἀνδρείας αἱρετωτέρα· καὶ ἔμπαλιν, εἰ ἡ δικαιοςύνη τῆς ἀνδρείας αἱρετωτέρα, καὶ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα αἱρετώτερον. ὁμοίως δὲ καὶ ὁ ἀπὸ τῶν ἔργων τόπος. οὗ γὰρ τὸ ἔργον αἱρετώτερον, καὶ αὐτό. οἷον εἰ τὸ οἰκοδομικῆς ἔργον τοῦ τεκτονικῆς αἱρετώτερον, καὶ οἰκοδομικὴ Τεκτονικῆς αἱρετώτερον· καὶ ἔμπαλιν, εἰ οἰκοδομικὴ τεκτονικῆς, καὶ τὸ ἔργον τοῦ ἔργου. καὶ ἐπεὶ τὸ τοῦ φίλου ἔργον αἱρετώτερον ἢ τὸ τοῦ εὔνου, καὶ φιλία εὐνοίας· ἔστι δὲ τοῦ μὲν φίλου ἔργον ἡ μετὰ βουλήσεως πρᾶξις τῶν ἀγαθῶν εἰς τὸν φίλον, τοῦ δὲ εὔνου ἡ βούλησις μόνον· καὶ ἔμπαλιν, ἐπεὶ φιλία εὐνοίας αἱρετώτερον, καὶ τὸ τῆς φιλίας ἔργον τοῦ τῆς εὐνοίας αἱρετώτερον. καὶ εἰ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεὶν τοὺς πολεμίους, καὶ ἔστι τὸ μὲν εὖ ποιεῖν τοὺς φίλους ἔργον τοῦ ἐλευθερίου τὸ δὲ κακῶς τοὺς ἐχθροὺς τοῦ ἀνδρείου, καὶ ἡ ἐλευθεριότης τῆς ἀνδρείας αἱρετώτερον· ******καὶ ἀναστρέψαντι πάλιν, εἰ ὁ ἰατρὸς οἰκοδόμου βελτίων, καὶ τὸ τοῦ ἰατροῦ ἔργον τοῦ οἰκοδόμου βέλτιον. ἔστι δὲ πρᾶξις μὲν ἡ πρὸς τὸ τέλος τείνουσα ἐνέργεια, ἔργον δὲ τὸ τέλος. Ἔτι εἴ τινος τοῦ αὐτοῦ τὸ μὲν μεῖζον ἀγαθόν ἐστι τὸ δὲ ἔλαττον, αἱρετώτερον τὸ μεῖζον. Ὡς τὸ [τοῦ] μείζονός τινος μεγέθους μεῖζον καὶ τοῦ ἐλάττονός ἐστι μεῖζον (εἰ γὰρ τὸ τρίπηχυ τοῦ διπήχεος μεῖζόν ἐστι, δῆλον ὅτι καὶ τοῦ πηχυαίου, ὃ ἔλαττόν ἐστι τοῦ διπήχεος, μεῖζον ἄν εἴη), οὕτως καὶ εἴ <τι> μεῖζον ἀγαθὸν καὶ αἱρετώτερόν ἐστι, τὸ αὐτὸ τοῦτο καὶ ὧν τὸ ἔλαττον αὐτοῦ μεῖζον ἀγαθὸν καὶ αἱρετώτερον. οὕτως δειχθήσεται ἀρετὴ ἡδονῆς αἱρετωτέρα, ἐπεὶ τῆς ὑγείας, ἥ ἐστι τῆς ἡδονῆς αἱρετωτέρα, ὑπερέχει τῷ αἱρετῷ. ὁμοίως καὶ ὁ θεωρητικὸς βίος τοῦ ἀπολαυστικοῦ αἱρετώτερος, ἐπεὶ· καὶ τοῦ πρακτικοῦ, ὅς ἐστι τοῦ ἀπολαυστικοῦ αἱρετώτερος. ἀλλὰ καὶ εἰ δύο τινὰ ἑνός τινος εἴη αἱρετώτερα, τὸ μᾶλλον αἱρετώτερον αὐτοῦ τοῦ ἧττον αἱρετωτέ|ρου αἱρετώτερον· τῶν γὰρ ὑπερεχόντων τινὸς τὸ μείζονι ὑπερέχον μεῖζον. οἷον ἐπεὶ πλούτου ἀρετὴ καὶ ὑγεία αἱρετώτερα, πλείων δὲ ἡ τῆς ἀρετῆ· ς ὑπεροχὴ ἢ ἡ τῆς ὑγείας, ἡ ἀρετὴ τῆς ὑγείας αἱρετωτέρα. οὕτω καὶ ἐπιστήμη ὀρθῆς δόξης αἱρετωτέρα· ἄμφω μὲν γὰρ αἰσθήσεως αἱρετώτερα, μᾶλλον δὲ τὸ ἐπίστασθαι τοῦ ὀρθοδοξεῖν. Ἔτι οὗ ἡ ὑπερβολὴ τῆς ὑπερβολῆς αἱρετωτέρα, καὶ αὐτὸ αἱρετώτερον. Οὗ ἡ ἀκρότης, φησί, καὶ ἡ ὑπερβολὴ αἱρετωτέρα, καὶ αὐτὸ αἱρετώτερον· οἷον ἐπεὶ ἡ ἐν φιλίᾳ ἀκρότης τῆς ἐν πλούτῳ ἀκρότητος αἱρετωτέρα, καὶ φιλία πλούτου αἱρετωτέρα. καὶ ἐπειδὴ ἡ ἐν ὑγείᾳ ἀκρότης τῆς ἐν ἡδονῇ αἱρετωτέρα, καὶ ὑγεία ἡδονῆς· ἔστι γὰρ ὑγείας μὲν ἀκρότης εὐεξία, ἡδονῆς δὲ τὸ πρὸς λύπην ἄμικτον. Καὶ οὗ μᾶλλον ἄν ἕλοιτο αὐτὸς αὑτῷ αἴτιος εἶναι ἢ οὐ ἕτερος. Ὃ δι’ αὑτοῦ τις μᾶλλον κτήσασθαι αἱρεῖται, τοῦτο αἱρετώτερον τοῦ δι’ ἄλλου οἷον φίλους δι’ αὑτῶν μᾶλλον αἱρούμεθα κτήσασθαι ἢ δι’ ἄλλων, χρήματα δὲ παρ’ ἄλλων διαδέξασθαι μᾶλλον βουλόμεθα ἢ αὐτοὶ πορίσαι· αἱρετώτεροι ἄρα οἱ φίλοι τῶν χρημάτων. οὕτως δεικνύοιντ’ ἄν καὶ αἱ καλαὶ πράξεις νίκης αἱρετώτεραι· τῶν μὲν γὰρ καλῶν ἐνεργειῶν αὐτοὶ ἑαυτοῖς αἴτιοι βουλόμεθα εἶναι, νικῆσαι δὲ καὶ δι’ ἄλλων αἱρούμεθα. ἀλλὰ καὶ ὁ θεωρητικὸς βίος τοῦ πολιτικοῦ αἱρετώτερος· τὴν μὲν γὰρ θεωρίαν ἡμῖν ὑπάρχειν αἱρούμεθα καὶ δι’ ἡμῶν γίνεσθαι τὴν κατ’ αὐτὴν ἐνέργειαν, πολιτεύεσθαι δὲ καὶ τὰ πολιτικὰ εὖ διοικεῖν ἄλλους· οὕτω γὰρ ἕξομεν πλείω πρὸς τὸ θεωρεῖν σχολήν. καὶ εἰ τὸ μὲν ἐλευθερῶσαι τὴν πατρίδα δι’ αὑτῶν, τὸ δὲ πλουσίαν ποιῆσαι δι’ ἄλλων, αἱρετώτερον ἐλευθέρα πατρὶς ἢ πλουσία. οὐκ ἔστι δὲ ὁ τόπος οὗτος ὁ αὐτὸς τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ‟καὶ ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι ἢ ὃ ἔστι καὶ παρ’ ἄλλου”· ἐκεῖ μὲν γὰρ ‘ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι ἀλλὰ δι’ αὑτοῦ ἐνταῦθα δὲ ῾οὗ αἴτιος αὐτὸς ἑαυτῷ μᾶλλον ἢ οὗ ἕτερος· καὶ γὰρ τῶν δυναμένων δι’ ἄλλου ἔστιν ἃ αἱρούμεθα μᾶλλον τῶν δι’ αὐτῶν ἡμῶν. Ἔτι ἐκ τῆς προσθέσεως, εἰ τῷ αὐτῷ προστιθέμενόν τι τὸ ὅλον αἱρετώτερον ποιεῖ. ῾Ο τόπος οὗτος· εἰ προστίθοιτο τῷ αὐτῷ ἐν μέρει ἄλλο καὶ ἄλλο καὶ γίνοιτο τὸ ὅλον μετὰ τῶν προστιθεμένων ποτὲ μὲν αἱρετώτερον ποτὲ δὲ ἧττον. οὗ τῇ προσθήκῃ αἱρετώτερον γίνεται, ἐκεῖνο αἱρετώτερον τῶν ἄλλων τῶν προστιθεμένων αὐτῷ. οἷον εἰ τῷ πλούτῳ ἀρετῆς προστιθεμένης καὶ πάλιν ὑγείας αἱρετώτερος ὁ πλοῦτος ὁ μετὰ τῆς ἀρετῆς τοῦ μετὰ τῆς ὑγείας γίνεται, καὶ ἀρετὴ ὑγείας αἱρετωτέρα ἐστί. καὶ ἐπεὶ τῷ ζῆν ποτὲ μὲν τοῦ δικαίως ποτὲ δὲ τοῦ ἡδέως προστιθεμένων τὸ δικαίως ζῆν αἱρετώτερον τοῦ ἡδέως ζῆν, καὶ τὸ δικαίως τοῦ ἡδέως αἱρετώτερον· οὕτως δὲ καὶ ἡ δικαιοσύνη ἡδονῆς. πάλιν εἰ τῷ ἀποθανεῖν τοῦ τε ἀλύπως προστιθεμένου καὶ τοῦ ἐνδόξως αἱρετώτερον τὸ ἀλύπως ἀποθανεῖν τοῦ ἐνδόξως, καὶ ἀλυπία δόξης αἱρετωτέρα. δεικνύοιτο δ’ ἄν ὁμοίως καὶ λύπη ἀδοξίας φευκτότερον διὰ τοὐ τὸ λυπούμενον ἀποθανεῖν φευκτότερον εἶναι τοῦ ἀγνοούμενον· ὡς γὰρ οὗ τῇ προσθήκῃ τι αἱρετώτερον γίνεται, ἐκεῖνο αἱρετώ- τερον, οὕτω καὶ οὗ τῇ προσθήκῃ γίνεταί τι φευκτότερον, ἐκεῖνο φευκτότερον. οὐκ ἐπὶ πάντων δὲ δόξει ὁ τόπος ἀληθὴς εἶναι. οὐ γάρ, ἐπεὶ ἡ ἐλευθεριότης ἡ μετὰ πλούτου αἱρετωτέρα τῆς μετ’ ἰσχύος ἐλευθεριότητος, ἤδη καὶ πλοῦτος ἰσχύος αἱρετώτερος· οὐδὲ πάλιν, ἐπεὶ ἰσχὺς μετὰ ἂνδρείας αἱρετωτέρα ἢ πλοῦτος μετὰ ἀνδρείας, διὰ τοῦτο πάλιν ἰσχὺς αἱρετωτέρα πλούτου. εἴη γὰρ ἄν τὸ αὐτὸ τοῦ αὐτοῦ ἧττον αἱρετώτερον καὶ μᾶλλον, εἴ γε ἐπὶ μὲν τῆς ἐλευθεριότητος ὁ πλοῦτος τῆς ἰσχύος, ἐπὶ δὲ τῆς ἀνδρείας ἡ ἰσχὺς αἱρετωτέρα τοῦ πλούτου, ὅπερ ἄτοπον. ἀλλ’ οὐδέ, εἰ ἰσχὺς μετὰ ἀνδρείας αἱρετώτερον ἢ μετὰ σωφροσύνης, ἤδη καὶ ἀνδρεία σωφροσύνης αἱρετωτέρα. αἴτιον δὲ τοῦ μὴ ἐπὶ πάντων ἀληθῆ γίνεσθαι τὸν τόπον, ὅτι ἐπὶ πολλῶν τὸ κοινόν, ᾧ ἡ προσθήκῃ γίνεται, τῷ ἑτέρῳ τῶν προστιθεμένων ἢ χρῆται ἢ ὅλως ἐστὶν αὐτῷ συνεργόν· διὸ οὐκ ὄντος αὐτοῦ αἱρετωτέρου ὁμοίως τὸ ὅλον αἱρετώτερον γίνεται. τῷ μὲν γὰρ πλούτῳ ἡ ἐλευθεριότης χρῆται, μὴ χρωμένη τῇ ἰσχύι κατὰ τὴν οἰκείαν ἐνέργειαν· πάλιν δὲ τῇ ἰσχύι ἡ ἀνδρεία, μὴ χρωμένη τῷ πλούτῳ· καὶ ἡ ἰσχὺς τῇ μὲν ἀνδρείᾳ συνεργός ἐστι, τῇ δὲ σωφροσύνῃ οὐδαμῶς. διὸ καὶ αὐτὸς εἶπε δεῖν εὐλαβεῖσθαι τὰ τοιαῦτα προτείνειν |ἐφ’ ὧν τῷ μὲν ἑτέρῳ τῶν προστιθεμένων χρῆται τὸ κοινὸν ἢ ἄλλως πως συνεργόν ἐστι, τῷ δὲ λοιπῷ μὴ χρῆται μηδὲ συνεργόν ἐστιν. οὐ γάρ, εἰ πρίων μετὰ τεκτονικῆς αἱρετώτερον δρεπάνου μετὰ τεκτονικῆς, διὰ τοῦτο ἀνάγκη πρίονα δρεπάνου εἶναι αἱρετώτερον· διότι γὰρ ὄργανον τῆς τεκτονικῆς ἐστιν ὁ πρίων, οὐκέτι δὲ καὶ τὸ δρέπανον, διὰ τοῦτο αἱρετώτερον· ἐπεὶ καὶ τὸ δρέπανον πάλιν μετὰ ἀμπελουργικῆς αἱρετώτερον ἢ ὁ πρίων. ἐφ’ ὧν οὖν τὰ προστιθέμενα ὁμοίως ἔχει πρὸς τὸ κοινόν, ἐπὶ τούτων ὁ τόπος ἀληθής. Πάλιν εἰ ἐλάττονι προστεθέν τι τὸ ὅλον μεῖζον ποιεῖ. ῾Ο τόπος τοιοῦτος· τὸ τῷ ἐλάττονι ἀγαθῷ προστιθέμενον καὶ τὸ ὅλον μεῖζον ἀγαθὸν ποιοῦν αἱρετώτερον τοῦ τῷ μείζονι προστιθεμένου καὶ τὸ ὅλον τοῦ ὅλου ἔλαττον ποιοῦντος. ἂν γὰρ ᾖ δύο τινὰ ἀγαθά, τὸ μὲν μεῖζον τὸ δὲ ἔλαττον, καὶ προστεθῇ τινα ἑκατέρῳ αὐτῶν, ὡς γίνεσθαι διὰ τὴν πρόσθεσιν αὐτῶν τό τε ὡς ἔλαττον ἀγαθὸν μεῖζον τὸ δὲ ὡς μεῖζον ἀγαθὸν ἔλαττον, τὸ τῷ ἐλάττονι προσκείμενον αἱρετώτερον τοῦ τῷ ἑτέρῳ τῷ μείζονι προσκειμένου. δύο γὰρ ἀγαθὰ ἡ εὐεξία καὶ ἡ ὑγεία· προσκείσθω οὗν τῇ μὲν ὑγείᾳ ἐλάττονι οὔσῃ ἀγαθῷ ἀρετή, τῇ δὲ εὐεξίᾳ μείζονι ἀγαθῷ οὕσῃ πλοῦτος· ἐπεὶ οὖν ἡ ὑγεία μετὰ ἀρετῆς μεῖζον ἀγαθὸν εὐεξίας μετὰ πλούτου, καὶ ἀρετὴ πλούτου αἱρετωτέρα. πάλιν ἐπεὶ τοῦ λέγειν καὶ τοῦ σιωπάν δύο ὄντων καὶ αἱρετωτέρου ὄντος τοῦ λέγειν, ἐπεὶ καὶ πολὺ χρηστότερον, προστεθέντων τῷ μὲν σιωπᾶν τοῦ σωφρόνως τῷ δὲ λέγειν τοῦ ῥητορικῶς τὸ σωφρόνως σιωπᾶν αἱρετώτερον τοῦ ῥητορικῶς λέγειν, καὶ σωφροσύνη ῥητορικῆς αἱρετωτέρα. καὶ ἐπεὶ εὐεξία μὲν ὑγείας μεῖζον ἀγαθόν. προστεθέντων δὲ τῇ μὲν ὑγείᾳ τοῦ θεωρεῖν τῇ δὲ εὐεξίᾳ τοῦ πράσσειν αἱρετώτερον θεωρία μετὰ ὑγείας πράξεως μετὰ εὐεξίας, καὶ θεωρία πράξεως αἱρετωτέρα. ῾Ομοίως δὲ καὶ ἐκ τῆς ἀφαιρέσεως. ῾Ομοίως φησὶ δεῖν ἐπιχειρεῖν ὥσπερ ἀπὸ τῆς προσθέσεως οὕτω καὶ ἀπὸ τῆς ἀφαιρέσεως· εἰ γὰρ τῶν ἐπ’ ἴσης αἱρετῶν ἀφαιρουμένων τινῶν τὸ καταλειπόμενον τῇ τοῦ ἑτέρου ἀφαιρέσει ἔλαττον γίνοιτο ἢ τῇ τοῦ ἑτέρου, οὗ τῇ ἀφαιρέσει ἔλαττον γίνεται, ἐκεῖνο αἱρετώτερον. οὐ μόνον δὲ ἄν δύο τινὰ ὁμοίως αἱρετὰ ληφθῇ, ἀλλὰ κἂν ἕν τι αἱρετόν, ἔπειτα ἀφαιρεθῇ αὐτοῦ δι’ ἃ αἱρετώτερον, εἰ εἴη δύο τινὰ καὶ εἴη τῇ τοῦ ἑτέρου αὐτῶν ἀφαιρέσει μειζόνως κατὰ τὴν αἵρεσιν ἐλαττούμενον, οὗ τῇ ἀφαιρέσει ἧττον αἱρετὸν τὸ αὐτὸ γίνεται, ἐκεῖνο αἱρετώτερον τοῦ ἑτέρου, οὗ μετὰ τὴν ἀφαίρεσιν αἱρετώτερον. τοῦτο δὲ προδηλότατον μὲν ἐπὶ μεγεθῶν τε καὶ ἀριθμῶν ἐστιν· ἐλαττοῦται γὰρ τὰ δέκα καὶ τῇ τῶν τριῶν καὶ τῇ τῶν πέντε ἀφαιρέσει· ἀλλ’ ἐπειδὴ μᾶλλον ἐλαττοῦται τῇ τῶν πέντε ἀφαιρέσει ἢ τῇ τῶν τριῶν, τὰ πέντε τῶν τριῶν πλείω. ὁ αὐτὸς καὶ ἐπὶ τῶν μεγεθῶν λόγος. ἐπὶ δὲ τῶν αἱρετῶν, ἐφ’ ὧν ποιεῖται τὸν λόγον, οὕτως ἂν δεικνύοιτο· εἰ ἀπὸ ὑγείας καὶ πλούτου καὶ κάλλους, ἅμα τῶν τριῶν ὄντων, ἔλαττον τὰ καταλειπόμενα δύο αἱρετὰ γίνεται ὑγείας ἀφαιρεθείσης ἢ πλούτου, ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα· ἔλαττον γὰρ αἱρετὸν πλοῦτος μετὰ κάλλους ἢ κάλλος μετὰ ὑγείας. καὶ οὕτως μὲν ἐπὶ τοῦ αὐτοῦ. ἔνεστι δὲ καὶ οὕτως δεῖξαι· εἰ ἐπ’ ἴσης αἱρετῶν ὄντων πλούτου μετὰ ἰσχύος καὶ ὑγείας μετὰ εὐγενείας, ἀφαιρεθέντων τοῦ μὲν πλούτου τῆς ἰσχύος τῆς δὲ ὑγείας τῆς εὐγενείας ἔλαττον αἱρετὸν ὁ πλοῦτος τῆς ὑγείας, δῆλον ὡς αἱρετώτερον ἰσχὺς εὐγενείας· τὸ γὰρ ἐπ’ ἴσης αἱρετὸν ἧττον αἱρετώτερον γίνεται ἀφαιρουμένων τινῶν ἀπ’ αὐτῶν, ὅταν μᾶλλον αἱρετὸν ᾖ τὸ αφαιρουμενον. Καὶ εἱ τὸ μὲν δι’ αὑτὸ τὸ δὲ διὰ τὴν δόξαν αἱρετόν. Αἱρετώτερον ὃ δι’ αὑτὸ αἱρούμεθα τοῦ διὰ τὴν ἀπὸ τῶν ἄλλων δόξαν. οὕτως ὑγεία κάλλους αἱρετωτέρα· τὴν μὲν γὰρ ὑγείαν δι’ αὑτὴν αἱρούμεθα, κἂν μηδεὶς εἴσεσθαι μέλλῃ, τὸ δὲ κάλλος διὰ τὴν ἐπ’ αὐτοῦ δόξαν· μάταιον γοῦν δοκεῖ τὸ κάλλος εἶναι μὴ γνωριζόμενον. ὡρίσατο δε καὶ το προς δοξαν αιρετον· ο γαρ μηοενος συνειοοτος μὴ ὰνσπου- δάσαι τις ὑπάρχειν αὑτῷ, τοῦτ᾿ ἔστι τὸ διὰ δόξαν αἱρετόν. οὕτως δεικνύοιτ᾿ ἄν ὁ πλοῦτος τιμῆς αἱρετώτερος, καὶ οἰκία εὐοίκητος τῆς κεκοσμημένης, καὶ ἐσθὴς ἡ χρησιμωτέρα τῆς πολυτελοῦς, καὶ τῶν κτημάτων τὰ προσόδους φέροντα τῶν ἐν ἐπιφανέσι καὶ αἰεὶ διοδευομένοις ὄντων χωρίοις. Καὶ εἰ τὸ μὲν δι’ αὑτὸ καὶ τὴν δόξαν αἱρετόν, τὸ δὲ |διὰ θάτερον μόνον. [Αἱρετώτερόν φησιν εἶναι τὸ δι’ ἀμφότερα αἱρετὸν τοῦ διὰ μόνην, οἶμαι καὶ τοῦ δι’ αὑτό, ἐὰν ἐπὶ τοῦ αὐτοῦ παραληφθῇ· τὸ γὰρ δι’ ἄμφω αἱρετώτερον πρόδηλον.] ἐπεὶ καὶ τὸ δι’ αὑτὸ μόνον τοῦ πρὸς δόξαν αἱρετώτερον, καὶ τὸ δι’ ἄμφω, φησί, τοῦ πρὸς θάτερον μόνον· τὸ γὰρ διὰ δύο τοῦ διὰ τὸ ἕτερον αὐτῶν αἱρετοῦ αἱρετώτερον. οὕτως ἡ μετὰ τοῦ χρησίμου τὸ κεκοσμημένον ἔχουσα οἰκία αἱρετωτέρα τῆς μόνον τὸν κόσμον· περικειμένης ἢ μόνον τὸ χρήσιμον ἐχούσης. ὁμοίως δὲ καὶ ἐσθὴς ἢ σκεῦος. ἀλλὰ καὶ ἵππος αἱρετώτερος ὁ πρὸς τῷ εὐπειθής τε καὶ ταχὺς εἶναι καὶ ὀφθῆναι καλὸς ὢν τοῦ τὸ ἕτερον ἔχοντος μόνον. ἀλλὰ καὶ τὰ ἄλλα κτήματα ἄμφω ἔχοντα τῶν μόνον τὸ ἕτερον. δεικνύοιτο δ’ ἄν οὕτω καὶ τὸ ἐν ὄψει τῶν πολλῶν τὰ καλὰ προσεῖναι αἱρετώτερον ὂν τοῦ λανθάνοντα, καὶ τὸ πρὸς τῷ εἶναι δίκαιον καὶ τὸ δοκεῖν ἔχειν τοῦ μόνον εἶναι. καὶ ἐπὶ τῶν ἄλλων αἱρετῶν ὁμοίως· ὅθεν εἴρηται καὶ τὸ ‟ἄγνωστον μηδὲν ἔχοιμι καλόν”. ὁμοίως δ’ ἄν δεικνύοιτο καὶ φευκτότερον, ὃ καὶ δι’ αὑτὸ καὶ διὰ τὴν δόξαν φευκτόν ἐστι, τοῦ διὰ θάτερον μόνον· φευκτότερον γὰρ τὸ φανερῶς ἀδικεῖν τοῦ κρύφα· καὶ τὸ ἀκολασταίνειν ὁμοίως. αὶ ὁπότερον μᾶλλον δι’ αὑτὸ τίμιον, τοῦτο καὶ βέλτιον καὶ αἱρετώτερον. Ωσπερ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ διὰ δόξαν αἱρετώτερον καὶ τὸ δι’ αὑτὸ καὶ διὰ δόξαν τοῦ διὰ θάτερον, οὕτω καὶ τῶν δι’ αὑτὰ αἱρετῶν τε καὶ τιμίων τὸ μᾶλλον δι’ αὑτὸ αἱρετὸν καὶ τίμιον αἱρετώτερον. οἷον εἰ μᾶλλον δι’ αὑτὸ τίμιον θεωρία πράξεως (πᾶσα γὰρ πρᾶξις τοῦ ἐπανορθῶσαί τι γίνεσθαι δοκεῖ, ἡ δὲ θεωρία αὐτὴ δι’ αὑτήν), αἱρετώτερον. καὶ εἰ μᾶλλον δι’ αὑτὴν ἡ φρόνησις τῆς ἀνδρείας τιμία, καὶ αἱρετωτέρα· τῆς μὲν γὰρ πανταχοῦ, τῆς δὲ ἐν τοῖς κινδύνοις ἡ ἐνέργει. ὡρίσατο δὲ καὶ τὸ δι’ αὑτὸ τιμιώτερον, τοῦτ’ ἔστιν αἱρετώτερον, ὥσπερ καὶ τὸ πρὸς δόξαν αἱρετὸν προολίγου· ὃ γὰρ μηδενὸς ἄλλου μέλλοντος ὑπάρξειν δι’ αὑτὸ αἱρούμεθα μᾶλλον, τοῦτ’ ἔστι καθ’ αὑτὸ καὶ δι’ αὑτὸ τιμιώτερον. οὕτω τιμιώτερον ὑγεία πλούτου καὶ εὐγενείας καὶ ἰσχύος καὶ κάλλους. Ἔτι διελέσθαι ποσαχῶς τὸ αἱρετὸν λέγεται καὶ τινῶν χάριν. Δεῖν φησι καὶ ἐκ τῆς διαιρέσεως τοῦ αἱρετοῦ ἀφορμὰς λαμβάνειν· ἂν γὰρ διελώμεθα ποσαχῶς λέγεται τὸ αἱρετόν, ἐπεὶ μὴ μοναχῶς, εὐπορήσομεν ἐπιχειρημάτων πρὸς τὴν τοῦ αἱρετωτέρου κατασκευήν. λέγεται δὴ τὸ αἱρετὸν τριχῶς· καὶ γὰρ τὸ καλὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον αἱρετά. ᾧ δὴ πάντα ταῦτα ὑπάρχει καὶ διὰ πάντα ἐστὶν αἱρετόν, τοῦτο τῶν μὴ πάντα ἐχόντων αἱρετώτερον· καὶ ᾧ τὰ πλείω τῶν οἷς τὰ ἐλάττω, ἄν τὸ ὁμοίως αὐτοῖς ὑπάρχῃ ἐπειδὴ δύναταί γε τὸ κατὰ τὶ ὂν σφόδρα αἱρετὸν τοῦ κατὰ πάντα μὲν μὴ μέντοι σφόδρα αἱρετοῦ αἱρετώτερον εἶναι· ἡ γοῦν φρόνησις δι’ αὑτὴν μόνον οὖσα αἱρετὴ αἱρετωτέρα ἐστὶν ἰσχύος διὰ πάντα οὔσης αἱρετῆς· καὶ γὰρ δι’ αὑτὸ ἡ ἰσχὺς αἱρετὸν εἶναι δοκεῖ καὶ ὡς καλὸν καὶ ὡς συμφέρον καὶ ὡς ἡδύ, ἀλλ’ ὑπερέχει τῷ δι᾿ αὑτὸ αἱρετῷ ἡ φρόνησις τούτων ἀπάντων. ἀλλὰ κἄν τὸ μὲν δι’ αὑτὸ ᾖ αἱρετόν, τὸ δὲ διὰ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, τὸ δι’ αὑτὸ αἱρετὸν καίτοι δι᾿ ἓν ὂν αἱρετὸν αἱρετώτερον ἂν εἴη [καὶ] τοῦ δι᾿ ἐκεῖνα αἱρετοῦ καίτοι διὰ ὄντος αἱρετοῦ. σωφροσύνη γοῦν δι’ αὑτὴν μόνον οὖσα αἱρετὴ αἱρετωτέρα ἐστὶ τιμῆς καὶ διά τὸ ἡδὺ καὶ διὰ τὸ χρήσιμον οὔσης αἱρετῆς. ἢ πᾶσα ἀρετὴ καὶ δι’ αὑτὴν καὶ διὰ τὸ ἡδύ ἐστιν αἱρετή, ὅτι ἡδεῖαι καθ’ αὑτὰ αἰ κατ’ ἀρετὴν ἐνέργειαι· διὸ καὶ εἰ κατὰ πλείω τι εἴη αἱρετὸν οὐκ ὂν ἀρετή, τῷ καὶ διὰ τὸ καλὸν καὶ διὰ τὸ ἡδὺ ἐλαττοῦσθαι τῆς ἀρετῆς ἔλαττον αὐτῆς ἔσται αἱρετόν. ἔσται οὖν αἱρετώτερον τὸ κατὰ πάντα τοῦ κατὰ τινὰ καὶ τὸ κατὰ πλείω τοῦ κατὰ ἐλάττω, ἄν ᾖ τὸ κατὰ πλείω ὁμοίως τῷ κατὰ ἐλάττω καθ’ ἕκαστον τῶν αἱρετῶν αἱρετὸν καὶ ἔτι τὰ ἐλάττω ἐν τοῖς πλείοσι περιέχηται. οὕτως ἐν ᾿Ηθικοῖς ἔδειξε τὴν διὰ τὸ καλὸν φιλίαν αἱρετωτέραν οὖσαν τῆς τε διὰ τὸ ἡδὺ καὶ τῆς διὰ τὸ χρήσιμον· ἡ γὰρ διὰ τὸ καλὸν πρὸς τῷ διὰ τὸ καλὸν αἱρετὴ εἶναι καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἔχει. καὶ ἰσχὺς δὲ πλούτου αἱρετωτέρα ἄν δεικνύοιτο τῷ διὰ τὰ πλείω αἱρετὴ εἶναι [καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἔχειν]· ὁ μὲν γὰρ τὸ συμφέρον μόνον, ἡ δὲ καὶ τὸ καλὸν καὶ τὸ ἡδὺ ἔχειν δοκεῖ. ἀλλὰ καὶ ὑγεία ἡδονῆς· καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον ἔχει. εἰ δὲ εἴη τὰ συγκρινόμενα διὰ τὰ αὐτὰ αἱρετά, ᾧ μᾶλλον ὑπάρχει ταῦτα, ἐκεῖνο αἱρετώτε|ρον ἔσται. οὕτω σωφροσύνη ἐγκρατείας· διὰ τὰ αὐτὰ μὲν γὰρ ἄμφω, ἀλλὰ μᾶλλον ἡ σωφροσύνη. καὶ τὸ μανθάνειν δὲ τοῦ γυμνάζεσθαι αἱρετώτερον, καίτοι ἄμφω διὰ τὸ συμφέρον αἱρετά· ἀλλὰ μᾶλλον ὑπάρχει τοῦτο τῷ μανθάνειν. οὕτω δειχθήσεται καὶ ἀνδρείας δικαιοσύνη αἱρετωτέρα· ἀμφότεραι μὲν γὰρ καὶ διὰ τὸ καλὸν καὶ διὰ τὸ ἡδύ, ἀλλ’ οὐχ ὁμοίως ἡ ἀνδρεία τὸ ἡδὺ ἔχει διὰ τὰ τραύματα καὶ τὰς ἀναιρέσεις. ἀλλά καὶ τὸ τοὺ βελτίονος χάριν αἱρετὸν αἱρετώτερον, οἷον τὸ μανθάνειν τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ ἐπιστήμης χάριν, τὸ δὲ ἰσχύος. ἀλλὰ καὶ τὰ χρηστὰ ἤθη τῆς ἀσκήσεως τοῦ σώματος· τὰ μὲν γὰρ διὰ φιλοσοφίαν, ἡ δὲ διὰ ἄθλησιν αἱρετή. καὶ τοῦ πανηγυρίζειν τὸ παιδεύεσθαι· τὸ μὲν γὰρ ἀρετῆς χάριν, τὸ δὲ ἡδονῆς. ὁ δὲ τόπος δυνάμει ἤδη καὶ ἐν τοῖς πρώτοις εἴρηται· ὧν γὰρ τὰ τέλη αἱρετώτερα, καὶ αὐτὰ αἱρετά. