Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XXIII. Πῶς εἰ φθαρτὴ ἡ γῆ, οὐκ ἐνδέχεται αὐτὴν καὶ ἅμα ποτὲ φθαρῆναι.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-13
Not analysed yet
Εἰ ἐνδέχεται τήνδε τὴν βῶλον φθαρῆναι κατὰ τόνδε τὸν κολωνόν, καὶ οὕτω διεξιοῦσιν ἐπὶ παν|τὸς μέρους τῆς γῆς ἀληθὲς τὸ ἐνδέχεσθαι αὐτὸ φθαρῆναι, ἐνδέχοιτο ἂν καὶ πᾶσαν τὴν γῆν φθαρῆναι. εἰ δὲ τοῦτο, ἐνδέχοιτο ἂν μὴ εἶναι γῆν, ὅπερ ἀδύνατον. οὐδὲ γὰρ ὁ κόσμος εἴη ἂν ἀναιρουμένου τοῦ περὶ ὃ ἡ φορὰ αὐτῷ. ἢ οὐχ ἕπεται τῷ πᾶσαν ἐνδέχεσθαι φθαρῆναι τὴν γῆν τὸ καὶ ἅμα. τοῦτο γὰρ ἀδύνατον, εἰ ἀπὸ τῆς τῶν οὐρανίων κινήσεως, ὡς ἐκ γῆς εἰς ἄλλο τι γίνεται μεταβολή, οὕτως καὶ ἐξ ἄλλου τινὸς εἰς γῆν. καὶ ἐπ᾿ ἀνθρώπων δὲ ὁ αὐτὸς λόγος. οὐ γάρ, εἰ πάντες φθαρτοί, καὶ ἅμα πάντες. ὁ δὲ τῇ ἐπαγωγῇ δεικνὺς διὰ τοῦ ἕνα ἕκαστον τῶν δεικνυμένων ἐνδέχεσθαι αὔριον φθαρῆναι, καὶ πάντας ἅμα ἐνδέχεσθαι αὔριον φθαρῆναι, οὐχ ὑγιῶς λαμβάνει. καὶ γὰρ εἰ λάβοι πάντας, οὕς ἐπεξῆλθεν, αὔριον ἀθρόους φθαρήσεσθαι, οὐκ ἤδη καὶ πάντας εἴληφεν τῷ μὴ ἐπεξεληλυθέναι πάντας. ἔτι τε οὐδὲ οὓς ἐπεξῆλθεν, οὕτως ἔλαβεν ὡς ἀθρόως ἐνδεχομένους αὔριον φθαρῆναι, ἀλλ᾿ ὡς ἕνα ἕκαστον. διὸ οὐ συνάξει τὸ πάντας ἀθρόους, ἀλλὰ τὸ πάντας ὡς ὁντιναοῦν αὐτῶν, ὡς καὶ ἐπὶ τῆς ἐπ᾿ ἄπειρόν τε καὶ πάντῃ τομῆς. πάντῃ γὰρ τμητὸν τὸ συνεχές, οὐχ ὅτι ἅμα πάντῃ, ἀλλ᾿ ὅτι καθ᾿ ὁτιοῦν. ἴσως δὲ οὐδὲ ὁμοίως γῆν τε ἀναγκαῖον εἶναι καὶ ἄνθρωπον, ἀλλὰ τὴν μὲν γῆν ἁπλῶς ἀνάγκη εἶναι, τὸν δὲ ἄνθρωπον ἐξ ὑποθέσεως. διὰ τοῦτο γὰρ οὐχ ἁπλῶς ἀναγκαία ἡ λέγουσα πρότασις τὸν ἄνθρω|πον ἐξ ἀνάγκης ζῷον εἶναι. ἀλλὰ μετὰ διορισμοῦ τοῦ ἔστ᾿ ἂν ἄνθρωπος ᾖ.