Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, X. Πῶς εἰ τέσσαρα τὰ αἴτια, οὐκ ἔσται καὶ ἐν τοῖς θείοις σώμασι τὸ ὑποκείμενον ὕλη.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-3
Not analysed yet
Εἰ τῶν φυσικῶν ἀρχὴ καὶ στοιχεῖα ταῦτα περὶ ὧν εἴρηκεν ἐν τῇ Φυσικῇ ἀκροάσει Ἀριστοτέλης, ἔστι δὲ ταῦτα ἡ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ποιητικὸν καὶ τὸ οὗ ἕνεκα, τὸ κυκλοφορητικὸν σῶμα ἤτοι οὐκ ἔσται φυσικὸν σῶμα, ἢ ἔσται ὕλη καὶ τὸ ὑποκείμενον ἐν ἐκείνῳ, ἢ οὐκ ἔσται πάσας τὰς ἀρχὰς τῶν φυσικῶν λέγων. τί γὰρ τὸ ὑποκείμενον ἐκείνῳ; ἀλλὰ μὴν φυσικὸν σῶμα κἀκεῖνο. πᾶν γὰρ σῶμα ἢ φυσικὸν ἢ μαθηματικόν, οὐκ ἔστι δὲ μαθηματικὸν ἐκεῖνο, ἐπεὶ πᾶν τὸ ἐν κινήσει τῇ ἐξ αὐτοῦ σῶμα φυσικόν, ἐν κινήσει δὲ ἐκεῖνο, εἴ γε καὶ ἀεικίνητον καὶ τὴν |αἰτίαν τῆς κινήσεως ἔχον ἐν ἑαυτῷ. ἢ εἰ ἡ φύσις κατ᾿ αὐτὸν ἀρχὴ κινήσεως καὶ στάσεως, ἐν οἷς ἐστι πρώτως καὶ οὐ κατὰ συμβεβηκός, οὐκ ἔχει δὲ ἐκεῖνο ἀρχὴν στάσεως ἐν ἑαυτῷ, οὐδ᾿ ἂν φύσιν ἔχοι. εἰ δὲ μὴ φύσιν ἔχοι, οὐδ᾿ ἂν φυσικὸν σῶμα εἴη. ἀλλ᾿ εἰ μὴ φυσικόν, ποῖόν τι; οὐ γὰρ δὴ μαθηματικόν, ἐπεὶ ἔμψυχόν ἐστι, πᾶν δὲ σῶμα ἔμψυχον φυσικόν. οὐ φυσικὸν δ᾿ ὃν σῶμα οὐκ ἔχει τὸ ὑποκείμενον ὕλην, εἴ γε ἡ ὕλη τὸ παρὰ μέρος τῶν ἐναντίων δεκτικόν. ἢ εἰ μὲν τὴν ὕλην ἔλεγεν εἶναι μόνον τὸ ἔσχατον ὑποκείμενον τῶν ἐναντίων παρὰ μέρος δεκτικόν, οὐκ ἂν ἦν ἐν τῇ ὕλῃ περιειλημμένον τὸ ὑποκείμενον τῷ πέμπτῳ σώματι, εἰ δ᾿ ὁρίζεται τὴν ὕλην καὶ οὕτως, ἔσχατον ὑποκείμενον ἀρρύθμιστον καθ᾿ αὑτό, εἴη ἂν ἐν τῇ οὕτως ὕλῃ λεγομένῃ περιειλημμένον καὶ τὸ ἐν τῷ θείῳ σώματι ὑποκείμενον. κοινότερος γὰρ οὗτος ὁ λόγος τῆς κατὰ τὸ ὑποκείμενον ἀρχῆς καὶ περιέχων ἐν ἑαυτῷ ἀμφότερα τὰ ὑποκείμενα. οὐκ εἰ ἕτεραι δὲ ἀλλήλων αἱ ὗλαι, ἣ τε ἐν τῷ θείῳ σώματι ὑποκειμένη καὶ ἡ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἤδη καὶ σύνθετοι. εἰ μὲν γὰρ ἦν τι αὐταῖς ἕν τι ὑποκείμενον, ἔδει αὐταῖς διαφορῶν, καθ᾿ ἃς εἰδοποιηθεῖσαι ἔχουσαι ταὐτὸν ὑποκείμενον ἀλλήλων διαφέρουσι· εἰ δέ εἰσιν ἕτεραι, πάντῃ οὐκ ἀνάγκη αὐτὰς κατά τινας εἰδοποιοὺς διαφορὰς ἀλλήλων διαφέρειν· οὐδὲ γὰρ τὸ εἶδος καὶ ἡ ὕλη, ἐπεὶ ἕτερα ἀλλήλων, διὰ τοῦτο καὶ σύνθετα.