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν φευκτῶν· καὶ γὰρ καὶ ἐπὶ τούτων φευκτότερον τὸ πλειόνων ἀγαθῶν ἐμποδιστικὸν καὶ τὸ τῶν μᾶλλον ἀγαθῶν ἀναιρετικόν. οὕτω νόσος αἴσχους· πλειόνων γὰρ ἡ νόσος ἐμποδιστική· καὶ γὰρ ἡδονῆς καὶ τοῦ σπουδαῖον εἶναι· τὸ δὲ ἡδονῆς μόνης. καὶ πενία ἀδοξίας, καὶ ἡ τῆς ψυχῆς ἀφυία τῆς τοῦ σώματος· τοῦ γὰρ μᾶλλον αἱρετοῦ ἐμποδιστικόν. καὶ άποβολὴ μαθημάτων ἀποβολῆς χρημάτων· βελτίονος γὰρ ἀναιρετικόν. εἴη δ’ ἄν τὸ διὰ τὴν δόξαν αἱρετὸν ἢ ὑπὸ τὸ ἡδὺ ἢ ὑπὸ τὸ συμφέρον. Ἔτι ἐκ τοῦ ὁμοίως δεικνύναι φευκτὸν καὶ αἱρετόν. Ηττον αἱρετὸν τὸ ὁμοίως αἱρετόν τε καὶ φευκτὸν τοῦ μόνον αἱρετοῦ. οἷον εἰ τὸ μὲν πολιτεύεσθαι καὶ αἱρετὸν καὶ φευκτόν· (φευκτὸν διά τε τὰς ἐνοχλήσεις καὶ τὰς ἐπηρείας), τὸ δὲ φιλοσοφεῖν αἱρετὸν μόνον, αἱρετώτερον τὸ φιλοσοφεῖν. καὶ εἰ δόξα μὲν καὶ κάλλος καὶ πλοῦ- ὅς καὶ αἱρετὰ καὶ φευκτά (διὰ γὰρ τὰς δι’ αὐτὰ ἐπιβουλὰς ἔχει τι φευκτόν), ὑγεία δὲ καὶ ἰσχὺς αἱρετὰ μόνον, αἱρετώτερα ταῦτα ἐκείνων τῶν αἱρετῶν καὶ φευκτῶν. εἴη ἂν καὶ τὸ πλεῖν τε καὶ ἐμπορεύεσθαι διὰ τοὺς κινδύνους τοὺς κατὰ θάλατταν πρὸς τῷ αἱρετῷ καὶ τὸ φευκτὸν ἔχοντα, τὸ δὲ γεωργεῖν αἱρετὸν μόνον. Οἱ αὐτοὶ δὲ τόποι χρήσιμοι καὶ πρὸς τὸ δεικνύναι ότιοῦν αἱρετὸν ἡ φευκτὸν. Παραδοὺς τοὺς τόπους, δι’ ὧν οἷόν τέ ἐστι τὰς κατὰ τὸ αἱρετὸν συγκρίσεις ποιεῖσθαι, τοὺς αὐτοὺς τόπους φησὶν ἁρμόζειν καὶ πρὸς τὸ δεικνύναι ὅτι ἀπλῶς τί ἐστιν αἱρετόν. ἐπεὶ γὰρ τὸ αἱρετώτερον καὶ αἱρετόν, ὥσπερ τὸ χρησιμώτερον καὶ χρήσιμον καὶ τὸ κάλλιον καὶ καλόν, ἂν τὰς ὑπεροχὰς καὶ τὰς συγκρίσεις τὰς πρὸς ἄλληλα ἑκάστου αὐτῶν ἀφαιρῶμεν, δεικνύοιμεν ἄν αὐτὰ δῆλον ὅτι καὶ ἁπλῶς ὄντα τοιαῦτα διὰ τῶν αὐτῶν τόπων. τῷ γὰρ τὸ τίμιον αἱρετὸν εἶναι, τούτῳ καὶ τὸ τιμιώτερόν τινος αἱρετώτερον ἐκείνου· ὥστε ἐν τῷ λαβεῖν ὅτι τίμιον εἴη ἂν καὶ ὅτι αἱρετὸν λαμβάνων· ὁμαίως καὶ τὸ χρησιμώτερον αἱρετώτερον, ὅτι τὸ χρήσιμον αἱρετόν. ἀφελόντας οὖν χρὴ τὴν πρὸς ἄλληλα σύγκρισιν λαμβάνειν πᾶν τὸ τίμιον αἱρετόν, ἀρχὴ δὲ φέρε εἰπεῖν τίμιον, ὥστε καὶ αἱρετόν᾿· ὁμοίως καὶ ἐπὶ τοῦ χρησίμου τὸ χρήσιμον αἱρετόν, πλοῦτος δὲ χρήσιμον᾿. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, καθ’ ἃ τὸ αἱρετώτερον δείκνυται, ὅσα τῷ ὁμολογουμένως αἱρετὰ εἷναι, καθ’ ἃ ἡ σύγκρισις αὐτοῖς, αἱρετώτερα εἶναι δείκνυται· οὐ γὰρ μόνον τὸ τιμιώτερον καὶ τὸ χρησιμώτερον αἱρετώτερον, ἀλλὰ καὶ τὸ ἀλυπότερον, ἄν οὕτως τύχῃ, καὶ τὸ ἥδιον καὶ ὃ ὁ σπουδαῖος ἂν ἕλοιτο μᾶλλον· καὶ καθ’ ὅσα ἄλλα τοιαῦτα ἡ κατὰ τὸ αἱρετὸν ὑπεροχὴ γίνεσθαι δέδεικται, κατὰ πάντα, ἂν ἀφελόντες τὴν πρὸς ἄλληλα σύγκρισίν καὶ ὑπεροχὴν τὸ ἀπλῶς λαμβάνωμεν, εἴημεν ἄν αἱρετὸν ἕκαστον αὐτῶν δεικνύντες. ἐπ’ ἐνίων δέ φησιν εὐθέως ἐν τῇ πρὸς ἕτερον συγκρίσει περιέχεσθαί τε καὶ ἐλέγχεσθαι καὶ τὸ ἑκάτερον αὐτῶν αἱρετὸν εἶναι, ἡ τὸ ἕτερον γε φανερῶς. πάντως μὲν γὰρ ἄμφω δει εἶναι τοιαῦτα τὰ συγκρινόμενα, προδήλως μέντοι τὸ ἕτερον [τὸ προσκείμενον] εἶναι τίθεται· ᾧ γὰρ πρόσκειται τὸ ἀγαθόν, προδήλως τοῦτο ἔχει καὶ τὸ αἱρετὸν προσκείμενον. οὐκέθ’ ὁμοίως φανερῶς τὸ αἱρετὸν ἐν τῇ κατὰ τὸ χρήσιμον συγκρίσει περιέχεται. ἔστιν οὖν ὃ λέγει, ὅτι ἐπ’ ἐνίων οὐ δεῖ κατασκευῆς πρὸς τὸ δεῖξαι αἱρετὸν τῶν κατὰ τὴν σύγκρισιν λεγομένων. ἴσως μὲν γὰρ πρὸς τὸ δεῖξαι τὸ χρήσιμον αἱρετὸν ἢ τὸ ἡδὺ ἢ τὸ |ἄλυπον ἢ τὸ πολυχρόνιον λόγου δεῖ· ἐν οἷς δὲ κατὰ τὸ ἀγαθὸν ἡ σύγκρισις, ταῦτα προδήλως τὸ αἱρετὸν ἔχει· τὸ γὰρ αἱρετὸν ἀγαθόν. ἢ οὐ τοῦτ’ ἔστι τὸ λεγόμενον διὰ τοῦ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν· ἀλλ’ ἐπεὶ ἔνια τῶν κατὰ σύγκρισιν λεγομένων οὐ πάντως καὶ τὸ ἁπλῶς ἐμφαινόμενον ἔχει (οὐ γάρ, εἰ τὸ ἑνὶ ὑπερέχον τινὸς πλεῖον ἐκείνου καὶ διὰ τοῦτο τὰ τοία τῶν δύο πλείω, ἤδη καὶ τὸ πολλὰ εἶναι τὰ τρία οἷόν τε διὰ τοῦ κειμένου τόπου δεικνύναι, ἀφελόντας αὐτοῦ τὴν πρὸς τὰ δύο ὑπεροχήν· ἀλλ’ οὐδ’, ἐπεὶ πᾶν τὸ ληφθὲν μέγεθος, κἄν ᾖ μικρόν. ὑπερέχει τινός, τὸ δ’ ὑπερέχον τινὸς μεῖζον, ἤδη, διότι μεῖζον, καὶ μέγα), διὰ τοῦτο οὖν προσέθηκε τὸ ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν. τοιαύτην δὲ ἔχει τὰ αἱρετώτερον ἄλλο ἄλλου δεικνύντα τι τῷ πολυχρονιωτέρῳ ἀγαθῷ, τῷ βεβαιοτέρῳ, τοῖς τοιούτοις. ὁ γὰρ λέγων τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει ἀγαθοῦ αἱρετώτερον εἶναι, τῷ τὸ ἀγαθὸν αἱρετὸν εἶναι ἐπ’ ἀμφοτέρων δὲ αὐτὸ λαμβάνειν καὶ ὅτι ἀμφότερά ἐστιν αἱρετὰ τίθησιν· καὶ γάρ, εἴ τι φύσει ἀγαθόν ἐστι, τοῦτο αἱρετόν· κἂν μὴ φύσει δὲ ᾖ τι, ἀγαθὸν δέ, καὶ τοῦτο αἱρετόν· πᾶν γὰρ ἀγαθὸν αἱρετόν. συγκρίνοντες μὲν οὑν ἐροῦμεν ‘τὸ φύσει ἀγαθὸν τοὺ μὴ φύσει αἱρετώτερον· καὶ ἔστι φύσει μὲν ἀγαθὸν ἡ ὑγεία, οὐ φύσει δὲ τὸ νικᾶν μαχόμενον· αἱρετώτερον ἄρα ὑγεία τῆς ἐν πολέμῳ νίκης᾿. δεικνύντες δὲ αἱρετὸν ἐροῦμεν ῾τὸ φύσει ἀγαθὸν αἱρετόν, φύσει δὲ ἀγαθὸν ἡ ὑγεία, καὶ αἱρετὸν ἄρα', καὶ πάλιν ῾πᾶν ἀγαθὸν αἱρετόν, ὥστε καὶ τὸ μὴ φύσει᾿ ὁμοίως καὶ ἐπὶ ἰοῦ τιμιωτέρου· εἰ τοῦτο τούτου τῷ τιμιώτερον εἶναι αἱρετώτερόν ἐστιν, ἐπεὶ τὸ τίμιον αἱρετόν, τὸ δὲ τιμιώτερόν τινος τίμιον (οὐ γὰρ ἂν ἦν τιμιώτερον μὴ ὂν τίμιον), τόδε ἄρα αἱρετόν. ὁμοίως, εἰ τόδε τῷ πολυχρονιώτερον ἀγαθὸν εἶναι τοῦδε αἱρετώτερον, τὸ αὐτὸ τοῦτο τῷ πολυχρόνιον εἶναι αἱρετὸν ἄν εἴη. δῆλον οὖν πῶς οἷόν τε τοῖς συγκριτικοῖς τόποις χρῆσθαι καὶ πρὸς τὴν τοῦ ἁπλῶς αἱρετοῦ δεῖξιν. ἐπιζητήσαι δ’ ἄν τις εἰ ἐπὶ πάντων ὑγιὲς · τὸ τὸ μᾶλλόν τι ὂν καὶ ἁπλῶς εἶναι· λέγεται γὰρ καὶ γῆ γῆς κουφοτέρα οὐκ οὖσα ἁπλῶς κούφη, καὶ πῦρ πυρὸς βαρύτερον οὐκ ὂν ἁπλῶς βαρύ. ἢ οὐ κυρίως ἐπὶ τούτων τὰ συγκριτικὰ λέγεται τῶν μὴ ἀναδεχομένων τὸν λόγον τοῦ καθ’ ὃ ἡ σύγκρισις· οὔτε γὰρ ἡ 77; τὸν τοῦ κούφου λόγον ἐπιδέχεται, ἥ γε ἁπλῶς ἐστι βαρεῖα (κοῦφον δέ ἐστι τὸ ἐξ ἑαυτοῦ φερόμενον εἰς τὸν ἄνω οὔτε τὸ πῦρ <τὸν> τοῦ βαρέως. οὐ λέγεται γὰρ ἡ γῆ κουφοτέρα τῷ ἐξ αὑτῆς ἄνω φέρεσθαι, ἀλλὰ τῷ εὐβιαστοτέρα εἶναι· καὶ ῥᾷον ἄνω βιάζεσθαι, ὃ οὐκ ἔστι κούφου· ὁμοίως καὶ πῦρ βαρύτερον λέγεται τὸ ῥᾷον κάτω σπώμενον. καθ’ ὁμοιότητα οὖν τινα ταύτα λέγεται οὐ κυρίως. Ληπτέον δὲ ὅτι μάλιστα καθόλου τοὺς τόπους Περὶ τοῦ μᾶλλον καὶ τοῦ μείζονος καὶ ὅλως τῶν ἐν συγκρίσει παραδοὺς ἡμῖν τοὺς συγκριτικοὺς τόπους ἐπὶ ὡρισμένου τινός (ἐπὶ γὰρ αἱρετοῦ· πάντες γὰρ κατὰ τοῦτο τὴν σύγκρισιν ἐποιοῦντό, ἐπειδὴ εὐπαρακολουθητοτέρα ἡ τῶν τόπων παράδοσις ἐπὶ ὡρισμένου τινός [ὡς τὸ φύσει ἀγαθὸν αἱρετόν, φύσει δὲ ἀγαθὸν ἡ ὑγεία, ἡ ὑγεία φύσει αἱρετόν. ἔστι δέ τινα φύσει αἱρετὰ οὐ πάντως ἀγαθά· οἷον ἀγαθὸν ἄρα ἡ ὑγεία πρώτη πρότασις, ὡς εἴπομεν, γινομένη]), ἐπεὶ μὴ γίνεται ἡ σύγκρισις κατὰ τὸ αἱρετὸν μόνον, πάνυ ἐμμεθόδως ὑποδείκνυσιν ἡμῖν δι’ ὧν προστίθησι, πῶς τοῖς αὐτοῖς τούτοις τόποις καθόλου καὶ πρὸς τὰ ἄλλα πάντα, καθ’ ἃ ἡ σύγκρισις γίνεται, χρῆσθαι δυνησόμεθα. ἐπεὶ γὰρ τὸ μᾶλλον συγκριτικὸν ὄν, καὶ τὸ μεῖζον ὁμοίως, οὐκ ἐν ἀγαθοῖς μόνον καὶ αἱρετοῖς ἐστιν ἀλλὰ καὶ ἐν ἄλλοις (μᾶλλον γὰρ καὶ ἐπὶ θερμοῦ καὶ βαρέος καὶ λευκοῦ μυρίων ἄλλων λέγεται· ὁμοίως καὶ τὸ μεῖζον συγκριτικὸν <ὂν> οὐκ ἐπὶ μόνον ἢ κακῶν καὶ αἱρετῶν τε καὶ φευκτῶν λέγεται ἀλλὰ καὶ ἐπ’ ἄλλων· μάλιστα μὲν γὰρ ἐπὶ μεγεθῶν, καὶ ἐπὶ ἀριθμῶν δὲ καὶ βαρέων καὶ ἐπ’ ἄλλων μυρίων ἡ κατὰ τὸ μεῖζον γίνεται σύγκρισις), δεῖν φησι τοὺς συγκριτικὺς τόπους, ὡς ἐδήλωσε τῇ προσθέσει τῇ περὶ τοῦ μᾶλλον καὶ μείζονος. καθολικωτέρους λαμβάνειν· οὕτως γὰρ λαμβανόμενοι πρὸς πλείω χρήσιμοι ἔσονται καὶ οὐ μόνον πρὸς τὰ αἱρετὰ καὶ φευκτά, πρὸς ἃ νῦν αὐτοῖς κεχρήμεθα. εἰπὼν δὲ τοῦτο, πῶς οἷόν τε τοὺς προειρημένους τόπους καθόλου ποιεῖν, ὑποτίθεται. ἄν γὰρ μικρὸν παραλλάσσωμεν ἐν τῇ ἐκθέσει αὐτῶν, τὸ κοινότερον ἀντὶ τοῦ εἰδικωτέρου προστιθέντες, γίνοιτ’ ἂν τὸ προειρημένον. καὶ πῶς |τοῦτο γίνοιτ’ ἂν, διὰ παραδειγμάτων δηλοῖ ἐπὶ τόπων, πρῶτον μὲν τοῦ ‘τὸ φύσει ἀγαθὸν τοὐ μὴ φύσει αἱρετώτερον’. οὕτώς μὲν γὰρ ῥηθεὶς οὗτος ὁ τόπος ἐπὶ ἀγαθῶν μόνον καὶ ἰῆς τούτων συγκρίσεως χρήσιμος γίνεται· ἐπεὶ δὲ οὐ μόνον τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει ἀγαθοῦ μᾶλλον ἀγαθὸν καὶ αἱροτώτερον, ἀλλὰ καὶ τὸ φύσει φευκτὸν τοῦ μὴ φύσει φευκότερον καὶ τὸ φύσει λευκὸν τοῦ μὴ φύσει λευκότερον (καὶ ἐπὶ ὑγιεινοῦ δὲ καὶ γλυκέος καὶ τῶν ὁμοίων τούτοις ὁ αὐτὸς λόγος), ἂν δὴ εἴπωμεν ἀντὶ τοῦ ‘τὸ φύσει ἀγαθὸν <τοῦ μὴ φύσει ἀγαθοῦ μᾶλλον ἀγαθόν’> τὸ φύσειτοιοὗτον τοῦ μὴ φύσειτοιούτου μᾶλλον τοιοὗτον καθόλου τε ποιήσομεν τὸν τόπον κἂ χρῆσθαι αὐτῷ πρὸς πάντα δυνησύμεθα ἐν οἶς ἐστι τὸ φύσει καὶ μὴ φύσει· πάντα γὰρ συγκεχώρηται οὕτως τεθέντος τοῦ τόπου. πάλιν κείσθω τὸ ποιοῦν τῇ παρουσίᾳ ἀγαθοὺς αἱρετώτερον τοῦ μὴ ποιοῦντος· ἂν δὴ ἀντὶ τοῦ TO ποιοδν ἀγαθοὺς αἱρετέτερον τοῦ μὴ ποιοὗντος’ εἰδικῶς εἰρημένου λάβωμεν TO ποιοῦν τὸ ἔχον αὐτὸ τοιόνδε τι τοῦ μὴ ποιοῦντος μᾶλλόν ἐστι τοιοὗτον’, κθόλου τε ποιήσομεν τὸν τόπον καὶ πρὸς πολλὰ αὐτῷ χρῆσθαι δυνησόμεθα. αὐτὸς δὲ οὕτως ἔθηκε τὸν τόπον· εἰ τὸ μὲν ποιεῖ τὸν ἔχοντα αὐτὸ τοιοῦτον, ᾧ ἂν ὑπάρχῃ, τόδε μὴ ποιεῖ, μᾶλλον τοιοὗιον ὅ ποτε ποιεῖ ἢ ὃ μὴ ποιεῖ. οὕτω γὰρ καὶ τὸ ποιοῦν θερμὸν τοῦ μὴ ποιοῦντος θερμότερον καὶ τὸ ποιοῦν γλυκὺ καὶ τὸ ποιοῦν καλὸν καὶ τὸ ποιοῦν ἡδὺ ****. εἰ δὲ ἀμφότερα ποιεῖ τὸ αὐτό, τὸ μᾶλλον ποιοῦν τοιοῦτο μᾶλλον, οἷον εἰ ἀμφότερα ποιεῖ τὸ ἔχον γλυκὺ ἢ θερμὸν ἢ ἀγαθὸν ἢ μεῖζον. ἡ γὰρ εἰς τὸ γενικώτερον, ὅπερ ἐστὶ τὸ τοιοῦτον, μετάθεσις κοινότερον ἐποίησε τὸν τόπον · καὶ πολυχρηστόερον. Ἔτι εἰ τοῦ αὐτοῦ τινος τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον τοιοῦτον. Παρέδωκέ τινα καὶ τοιοῦτον τόπον ἱεῖ τινος τοὐ αὐτοῦ τὸ μὲν μεῖζον ἀγαθόν ἐστι τὸ δὲ ἔλαττον, αἱρετώτερον τὸ μεῖζον”· οὕτως γὰρ εὐεξία πλούτου αἱρετωτέρα, ὅτι τῆς ὑγείας ἡ μὲν εὐεξία αἱρετωτέρα, ὁ δὲ πλοῦτος ἧττον αἱρετός. πῶς οὖν καὶ τοῦτον καθολικώτερον ποιήσομεν τῇ ἐκθέσει τε καὶ προσηγορίᾳ, λέγει. οὕτω γὰρ ῥηθείς ‘εἰ τοὺ αὐτοῦ τινος τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον τοιοῦτον, μᾶλλον τοιοῦτον ὃ τοῦ αὐτοῦ μᾶλλόν ἐστι τοιοῦτον᾿ καθόλου [γὰρ] ἔσται, λαβόντων ἡμῶν ἀντὶ τοῦ ‘ἀγαθόν᾿ τὸ τοιοῦτον· κειμένου γὰρ τούτου καὶ μεῖζόν τι ἄλλο ἄλλου καὶ πλεῖον καὶ θερμότερον καὶ γλυκύτερον καὶ πάντα τὰ τούτοις ὅμοια δεικνύναι δυνησόμεθα τῷ πᾶσιν αὐτοῖς ἐφαρμόζειν τὸ τοιοῦτον. Καὶ εἰ τὸ μὲν μᾶλλον τοιούτου τοιοῦτον τὸ δὲ μὴ τοιοῦτον, δῆλον ὅτι τὸ πρῶτον ῥηθὲν μᾶλλον τοιοῦτον. τοῦ τόπου τοῦ λέγοντος ‘εἰ τὸ μὲν ἀγαθοῦ τινος μεῖζον εἴη ἀγαθόν, τὸ δὲ ἀγαθὸν μὲν εἴη μηδενὸς δὲ ἀγαθοῦ μεῖζον, αἱρετώτερον τὸ ἀγαθοῦ τινος μεῖζον᾿ [καὶ] καθόλου ἐστὶν ὃν ἐκτίθεται· δυνάμεθα γὰρ δι’ αὐτοῦ καὶ θερμότερον ἄλλο ἄλλου δεικνύναι καὶ γλυκύτερον καὶ ἄλλα μυρία τῷ τὸ τοιοῦτο πολλοῖς ἐφαρμόζειν καὶ μὴ τοῖς αἱρετοῖς μόνοις. ἔοικε δὲ ἄλλος τις παρὰ τοὺς εἰρημένους ὁ τόπος οὗτος εἶναι, ἄν οὕτως τις αὐτοῦ ἀκούῃ. τὸ γὰρ θερμόν, εἰ τοῦ μᾶλλον θερμοῦ θερμότερον, πολλῷ μᾶλλον θερμόν, καὶ τὸ τοῦ μᾶλλον γλυκέος <γλυκύτερον πολλῷ μᾶλλον γλυκύ>· ὁμοίως καὶ ἐπὶ ψυχροῦ καὶ πικροῦ καὶ τῶν τοιούτων. Ἔτι ἑκ τῆς προσθέσεως. Δείκνυσι, πῶς καὶ οἱ ἐκ τῆς προσθέσεως τε καὶ ἀφαιρέσεως τόποι, οὓς ἐξέθετο, καὶ αὐτοὶ γίνοιν· τ’ ἂν καθολικώτεροι. οὓς μὲν οὖν ἐξέθετο ἐκ τῆς προσθέσεως, ἦσαν οὗτοι· ‟εἰ τῷ αὐτῷ προστιθέμενόν τι τὸ ὅλοι αἱρετώτερον ποιεῖ”, καὶ ‟εἰ ἐλάττονι προστεθέν τι τὸ ὅλον · μεῖζον ποιεῖ”. εἰς οὓς δὲ νῦν μετατίθησιν αὐτούς, εἰσὶν οὗτοι· εἰ τῷ αὐτῷ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτον (τὸ γὰρ μᾶλλον καθολικώτερον τοῦ ‘αἱρετώιερον’, ἁρμόζον καὶ ἐπὶ λευκοῦ καὶ γλυκέος καὶ κακοῦ καὶ τῶν τοιούτων) καὶ εἰ τῷ ἧττον τοιούτῳ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτον· τὸ γὰρ ἧττον τοιοῦτο καὶ μᾶλλον τοιοῦτο καθολικώτερα τοῦ ἧττον αἱρετοῦ καὶ μᾶλλον αἱρετοῦ. πάλιν ἐκ τῆς ἀφαιρέσεως ὁ μὲν εἰρημένος ἦν ἐπὶ τοῦ αἱρετοῦ ‟οὗ γὰρ ἀφαιρεθέντος ἀπὸ τοῦ αὐτοῦ τὸ λειπόμενον ἔλαττον, ἐκεῖνο μεῖζον ἂν εἴη, ὁπότε ἀφαιρεθὲν τὸ λειπόμενον ἔλαττον ἐποίει”. εἰς ὃν δὲ νῦν μεταλαμβάνει ἔστιν οὗτος· οὗ ἀφαιρεθέντος τὸ λειπόμενον ἧττον τοιοῦτον,. αὐτὸ μᾶλλον τοιοῦτον· τοῦ γὰρ ἔλαττον καὶ μεῖζον, οἷς ἐχρήσατο τότε, τὸ ἧττον τοιοῦτον καὶ μᾶλλον τοιοῦτον κοινότερά τε καὶ καθολι|κώτερα. διὸ οὕτω κειμένῳ τῷ τόπῳ ἔνεστιν ἐπὶ πλειόνων χρῆσθαι. Καὶ τὰ τοῖς ἐναντίοις ἀμιγέστερα μᾶλλον τοιαῦτα. Οὗτος μετενήνεκται ἐπὶ τὸ καθολικώτερον ἀπὸ τοῦ τὸ ἄμικτον ἀγαθὸν αἱρετώτερον εἶναι τοῦ μεμιγμένου· τὰ γὰρ αὐτὰ εἶπε μετὰ ἀλυπίας αἱρετώτερα εἶναι ἢ μετὰ λύπης. καθόλου γὰρ μᾶλλον τοιαῦτα [ὁποῖα] εἶναι λέγεται τὰ ἀμιγέστερα τοῖς ἐναντίοις· λευκόν τε γὰρ μᾶλλον τὸ ἀμιγέστερον τῷ ἐναντίῳ καὶ γλυκύ ἀλλά καὶ ἡδύ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷς ἐστί τι ἐναντίον. δύναται καὶ ἀπὸ τοὐ τελευταίου εἰρημένου τόπου οὗτος μετενηνέχθαι τοῦ ‟ἔτι ἐκ τοῦ ὁμοίως δεικνύναι φευκτόν”. Ἔτι παρὰ τὰ εἰρημένα πρότερον τὸ μᾶλλον ἐπιὸεχό- μένον τὸν οἰκεῖον τοῦ προκειμένου λόγον. Παρὰ τοὺς παραδεδομένους τόπους συγκριτικοὺς τοῦτον νῦν τὸ αἱρετὸν συγκρίσεως. τὸ γὰρ ἐπιδεχόμενον μᾶλλον τὸν ὁρισμὸν τὸν τοῦ προκειμένου μᾶλλον τοιοῦτον. λευκὸν μὲν γὰρ μᾶλλον τὸ τὸν τοῦ λευκοῦ λόγον ἐπιδεχόμενον μᾶλλον· τὸ γὰρ χρῶμα· τὸ μᾶλλον διακριτικὸν ὄψεως μᾶλλον λευκόν, ἐπεὶ τὸ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. ὁμοίως καὶ γλυκύτερον τὸ μᾶλλον ἐπιδεχόμενον τὸν τοῦ γλυκέος λόγον. καὶ αἱρετώτερον δὲ κατὰ τὰ αὐτὰ ἄν εἴη τὸ μᾶλλον τὸν τοὺ αἱρετοῦ λόγον ἐπιδεχόμενον, καὶ ἥδιον τὸ τὸν τῆς ἡδονῆς. ὃν ἴσως οὐ παραδέδωκε τόπον ἐπὶ τῶν τὸ αἱρετώτερον δεικνύντων τόπων, ὅτι μήτε τοῦ αἱρετοῦ μήτε τοὺ ἀγαθοῦ εἷς ἦν ὃ λόγος· τῶν γὰρ πολλαχῶς λεγομένων τὰ ἀγαθὰ καὶ αἱρετά. ᾿Εὰν δὲ ἐπὶ μέρους καὶ μὴ καθόλου τὸ πρόβλημα τεθῇ. Εἰπὼν ἐν τῷ δευτέρῳ καὶ ἐν τούτῳ περὶ τῶν καθόλου προβλημάτων ὅσα τοῦ συμβεβηκότος ἔχεται. ἢ ἁπλῶς τὴν ζήτησιν ἔχοντα ἢ συγκριτικήν, τίνες ἁρμόζουσι πρὸς αὐτὰ τόποι, νῦν περὶ μὲν τῶν συγκριτικῶν προβλημάτων οὐκέτι λέγει, δείκνυσι δὲ πῶς οἷόν τέ ἐστι τοῖς παραδεδομένοις χρῆσθαι καὶ πρὸς τὴν τῶν ἐπὶ μέρους προβλημάτων κατασκευήν τε καὶ ἀνασκευήν. καὶ πρῶτόν γε δείκνυσιν, ὃ καὶ κατὰ τὴν ἀρχὴν εἶπε τοῦ δευτέρου, ὅτι οἱ καθολικῶς λεγόμενοι τόποι οὐ μόνον εἰσὶ πρὸς τὰ καθολικὰ προβλήματα χρήσιμοι