Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XII Πῶς οἶόν τε ἅμα τὸν οὐ τὸν ἥ δεσθαι καὶ λυπεῖσ θαι, εἰ ἐναντία ταῦτα.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-4
Not analysed yet
Εἰ ἀδύνατον ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι τε καὶ λυπεῖσθαι, ὃ συμβαίνει τοῖς διψῶσίν τε καὶ πίνουσιν, ὁμοίως δὲ καὶ τοῖς πεινῶσιν τε καὶ ἐσθίουσιν, ἔτι δὲ τοῖς ψωριῶσίν τε καὶ κνωμένοις; ἢ γὰρ οὐκ ἐναντίον ἡδονὴ λύπῃ, ἢ οὐκ ἀληθὲς τὸ μὴ οἷόν τε ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν. ἢ οὔτε τὸ ἀδύνατον ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν ἀπλῶς ἀληθές, ἀλλὰ κατὰ ταὐτό, οὔθ' ἀπλῶς ἡδονὴ λύπῃ ἐναντία, οὐ γὰρ πᾶσα ἡδονὴ πάσῃ λύπῃ ἐναντία. οὐ γὰρ τῇ ἀπὸ τοῦ θεωρεῖν ἡδονῇ ἡ ἀπὸ τοῦ διψῆν λύπη ἐναντία, ἀλλ’ ἡ ἀπὸ τοῦ αὐτοῦ ἡδονὴ τῇ ἀπὸ τοῦ αὐτοῦ λύπῃ ἐναντία, ἃς καὶ ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν. οὔτε γὰρ ἅμα ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐπὶ τῷ θεωρεῖν, ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, οἷόν τε διὰ τὸ αὐτό, οὔτε τὸν πεινῶντα ἐπὶ τῷ πεινῆν ἅμα σἷόν τε καὶ ἥδεσθαι καὶ λυπεῖσθαι, λυπούμενον μέντοι ἐπὶ τῷ πεινῆν ἅμα ἥδεσθαι ἐπὶ τῷ ἐσθίειν οὐκ ἀδύνατον. οὐ γὰρ ἐναντία τῇ τοιαύτῃ ἡδονῇ ἡ τοιαύτη λύπη. ἡ μὲν γὰρ λύπη ἐπὶ τῇ ἐνδείᾳ, ἡ δὲ ἡδονὴ ἐπὶ τῇ τῆς ἐνδείας θεραπείᾳ, διὸ καὶ ἔστ’ ἂν μὲν ᾖ δεόμενον θεραπείας, θεραπευόμενον ἥδεται, ἄμα δὲ δεῖται θεραπείας καὶ ἐστὶν ἐν λύπῃ. ὅτι γὰρ οὐκ ἀπὸ τοῦ αὐτοῦ ἢ τε λύπη καὶ ἡ ἡδονή, δῆλον ἐκ τοῦ τοὺς πεινῶντας μέν, μὴ τρεφομένους δέ, λυπεῖσθαι μόνον, καὶ ἐκ τοῦ τοὺς τρεφομένους μειοῦν τὴν λύπην. οὕτω τὸ μὲν εἶναι ἐνδεᾶ λύπης μόνης αἴτιον, τὸ δ’ ἀναπληροῦσθαι ἡδονῆς, καὶ οἱ ψωριῶντες καὶ κνώμενοι οὐ διὰ τὸ κνῆσθαι λυποῦνται, ἀλλὰ διὰ τὸ ἔτι δεῖσθαι τοῦ κνῆσθαι, ὥσπερ καὶ οἱ τρεφόμενοι ἐπὶ τῷ ἔτι εἶναι ἐνδεεῖς λυποῦνται, οὐκ ἐπὶ τῷ τρέφεσθαι.