Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. ΚΕΦΑΛΑΙΑ, VIII Εἰ αἰσθητὸν ὃ πάσαις ταῖς αἰσθὴσεσιν κατὰ συμβεβηκὸς αἰσθητόν.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-38
Not analysed yet
Εἰ μιᾷ αἰσθήσει κατὰ συμβεβηκός ἐστιν αἰσθητὸν τὸ ἔχον τῶν ἰδίων τι ταύτῃ τῇ αἰσθήσει αἰσθητῶν συμβεβηκὸς ἑαυτῷ (διὰ γὰρ τῆς τοῦ αἰσθητοῦ ἀντιλήψεως γίνεται καὶ ἡ τοῦ κατὰ συμβεβηκός· οὕτω γὰρ ἡ ὄψις γλυκέος ὅτι τῷ ὠχρῶ συμβέβηκεν εἶναι γλυκεῖ τε καὶ μέλιτι), εἴ τις λέγοι τι πάσαις ταῖς αἰσθήσεσι κατὰ συμβεβηκὸς εἶναι αἰσθητόν, οὗτος λέγοι ἄν, τοῦτο, ὅ φησι πάσαις κατὰ συμβεβηκὸς ταῖς αἰσθήσεσιν αἰσθητὸν εἶναι, ἔχειν τινὰ συμβεβηκότα τοιαῦτα, ὧν τὸ μὲν τῇ ἁφῇ καθ᾿ αὑτό ἐστιν αἰσθητόν,- τὸ δὲ τῇ γεύσει, τὸ δὲ τῇ ὀσφρήσει, τὸ δὲ τῇ ἀκοῇ, τὸ δὲ τῇ ὄψει, ὥστ᾿ εἴη ἂν τὸ πᾶσι κατὰ συμβεβηκὸς αἰσθητὸν τῷ πάσαις καθ᾿ αὑτὸ εἶναί τι αἰσθητὸν ἐν αὐτῷ τούτῳ πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν, ἑκάστης αὐτῆς διὰ τοῦ οἰκείου αὐτῇ αἰσθητοῦ αἰσθανομένης αὐτοῦ. οὐ γὰρ τὸ πάσαις κατὰ συμβεβηκὸς αἰσθητὸν οὐδ᾿ ὅλως ἐστὶν αἰσθητόν, ὡς ἂν δόξαι ἁπλῶς ἀκούσαντι. τὸ γὰρ μηδεμιᾷ αἰσθητὸν αἰσθήσει ἀναί|σθητον· οὐ ταὐτὸν δὲ τὸ πάσαις ἀναίσθητον τῷ πάσαις κατὰ συμβεβηκὸς αἰσθητὸν τοιοῦτον εἶναι τὸ ὑποκείμενον τοῖς πάσαις ταῖς αἰσθήσεσιν αἰσθητοῖς. τῷ γὰρ τὰ συμβεβηκότα τούτῳ αἰσθητὰ εἶναι πάσαις, αὐτὸ δὲ μή, τούτῳ γίνεται πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν.