Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, XXV. Ἄλλης λέξεως ἐκ τοῦ δευτέρου τῶν Περὶ ψυχῆς Ἀριστοτέλους ἐξήγησις,
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-32
Not analysed yet
Ὅὐ γὰρ τοιούτου σώματος τὸ τί ἦν εἶναι καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ φυσικοῦ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν οὑτῷ.” Πρὸς τί τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν οὑτῷ; ἀλλ᾿ εἰ τοιοῦτο τὸ φυσικόν, πῶς ἔτι φυσικὸν τὸ θεῖον οὐκ ἔχον στάσεως ἀρχὴν ἐν αὑτῷ; ἢ ἔχει πως στάσεως ἀρχήν, εἴ γε κατὰ μὲν τὰ μέρη κινεῖται, τὸ δ᾿ ὅλον ὡς ὅλον ἕστηκεν· ἐν τῷ αὐτῷ γάρ ἐστιν ἀεί. ἢ οὐ περὶ παντὸς εἶπεν τοῦ φυσικοῦ σώματος, ἀλλὰ τοῦ ἐν ᾧ ἡ ψυχὴ γίνεται. ἢ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτῷ οὐ περὶ φυσικοῦ σώματος λέγει, ἀλλὰ περὶ ψυχὴν ἔχοντος. ἡ γὰρ ψυχὴ ἐν τούτοις ἀρχὴ κινήσεώς τε καὶ στάσεως.