ἀλλὰ καὶ πρὸς τὰ ἐπὶ μέρους· τῷ γὰρ τοῦ καθόλου κατασκευαστικῷ καὶ τὸ ἐπὶ μέρους συγκατασκευάζεται, καὶ πάλιν τῷ καθόλου ἀνασκευαστικῷ καὶ τὸ ἐπὶ μέρους ἀνασκευάζεται. εἰ καὶ ἐπὶ μέρους · οὖν εἴη τὸ πρόβλημα κείμενον, χρήσιμοι οἱ καθόλου τόποι. ζητουμένου γὰρ εἰ. ἥδε ἡ ἡδονὴ ἀγαθόν, ὁ δείξας πᾶσαν ἡδονὴν ἀγαθὸν ἔδειξεν ὅτι καὶ ἡ ζητουμένη· πάλιν εἰ εἴη προκείμενον δεῖξαι τήνδε τινὰ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν, ὁ δείξας μηδεμίαν οὖσαν ἡδονὴν ἀγαθὸν ἔδειξεν ὅτι μηδὲ ἡ προκειμένη. τούτων δὲ ἐμνημόνευσεν, ὡς εἶπον, καὶ τοῦ δευτέρου ἀρχόμενος δι’ ὧν εἶπεν ‟ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν κοινὰ τὰ καθόλου κατασκευαστικὰ καὶ ἀνασκευαστικά”. νῦν δὲ σαφέστερον ἐξείργασται. Εἰπὼν δὲ πάντας τοὺς καθόλου χρησίμους εἶναι καὶ πρὸς τὰ ἐπὶ μέρους προβλήματα (πᾶν γὰρ τὸ καθόλου δειχθὲν συναποδείκνυσι καὶ τὸ αὐτό) μάλιστα ἐπικαίρους καὶ κοινούς φησιν εἶναι τόπους πρός τε τὰ καθόλου καὶ τὰ ἐπὶ μέρους προβλήματα, ὡς δύνασθαι μὴ μόνον τῷ τὰ καθόλου δεδεῖχθαι συναποδείκνυσθαι καὶ τὰ ἐπὶ μέρους ἀλλὰ ἀπὸ τῶν καθόλου καὶ πρὸς τὰ ἐπὶ μέρους μεταφέρεσθαι, τούς τε ἐκ τῶν ἀντικειμένων καὶ τῶν συστοίχων καὶ τῶν πτώσεων. οὐ γὰρ πάντα τὰ ἐπὶ μέρους οἷόν τε διά τῶν καθόλου δείκνυσθαι, τῷ εἶναί τινα τῶν ἐπὶ μέρους καὶ καθ’ αὑτὰ ἀληθῆ τε καὶ ψευδῆ· διὸ δεῖ πρὸς αὐτὰ καὶ ἰδίων τινῶν τόπων. πρὸς γὰρ τὸ δεῖξαι τινὰ ἄνθρωπον μουσικὸν οὐχ οἷόν τε χρῆσθαι τῷ πάντα εἶναι μουσικόν, ὅτι μὴ ἀληθὲς τοῦτο, οὐδὲ πρὸς τὸ τινὰ μὴ εἶναι γραμματικὸν τῷ μηδένα. καὶ ἐπεὶ τετραχῶς λέγεται τὰ ἀντικείμενα, ἐφ’ ἑκάστου εἴδους ἀντιθέσεως χωρὶς τῶν κατὰ ἀντίφασιν ἀντικειμένων δείκνυσιν ὅτι ὁ αὐτὸς τόπος ὁμοίως ἁρμόσει καθόλου τε ὄντος τοῦ προβλήματος καὶ ἐν μέρει, μεταφερόμενος ἐπὶ ταῦτα ἀπ’ ἐκείνων. καὶ πρῶτόν γε ἐπὶ τῶν ἐναντίων δείκνυσι τοῦτο. ὁμοίως γάρ, φησίν, ἔνδοξον τό τε ζητουμένου εἰ πᾶσα λύπη κακὸν ἀξιῶσαι, εἰ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ πᾶσαν λύπην εἶναι κακόν, ὅς ἐστι τόπος ἀπὸ τῶν ἐναντίων καθόλου, καὶ τὸ ζητουμένου εἴ τις λύπη κακὸν ἀξιῶσαι, εἰ ἡδονή τις ἀγαθόν, καὶ λύπην τινὰ εἶναι κακόν· εἴη γὰρ ἄν ἡ· ἐπὶ ταῖς καλαῖς |ἐνεργείαις ἡδονὴ ἀγαθὸν καὶ ἡ ἐπὶ ταῖς αὐταῖς ἐνεργείαις λύπη κακόν. καθόλου μὲν γὰρ ὄντος τοῦ προβλήματος καὶ ζητουμένου εἰ πᾶσα λύπη κακόν, ἔνδοξον τὸ ἐκ τοῦ ἐναντίου τὴν ἐπιχείρησιν ποιήσασθαι οὕτως· εἰ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ πᾶσα λύπη κακόν. εἰ δὲ ἐπὶ μέρους εἴ τὸ πρόβλημα, ζητουμένου πότερον λύπη τις κακὸν ἢ οὓ, οὐδὲν ἔλαττον ἔνδοξον ἀξιοῦν, εἰ ἡδονή τις ἀγαθόν, καὶ λύπην τινὰ εἶναι κακόν. πάλιν τῷ ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων τόπῳ ὁμοίως ἔνεστι χρῆσθαι καὶ πρὸς τὰ καθόλου προβλήματα καὶ πρὸς τὰ ἐπὶ μέρους. αὐτὸς δὲ τῶν ἐπὶ μέρους μόνον ἐμνημόνευσεν ὡς ἐν τοῖς πρώτοις εἰρηκὼς περὶ τοῦ καθόλου. ἔστι μὲν γὰρ κατὰ ἕξιν καὶ στέρησιν ἀντικείμενα αἴσθησις καὶ ἀναισθησία· λέγων δὲ ἐπὶ τῶν ἐν μέρει, εἴ, φησίν, δεικνύοιμεν ἄν λαβόντες ὅτι τις αἴσθησις οὐκ ἔστι δύναμις. εἰ δὲ ἦν προκείμενον ἡμῖν δεῖξαι τὸ πρόβλημα καθόλου, πάσαν ἀναισθησίαν ἀδυναμίαν μίν οὖσαν, καθόλου ἄν καὶ τὸ ἀντικείμενον λαβόντες ἐπὶ τῆς ἕξεως, ὅτι πᾶσα αἴσθησις δύναμις, εἴημεν ἂν δεδειχότες ὅτι καὶ πᾶσα ἀναισθησία ἀδυναμία· ὁμοία γὰρ ἡ ἀξίωσις ἐφ’ ἑκάστου τῶν προβλημάτων. καὶ πάλιν, εἰ ἐβουλόμεθα δεῖξαι ὅτι μηδεμία ἀναισθησία ἀδυναμία, ἐλαμβάνομεν ἄν ὅτι οὐδεμία αἴσθησις δύναμις. τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ παράδειγμα, ὃ παρέθετο· εἴ τις αἴσθησις δύναμις μή ἐστι, καὶ ἀναισθησία οὐκ ἔστιν ἀδυναμία· ἧς γὰρ <ἂν> αἰσθήσεως ἡ ἕξις ληφθῇ μὴ δύναμις, ταύτης οὐδὲ ἡ στέρησις εἴη ἄν ἀδυναμία. παρατίθεται δὲ παράδειγμα καὶ τῶν κατὰ πρός τι ἀντικειμένων ἐπὶ μέρους, δεικνὺς ὅτι ἔστι μεταφέρειν τὸ καθόλου ἐπὶ τὸ κατὰ μέρος. ζητουμένου γὰρ εἴ τις ὑπόληψις ἐπιστήμη, ἀπὸ τοῦ ἀντικειμένου οὕτως ἄν ἐπιχειρήσαι τις· εἴ τι ὑποληπτὸν ἐπιστητόν, καί τις ὑπόληψις ἐπιστήμη· ἡ γὰρ ὑπόληψις ὑποληπτοῦ ὑπόληψις. εἰ δὲ ἦν καθόλου τὸ πρόβλημα καὶ ἐζητεῖτο εἰ πᾶσα ὑπόληψις ἐπιστήμη, ἐλαμβάνετο ἂν καὶ τὸ ἀντικείμενον τῇ ὑπολήψει, τὸ ὑποληπτόν, καθόλου οὕτως· εἰ πᾶν ὑποληπτὸν ἐπιστητόν, καὶ πᾶσα ὑπόληψις ἐπιστήμη. οὐκέτι δὲ ἐμνημόνευσε τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικειμένων, ὅτι μηδὲ ἔστιν ἐν μέρει ἀντίφασις· τῷ γὰρ τὶ εἶναι τὸ τὶ μὴ εἶναι οὐκ ἀντίκειται· αἱ γὰρ κατὰ ἀντίφασιν ἀντιθέσεις τῶν καθόλου τοῖς ἐπὶ μέρους ἀντιτιθεμένων γίνονται. διὸ ὁ μὲν δείξας, ὅτι ψευδὴς ἡ καθόλου κατάφασις ἐπί τινος, δείκνυσιν ὅτι ἀληθὴς ἡ ἐπὶ μέρους ἀπόφασις ἐπὶ τοῦ αὐτοῦ· κἂν δείξῃ ψευδῆ τὴν ἐπὶ μέρους ἀπόφασιν, ἔδειξεν ἀληθῆ τὴν καθόλου κατάφασιν. ὁμοίως καὶ ἐπὶ τῆς καθόλου ἀποφάσεως καὶ τῆς ἐπὶ μέρους καταφάσεως. οὐκέτι μέντοι ὁ δείξας τὸ ἐπὶ μέρους καταφατικὸν ψεῦδος ἔδειξεν ἴδη τὸ ἐπὶ μέρους ἀποφατικὸν καθ’ αὑτό, ἀλλά, εἴπερ ἄρα, τῷ ὑπὸ τὸ καθόλου αὐτὸ εἶναι· οὐ γὰρ ὁ δείξας ψεῦδος τινὰ ἄνθρωπον μουσικὸν δέδειχεν ἤδη καὶ τὸ τινὰ ἄνθρωπον μὴ εἶναι μουσικὸν. Εἰπὼν δὲ περὶ τῶν ἀτικειμένων καὶ δείξας πῶς ἔνεστι τοῖς αὐτοῖς τόποις καὶ ἐπὶ τῶν καθόλου χρῆσθαι καὶ ἐπὶ τῶν ἐπὶ μέρους, πάλιν δείκνυσιν πῶς τῷ ἀπὸ τῶν πτώσεων καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων οἷόν τε χρῆσθαι. πτῶσις μὲν γὰρ τὸ ἀδίκως, τὸ ἄδικον. ζητουμένου δὲ ἐπὶ μέρους εἴ τι ἄδικον ἀγαθόν, ἀπὸ τῶν πτώσεων οὕτως ἄν ἐπιχειρήσαι τις· εἴ τι τῶν ἀδίκως γινομένων ἀγαθόν, καί τι ἄδικον ἀγαθόν. εἰ δὲ καθόλου ἐζητεῖτο εἰ τὸ ἄδικον ἀγαθόν, ἁπλῶς ἄν ἐλαμβάνετο ἡ πτῶσις· εἰ τὸ ἀδίκως ἀγαθῶς, καὶ τὸ ἄδικον ἀγαθόν· ὅμοιον γὰρ ὡς ἐπὶ τοῦ καθό. λοῦ τὸ καθόλου, οὕτω καὶ ἐπὶ τοῦ ἐπὶ μέρους τὸ ἐπὶ μέρους λαμβάνειν. ἑξῆς δὲ τὸν ἀπὸ τῶν συστοίχων τόπον δείκνυσιν ἐφαρμόζοντα τοῖς ἐπὶ μέρους. σύστοιχα δὲ ἀλλήλοις ἀνδρεία, ἀνδρεῖος, ἀνδρείως, ἀνδρεῖον, πάλιν ἡδονή, ἡδόμενος ἡδέως, ἡδὺ καὶ πάντα τὰ οὕτω πρὸς ἄλληλα ἔχοντα, ὡς ἐν τοῖς πρώτοις εἴρηται. εἰ ζητούμενον <μὲν οὖν> εἴη ἐπὶ μέρους πότερόν τις ἡδονὴ φευκτὸν ἢ οὔ. ἀπὸ τοῦ συστοίχου οὕτως ἡ ἐπιχείρησις ἔσται· εἴ τι τῶν ἡδέων φευκτόν <,καί τις ἡδονὴ φευκτόν> [ἢ οὔ, ἀπὸ |τοῦ ἡδέος ἡ ἐπιχείρησις]· καὶ ὁμοίως, εἴ τι ἡδὺ ὠφέλιμον, καὶ ἡδ. ονή τις ἀγαθόν· τὸ γὰρ ὠφέλιμον ἀγαθόν. εἰ δὲ ἁπλῶς καθόλου ἐζητεῖτο περὶ πάσης ήὸονῆς εἰ φευκτή, καθόλου ἂν ἐλαμβάνετο, εἰ πάντα τὰ ἡδέα φευκτά, καὶ πᾶσα ἱιδονὴ φευκτόν. Καὶ ἐπὶ τῶν φθαρτικῶν δὲ καὶ τῶν γενέσεων καὶ φθορῶν. Ὁμοίως φησὶ τοῖς ἀπὸ τῶν ἀντικειμένων καὶ τῶν πτώσεων καὶ τιῶ συστοίχων τόποις καὶ τοὺς ἀπὸ τῶν φθαρτικῶν καὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ἐπικαίρους καὶ κοινοὺς εἶναι καὶ πρὸς τὰ ἐπὶ μέρους προβλήματα καὶ τὸ ἔνδοξον ὅμοιον ἔχειν ἐπί τε τῶν καθόλου προβλημάτων καὶ ἐπὶ τῶν ἐπὶ μέρους. ὡς γὰρ ἔνδοξον τὸ καθόλου τὸ εἰ πᾶν τὸ ἡδονῆς φθαρτικὸν ἀγαθόν ἐστι, καὶ πᾶσαν ἡδονὴν κακὸν εἶναι, οὕτως ἔνδοξον καὶ τὸ εἰ τὸ τινὸς ἡὸονῆς φθαρτικὸν ἀγαθόν ἐστιν, τὸ τινὰ ἡδονὴν κακὸν εἶναι· ἔκειτο γάρ, ὧν μὲν τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν εἶναι, ὧν δὲ κακά, αὐτὰ τῶν ἀγαθῶν. ἔμπαλιν δὲ ἐπὶ τῶν γενέσεων. ὡς δὲ ἐπὶ τῶν φθαρτικῶν, οὕτω καὶ ἐπὶ τῶν φθορῶν. ἔστι δὲ φθαρτικὸν μὲν ἐπι- στήμης, ἂν οὕτω τύχῃ, λήθη, φθορὰ δὲ ἄγνοια, καὶ φθαρτικὸν μὲν ὑγείας τὸ ἐμπίπλασθαι, φθορὰ δὲ νόσος. