Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, IX. Πῶς οὐ πρός τι ἡ ψυχή, εἰ ἐντελέχεια σώματος τοιούτου.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-21
Not analysed yet
Ἢ τὸ μὲν ἐντελέχεια ἴσον ἐστὶ τῷ εἶδος, τὸ δὲ εἶδος οὐ πρός τι, εἰ καὶ ὅτι μάλιστά τινός ἐστιν. οὐ γὰρ εἴ τί τινός ἐστιν, εὐθύς ἐστι τοῦτο καὶ πρός τι. καὶ γὰρ ἡ ἐπιφάνειά τινος οὖσα οὐ πρός τί ἐστιν. ἀλλὰ καὶ τὰ μέρη τῶν δευτέρων οὐσιῶν τινὸς μέν ἐστιν, οὐ μήν ἐστι καὶ πρός τι. πρός τι γάρ ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἡ δὲ ψυχὴ σώματος μέν ἐστι τοιοῦδε ἐντελέχεια, οὐ μὴν τὸ εἶναι αὐτῇ ἐν τῷ πρός τί πως ἔχειν ἐστίν. οὖσα γάρ τι τοῦ σώματός ἐστιν, ὡς καὶ ἡ κεφαλὴ οὖσά τί ἐστιν κεφαλωτοῦ κεφαλή. τὸ μὲν γὰρ ὅμοιον καθὸ ὅμοιον, καὶ τὸ ἴσον καθὸ ἴσον ἐν τῇ πρὸς ἃ λέγεται σχέσει τὸ εἶναι ἔχει, καὶ οὐδεν ἄλλο παρὰ τὴν πρὸς ὃ λέγεται σχέσιν δηλοῖ, ἡ δὲ ψυχὴ καὶ ἡ κεφαλὴ οἰκείαν τινὰ φύσιν καὶ οὐσίαν σημαίνουσιν, ᾗ συμβέβηκεν ἄλλου εἶναι, οὐκ εἴ τι δὲ ἄλλου ἐστίν, ἤδη καὶ πρός τί ἐστιν.