Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XIV. Οτι καθ’ σὓς μόνον τὸ κα λὸν ἀγα θόν ἐστιν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώ ποις παρέ χου σιν ἀγαθόν.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1-6
Not analysed yet
Εἰ οἱ θεοὶ προνοοῦσι τῶν ἀνθρώπων, ἀγαθόν τι αὐτοῖς παρέχουσιν. πᾶν γὰρ τὸ προνοοῦν τινος ἀγαθόν τι τῷ προνοουμένῳ περιποιεῖ, ὡς τὸ μὴ ἀγαθόν τι περιποιοῦν τινι τοῦτο οὐδ’ ἂν προνοοῖ αὐτοῦ. ἀλλὰ μὴν καθ’ οὕς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώποις περιποιοῦσιν, ὡς δείξω. τὸ καλὸν ἐφ’ ἡμῖν, ὃ ἐφ’ ἡμῖν ἐστι, τοῦτο δι’ ἑαυτῶν κτώμεθα, ὃ δι’ ἑαυτῶν κτώμεθα, τοῦθ’ ὑπ’ οὐδενὸς ἄλλου περιγίνεται. τὸ καλὸν ὑπ’ οὐδενὸς ἡμῖν ἄλλου περιγίνεται. εἰ ὑπὸ μηδενός, οὐδ’ ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόν τε καὶ καλόν. καθ’ σὓς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν ἀγαθὸν τοῖς ἀνθρώποις ὑπὸ τῶν θεῶν περιγίνεται.