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης λόγος· ὡς γὰρ ἔνδοξον καθόλου τὸ εἰ τὸ ἐπιστήμης φθαρτικὸν ἀγαθόν, ἡ ἐπιστήμη κακόν, οὕτως ἔνδοξον καὶ ἐπὶ μέρους λαμβανόμενον· εἰ γὰρ τὸ τινὸς ἐπιστήμης φθαρτικὸν ἀγαθόν, καὶ τὶς ἐπιστήμη κακόν. καὶ ταῦτα μὲν τοῦ ἀπὸ τῶν φθαρτικῶν τόπου παραδείγματα. τῶν δὲ ἀπὸ τῶν φθορῶν τε καὶ γενέσεων τόπων καθόλου μὲν παραδείγματα εἴη ἂν τοιαῦτα· εἰ ἡ τῆς ἐπιστήμης φθορὰ ἀγαθόν, ἡ ἐπιστήμη κακόν, καὶ εἰ ἡ γένεσις τῆς· ἐπιστήμης τῶν κακῶν, ἡ ἐπιστήμη κακόν. ἔστι γὰρ τόπος ὁ μὲν· ἀπὸ τῶν φθορῶν ‘οὗ ἡ φθορὰ ἀγαθόν, αὐτὸ κακόν, καὶ οὗ ἡ κακόν, αὐτὸ ἀγαθόν᾿, ὡς εἷπον, ὁ δὲ ἀπὸ τῶν γενέσεων ‘οὗ ἡ κακόν, καὶ αὐτὸ τοιοῦτον, καὶ οὐ ἡ γένεσις ἀγαθόν, καὶ αὐτὸ ἀγαθόν᾿. τὰ μὲν οὖν καθόλου τῶν τόπων παραδείγματα τοιαῦτα· αὐτὸς δὲ οὐκέτι παρατίθεται τῷ φθάνειν εἰρῆσθαι περὶ αὐτῶν. τὰ δὲ ἐπὶ μέρους, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται δεικνὺς ὁμοίως καὶ πρὸς ταῦτα χρησίμους ὄντας τοὺς τόπους, ταῦτα· εἰ ἡ φθορὰ τῆς ἐπιστήμης τῶν ἀγαθῶν ἢ ἡ γένεσις τῶν κακῶν, ἔστι τις ἐπιστήμη τῶν κακῶν· ἅμα γὰρ ἀμφοτέρων τῶν τόπων εἴη ἄν τὸ παράδειγμα. εἰ γὰρ τὸ ἐπιλανθάνεσθαι τῶν πραχθέντων τινὶ αἰσχρῶν ἀγαθόν, τὸ ἐπίστασθαι τὰ πραχθέντα αἰσχρὰ κακόν. καὶ τοῦτο μὲν ἰοῦ ἀπὸ τῶν φθορῶν τε καὶ φθαρτικῶν τὸ παράδειγμα· φθαρτικὸν μὲν γὰρ ἐπιστήμης τε καὶ γνώσεως τὸ ἐπιλανθάνεσθαι· κοινότερον γὰρ τῷ τῆς ἐπιστήμης ὀνόματι ἀντὶ τῆς γνώσεως χρῆται· φθορὰ δὲ εἴη ἄν τὸ ἐπιλελῆσθαι. τοῦ δὲ ἀπὸ τῶν γενέσεων· εἰ τὸ ἀναμιμνήσκεσθαι τῶν αἰσχρῶς πραχθέντων κακόν, καὶ τὸ ἐπίστασθαι αὐτὰ κακόν· τὸ γὰρ ἀναμιμνήσκεσθαι γένεσίς τις. ὡσαύτως δέ φησι καὶ ἐπὶ τῶν ἄλλων ἔχειν· ὅμοιον γὰρ τὸ ἔνδοξον ἐπί τε τῶν καθόλου προβλημάτων καὶ ἐπὶ τῶν καθ’ ἕκαστα. τὸ δὲ τῶν ἄλλων ἤτοι πρὸς τὰ παραδείγματα εἴρηκεν (οὐ γὰρ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ὲπὶ τῶν ἄλλων, ἃ ἄν προχειρισώμεθα, ἀληθὲς τὸ οὗ τὸ φθαρτικὸν αἱρετόν, αὐτὸ φευκτὸν εἶναι, καὶ οὗ ἡ γένεσις τῶν κακῶν, καὶ αὐτὸ κακόν, οὐκ ἐπὶ τῆς ἐπιστήμης μόνης), ἢ ἐπὶ τῶν ἄλλων λέγει τῶν παρεπομένων ταῖς γενέσεσι καὶ ταῖς φθοραῖς, οἷον τῶν ποιητικῶν, τῶν χρήσεων, τῶν λήψεων. ἔκειτο γὰρ οὗ τὸ ποιητικὸν ἀγαθόν, καὶ αὐτὸ τοιοῦτον, καὶ οὖ ή χρῆσις ἢ ή λῆφις αίρετή, καὶ σὐτὸ αίρετόν· ἔτι ὤσπερ οὐ τὸ φθαρτικὸν ἀγαθόν, αὐτὸ κακόν ,οὕτως καὶ ἔμπαλιν, οὗ τὸ · φθαρτικὸν κακὸν ἢ ἡ φθορά, αὐτὸ ἀγαθόν. καὶ ἐπὶ τούτων <οὖν> φησιν ὅμοιον τὸ ἐπί τε τῶν καθόλου καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων εἶναι. Ἔτι μᾶλλον καὶ ἧττον καὶ ὁμοίως. Καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ τοῦ ὁμοίως παραδεδομένοι τό- ποι, ὁ μὲν ἐκ τοῦ μᾶλλον ἀνασκευαστικὸς μόνον (εἰ γὰρ τὸ μᾶλλόν τι ὂν μή ἐστιν, οὐδ’ ἄν τὸ ἧττον εἴη), ὁ δὲ ἐκ τοῦ ἧττον κατασκευαστικός (εἰ γὰρ τὸ ἧττόν τι ὄν ἐστι,, καὶ τὸ μᾶλλον τὸ αὐτὸ εἴη ἄν), καὶ ὁ ἀπὸ τοῦ ὁμοίου ὁμοίως πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευήν (εἰ γὰρ τὸ ὁμοίως τινί <τι> ὄν ἐστιν ἐκεῖνο, καὶ τὸ τὸ αὐτὸ |εἴη ἄν, καὶ εἰ τὸ ὁμοίως [αὐτῷ] τινί τι ὂν μή ἐστιν, οὐδ’ ἄν τὸ ὁμοίως αὐτῷ τὸ αὐτὸ εἴη ἄν), φησὶ δὴ καὶ τούτους τοὺς τόπους ὁμοίως καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων τὸ πιθανὸν ἔχειν ὡς καὶ ἐπὶ τῶν καθόλου. οὐκέτι δὲ τῆς διαφορᾶς αὐτῶν μνημονεύει, ἥν, ὅτε τὴν παράδοσιν αὐτῶν ἐποιεῖτο, ἐξέθετο εἰπὼν ἢ ἓν περὶ <ἑνὸς ἢ ἓν περὶ> δύο · λέγεσθαι ἢ δύο περὶ ἑνὸς ἢ δύο περὶ δύο· φθάνει γὰρ εἰρῆσθαι. χρῆται μέντοι παραδείγματι ἐν ᾧ ἓν περὶ δύο λέγεται· τὸ γὰρ ἀγαθὸν περὶ ἐπιστήμης καὶ ἡδονῆς διὰ τοῦ παραδείγματος λέγεται. ἔνεστιν ὁμοίοις χρήσασθαι, καὶ εἰ δύο περὶ ἑνὸς λέγοιτο· εἰ γὰρ μᾶλλόν τις ἀδικία συμφέρον ἢ ἡδὺ οὖσα οὐκ ἔστι συμφέρον, οὐδ’ ἄν ἡδὺ εἴη. ἀλλὰ καὶ εἰ δύο περὶ δύο λέγοιτο· εἰ μᾶλλόν τις ἀσωτία ἐλευθεριότης ἢ ἠλιθιότης τις σωφροσύνη, εἰ μὴ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον. οὐκέτ’ ἄν ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων ἔχοι χώραν ὁ πρῶτος τῶν ἀπὸ τοῦ μᾶλλον τόπων παραδοθείς, οὗ ἦν παράδειγμα ‘εἰ ἡ μᾶλλον ἡδονὴ μᾶλλον ἀγαθόν, καὶ ἁπλῶς ἡ ἡδονὴ ἀγαθόν᾿. πάλιν δὲ καὶ ἐπὶ τούτων τῶν μὲν καθόλου οὐ μνημονεύει ὡς εἰρηκὼς ἤδη περὶ αὐτῶν, δείκνυσι δὲ τὴν τῶν ἐπὶ μέρους [ἐν] αὐτοῖς ὁμοιότητα. ποιεῖται δὲ δεῖξιν πρῶτον ἐπὶ τοῦ τόπου τοῦ ἀπὸ τοῦ μᾶλλον ὄντος ἀνασκευαστικοῦ. τοῦ μὲν οὗν καθόλου προβλήματος εἴη ἂν παράδειγμα καθόλου· εἰ μᾶλλον εἴη. τοῦ δὲ ἐπὶ μέρους αὐτὸς οὕτως μνημονεύει· εἰ γὰρ μᾶλλον μὲν τῶν ἐξ ἄλλου γένους τι τοιοῦτον, ἐκείνων δὲ μηδέν ἐστιν, οὐδ’ ἄν τὸ εἰρημένον εἴη τοιοῦτον. τί δέ ἐστι τὸ ἐξ ἄλλου γένους, αὐτὸς διὰ τοῦ παραδείγματος ἐδήλωσεν εἰπὼν οἷον εἰ μᾶλλον μὲν ἐπιστήμη τις ἀγαθὸν ἢ ἡδονή, μηδεμία δὲ ἐπιστήμη ἀγαθόν, οὐδ᾿ ἂν ἡδονὴ εἴη· ἄλλο γὰρ γένος ἡ ἐπιστήμη καὶ ἄλλο ἡ ἡδονή. εἰ μὲν οὗν ἦν ἁπλῶς εἰλημμένον ‘εἰ μᾶλλον ἐπιστήμη ἀγαθὸν ἢ ἡδονή᾿, καθόλου ἦν λεγόμενον ἐπὶ διαφερόντων γενῶν, ὥσπερ καὶ εἰ ἐλέγετο εἰ μᾶλλον μὲν τόδε γένος τοῦδε τοιοῦτον', οἷον ἐπιστήμη ἡδονῆς· νὺν δὲ προσκείμενον τῷ μὲν τὸ τὶ τῷ δὲ τὸ · τὶς ἐπὶ μέρους αὐτὰ ποιεῖ. ἐπὶ μέρους δὲ ὄντος τοῦ προβλήματος ἀνασκευάζων αὐτὸ καθόλου λέγει οὐδεμία δὲ ἐπιστήμη ἀγαθόν, ὅτι μὴ ἔστιν ἄλλως ἀνασκευάζειν τὰ ἐπὶ μέρους καταφατικά, εἰ ἁπλῶς ἀνασκευάζοιτο ἀορίστως τιθέμενα, ἢ διὰ τοῦ καθόλου ἀποφατικοῦ, ὡς καὶ αὐτὸς προελθὼν ἐρεῖ. ἔστι δὲ οὐ μόνον ἐπὶ διαφερόντων γενῶν ὁ τόπος προϊὼν ἀλλὰ καὶ ἐπὶ τῶν ὑπὸ τὸ αὐτό. ἄν γὰρ τῶν ἐν ταὐτῷ γένει τὸ μάλιστα τοιοῦτον εἶναι δοκοῦν λαμβάνων τις δεικνύῃ μὴ τοιοῦτον ὄν, ἀνασκευάσει τὸ καὶ ἄλλο τι τῶν ὑπ’ αὐτὸ τοιοῦτον εἷναι. οἷον εἰ · τὸ ἐν τῷ γένει μάλιστα τοιοῦτον εἶναι δοκοῦν μή ἐστι τοιοῦτον, οὐδ’ ἄν ἄλλο τι τῶν ἐν τῷ γένει τοιοῦτον εἴη. εἰ γὰρ ἡ μάλι. στα ἂν δόξασα ἡδονὴ τὸ ἄριστον εἶναι (αὕτη δέ ἐστιν ἡ τ· ῆς ψυχῆς) μή ἐστι τό οὐδ’ ἄν ἄλλη τις ἡδονὴ τὸ ἄριστον εἴη. πάλιν εἰ ὃ μάλιστα τοῦ ἐνδεχομένου ἐπιστητὸν φαίνεται, μή ἐστιν ἐπιστητόν, οὐδ’ ἂν ἄλλο τι ἐνδεχόμενον ἐπιστητὸν εἴη· μάλιστα δὲ τοῦ ἐνδεχομένου ἐπιστητὸν ἄν δόξαι εἶναι τὸ ὡς ἐπὶ τὸ πολύ· εἰ οὖν τοῦτο οὐκ ἔστιν ἐπιστητόν, οὐδ’ ἄλλο τι ἄρα ἐνδεχόμενον. οὕτως οὐδὲ αἴσθησις τις ἐπιστήμη, ἐπεὶ οὐδ’ ἡ μάλιστα, οἷον ἡ ὄψις. ἀλλ’ οὐδὲ ἀπαθής τις ἄνθρωπος, ἐπεὶ οὐδ’ ὁ μάλιστα ἄν δόξας. οὗτος δέ ἐστιν ὁ σπουδαῖος. καὶ αὐτὸς δέ, ὅτι ἔστι καὶ ἐπὶ τοῦδε τοῦ ὡς δὲ τῷ ἀπὸ τοῦ μᾶλλον τόπῳ, φησίν, ἔνεστι χρῆσθαι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων ἀνασκευάζοντα, οὕτως καὶ τοῖς ἀπὸ τοῦ ὁμοίως τε καὶ ἧττον ἔσται καὶ τὰ ἐπὶ μέρους ἀναιρεῖν τε καὶ κατασκευάζειν. διοίσει δέ, ὅτι ὁ μὲν ἀπὸ τοῦ ὁμοίως τόπος, ὡς προείρηται, καὶ ἀνασκευαστικός ἐστι καὶ κατασκευστικός, ὁ δὲ ἀπὸ τοῦ ἧττον κετασκευαστικὸς μόνον, ὥσπερ καὶ ὁ ἀπὸ τοῦ μᾶλλον μόνον ἀνασκευαστικός. καὶ παρατίθεται δὲ παραδείγματα, δι’ ὧν σαφῶς δείκνυσι τὸν μὲν ἀπὸ τοῦ ὁμοίως καὶ κατασκευαστικὸν ὄντα καὶ ἀνασκευαστικὸν ὥσπερ ἐπὶ τῶν καθόλου προβλημάτων οὕτως καὶ ἐπὶ τῶν ἐπὶ μέρους, τὸν δὲ ἀπὸ τοὺ ἧττον κατασκευαστικὸν μόνον· ὅτι γὰρ μὴ οἷόν τε τῷ ἀπὸ τοῦ ἧττον πρὸς ἀνασκευὴν χρήσασθαι, ἔδειξε. κειμένου γὰρ τοῦ εἰ ἧττον δύναμίς τις ἀγαθὸν |ἢ ἐπιστήμη, ἂν μὲν προσληφθῇ τὸ ἔστι δέ τις δύναμις ἀγαθόν, δείκνυται καὶ κατασκευάζεται ὅτι καὶ ἐπιστήμη· ἄν δὲ προσληφθῇ τὸ μηδεμίαν δύναμιν ἀγαθὸν εἶναι, οὐ δείκνυται τὸ μηδὲ ἐπιστήμην· οὐ γὰρ ἀνάγκη, εἰ τὸ ἧττόν τι ὂν μή ἐστι, μηδὲ τὸ μᾶλλον ὂν εἶναι, ὥσπερ ἀνάγκη εἰ τὸ ἧττόν τι ὄν ἐστι, καὶ τὸ μᾶλλον [τι] ὂν