Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, XII. Ὅτι οὐ δείκνυται διὰ τοῦ συστέλλεσθαι τὰ σώματα εἰς ἑαυτὰ τὸ σῶμα διὰ σώματος χωρεῖν.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-23
Not analysed yet
Οὐ γὰρ τὰ συστελλόμενα ⟨καὶ⟩ εἰς ἑαυτὰ ἀναχωροῦντα συστέλλεται σώματος χωροῦντος διὰ σώματος. συστέλλεται γὰρ τοῦτο ὃ ἐνεργείᾳ ἔτι ὂν μένον ἐπὶ τῆς αὐτῆς οὐσίας ⟨εἰς⟩ ἐλάττονα ὄγκον συνάγεται ἢ ὑπό τινος ἢ ὑφ᾿ ἑαυτοῦ. πάντα δὲ τὰ τοῦτο πάσχοντα ἀποκρίσει τινὸς τοῦτο ποιεῖ (ἢ γὰρ τοῦ πνεύματος χωριζομένου τὸ λοιπὸν σῶμα εἰς τὴν τέως ὑπ᾿ ἐκείνου χώραν κατεχομένην συνέρχεται, ἢ τοῦ ὑγροῦ τοῦ ἐν αὐτοῖς παρεσπαρμένου), ἡ δὲ ὕλη οὐδὲ τὴν ἀρ|χὴν συστέλλεται τῷ μηδ᾿ ἐνεργείᾳ ὑφεστάναι. γίνεται δὲ τὰ ὑπ᾿ αὐτῆς σώματα ποτὲ μὲν ἐπὶ μείζονος ὄγκου, ποτὲ δ᾿ ἐπ᾿ ἐλάττονος τῷ τῶν σωμάτων τὰ μὲν εἶναι παχύτερά τε καὶ στερεώτερα, τὰ δὲ λεπτότερά τε καὶ ὑγρότερα, ὧν τὰ μὲν παχύτερά τε καὶ στερεώτερα εἰς τὸν ἴσον ὄγκον πλείονος ὄγκου δεῖται, τὰ δὲ ὑγρότερά τε καὶ λεπτότερα ἐλάττονος. διὸ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ὕλης ἐστὶν σῶμα πλείονα κατέχον τόπον, ποτὲ δὲ ἐλάττονα τῷ τὴν αὐτὴν ὕλην τῶν ἑκατέρου τῶν σωμάτων ποιητικῶν ποιοτήτων εἶναι δεκτικήν. εἰ μὲν οὖν ἐν τῇ τῶν σωμάτων χωρήσει δἰ ἀλλήλων ἐγίνετο φθορά τις ἢ μεταβολὴ εἰς παχυμερέστερα σώματα, ἴσωι ἂν ἐδύνατο ὃν τέως τὸ ἕτερον κατεῖχεν τόπον, τοῦτον ὕστερον κατέχειν τὸ ἐκ τῆς ἀμφοτέρων μίξεως γινόμενον, εἰ δὲ τὰ αὐτὰ μένει (ἑκάτερον γὰρ αὐτῶν δοκεῖ σώζειν τὴν ἑαυτοῦ φύσιν), πῶς ἂν ἔτι γίγνοιτο τοῦτο γίνεσθαι; ἔτι ἔνια μιγνύμενα, οὐ μόνον οὐ παχύτερον ἀλλὰ καὶ λεπτότερον αὐτὸ ἢ πρόσθεν ἦν ποιεῖ, ὥστε ἔδει αὐτὸ ἐπὶ μείζονος γιγνόμενον ὄγαου καὶ τόπον κατέχειν πλείονα.