Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. ΚΕΦΑΛΑΙΑ, XV. Περὶ τοῦ οἱονεὶ ἀμεροῦς.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-40
Not analysed yet
Τὰ οἱονεὶ ἀμερῆ ἐστιν ὅμοια ἀμερεῖ, οὐκ ἀμερῆ, ὅτι μηδ’ ἄλλο τι ὅμοιόν τινι ἐκείνῳ ταὐτόν ἐστιν, ῴ ἐστιν ὅμοιον. ἐπεὶ ὅμοιον ἀμερές τε φαινόμενον ἀμερές, οὐκ ἀμερές, ὡς καὶ ὁ φαινόμενος συλλογισμὸς οὐ συλλογισμός. ἀλλ’ εἰ μὴ ἀμερές, μέρη δῆλον ὅτι ἕξει, οὕτως δὲ οὐδὲν ἀμερὲς ἔσται. πᾶν γὰρ τὸ λαμβανόμενον μέρος αὐτοῦ καὶ αὐτὸ οἱονεὶ ἀμερὲς ἔσται τῷ τὸ εἶναι τῷ λεγομένῳ ἀμερεῖ ἐν τῷ οἱονεὶ ἀμερεῖ εἶναι, εἴ γε διὰ τούτου ἀπολύονται τὸ μὴ συγκεῖσθαι ἐξ ἀμερῶν τὸ μέγεθος. εἰ δὲ λέγοι τις αὐτὸ οἱονεὶ μέγεθος, πάλιν οὐ μέγεθος ἔσται. εἰ δὲ πᾶν μέγεθος μεριστόν, τὸ οἱονεὶ μέγεθος ἀμερὲς ἔσται τῇ αὐτοῦ φύσει. εἰ δ’ ἀμερές, ἐκ τῆς τῶν ἀμερῶν συνθέσεως ἔσται τὰ μεγέθη. εἰ δὲ λέγει τις τὸ οἱονεὶ ἴσον δύνασθαι τῷ δυνάμει, ἔσται τὸ οἱονεὶ ἀμερὲς δυνάμει ἀμερές. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἐνεργείᾳ, ὃ ἔσται ἀμερές, εἴ γε μηδὲν τῶν δυνάμει τι ὄντων ἐστὶ τοῦτο ὃ δύναται, ὥστε οὐδὲ τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν. ἀλλ’ εἰ μὴ ἐνεργείᾳ, ἀλλὰ δυνάμει τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν, ἄλλο τι ὃν δυνάμει τοῦτό ἐστιν. τί οὖν ὄν ἐστι δυνάμει ἀμερές; καὶ εἰ μέγεθός ἐστι τὸ οἱονεὶ ἀμερές, ἐκ δὲ τούτων τὸ μέγεθος (ἐκ γὰρ τῶν οἱονεὶ ἀμερῶν), ἔσται πᾶν μέγεθος ἐκ μεγεθῶν συγκείμενον καὶ διαιρούμενον εἰς μεγέθη, οὕτω δὲ καὶ ἐπ’ ἄπειρον ἡ τομὴ προελεύσεται. ἔτι εἰ τὸ οἱονεὶ ἀμεπὲς ὕλη τοῦ ἀμεροῦς, πᾶσα δ’ ὕλη τινὸς κατά τινα μεταβολὴν τὸ οἱονεὶ ἀμερὲς ἀμερὲς ἔσται, ἐπεὶ ὕλη τοῦ ἀμεροῦς τὸ οἱονεὶ ἀμερές, ἄλλο ἔσται τοῦ ἀμεροῦς. εἰ δὲ τοῦτο, ἤτοι συντιθέμενον ποιήσει τὸ ἀμερὲς ἢ διαιρούμενον, ἕπεταί τε πάλιν τῷ λέγειν εἰς ἀμερῆ αὐτὸ διαιρεῖσθαι τὸ ἐκ τῆς τῶν ἀμερῶν συνθέσεως γίνεσθαι τὰ μεγέθη. |