εἶναι. τὸ δὲ παράδειγμα καὶ ἐπὶ τούτων, ᾧ κέχρηται, ἔχει ἓν περὶ δύο λεγόμενον· τὸ γὰρ ἀγαθὸν περὶ δυνάμεως καὶ ἐπιστήμης. Οὐ μόνον δὲ ἐξ ἄλλου γένους ἔστιν ἀνασκευάζειν. ῾Οτι τῶ ἀπὸ τοῦ μᾶλλον τόπω ὄντι ἀνασκευαστικῶ οὐ μόνον ἔστιν ἐπὶ διαφερόντων γενῶν χρῆσθαι, ὡς φθάσας εἶπεν, ἀλλὰ καὶ ἐπὶ τοῦ αύτοῦ, λέγει· ἐφθάσαμεν δὲ ἤδη τοῦτο δεδειχέναι διὰ πλειόνων παραδειγμάτων. διὰ δὲ τοῦ παραδείγματος κοινότερον περὶ τῶν ἀρετῶν ὥσπερ ἐπιστημῶν οὐσῶν εἶπε. εἴη δ’ ἄν μᾶλλον ἁρμόζον τὸ παράδειγμα, εἰ δει- κνύοι τις τὰς ἀρετὰς μὴ οὔσας επιστημας διὰ του τὴν μάλιστα δοκοῦσαν αὐτῶν ἐπιστήμην εἶναι (αὕτη δέ ἐστιν ἡ φρόνησις) δεικνύναι ὅτι μή ἐπιστήμη. τὸ δὲ ὑπ’ αὐτοῦ εἰρημένον εἴη ἄν ἴσον τῷ ῾εἰ εἴη τὸ πρόβλημα εἴ τις ἐπιστήμη ἀγαθόν᾿, ὃ ἴσον ἂν εἴη τῷ ῾εἴ τις ἀρετὴ ἀγαθόν, ἄν δειχθῇ ὅτι ἡ μάλιστα ἐπιστήμη, τοῦτ’ ἔστιν ἡ μάλιστα ἀρετή, μή ἐστιν ἀγαθόν, οὐδ’ ἄν ἄλλη τις ἀρετὴ ἀγαθὸν εἴη᾿. Ἔτι ἐξ ὑποθέσεως, ὁμοίως ἀξιώσαντα, εἰ ἑνί, καὶ πᾶσιν. Ἐκθέμενος τίνες εἰσὶ χρήσιμοι τόποι πρὸς τὰ καθ᾿ ἕκαστα προβλήματα, καὶ πρῶτον μὲν δείξας ὅτι καὶ δι’ ὧν τὰ καθόλου δείκνυται, διὰ τούτων καὶ τὰ ἐν μέρει τῷ ὑπὸ τὰ καθόλου εἶναι, δεύτερον ἐκθέμενος τοὺς τόπους, οἳ ὅμοιον τὸ ἔνδοξον ἔχουσιν ἐπί τε τῶν καθόλου καὶ τῶν ἐπὶ μέρους λεγόμενοι, καὶ δείξας ὅτι ὁμοίως ἀπ’ αὐτῶν πρὸς ἀμźότερα ἔστιν ἐπιχειρεῖν, νῦν περὶ τῶν ἐξ ὑποθέσεως λέγει, οὓς καὶ αὐτοὺς δείκνυσιν ἁρμόζοντας ὥσπεο τοῖς καθόλου οὕτως δὲ καὶ τοῖς καθ’ ἕκαστα· χρηστέον γάρ φησι τῷ ἐξ ὑποθέσεως τόπῳ καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων. τίς δέ ἐστιν ὁ ἐξ ὑποθέσεως τόπος, ἐδήλωσεν προσθεὶς ὁμοίως ἀξιώσαντας, εἰ ἑνί, καὶ πᾶσιν ὑπάρχειν ἢ μὴ ὑπάρχειν. καὶ γὰρ κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς οὗτος ὁ ἐξ ὑποθέσεως τόπος. ἂν μὲν γὰρ ἦ ζητούμενον εἰ πᾶσα ψυχὴ ἀθάνατος, καθόλου τε τὸ πρόβλημα καὶ χρησόμεθα τῷ ἐξ ὑποθέσεως τόπῳ ἀξιώσαντες, εἰ μία δειχθείη, καὶ πάσας οὓτως ἔχειν· δείξαντες γὰρ ὅτι ἡ τοῦ ἀνθρώπου καὶ πάσας ἂν εἴημεν διὰ τὴν ὑπόθεσιν δεδειχότες. εἰ δὲ ἀνασκευάζοιμεν, λαβόντες ὅτι, εἰ μία μή ἐστιν ἀθάνατος, οὐδὲ ἄλλη, δείξαντες ἢ τὴν τοῦ ἀνθρώπου ἢ ἄλλην τινὰ μὴ οὖσαν ἀθάνατον καθόλου ἄν εἴημεν δεδειχότες ὅτι οὐδεμία. εἰ δὲ εἴη ζητούμενον εἴ τις ψυχὴ ἀθάνατος, οἷον ἡ τοῦ ἀνθρώπου, ἐπὶ μέρους μὲν ἔσται τὸ πρόβλημα· ὁμοίως δὲ χρησάμενοι τῷ ἐξ ὑποθέσεως τόπῶ καὶ λαβόντες τὸ ‘εἰ τὶς ἀθάνατος, καὶ πᾶσα ψυχή ἐστιν ἀθάνατος᾿, δείξαντές τινα ἀθάνατον καὶ διὰ τούτου τὸ καὶ πᾶσαν ἀθάνατον εἶναι λαβόντες εἴημεν ἂν καὶ τὸ τὴν τοῦ ἀνθρώπου ἀθάνατον εἶναι δεδειχότες, ὃ ἦν ἐν τῷ προβλήματι. τὸ ἀντικείμενον πάλιν, ὅτι οὐκ ἔστιν ἀθάνταος ****δείξαντες καὶ ὅτι μηδεμία ενχοιμa-αν ἄν· ἐξ οὗ συνάγοιμεν ἂν ὅτι οὐὸὲ ἡ τοῦ ἀνθρώπου, περὶ ἧς ἡ ζήτησις ἦν. ὅτι δὲ τὸν οὕτως δεικνύντα ἀνάγκη τὸ καθόλου δεικνύναι, εἰ καὶ τὸ πρόβλημα ἐπὶ μέρους εἴη, γνώριμον· οὐ γὰρ οἷόν τε ἄλλως τῇ ἐξ ὑποθέσεως χρήσασθαι δείξει· ἀξιῶσαι γὰρ δεῖ ὅτι ὁμοίως, εἰ. ἑνί, καὶ πᾶσιν. Εἰ μὲν οὖν ὑπάρχειν τινὶ κεῖται. Τὸ λεγόμενόν ἐστιν ὅτι, εἰ εἴη καταφατικὸν ἐπὶ μέρους κείμενον, ὃ βουλόμεθα ἀνασκευάσαι, δεῖ πειρᾶσθαι τῷ ἐξ ὑποθέσεως χρωμένους τόπῳ τὸ τινὶ μὴ ὑπάρχειν δεικνύναι. αἰτησαμένους τὸ εἰ δειχθείη ὅτι τινὶ μὴ ὑπάρχει, ἔσεσθαι δεδειγμένον καὶ τὸ μηδενί· δι’ οὗ ἀναιρεθήσεται καὶ τὸ τινὶ ὑπάρχειν, ὃ ἀνελεῖν βουλόμεθα. εἰ δέ τινι μὴ ὑπάρχειν εἴη κείμενον, ἀνάπαλιν τὸ ἐπὶ μέρους καταφατικὸν δεικνύναι καὶ διὰ τούτου λαμβάνειν ἐκ τῆς ὑποθέσεως τὸ καὶ παντί. δῆλον δέ ἐστιν ὅτι ὁ ὑποτιθέμενος καθόλου ποιεῖ τὸ πρόβλημα, ὃ ἴσον ἐστὶ τῷ ἴδιά τὴν ὑπόθεσιν τὸ καθόλου δείκνυσι διὰ τοῦ ἐπὶ μέρους᾿, καίτοι προκειμένου τὸ ἐπὶ μέρους ἀνελεῖν, ἐπεὶ ἦν τὸ πρόβλημα ἐπὶ μέρους. Ἀδιορίστου μὲν οὖν ὄντος τοῦ προβλήματος. Καὶ ταῦτα ἔτι περὶ τῶν ἐπὶ μέρους προβλημάτων· τὰ μὲν γὰρ ἁπλῶς καὶ ἀδιορίστως λέγεται, τὰ δὲ μετὰ διορισμοῦ τινὸς ἢ καὶ πλειόνων. δείκνυσιν οὖν πῶς μὲν τὰ ἀδιόριστα ἐπὶ μέρους ἀνασκευάζειν τε καὶ κατασκευάζειν οἷόν τε, πῶς δὲ τὰ διωρισμένα, καὶ τούτων πῶς μὲν τὰ ἧττον, πῶς δὲ τὰ μᾶλλον, καὶ ὅτι τὰ ἀδιόριστα κατασκευασθῆναι ῥᾷον ἢ ἀνασκευασθῆναι. εἰκότως δὲ ἐν τοῖς περὶ τοῦ συμβεβηκότος λεγομένοις καὶ περὶ τῶν ἐπὶ μέρους προβλημάτων ἐπέξεισιν· ὡς γὰρ ἤδη πλεονάκις ἐρρήθη, ἐν μόνῳ τῷ συμβεβηκότι μάλιστα τὰ ἐπὶ μέρους ἐστὶ προβλήματα. ἔστι δὲ ἐπὶ μέρους μὲν ἀδιόριστα προβλήματα τὸ ‘τὶς ἡδονὴ ἀγαθόν᾿, μὲν καταφατικόν, ἀποφατικὸν δὲ πάλιν τὸ ῾τὶς ἡδονὴ οὐκ ἔστιν ἀγαθόν᾿. ἐπὶ μέρους μὲν γὰρ καὶ τὸ ‘ἡ τοῦ ἀκολάστου ἡδονὴ ἀγαθόν᾿, ἀλλὰ τὸ οὕτως ἐπὶ μέρους διωρισμένον καὶ οὐχ ἁπλῶς λεγόμενον· ὡς δὲ ἴσον δυνάμενον ‘ἡδονὴ ἡδονὴ ἀγαθόν᾿, ὃ κυρίως ἀδιόριστον λέγεται, καὶ ‘τὶς καὶ πάλιν ἡδονὴ οὐκ ἔστιν ἀγαθόν᾿ καὶ <τὶς> ἡδονὴ οὐκ ἀγαθόν᾿, αὐτοῖς χρῆται. διὰ τοῦτο γὰρ καὶ <αἱ> οὕτως ἐπὶ μέρους ἀδιόριστοι, ταύταις τῶν ἐπὶ μέρους αἰ ἀδιόριστοι ἴσον δύνανται. προειπὼν γὰρ οἷον εἴ τις ἔφησεν ἡδονὴν ἀγαθὸν εἶναι ἢ μὴ ἀγαθόν, τῷ μὲν ἡδονὴν ἀγαθὸν εἶναι ὡς ταὐτὸν λαμβάνει τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι, τῷ δὲ μὴ εἶναι ἀγαθὸν ἡδονὴν τὸ τινὰ ἡδονὴν μὴ εἶναι ἀγαθόν· λέγει γὰρ ὁμοίως δὲ καὶ εἴ τινα ἔφησεν ἡδονὴν μὴ εἶναι ἀγαθόν. αὗται μὲν οὖν ἐπὶ μέρους ἀδιόριστοι, [καὶ] διότι οὐ διώρισται πότερον διὰ τὸ ἢ καθ’ αὑτὰ· ς τιθέασι τὸ ἐν μέρει. διωρισμένας. δὲ ἐπὶ μέρους λέγει τήν τε λέγουσαν ῾τὶς μὲν ἡδονὴ ἀγαθόν, τὶς δ’ οὔ’ καὶ τὴν μίαν μόνην ἀγαθὸν καὶ τὴν θεωρητικὴν ἡδονὴν μόνην ἀγαθόν. Οὐσῶν δὴ διαφορῶν τούτων ἐν ταῖς ἐπὶ μέρους, πρῶτον μὲν περὶ τῆς ἀδιορίστου ἐπὶ μέρους τὸν λόγον ποιεῖται, καί φησι τὴν τοιαύτην ἐπὶ μέρους ἀνασκευάζεσθαι μὲν μοναχῶς, κατασκευάζεσθαι δὲ διχῶς. τὴν γὰρ λέγουσαν ‘τὶς ἡδονὴ ἀγαθόν᾿ ἀνασκευάσαι μόνως ἔστι δείξαντας καθόλου ὅτι μηδεμία ἡδονὴ ἀγαθόν· ὁ γὰρ δείξας τινὰ ἡδονὴν μὴ οὖσαν ἀγαθὸν οὐκ ἀνεσκεύακε τὸ τινὰ ἀγαθὸν εἶναι διὰ τὸ δύνασθαι καὶ ταύτην ἀληθῆ εἶναι δειχθείσης ἐκείνης. ὁμοίως καὶ τὴν λέγουσαν τινὰ ἡδονὴν μὴ εἶναι ἀγαθὸν μόνως ἔστιν ἀνασκευάσαι δείξαντας ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· οὐδέπω γὰρ ὁ δείξας τινὰ ἡδονὴν ἀγαθὸν ἀνῄρηκε τὸ μὴ εἶναί τινα ἀγαθόν. αὐτὸς δὲ εἰπὼν περὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς ὅτι διὰ τῆς καθόλου καταφατικῆς μόνης ἀναιρεῖται, προσέθηκεν ἐὰν γὰρ δείξωμεν ὅτι ἐστί τις ἡδονὴ οὐκ ἀγαθόν, οὔπω ἀναιρεῖται τὸ προκείμενον, οὐκ ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς τοῦτο λέγων, ἀλλὰ περὶ τῆς ἐπὶ μέρους καταφατικῆς, περὶ ἧς φθάσας προειρήκει. οὐκέτι δὲ τὸ ὅμοιον παρατίθεται ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς, δεικνὺς ὅτι ὑπὸ τῆς ἐπὶ μέρους καταφατικῆς οὐκ ἀναιρεῖται, ὡς γνωρίμου γεγονότος καὶ τούτου διὰ τοῦ εἰρημένου ἐπὶ τῆς ἐπὶ μέρους καταφατικῆς. κατασκευάζειν δὲ διχῶς φησιν εἶναι ἑκάτερον τῶν οὕτως ἐπὶ μέρους. καὶ γὰρ καθόλου δείξανιες πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ ἐπὶ μέρους τινὰ ἡδονὴν ἀγαθὸν κατεσκευακότες ἄν εἴημεν τὸ ἐπὶ μέρους καταφατικόν. ὁμοίως δὲ καὶ τὸ ἐπὶ μέρους ἀποφατικὸν κατασκευάζοιτο ἄν, εἰ δειχθείη μηδεμία ἡδονὴ ἀγαθόν (εἰ γὰρ μηδεμία, τίς), καὶ εἰ τὶς μὴ εἴη ἀγαθόν· ἀμφοτέρως γὰρ γίνεται δεδειγμένον ὅτι τις ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. Διωρισμένης δὲ τῆς θέσεως. Εἰ δὲ διωρισμένον εἴη τὸ πρόβλημα, ὃ θέσιν εἶπε, καὶ εἰ εἴη διορισμὸς τοιοῦτος ἐν τῷ προβλήματι, ἐι τὶς μὲν ἡδονὴ ἀγαθόν, τὶς δὲ οὔ (δοκεὶ δέ μοι τὸ ‘τὶς δὲ οὔ’ προστεθεικέναι οὐχ ὡς πάντως ὀφεῖλον ἐν τῇ προτάσει κεῖσθαι, ἀλλ’ ὡς δηλωτικὸν ὂν τοῦ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι καθ’ αὑτὴν μόνον ἀλλὰ μὴ διὰ τὴν καθέλου, ὑφ’ ἥν ἐστι, μηδὲ ἀδιορίστως· καὶ γὰρ εἰ εἶεν δύο προτάσεις κείμεναι, οὐκέτι ἡ μία πρότασις διχῶς ἀναιρεθήσεται, ἀλλὰ δύο οὖσαι ὑπὸ δύο, ἡ μὲν καταφατικὴ ὑπὸ τὴς καθόλου ἀποφατικῆς, ἡ δὲ ἀποφατικῆ ὑπὸ τῆς καθόλου καταφατικῆς), διχῶς δή, φησίν, ἐνδέχεται τὴν οὕτω διωρισμένην ἐπὶ μέρους ἀναιρεῖσθαι. καὶ γὰρ πάσης ἀγαθῆς δειχθείσης ἀναιρεῖται τὸ τινὰ μὲν εἶναι τινὰ δὲ μή, καὶ εἰ μηδεμία ἐγα|θὸν οὖσα δειχθείη· οὐ γὰρ οἷόν τε μηδεμιᾶς οὔσης ἡδονῆς ἀγαθῆς τινὰ μὲν εἶναι ἀγαθὸν τινὰ μή. εἰ δὲ οὕτως ἔχοι ὁ τῆς ἐπὶ μέρους διορισμός, εἰ μία μόνη ἡδονὴ ἀγαθόν, τριχῶς ἡ ἀναίρεσις αὐτῆς ἔσται. καὶ γὰρ ἂν πᾶσα ἡδονὴ ἠγαθὸν οὖσα δειχθῇ, ἀναιρεῖται τὸ ‘μία μόνη’, κἂν μηδεμία· εἰ γὰρ μηδεμία ἀγαθόν, οὐκ ἀληθὲς οὐδὲ τὸ ‘μία μόνη’· ἀλλὰ κἂν δειχθῶσιν πλείους οὖσαι ἀγαθαί, καὶ οὕτως ἀναιρεῖται τὸ μίαν μόνην ἀγαθὸν εἶναι. εἰ δὲ ἔτι ἐπὶ πλεῖον ὁ διορισμὸς τοῦ ἐπὶ μέρους προβλήματος γένοιτο καὶ ἔχοι οὕτως, εἰ ἡ φρόνησις μόνη τῶν ἀρετῶν ἐπιστήμη, τετραχῶς ἡ ἀναίρεσις αὐτῆς ἔστι. καὶ γὰρ ἂν ὅτι πᾶσα ἀρετὴ ἐπιστήμη ἐστὶ δειχθῇ, κἂν ὄτι οὐδεμία ἀρετὴ ἐπιστήμα, κἂν ὅτι πρείους, οἷον ἡ δικαιοσύνη (οὐδέτι γὰρ μόνη), κἂν ὅτι ἡ φρόνησις οὐκ ἔστιν ἐπιστήμη, δῆλον ὅτι ἄλλης τινὸς οὔσης· κἂν γὰρ ἄλλαι τινὲς ὦσιν, αὔτη δὲ μή, ἀναιρεῖται τὸ κείμενον. ἀλλὰ καὶ εἰ κείμενον εἴη τρεῖς μόνας τάσδε τινὰς ἀρετὰς ἐπιστήμας εἶναι, πενταχὼς ἂν ἀναιρῖτο κατὰ τὸν ὑφηγούμενον τρόπον· καὶ γὰρ διὰ τοῦ ‘πᾶσα’ καὶ διὰ τοῦ ‘οὐδεμία’ καὶ διὰ τοῦ ‘πλείους’ καὶ διὰ τοῦ ‘ἐλάττους’ καὶ διὰ τοῦ ‘οὐ καὶ αὗται αἱ τρεῖς αἳ ἦσαν ὠνομασμέναι ἐν τῷ προβλήματι’. περὶ τούτων καῖ Θεόφραστο ἐπὶ τέλει τοῦ Περὶ καταφάσεως δοκεῖ πεποιῆσθαι λόγον. Χρήσιμον δὲ καὶ τὸ ἐπιβλέπειν ἐπὶ τὰ καθ’ ἕκαστα, ἐν οἷς ὑπάρχειν τιὴ μὴ εἴρηται, καθάπερ ἐν τοῖς καθόλου προβλήμασιν. ῾Ως ἐν τῷ δευτέρῳ ἠξίου περὶ τῶν καθόλου προβλημάτων τεθέντος τοῦ προβλήματος ἐπιβλέπειν ἐπὶ τὰ καθ’ ἕκαστα ἡ τὰ ὑπὸ τὸ καθόλου, καὶ εἰ μὲν μηδενὶ εὑρίσκοιτο ὑπάρχον τὸ τιθέμενον καθόλου ὑπάρχειν πολλὰ τῶν ὑπ’ αὐτὸ προενέγκασιν, καθόλου λαμβάνειν ὅτι μηδενὶ ὑπάρχει, ἢ ἐὰν πολλοῖς φαίνηται ὑπάρχον, τιθέναι ὅτι πᾶσιν ἢ φέρειν ἔνστασιν ἐπὶ τίνος οὐχ οὕτως, οὕτως φησὶ δεῖν ποιεῖν καὶ ἐπὶ τῶν ἐν μέρει προβλημάτων· τοῦτο γὰρ εἶπε διὰ τοῦ ἐν οἷς ὑπάρχειν τι ἢ μὴ εἴρηται. ἐὰν γὰρ ᾖ κείμενον ὅτι τις ἡδονὴ ἀγαθόν, χρὴ ἐπιβλέπειν ἐπὶ τὰς ἐν μέρει ἡδονάς, ὥσπερ καὶ εἰ ἦν κείμενον καθόλου ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· κἀν μὲν εὑρίσκηται ἐν τῇ τοιαύτῃ ἐπιβλέψει τις ἡδονὴ οὖσα ἀγαθόν, δεδειγμένον ἂν εἴη τὸ προκείμενον· ἐὰν δὲ ἐπὶ πολλῶν μὴ οὕτως ἔχον εὑρίσκηται, τὸ καθόλου ἀξιώσομεν, τὸ μηδεμίαν εἶναι ἀγαθόν. οὕτως δὲ ἐσόμεθα καὶ τὸ προκείμενον ἐπὶ μέρους ὂν ἀνεσκευακότες, ὥστε καὶ τοῦτο κοινὸν τοῖς ἐπὶ μέρους προβλήμασιν. Ἔτι δὲ ἐν τοῖς γένεσιν ἐπιβλεπτέον διαιροῦντα κατ’ εἴδη μέχρι τῶν ἀτόμων, καθάπερ εἴρηται πρότερον. Ἦν καὶ τοῦτο ἐπὶ τῶν καθόλου προβλημάτων εἰρημένον ἐν τῷ δευτέρῳ, ὅτι, ἐν οἷς προβλήμασιν γενικόν· τι εἴληπται, χρὴ τὴν διαίρεσιν αὐτοῦ εἰς τὰ εἴδη ποιεῖσθαι καὶ πάλιν εἰς τὰ ὑπὸ τὰ εἴδη καὶ μέχρι τῶν ἀτόμων ἐπισκοπεῖν, εἰ ἑκάστῳ αὐτῶν ὑπάρχει τὸ τῷ γένει ἐν τῷ προβλήματι τεθὲν ὑπάρχειν. εἰ γὰρ εἴη πρόβλημα πότερόν ἐστι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη ἢ οὔ, ἐπεὶ τὰ ἀντικείμενα πλεοναχῶς, ἠξίου ἕκαστον αὐτῶν ἰδία λαμβάνειν, εἶτα τὰ ὑπὸ ἕκαστον αὐτῶν ἰδία καὶ ἐπισκοπεῖν εἰ ἐφ’ ἑκάστου αὐτῶν ἡ αὐτὴ ἐπιστήμη· χρήσιμον γὰρ τοῦτο καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν. ὡς δὴ ἐπὶ τῶν καθόλου, οὕτως φησὶ δεῖν ποιεῖν καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων, ὅταν τι γενικὸν ἐν αὐτοῖς ᾖ. οἷον εἰ εἴη τὸ πρόβλημα εἴ τινων ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, διαιρετέον ὁμοίως τὰ ἀντικείμενα καὶ ἐφ’ ἕκαστον ἐπιβλεπτέον, αὐτό τε καὶ τὰ ὑπ’ αὐτό· κἂν μὲν ἐπὶ πολλῶν φαίνηται οὕτως ἔχον ,κατασκευάζειν τὸ πρόβλημα ὡς καθόλου πᾶσιν ὑπάρχοντος τοῦ τινὶ αὐτῶν ὑπάρχειν κειμένου· ἄν δὲ ἐπὶ πολλῶν μὴ οὕτως ἔχον εὑρίσκηται, ἀπὸ τούτων ὀρμωμένους ἀξιωτέον πάλιν ὅτι οὐδενί. καὶ οὕτως ἀνασκευαστέον τὸ ἐπὶ μέρους καταφατικὸν πρόβλημα. ὁμοίως, κἄν λέγῃ τις τινὰ ἀρετὴν ἐπιστήμην εἶναι, διαιρετέον τὰς ἀρειάς, πρῶτον μὲν εἰς τὰς λογικὰς καὶ τὰς ἠθικάς, εἶτα πάλιν τὰς λογικὰς ἰδίᾳ καὶ τὰς ἠθικὰς καθ’ αὑτάς, δεικνύντας ἐπὶ τῶν ἀεὶ προχειριζομένων ὅτι μὴ ἐπιστῆμαι, τὸ καθόλου λαμβάνειν, ὅτι μηδεμία, καὶ οὕτως ἀνασκευάζειν τινὰ εἶναι ἐπιστήμην. ἔστι δὲ οὐ πολὺ διαφέρων οὗτος τοῦ πρὸ αὐτοῦ, πλὴν ὅτι οὗτος μὲν τοῦ γένους τὴν |διαίρεσιν εἰς εἴδη πρῶτον ἠξίου ποιεῖσθαι, εἶθ’ οὕτως ἐπὶ τὰ ὑπὸ τὰ εἴδη τῇ τάξει προϊόντας ἐπὶ τὰ καθ’ ἕκαστα ἔρχεσθαι, ὁ δὲ πρὸ τούτου, εἰ καὶ μὴ γένος ἦν τὸ λαμβανόμενον, κοινὸν δέ τι, ἠξίου ἐπιβλέπειν εὐθὺς ἐπὶ τὰ ὑπ’ αὐτὸ ἄτομα. Ἔτι ἐφ’ ὧν ἔστιν ἢ εἴδει ἢ ἀριθμῷ διορίσαι τὸ συμ- βεβηκός. Εἰπὼν δὲ δεῖν διαιρεῖν τὸν ὑποκείμενον ὅρον ἐν τοῖς προβλήμασι τοῖς ἀπὸ τοῦ συμβεβηκότος ὁμοίως ἔν τε τοῖς καθόλου καὶ τοῖς ἐν μέρει, καὶ ἐὰν ᾖ γενικόν, εἰς τὰ εἴδη ἕως τῶν ἀτόμων, νῦν λέγει περὶ τοῦ κατηγορουμένου καὶ συμβεβηκέναι λεγομένου <ὃ> καὶ αὐτὸ εἶπεν τῶν καθόλου. καὶ γὰρ ἐπὶ τῶν ἐπὶ μέρους, ἐφ’ ὧν οἷόν τέ ἐστι, δεῖν φησι καὶ τοῦτον διαιρεῖν καὶ ὁρίζειν ἢ κατ’ εἶδος ἢ κατ’ ἀριθμὸν καὶ ὁρᾶν εἴ τι τῶν ἐκ τῆς διαιρέσεως ὑπάρχει τῷ ὑποκειμένῳ· ἂν μὲν γὰρ ὑπάρχον εὑρίσκηταί τι αὐτῶν τῷ ὑποκειμένῳ, κατεσκευασμένον ἔσται τὸ πρόβλημα ἐπὶ μέρους ὄν, εἰ δὲ μηδὲν εὑρίσκοιτο, ἀνεσκευασμένον. οἷον εἰ ζητοῖτο πότερον ὁ χρόνος κινεῖται ἢ οὔ, ἐπεὶ ἡ κίνησις πολλαχῶς λέγεται, διαιρετέον καὶ ληπτέον τὰ εἴδη τῆς κινήσεως. ἐπεὶ τοίνυν πᾶσα κίνησις ἢ κατὰ τόπον ἐστὶν ἢ κατὰ ποσὸν ἡ κατὰ ποιότητα, ἑκάστην τῶν κινήσεων ληπτέον καὶ ζητητέον εἰ κατά τινα αὐτῶν οἷόν τε κινεῖσθαι τὸν χρόνον. καὶ εἰ φαίνοιτο μήτε· κατὰ τόπον κινούμενος (οὐ γὰρ ἀλλάσσει τόπον· γὰρ τὸ μὴ ὑπομένον οἷόν τε ἀλλάσσειν τόπον;) ,ἀλλὰ μηδὲ κατὰ μέγεθος (ὑπομένοντος γὰρ καὶ ἡ κατὰ ποσὸν κίνησις), μήτε κατὰ ποιότητα κατ’ ἄλλο τι κινήσεως εἶδος, ἀνασκευάζοιτο ἄν τὸ τὸν χρόνον κινεῖσθαι. εἰ δὲ ζητοῖτο εἰ κίνησις ὁ χρόνος, γενικὸν ἂν τὸ πρόβλημα γίνοιτο. δεικνύοιτο δ’ ἄν ὅτι μή ἐστιν κίνησις, ὅτι μήτε τοπική ἐστι μήτε ἀλλοιωτικὴ μήτε κατὰ ποσόν· εἰ γάρ τις τούτων ἦν, πᾶν ἄν τὸ ἐν χρόνῳ ὂν ἐν κινήσει τούτων τινὶ ἦν τῇ αὐτῇ τε καὶ συνεχεῖ. ὁμοίως ὁ λόγος καὶ ἐπὶ ψυχῆς, εἰ ζητοῖτο πότερον κινεῖται ἢ οὔ. ἀλλὰ καὶ εἰ ζητοῖτο πότερον ἡ ψυχή τις ἀριθμός ἐστιν ἡ οὔ, ἐπεὶ πᾶς ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, ἂν ἡ ψυχὴ μήτε περιττὸς ἀριθμὸς ᾖ μήτε ἄρτιος, οὐδ’ ἄν ἀριθμὸς εἴη. καὶ αὕτη μὲν κατὰ εἴδη γενικώτερα ἡ διαίρεσις· κατὰ δὲ ἄτομα <ἂν> εἴη, εἰ διαιροῦντες πάλιν ἑκάτερον τούτων εἰς τοὺς ὑπ’ αὐτοὺς ἀριθμοὺς δεικνύοιμεν. εἰ μὲν γὰρ ἄρτιος, ἢ δύο ἔσται ἢ τέσσαρα ἢ ἓξ ἢ ὀκτὼ ἢ δέκα, εἰ δὲ περιττός, ἡ τρία ἢ πέντε ἢ ἑπτὰ ἢ ἐννέα· ὧν ἀριθμῶν λέγειν τινὰ τὴν ψυχὴν εἶναι ἄτοπον· οὔτε ἄρα περιττὸς ἀριθμὸς οὔτε ἄρτιος ἡ ψυχή· εἰ δὲ μὴ τούτων τις, οὐδὲ ἀριθμὸς ὅλως. δοκεῖ μέντοι αὐτὸς διὰ τῶν παραδειγμάτων τῶν καθόλου προβλημάτων ἀλλ’ οὐ τῶν ἐπὶ μέρους ἔτι μνημονεύειν. |